Victory Songs
κλυτοφόρμιγγες Διὸς
2ὑψιμέδοντος παρθένοι
3–⏑⏑Πιερίδες
4––ενυφαι⏑⏑––
5–⏑⏑ους ἵνα κ–
6––⏑γαίας Ἰσθμίας
7––⏑ν, εὐβούλου ν⏑–
8–⏑γαμβρὸν Νηρέος
9⏑⏑– νάσοιότ’
10ἐϋ⏑⏑αν, ἔνθ–⏑– […]
13ὦ Πέλοπος λιπαρᾶς
14νάσου θεόδματοι πύλαι
19–⏑–––⏑ὑφ’ἅρμασιν ἵππους
20οἱ δὲ πέτοντο ⏑––
21–⏑––εσσιν ἀνδρῶν
22–⏑⏑–⏑τον αὐτ–
23–⏑–ἄλλαισιν–––⏑––
47⏑⏑–––ν πυκιν–
48⏑⏑––γοὶ κόραι
49–⏑⏑–αγορα
50––ο μελίφρονος ὕπνου
51–⏑⏑ἁμετέραν
52––⏑ ἀρχαίαν πόλιν
53––⏑––γοιμεν
54οἴκους ἐπ’ἀνδήροις ἁλός
55ὑπότ’αὐγαῖς ἀελίου […]
72–⏑⏑–σαγόραι
73––Μακελὼ δὲ τ⏑––
74–⏑φιλαλάκατος,
75––δ’ἐπ’εὐναῆ πόρον
76––α · προσφώνειτέ νιν
77–⏑–σαίνουσ’ὀπί ·
78⏑⏑–– μὲν στέρομαι
79⏑⏑ ἀμφάκει δύᾳ
80–⏑⏑– πενίᾳ
81––⏑⏑–γετG? πάμπαν
82–⏑⏑–⏑⏑ας
83––⏑–––ομοι […]
84–⏑αφθε–⏑ x– ⏑⏑ ––
85G?ς · τριτάτᾳ με⏑– –
86ἁμέρᾳ Μίνως ἀρῇος
87ἤλυθεν αἰολοπρύμνοις
115ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ ·
116Διὸς εὐκλείου δὲ
117ϝέκατι βαθύζωνον κόραν
118Δεξιθέαν δάμασεν ·
119καί ϝοι λίπεν ἥμισυ λαῶν,
120ἄνδρας ἀρηϊφίλους,
121τοῖσιν πολύκρημνον χθόνα
122νείμας ἀποπλέων ᾤχετ’ἐς
123Κνωσὸν ἱμερτὰν πόλιν
124βασιλεὺς Εὐρωπιάδας ·
125δεκάτῳ δ’Εὐξάντιον
126μηνὶ τέκ’εὐπλόκαμος
127νύμφα φερεκυδέϊ νάσῳ
128–⏑ ⏑– πρύτανιν
129G?δν […]
138ἄλλαξαν θύγατρες
139πόλιν –– –ν
140βαθυδείελον · ἐκ τᾶς μὲν γένος
141ἔπλετο καρτερόχειρ
142Ἀργεῖος ⏑– ⏑ λέοντος
143θυμὸν ἔχων, ὁπότε
144χρεῖός τι συμβολοῖ μάχας,
145ποσσίντ’ἐλαφρός, πατρίων
146τ’οὐκ ἀπόκλαρος καλῶν,
147τόσα Πανθείδᾳ
148κλυτότοξος Ἀπόλλων ὤπασεν,
149ἀμφίτ’ἰατορίᾳ
150ξείνωντε φιλάνορι τιμᾷ ·
151εὖ δὲ λαχὼν Χαρίτων
152πολλοῖςτε θαυμασθεὶς βροτᾶν
153αἰῶν’ἔλυσεν, πέντε
154παῖδας μεγαινήτους λιπών.
155τῶν ἕνα ϝοι Κρονίδας
156ὑψίζυγος Ἰσθμιόνικον
157θῆκεν ἀντ’εὐεργεσιᾶν, λιπαρῶντ’
158ἄλλων στεφάνων ἐπίμοιρον.
