Epigrams
τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος
6.2τόξον καὶ κάπρου τούσδε καθᾶψε πόδας,
6.3καὶ ταύταν γωρυτόν, ἐπαυχένιόντε κυνάγχαν
6.4θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.
6.5ἀλλ’, ὦ Πὰν σκοπιῆτα, καὶ εἰσοπίσω Πολύαινον
6.6εὔαγρον πέμποις, υἱέα Σιμύλεω.
6.1Ἀχρυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας
6.2πολλάκι τὰς ἱερὰς χευαμένη πλοκάμους,
6.3γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα
6.4τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,
6.5τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρειᾳ,
6.6θερμὸν ἐπεὶ λύσσης ὧδ’ἀνέπαυσε πόδα.
6.1παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ
6.2Γόργος ἀφ’ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.
6.3Φοῖβε, σὺ δ’ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις
6.4εὔμοιρον λευκὴν ἄχρις ἐφ’ἡλικίην.
12.1ὧραί σοι Χάριτέςτε κατὰ γλυκὺ χεῦαν ἔλαιον,
12.2ὦ πυγά · κνώσσειν δ’οὐ δὲ γέροντας ἐᾷς.
12.3λέξον μοι. τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδων
12.4κοσμεῖς; ἁ πυγὰ δ’εἶπε · “Μενεκράτεος”.
12.1ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος · οὐκ ἂν ἁμάρτοις
12.2αἰνήσας παίδων οὐ δὲ τὸν ὑστάτιον.
12.3τόσσον δ’Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις
12.4ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.
12.1οἱ παῖδες λαβύρινθος ἀνέξοδος · ᾗ γὰρ ἂν ὄμμα
12.2ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται,
12.3τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς
12.4ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον
12.5τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ’ὕψος
12.6οὐ μέγας, οὐρανίη δ’ἀμφιτέθηλε χάρις.
12.7ἢν δ’ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα
12.8κινήσεις, ἀλύτῳ δ’ὡς ἀδάμαντι μένεις
12.9ἴχνια κολληθείς · τοῖον σέλας ὄμμασιν αἴθει
12.10κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.
12.11χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε
12.12ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.
12.1ἦ ῥὰ νύ τοι, Κλεόνικε, δι’ἀτραπιτοῖο κιόντι
12.2στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες ·
12.3καί σε ποτὶ ῥοδέαισιν ἐπηχύναντο χέρεσσιν,
12.4κοῦρε; πεποίησαι δ’ἡλίκος ἐσσὶ χάρις.
12.5τηλόθι μοι μάλα χαῖρε · πυρὸς δ’οὐκ ἀσφαλὲς ἆσσον
12.6ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.
12.1ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ
12.2κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων
12.3κα- χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.
12.4ἀλλ’ἐγώ, ὦ φίλ’Ἔρως, καὶ θαλεραὶ Χάριτες,
12.5εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου
12.6ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρν βάλω.
12.1Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, κα- χὠ μὲν ἀνατλὰς
12.2μυρία, καὶ στήσας δίκτυα καὶ στάλικας,
12.3σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι · οἱ δ’ἀμόγητοι
12.4τα- τἀμὰ φέρουσιν, Ἔρως · οἷς σὺ γένοιο βαρύς.