Alexander

Epigrams

7.1
ἄνθρωπε, ζωῆς περιφείδεο, μη δὲ παρ’ὥρην
7.2
ναυτίλος ἴσθι · καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.
7.3
δείλαιε Κλεόνικε, σὺ δ’εἰς λιπαρὴν Θάσον ἐλθεῖν
7.4
ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,
7.5
ἔμπορος, ὦ Κλεόνικε · δύσιν δ’ὑπὸ Πλειάδος αὐτὴν
7.6
ποντοπορῶν, αὐτῇ Πλειάδι συγκατέδυς.
7.1
Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
7.2
ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλας
7.3
χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα · νῦν δέ μοι Ἀλκμὰν
7.4
οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,
7.5
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων
7.6
θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.
16.1
αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλάς,
16.2
τᾶς ἐπ’Ἀλεξάνδρου λαθομένα κρίσιος.