159φαμὶ καὶ φάσω μέγιστον
160κῦδος ἔχειν ἀρετάν,
161πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,
162ἐθέλει δ’αὔξειν φρένας
163ἀνδρός · ὁ δ’εὖ ἔρδων θεοὺς
164ἐλπίδι κυδροτέρᾳ
165σαίνει κέαρ · εἰ δ’ὑγιείας
166θνατὸς ἐὼν ἔλαχεν,
167ζώειντ’ἀπ’οἰκείων ἔχει,
168πρώτοις ἐρίζει · παντί τοι
169τέρψις ἀνθρώπων βίῳ
170ἕπεται νόσφιν γε νόσων
171πενίαςτ’ἀμαχάνου.
172ἶσον ὅτ’ἀφνεὸς
173ἱμείρει μεγάλων ὅτε μείων
174παυροτέρων · τὸ δὲ
175πάντων εὐμαρεῖν οὐδὲν γλυκὺ
176θνατοῖσιν, ἀλλ’αἰεὶ τὰ
177φεύγοντα δίζηνται κιχεῖν.
178ὅντινα κουφόταται
179θυμὸν δονέουσι μέριμναι,
180ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον
181τιμάν · ἀρετὰ δ’ἐπίμοχθος
182μέν, τελευταθεῖσα δ’ὀρθῶς
183ἀνδρὶ καὶ εὖτε θάνῃ
184λείπει πολυζήλωτον εὐκλείας ἄγαλμα.
1ἄϊξεν ἁ σεμνοδότειρα Φήμα
2ἐς Κέον ἱεράν,
3χαριτώνυμον φέρουσ’ἀγγελίαν,
4ὅτι μάχας θρασύχειρος
5Ἀργεῖος ἄρατο νίκαν ·
6καλῶν δ’ἀνέμνασεν, ὅσ’ἐν κλεεννῷ
7αὐχένι ϝισθμοῦ ζαθέαν
8λιπόντες Εὐξαντίδα
9νᾶσον ἐπεδείξαμεν
10ἑβδομήκοντα σὺν στεφάνοισιν.
11καλεῖ δὲ Μοῦσ’αὐθιγενὴς
12γλυκεῖαν αὐλῶν καναχάν,
13γεραίρουσ’ἐπινικίοις
14Πανθείδα φίλον υἱόν.
1ἀριστοκάρπου Σικελίας κρέουσαν
2Δάματρα ϝιοστέφανόντε κούραν
3ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάςτ’
4Ὀλυμπιοδρόμους Ἱέρωνος ἵππους.
5σεύοντο γὰρ σὺν ὑπερόχῳτε Νίκᾳ
6σὺν Ἀγλαΐᾳτε παρ’εὐρυδίναν
7Ἀλφεόν, τόθι Δεινομένεος ἔθηκαν
8ὄλβιον γόνον στεφάνων κυρῆσαι.
9θρόησε δὲ λαὸς ἀπείρων ·
10ἆ τρισευδαίμων ἀνήρ,
11ὃ παρὰ Ζηνὸς λαχὼν
12πλείσταρχον Ἑλλάνων γέρας
13οἶδε πυργωθέντα πλοῦτον μὴ
14μελαμφαρέϊ κρύπτειν σκότῳ.
15βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
16βρύουσι φιλοξενίας ἀγυιαί ·
17λάμπει δ’ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
18ὑψιδαιδάλτων τριπόδων σταθέντων
19πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
20Φοίβου παρὰ Κασταλίας ῥεέθροις
21Δελφοὶ διέπουσι. θεόν, θεόν τις
22ἀγλαϊζέτω, ὁ γὰρ ἄριστος ὄλβων.
