Moero

Epigrams

6.1
κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,
6.2
βότρυ, Διωνύσου πληθόμενος σταγόνι ·
6.3
οὐ δ’ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα
6.4
φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον ·
6.1
νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη
6.2
ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,
6.3
χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ
6.4
εἵσαθ’ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.