Dithyrambs
Ἀντήνορος ἀντιθέου
2G?ρακοιτις Ἀθάνας πρόσπολος,
3x–⏑–– Παλλάδος ὀρσιμάχου
4––⏑–– χρυσέας
5–⏑–––⏑ν Ὀδυσσεῖ
6Λαρτιᾴδᾳ Μενελάῳτ’Ἀτρεΐδᾳ βασιλεῖ
7–⏑ –– – βαθύζωνος Θεανὼ
8–– ⏑⏑ –⏑ ⏑ον
9x– ⏑⏑ –⏑ ⏑– προσήνεπεν
10x– ⏑– –– ⏑ ἐϋκτιμέναν
11–– ⏑– –– ⏑–
12–⏑ –– –⏑ ––δων τυχόντες
13–⏑ ⏑– ⏑⏑ –– –⏑ ⏑– σὺν θεοῖς
14–⏑ –– –⏑ –– –⏑ –ους
22–– ⏑⏑– ⏑⏑–
23–– ⏑⏑– μεσονύκτιος κέαρ
36–– ⏑– –– ⏑⏑– ⏑⏑–
37ἆγον, πατὴρ δ’εὔβουλος ἥρως
38πάντα σάμαινεν Πριάμῳ βασιλεῖ
39παίδεσσίτε μῦθον Ἀχαιῶν.
40ἔνθα κάρυκες δι’
41εὐρεῖαν πόλιν ὀρνύμενοι
42Τρώων ἀόλλιζον φάλαγγας
43δεξίστρατον εἰς ἀγοράν.
44παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος ·
45θεοῖς δ’ἀνίσχοντες χέρας ἀθανάτοις
46εὔχοντο παύσασθαι δυᾶν.
47Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
48Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
49φθέγξατ’, εὐπέπλοισι κοινώσας Χάρισσιν ·
50ὦ Τρῶες ἀρηΐφιλοι,
51Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
52οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
53ἀλλ’ἐν μέσῳ κεῖται κιχεῖν
54πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
55Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος ·
56ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
57ἁ δ’αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
58ἐξαισίοις θάλλουσ’ἀθαμβὴς
59Ὕβρις, ἃ πλοῦτον δύναμίντε θοῶς
60ἀλλότριον ὤπασεν, αὖτις
61δ’ἐς βαθὺν πέμπει φθόρον,
62κείνα καὶ ὑπερφιάλους
63Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
1Πυθίου ἔπ’εἶμ’, ἐπεὶ
2ὁλκάδ’ἔπεμψεν ἐμοὶ χρυσέαν
3Πιερίαθεν ἐΰθρονος Οὐρανία,
4πολυφάτων γέμουσαν ὕμνων
5G?ν εἴτ’ἄρ’ἐπ’ἀνθεμόεντι Ἕβρῳ
6[…] ἀγάλλεται ἢ δολιχαύχενι κύκνῳ,
7ὀπὶ ἁδεΐᾳ φρένα τερπόμενος,
8G?δ’ἵκῃ παιηόνων
9ἄνθεα πεδοιχνεῖν,
10Πύθι’Ἄπολλον,
11τόσα χοροὶ Δελφῶν
12σὸν κελάδησαν παρ’ἀγακλέα ναόν.
13πρίν γε κλέομεν λιπεῖν
14Οἰχαλίαν πυρὶ δαπτομέναν
15Ἀμφιτρυωνιάδαν θρασυμηδέα
16φῶθ’, ἵκετο δ’ἀμφικύμον’ἀκτάν ·
17ἔνθ’ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
18Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
19δύοτ’ὀρσιάλῳ δαμασίχθονι
20μέλλε κόρᾳτ’ὀβριμοδερκεῖ ἄζυγα
21παρθένῳ Ἀθάνᾳ
22ὑψικέραν βοῦν.
23τότ’ἄμαχος δαίμων
24Δαϊανείρᾳ πολύδακρυν ὕφανε
25μῆτιν ἐπίφρον’, ἐπεὶ
26πύθετ’ἀγγελίαν ταλαπενθέα,
27Ἰόλαν ὅτι λευκώλενον
28Διὸς υἱὸς ἀταρβομάχας
29ἄλοχον λιπαρὸν ποτὶ δόμον πέμποι.
30ἆ δύσμορος, ἆ τάλαιν’, οἷον ἐμήσατο ·
31φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
32δνόφεόντε κάλυμμα τῶν
33ὕστερον ἐρχομένων,
34ὅτ’ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
35δέξατο Νέσσου πάρα δαιμόνιον τέρας.
1Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον
2Θησέα δὶς ἑπτάτ’ἀγλαοὺς ἄγουσα
3κούρους Ἰαόνων
4Κρητικὸν τάμνε πέλαγος ·
5τηλαυγέϊ γὰρ ἐν φάρεϊ
6βορήϊαι πίτνον αὖραι
7κλυτᾶς ἕκατι πολεμαίγιδος Ἀθάνας ·
8κνίσεντε Μίνωϊ κέαρ
9ἱμεράμπυκος θεᾶς
10Κύπριδος αἰνὰ δῶρα ·
11χεῖρα δ’οὐκέτι παρθενικᾶς
12ἄτερθ’ἐράτυεν, θίγεν
13δὲ λευκᾶν παρηΐδων ·
14βόασέτ’Ἐρίβοια
15χαλκοθώρακα Πανδίονος
16ἔκγονον · ἴδεν δὲ Θησεύς,
17μέλαν δ’ὑπ’ὀφρύων
18δίνασεν ὄμμα, καρδίαντέ ϝοι
19σχέτλιον ἄμυξεν ἄλγος,
20εἶρέντε · Διὸς υἱὲ φερτάτου,
21ὅσιον οὐκέτι τεᾶν
22ἔσω κυβερνᾷς φρενῶν
23θυμόν · ἴσχε μεγαλοῦχον ἥρως βίαν.
24ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
25ἄμμι κατένευσε καὶ Δίκας ῥέπει
26τάλαντον, πεπρωμέναν
27αἶσαν ἐκπλήσομεν, ὅταν
28ἔλθῃ · σὺ δὲ βαρεῖαν
29κάτεχε μῆτιν. εἰ καί σε κεδνὰ
30τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
31μιγεῖσα Φοίνικος
32ἐρατώνυμος κόρα βροτῶν
33φέρτατον, ἀλλὰ κα- κἀμὲ
34Πιτθέος θυγάτηρ ἀφνεοῦ
35πλαθεῖσα ποντίῳ τέκεν
36Ποσειδᾶνι, χρύσεον
37τέ ϝοι δόσαν ἰόπλοκοι
38κάλυμμα Νηρηΐδες.
39τῶ σε, πολέμαρχε Κνωσίων,
40κέλομαι πολύστονον
41ἐρύκεν ὕβριν · οὐ γὰρ ἂν
42θέλοιμ’ἀμβρότου ἐραννὸν Ἀοῦς
43ἰδεῖν φάος, ἐπεί τιν’ἠϊθέων
44σὺ δαμάσειας
45ἀέκοντα · πρόσθε χειρῶν βίαν
46δείξομεν · τὰ δ’ἐπιόντα δαίμων κρινεῖ.
47τόσ’εἶπεν ἀρέταιχμος ἥρως ·
48τάφον δὲ ναυβάται
49φωτὸς ὑπεράφανον
50θάρσος · Ἁλίουτε γαμβρῷ χολώσατ’ἦτορ,
51ὕφαινέτε ποταινίαν
52μῆτιν, εἶπέντε · μεγαλοσθενὲς
53Ζεῦ πάτερ, ἄκουσον · εἴπερ με κούρα
54Φοίνισσα λευκώλενος σοὶ τέκε,
55νῦν πρόπεμπ’ἀπ’οὐρανοῦ θοὰν
56πυριέθειραν ἀστραπὰν
57σᾶμ’ἀρίγνωτον · εἰ
58δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
59φύτευσεν Αἴθρα
60Ποσειδᾶνι, τόνδε χρύσεον
61χειρὸς ἀγλαὸν
62ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
63δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
64εἴσεαι δ’αἴ κ’ἐμᾶς κλύῃ
65Κρόνιος εὐχᾶς
66ἀναξιβρόντας ὁ πάντων μεδέων.
67κλύε δ’ἄμετρον εὐχὰν μεγασθενὴς
68Ζεύς, ὑπέροχόντε Μίνωϊ φύτευσε
69τιμὰν φίλῳ θέλων
70παιδὶ πανδερκέα θέμεν,
71ἄστραψέθ’· ὁ δὲ θυμάρμενον
72ἰδὼν τέρας πέτασε χεῖρας
73κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
74εἶρέντε · Θησεῦ, σὺ τάδε
75μὲν βλέπεις σαφῆ Διὸς
76δῶρα · σὺ δ’ὄρνυ’ἐς
77βαρύβρομον πέλαγος · Κρονίδας
78δέ τοι πατὴρ ἄναξ τελεῖ
79Ποσειδὰν ὑπέρτατον
80κλέος χθόνα κατ’ἠΰδενδρον.
81ὣς εἶπε · τῷ δ’οὐ πάλιν
82θυμὸς ἀνεκάμπτετ’, ἀλλ’
83εὐπάκτων ἐπ’ἰκρίων
84σταθεὶς ὄρουσε, πόντιόντέ νιν
85δέξατο θελημὸν ἄλσος.