23ἐπεί ποτε καὶ δαμασίππου
24Λυδίας ἀρχαγέταν,
25εὖτε τὰν πεπρωμέναν
26Ζηνὸς τελειοῦσαι κρίσιν
27Σάρδιες Περσᾶν ἐπορθεῦντο στρατῷ,
28Κροῖσον ὁ χρυσάορος
29φύλαξ’Ἀπόλλων. ὁ δ’ἐς ἄελπτον ἆμαρ
30μολὼν πολυδάκρυον οὐκ ἔμελλε
31μίμνειν ἔτι δουλοσύναν · πυρὰν δὲ
32χαλκοτειχέος προπάροιθεν αὐλᾶς
33ναήσατ’, ἔνθα σὺν ἀλόχῳτε κεδνᾷ
34σὺν εὐπλοκάμοιςτ’ἐπέβαιν’ἄλαστον
35θυγατράσι δυρομέναις · χέρας δ’ἐς
36αἰπὺν αἰθέρα σφετέρας ἀείρας
37γέγωνεν · ὑπέρβιε δαῖμον,
38ποῦ θεῶν ἐστιν χάρις;
39ποῦ δὲ Λατοίδας ἄναξ;
40πίτνουσιν Ἀλυάττα δόμοι,
41–⏑–x–⏑–x μυρίων
42–⏑–x–⏑–ν;
43x–⏑⏑x⏑⏑⏑–⏑ν ἄστυ,
44φοινίσσεται αἵματι χρυσοδίνας
45Πακτωλός · ἀεικελίως γυναῖκες
46ἐξ ἐϋκτίτων μεγάρων ἄγονται ·
47τὰ πρόσθε δ’ἐχθρὰ φίλα · θανεῖν γλύκιστον.
48τόσ’εἶπε, καὶ ἁβροβάταν κέλευσεν
49ἅπτειν ξύλινον δόμον. ἔκλαγον δὲ
50παρθένοι, φίλαςτ’ἀνὰ ματρὶ χεῖρας
51ἔβαλλον · ὁ γὰρ προφανὴς
52θνατοῖσιν ἔχθιστος φόνων ·
53ἀλλ’ἐπεὶ δεινοῦ πυρὸς
54λαμπρὸν διάϊσσεν μένος,
55Ζεὺς ἐπιστάσας μελαγκευθὲς νέφος
56σβέννυεν ξανθὰν φλόγα.
57ἄπιστον οὐδέν, ὅ τι θεῶν μέριμνα
58τεύχει · τότε Δαλογενὴς Ἀπόλλων
59φέρων ἐς Ὑπερβορέους γέροντα
60σὺν τανισφύροις κατένασσε κούραις
61δι’εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
62ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
63ὅσοι γε μὲν Ἑλλάδ’ἔχουσιν, οὔτις,
64ὦ μεγαίνητε Ἱέρων, θελήσει
65φάμεν σέο πλείονα χρυσὸν
66Λοξίᾳ πέμψαι βροτῶν.
67εὖ λέγειν πάρεστιν,
68ὅστις μὴ φθόνῳ πιαίνεται,
69θεοφιλῆ φίλιππον ἄνδρ’ἀρήϊον,
70τεθμίου σκᾶπτρον Διὸς
71ἰοπλόκωντε μέρος ἔχοντα Μουσᾶν ·
72ὡς δ’ἐν Μαλέᾳ ποτέ, χεῖμα δαίμων
73ἐπ’ἔθνος ἐφάμερον αἶψ’ἵησι.
74καίρια σκοπεῖς · βραχὺς ἄμμιν αἰών ·
75δολόεσσα δ’ἐλπὶς ὑπὸ κέαρ δέδυκεν
76ἐφαμερίων · ὁ δ’ἄναξ Ἀπόλλων
77ὁ βουκόλος εἶπε Φέρητος υἷι ·
78θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
79γνώμας, ὅτιτ’αὔριον ὄψεαι
80μοῦνον ἁλίου φάος,
81κα- χὥτι πεντήκοντ’ἔτεα
82ζωὰν βαθύπλουτον τελεῖς.
83ὅσια δρῶν εὔφραινε θυμόν · τοῦτο γὰρ
84κερδέων ὑπέρτατον.
