Epigrams
ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον,
2ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω,
3τῶν ὅσσους Ἔρεβόςτε πάλαι βασίλειάτε παῖδας
4γείνατο Νὺξ πελάγεσσιν ὑπ’εὐρέος Ὠκεανοῖο ·
5ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
6ἢ Ἀνέμων · τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
7ἀνθρώποις ἠδ’ἐσθλά · τὸ καὶ σέο σῶμα δίφυιον.