Simias

Epigrams

6.1
πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς
6.2
δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις ·
6.3
νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,
6.4
ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.
6.1
δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος
6.2
Ἀμφιτρυωνιάδᾳ κείμεθ’ἀνὰ πρόπυλον,
6.3
τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ
6.4
ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων,
6.5
βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος
6.6
Ἠμαθίς, ἃ τοίῳ κραίνεται ἁγεμόνι.
7.1
τάνδε κατ’εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ
7.2
πτώσσουσαν βρομίης οἰνάδος ἐν πετάλοις,
7.3
ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,
7.4
τερπνὰ δι’ἀγλώσσου φθεγγομένα στόματος.
7.1
οὐκέτ’ἀν’ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,
7.2
ἠχήεσσαν ἵης γῆρυν ἀπὸ στομάτων,
7.3
θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης ·
7.4
ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.
15.1
“Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ
15.12
ὠπασ’Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος,
15.2
τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
15.11
Δαρδανιδᾶν, χρυσοβαφεῖςτ’ἐστυφέλιξ’ἐκ θεμέθλων ἄνακτας ·
15.3
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
15.10
ἀλλ’ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κέλευθον δυσκλής ·
15.4
νῦν δ’ἐς Ὁμήρειον ἔβα κέλευθον,
15.9
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς ·
15.5
τρὶς μάκαρ ὃν σὺ θυμῷ
15.8
ἵλαος ἀμφιδερχθῇς.
15.6
ὅδ’ὄλβος
15.7
ἀεὶ πνεῖ”.
15.1
λεῦσσέ με τὸν Γᾶςτε βαθυστέρνου ἄνακτ’, Ἀκμονίδαντ’ἄλλυδις ἑδράσαντα,
15.2
μη δὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.
15.3
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ’ἔκραιν’Ἀνάγκα,
15.4
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς
15.5
ἑρπετά, † πάνθ’ὅσ’ἕρπει
15.6
δι’αἴθρας.
15.7
χάους δέ,
15.8
οὔτι γε Κύπριδος παῖς
15.9
ὠκυπέτας οὐ δ’Ἄρεος καλεῦμαι ·
15.10
οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋλόγῳ δὲ πειθοῖ ·
15.11
εἶκε δέ μοι Γαῖα, Θαλάσσαςτε μυχοί, χάλκεος Οὐρανόςτε ·
15.12
τῶν δ’ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
15.1
Κωτίλας
15.2
τῆ τόδ’ἄτριον νέον
15.3
πρόφρων δὲ θυμῷ δέξο · δὴ γὰρ ἁγνᾶς
15.4
τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ
15.5
ἄνωγε δ’ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ’ἀέξειν
15.6
θοῶς δ’ὕπερθεν ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
15.7
θοαῖς ἴσ’αἰόλαις νεβροῖς κῶλ’ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν ·
15.8
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ’ἀρθμίας ἴχνος τιθήνας ·
15.9
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ’αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
15.10
καἶτ’ὦκα βοᾶς ἀκοὰν μεθέπων, ὅγ’ἄφαρ λάσιον νιφοβόλων ἀν’ὀρέων ἔσσυται ἄγκος ·
15.11
ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.
15.12
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ’εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος ·
15.13
βλαχαὶ δ’οἴων πολυβότων ἀν’ὀρέων νομὸν ἔβαν τανυσφύρων ἐς ἀν’ἄντρα Νυμφῶν ·
15.14
ταὶ δ’ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ’αἶψα μεθ’ἱμερόεντα μαζὸν,
15.15
ἴχνει θένων G?ταν παναίολον Πιερίδων μονόδουπον αὐδὰν,
15.16
ἀριθμὸν εἰς ἄκραν δεκάδ’ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.
15.17
φῦλ’ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός ·
15.18
λιγειά μιν κάμ’ἶφι ματρὸς ὠδίς ·
15.19
Δωρίας ἀηδόνος
15.20
ματέρος.