86τάφεν δὲ Διὸς υἱὸς ἔνδοθεν
87κέαρ, κέλευσέτε κατ’
88οὖρον ἴσχεν εὐδαίδαλον
89νᾶα · μοῖρα δ’ἑτέραν ἐπόρσυν’ὁδόν.
90ἵετο δ’ὠκύπομπον δόρυ · σόει
91νιν βορεὰς ἐξόπιν πνέουσ’ἀήτα ·
92τρέσσαν δ’Ἀθαναίων
93ἠϊθέων πᾶν γένος, ἐπεὶ
94ἥρως θόρεν πόντονδε,
95κατὰ λειρίωντ’ὀμμάτων
96δάκρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν ·
97φέρον δὲ δελφῖνες
98ἁλιναιέται μέγαν θοῶς
99Θησέα πατρὸς
100ἱππίου δόμον, μέγαρόντε θεῶν
101μόλεν · τόθι κλυτὰς ἰδὼν
102ἔδεισ’ὀλβίοιο
103Νηρέος κόρας · ἀπὸ γὰρ
104ἀγλαῶν λάμπε γυίων σέλας
105ὧτε πυρός, ἀμφὶ χαίταις
106δὲ χρυσεόπλοκοι
107δίνηντο ταινίαι · χορῷ δ’
108ἔτερπον κέαρ ὑγροῖσι ποσσίν ·
109σεμνάντε πατρὸς ἄλοχον φίλαν
110ἴδε βοῶπιν
111ἐρατοῖσιν Ἀμφιτρίταν δόμοις ·
112ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
113κόμαισίτ’ἐπέθηκεν οὔλαις
114ἀμεμφέα πλόκον,
115τόν ποτέ ϝοι ἐν γάμῳ
116δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
117ἄπιστον ὅ τι δαίμονες
118θέωσιν οὐδὲν φρενοάραις βροτοῖς ·
119νᾶα παρὰ λεπτόπρυμνον φάνη · φεῦ,
120οἵαισιν ἐν φροντίσι Κνώσιον
121ἔσχασεν στραταγέταν, ἐπεὶ
122μόλ’ἀδίαντος ἐξ ἁλὸς
123θαῦμα πάντεσσι,
124λάμπε δ’ἀμφὶ γυίοις θεῶν δῶρ’,
125ἀγλαόθρονοίτε κοῦραι σὺν
126εὐθυμία νεοκτίτῳ
127ὠλόλυξαν,
128ἔκλαγεν δὲ πόντος · ἠΐθεοι δ’ἐγγύθεν
129νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
130Δάλιε, χοροῖσι Κηΐων
131φρένα ἰανθεὶς
132ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.
1βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
2τῶν ἁβροβίων ἄναξ Ἰώνων,
3τί νέον ἔκλαγε χαλκοκώδων
4σάλπιγξ πολεμηΐαν ἀοιδάν;
5ἦ τις ἁμετέρας χθονὸς
6δυσμενὴς ὅρι’ἀμφιβάλλει
7στραταγέτας ἀνήρ;
8ἢ λῃσταὶ κακομάχανοι
9ποιμένων ἀέκατι μήλων
10σεύοντ’ἀγέλας βίᾳ;
11ἢ τί τοι κραδίαν ἀμύσσει;
12φθέγγευ · δοκέω γὰρ εἴ τινι βροτῶν
13ἀλκίμων ἐπικουρίαν
14καὶ τὶν ἔμμεναι νέων,
15ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
16νέον ἦλθεν δολιχὰν ἀμείψας
17κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον ·
18ἄφατα δ’ἔργα λέγει κραταιοῦ
19φωτός · τὸν ὑπέρβιόντ’ἔπεφνεν
20Σίνιν, ὃς ἰσχύϊ φέρτατος
21θνατῶν ἦν, Κρονίδα Λυταίου
22σεισίχθονος τέκος ·
23σῦντ’ἀνδροκτόνον ἐν νάπαις
24Κρεμμυῶνος, ἀτάσθαλόντε
25Σκίρωνα κατέκτανεν ·
26τάντε Κερκυόνος παλαίστραν
27ἔσχεν, Πολυπήμονόςτε καρτερὰν
28σφῦραν ἐξέβαλεν
29Προκόπτας, ἀρείονος τυχὼν
30φωτός. ταῦτα δέδοιχ’ὅπᾳ τελεῖται.
31τίνα δ’ἔμμεν πόθεν ἄνδρα τοῦτον
32λέγει, τίνατε στολὰν ἔχοντα;
33πότερα σὺν πολεμηΐοις
34ὅπλοισι στρατιὰν ἄγοντα πολλάν;
35ἢ μοῦνον σὺν ὀπάοσιν
36στείχειν ἔμπορον οἷ’ἀλάταν
37ἐπ’ἀλλοδαμίαν,
38ἰσχυρόντε καὶ ἄλκιμον
39ὧδε καὶ θρασύν, ὅςτε τούτων
40ἀνδρῶν κρατερὸν σθένος
41ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
42δίκας ἀδίκοισιν ὄφρα μήσεται ·
43οὐ γὰρ ῥᾴδιον αἰὲν
44ἔρδοντα μὴ ’ντυχεῖν κακῷ.
