Nicaenetus

Epigrams

6.1
ἡρῷσσαι Λιβύων, ὄρος ἄκριτον αἵτε νέμεσθε,
6.2
αἰγίδι καὶ στρεπτοῖς ζωσάμεναι θυσάνοις,
6.3
τέκνα θεῶν, δέξασθε Φιλήτιδος ἱερὰ ταῦτα
6.4
δράγματα καὶ χλωροὺς ἐκ καλάμης στεφάνους,
6.5
ἅσσ’ἀπὸ λικμητοῦ δεκατεύεται · ἀλλὰ καὶ οὕτως
6.6
ἡρῷσσαι Λιβύων χαίρετε δεσπότιδες.
7.1
ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε · εἰ δὲ Τορώνην
7.2
λείπων εἰς † αὐτὴν ἔρχεαι Ἀμφίπολιν,
7.3
εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ
7.4
Στρυμονίης ἐρίφων ὤλεσε πανδυσίῃ.
13.1
οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ ·
13.2
ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.
13.3
τοῦτ’ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
13.4
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
13.5
τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ
13.6
μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.
16.1
αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν
16.2
ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος.
16.3
πηλὸς ἐφυράθην · οὐ ψεύσομαι. ἀλλ’ἐφίλησα,
16.4
ὦ ξεῖν’, ὀστρακέων δύσμορον ἐργασίην.