85φρονέοντι συνετὰ γαρύω · βαθὺς μὲν
86αἰθὴρ ἀμίαντος · ὕδωρ δὲ πόντου
87οὐ σάπεται · εὐφροσύνα δ’ὁ χρυσός ·
88ἀνδρὶ δ’οὐ θέμις, πολιὸν παρέντα
89γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
90ἥβαν. ἀρετᾶς γε μὲν οὐ μινύθει
91βροτῶν ἅμα σώματι φέγγος, ἀλλὰ
92Μοῦσά νιν τρέφει. Ἱέρων, σὺ δ’ὄλβου
93κάλλιστ’ἐπεδείξαο θνατοῖς
94ἄνθεα · πράξαντι δ’εὖ
95οὐ φέρει κόσμον
96σιωπά · σὺν δ’ἀλαθείᾳ καλῶν
97καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
98Κηΐας ἀηδόνος.
1ἔτι Συρακοσίαν φιλεῖ
2πόλιν ὁ χρυσοκόμας Ἀπόλλων,
3ἀστύθεμίνθ’Ἱέρωνα γεραίρει ·
4τρίτον γὰρ παρ’ὀμφαλὸν ὑψιδείρου χθονὸς
5Πυθιόνικος ἀείδεται
6ὠκυπόδων ἀρετᾶ σὺν ἵππων.
7έG? ἁδυεπὴς
8ἀναξιφόρμιγγος Ουρανίας ἀλέκτωρ
9G?εν · ἀλλ’ἑκόντι νόῳ,
10G?ους ἐπέσεισεν ὕμνους
11ἔτι δὲ τέτρατον εἴ τις
12ορG? εἷλκε Δίκας τάλαντον
13Δεινομένεός κ’ἐγεραίρομεν υἱόν.
14πάρεστίν νιν ἀγχιάλοισι Κρίσας μυχοῖς
15μοῦνον ἐπιχθονίων τάδε
16μησάμενον στεφάνοις ἐρέπτειν
17δύοτ’Ὀλυμπιονίκας
18ἀείδειν. τί φέρτερον ἢ θεοῖσιν
19φίλον ἐόντα παντοδαπῶν
20λαγχάνειν ἄπο μοῖραν ἐσθλῶν;
1εὔμοιρε Συρακοσίων
2ἱπποδινήτων στραταγέ,
3γνώσει μὲν ἰοστεφάνων
4Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5αἴ τις ἐπιχθονίων,
6ὀρθῶς · φρένα δ’εὐθύδικον
7ἀτρέμ’ἀμπαύσας μεριμνᾶν
8δεῦρ’ἐπάθρησον νόῳ,
9ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
10ὕμνον ἀπὸ ζαθέας
11νάσου ξένος ὑμετέραν
12πέμπει κλεεννὰν ἐς πόλιν,
13χρυσάμπυκος Οὐρανίας
14κλεινὸς θεράπων · ἐθέλει δὲ
15γᾶρυν ἐκ στηθέων χέων
16αἰνεῖν Ἱέρωνα. βαθὺν
17δ’αἰθέρα ξουθαῖσι τάμνων
18ὑψοῦ πτερύγεσσι
19ταχείαις αἰετὸς εὐρυάνακτος ἄγγελος
20Ζηνὸς ἐρισφαράγου
21θαρσεῖ κρατερᾷ πίσυνος
22ἰσχύϊ, πτάσσοντι δ’
23ὄρνιχες λιγύφθογγοι φόβῳ ·
24οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
25οὐ δ’ἁλὸς ἀκαμάτας
26δυσπαίπαλα κύματα ·
27νωμᾶται δ’ἐν ἀτρύτῳ χάει
28λεπτότριχα σὺν ζεφύρου
29πνοιαῖσιν ἔθειραν
30ἀρίγνωτος μετ’ἀνθρώποις ἰδεῖν ·
31τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
32ὑμετέραν ἀρετὰν
33ὑμνεῖν, κυανοπλοκάμουθ’ἕκατι Νίκας
34χαλκεοστέρνουτ’Ἄρηος,
35Δεινομένευς
36ἀγέρωχοι παῖδες · εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
37ξανθότριχα μὲν Φερένικον
38Ἀλφεὸν παρ’εὐρυδίναν
39πῶλον ἀελλοδρόμαν
40εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
41Πυθῶνίτ’ἐν ἀγαθέᾳ ·
42γᾷ δ’ἐπισκήπτων πιφαύσκω ·
43οὔπω νιν ὑπὸ προτέρων
44ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
45πρὸς τέλος ὀρνύμενον ·
46ῥιπᾷ γὰρ ἴσος βορέα
47ὃν κυβερνήταν φυλάσσων
48ἵεται νεόκροτον
49νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
50ὄλβιος ᾧτινι θεὸς
51μοῖράντε καλῶν ἔπορεν
52σύντ’ἐπιζήλῳ τύχᾳ
53ἀφνεὸν βιοτὰν διάγειν · οὐ
54γάρ τις ἐπιχθονίων
55πάντα γ’εὐδαίμων ἔφυ.
