Euphorion

Epigrams

6.1
πρώτας ὁππότ’ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,
6.2
Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.
6.3
ἀντὶ δὲ οἱ πλοκαμῖδος, Ἑκηβόλε, καλὸς ἐπείη
6.4
ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξομένῳ.
7.1
οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ’ὀστέα κεῖνα καλύπτει,
7.2
οὐ δ’ἡ κυάνεον γράμμα λαλοῦσα πέτρη ·
7.3
ἀλλὰ τὰ μὲν Δολίχηςτε καὶ αἰπεινῆς Δρακάνοιο
7.4
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις ·
7.5
ἀντὶ δ’ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼν
7.6
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.