45πάντ’ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
46δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
47λέγει, περὶ φαιδίμοισι δ’ὤμοις
48ξίφος ἔχειν ἐλεφαντόκωπον ·
49ξεστοὺς δὲ δύ’ἐν χέρεσσ’ἄκοντας
50κα- κηὔτυκτον κυνέαν
51Λάκαιναν κρατὸς πέρι πυρσοχαίτου ·
52στέρνοιςτε πορφύρεον
53χιτῶν’ἄμφι, καὶ οὔλιον
54Θεσσαλὰν χλαμύδ’· ὀμμάτων δὲ
55στίλβειν ἄπο Λαμνίαν
56φοίνισσαν φλόγα · παῖδα δ’ἔμμεν
57πρώθηβον, ἀρηΐων δ’ἀθυρμάτων
58μεμνᾶσθαι πολέμουτε καὶ
59χαλκεοκτύπου μάχας ·
60δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.
1πάρεστι μυρία κέλευθος
2ἀμβροσίων μελέων,
3ὃς ἂν παρὰ Πιερίδων
4λάχῃσι δῶρα Μουσᾶν,
5ἰοβλέφαροίτε καὶ
6φερεστέφανοι Χάριτες
7βάλωσιν ἄμφι τιμὰν
8ὕμνοισιν · ὕφαινέ νυν ἐν
9ταῖς πολυηράτοις τι κλεινὸν
10ὀλβίαις Ἀθάναις,
11εὐαίνετε Κηϊα μέριμνα.
12πρέπει σε φερτάταν ἴμεν
13ὁδὸν παρὰ Καλλιόπας
14λαχοῖσαν ἔξοχον γέρας.
15ἦεν Ἄργος ὅθ’ἵππιον λιποῦσα
16φεῦγε χρυσέα βοῦς,
17εὐρυσθενέος φραδαῖσι φερτάτου Διός,
18Ἰνάχου ῥοδοδάκτυλος κόρα ·
19ὅτ’Ἄργον ὄμμασιν βλέποντα
20πάντοθεν ἀκαμάτοις
21μεγιστοάνασσα κέλευσε
22χρυσόπεπλος Ἥρα
23ἄκοιτον ἄϋπνον
24ἐόντα καλλικέραν δάμαλιν
25φυλάσσεν · οὐ δὲ Μαίας
26υἱὸς δύνατ’οὔτε κατ’
27εὐφεγγέας ἁμέρας λαθεῖν νιν
28οὔτε νύκτας ἁγνάς.
29εἴτ’οὖν γένετ’ἐν ⏑–⏑–⏑
30ποδαρκέ’ἄγγελον Διὸς
31κτανεῖν τότε Γᾶς ⏑⏑–⏑
32ὀβριμοσπόρου λ⏑x
33Ἄργον · ἤ ῥα καὶ –⏑–⏑–⏑
34ἄσπετοι μέριμναι ·
35ἢ Πιερίδες φύτευσαν –⏑–⏑x
36καδέων ἀνάπαυσιν –⏑x
37ἐμοὶ μὲν οὖν
38ἀσφαλέστατον ἁ προG?
39ἐπεὶ παρ’ἀνθεμώδεα
40Νεῖλον ἀφίκετ’οἰστροπλὰξ
41Ἰὼ φέρουσα παῖδα […]
42Ἔπαφον · ἔνθα νιν […]
43λινοστόλων πρύτανιν […]
44ὑπερόχῳ βρύοντα […]
45μεγίσταντε θνατῶν […]
46ὅθεν καὶ Ἀγανορίδας
47ἐν ἑπταπύλοισι Θήβαις
48Κάδμος Σεμέλαν φύτευσεν,
49ἃ τὸν ὀρσιβάκχαν
50τίκτεν Διόνυσον, […]
51καὶ χορῶν στεφανοφόρων ἄνακτα.
1Σπάρτᾳ ποτ’ἐν εὐρυχόρῳ
2ξανθαὶ Λακεδαιμονίων
3τοιόνδε μέλος κόραι ὕμνευν,
4ὅτ’ἄγετο καλλιπάρᾳον
5κόραν θρασυκάρδιος Ἴδας
6Μάρπησσαν ἰότG?
7φυγὼν θανάτου τG?
8ἀναξίαλος Ποσειδὰν […]
9ἵππουςτέ ϝοι ἰσανέμους
10Πλευρῶν’ἐς ἐϋκτιμέναν
11χρυσάσπιδος υἱὸν Ἄρηος