Antagoras

Epigrams

7.1
μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα
7.2
ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,
7.3
ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος
7.4
ἱερὸς ἤισσεν δαιμονίου στόματος,
7.5
καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει
7.6
αἰῶν’ἀστρέπτοις δόγμασι πειθόμενος.
9.1
ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται,
9.2
μὴ δ’ὕδατος προχοὰς δείδιτε χειμερίους.
9.3
τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν
9.4
ζεῦγμα διὰ πλατέος τοῦδ’ἔβαλεν ποταμοῦ.