56καὶ μάν ποτ’ἐρειψιπύλαν
57παῖδ’ἀνίκατον λέγουσιν
58δῦναι Διὸς
59ἀργικεραύνου δώματα Φερσεφόνας τανισφύρου,
60καρχαρόδοντα κύν’
61ἄξοντ’ἐς φάος ἐξ Ἀΐδα,
62υἱὸν ἀπλάτοι’Ἐχίδνας ·
63ἔνθα δυστάνων βροτῶν
64ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
65οἷάτε φύλλ’ἄνεμος
66Ἴδας ἀνὰ μηλοβότους
67πρῶνας ἀργηστὰς δονεῖ.
68ταῖσιν δὲ μετέπρεπεν
69εἴδωλον θρασυμέμνονος
70ἐγχεσπάλου Πορθανίδα ·
71τὸν δ’ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
72τεύχεσι λαμπόμενον,
73νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
74χαλκεόκρανον δ’ἔπειτ’
75ἐξείλετο ϝιὸν
76ἀναπτύξας φαρέτρας πῶμα · τῷ δ’ἐναντία
77ψυχὰ προφάνη Μελεάγρου
78καί νιν εὖ εἰδὼς προσεῖπεν ·
79υἱὲ Διὸς μεγάλου,
80στᾶθίτ’ἐν χώρᾳ, γελανώσαςτε θυμόν
81μὴ ταΰσιον προΐει
82τραχὺν ἐκ χειρῶν ὀϊστὸν
83ψυχαῖσιν ἔπι φθιμένων ·
84οὔτοι δέος. ὣς φάτο · θάμβησεν δ’ἄναξ
85Ἀμφιτρυωνιάδας,
86εἶπέντε · τίς ἀθανάτων
87ἢ βροτῶν τοιοῦτον ἔρνος
88θρέψεν ἐν ποίᾳ χθονί;
89τίς δ’ἔκτανεν; ἦ τάχα καλλίζωνος Ἥρα
90κεῖνον ἐφ’ἁμετέρᾳ
91πέμψει κεφαλᾷ · τὰ δέ που
92Παλλάδι ξανθᾷ μέλει.
93τὸν δὲ προσέφα Μελέαγρος
94δακρυόεις · χαλεπὸν
95θεῶν παρατρέψαι νόον
96ἄνδρεσσιν ἐπιχθονίοις.
97καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
98παῦσεν καλυκοστεφάνου
99σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
100λισσόμενος πολέων
101τ’αἰγῶν θυσίαισι πατὴρ
102καὶ βοῶν φοινικονώτων ·
103ἀλλ’ἀνίκατον θεὰ
104ἔσχεν χόλον · εὐρυβίαν δ’ἔσσευε κούρα
105κάπρον ἀναιδομάχαν
106ἐς καλλίχορον
107Καλυδῶν’, ἔνθα πλημύρων σθένει
108ὄρχους ἐπέκειρεν ὀδόντι,
109σφάζετε μῆλα, βροτῶν
110θ’ὅστις εἰσάνταν μόλοι.
111τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
112στασάμεθ’ἐνδυκέως
113ἓξ ἄματα συνεχέως · ἐπεὶ δὲ δαίμων
114κάρτος Αἰτωλοῖς ὄρεξεν,
115θάπτομεν οὓς
116κατέπεφνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
117Ἀγκαῖον ἐμῶντ’Ἀγέλαον
118φέρτατον κεδνῶν ἀδελφεῶν,
119οὓς τέκεν ἐν μεγάροις
120πατρὸς Ἀλθαία περικλειτοῖσιν Οἰνέος ·
121τῶν δ’ὤλεσε μοῖρ’ὀλοὰ
122πλεῦνας · οὐ γάρ πω δαΐφρων
123παῦσεν χόλον ἀγροτέρα
124Λατοῦς θυγάτηρ · περὶ δ’αἴθωνος δορᾶς
125μαρνάμεθ’ἐνδυκέως
126Κουρῆσι μενεπτολέμοις ·
127ἔνθ’ἐγὼ πολλοῖς σὺν ἄλλοις
128Ἴφικλον κατέκτανον
129ἐσθλόντ’Ἀφάρητα, θοοὺς μάτρωας · οὐ γὰρ
130καρτερόθυμος Ἄρης
131κρίνει φίλον ἐν πολέμῳ ·
132τυφλὰ δ’ἐκ χειρῶν βέλη
133ψυχαῖς ἔπι δυσμενέων
134φοιτᾷ θάνατόντε φέρει
135τοῖσιν ἂν δαίμων θέλῃ ·
136ταῦτ’οὐκ ἐπιλεξαμένα
137Θεστίου κούρα δαΐφρων
138μάτηρ κακόποτμος ἐμοὶ
139βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά ·
140καῖέτε δαιδαλέας
141ἐκ λάρνακος ὠκύμορον
142φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
143μοῖρ’ἐπέκλωσεν τότε
144ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
145Δαϊπύλου Κλύμενον
146παῖδ’ἄλκιμον
147ἐξεναρίζων ἀμώμητον δέμας,
148πύργων προπάροιθε κιχήσας ·
149τοὶ δὲ πρὸς εὐκτιμέναν
150φεῦγον ἀρχαίαν πόλιν
151Πλευρῶνα · μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
152γνῶν δ’ὀλιγοσθενέων ·
153αἰαῖ · πύματον δὲ πνέων δάκρυσα τλάμων
154ἀγλαὰν ἥβαν προλείπων.
155φασὶν ἀδεισιβόαν
156Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
157τέγξαι βλέφαρον, ταλαπενθέος
158πότμον οἰκτίροντα φωτός ·
159καί νιν ἀμειβόμενος
160τοῖ’ἔφα · θνατοῖσι μὴ φῦναι φέριστον,
161μη δ’ἀελίου προσιδεῖν
162φέγγος · ἀλλ’οὐ γάρ τίς ἐστιν
163πρᾶξις τάδε μυρομένοις,
164χρὴ κεῖνο λέγειν ὅ, τι καὶ μέλλει τελεῖν.
165ἦ ῥα τις ἐν μεγάροις
166Οἰνῆος ἀρηϊφίλου
167ἔστιν ἀδμήτα θυγάτρων,
168σοὶ φυὰν ἀλιγκία;
169τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
170τὸν δὲ μενεπτολέμου
171ψυχὰ προσέφα
172Μελεάγρου · λίπον χλωραύχενα
173ἐν δώμασι Δαϊάνειραν,
174νῆϊν ἔτι χρυσέας
175Κύπριδος θελξιμβρότου.
176λευκώλενε Καλλιόπα,
177στᾶσον εὐποίητον ἅρμα
178αὐτοῦ · Δίατε Κρονίδαν
179ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
180τόντ’ἀκαμαντορόαν
181Ἀλφεόν, Πέλοπόςτε βίαν,
182καὶ Πίσαν, ἔνθ’ὁ κλεεννὸς
183ποσσὶ νικάσας δρόμῳ
184ἦλθεν Φερένικος ἐς εὐπύργους
185Συρακόσσας Ἱέρωνι φέρων
186εὐδαιμονίας πέταλον.
187χρὴ δ’ἀλαθείας χάριν
188αἰνεῖν, φθόνον ἀμφοτέραισιν
189χερσὶν ἀπωσάμενον,
190εἴ τις εὖ πράσσοι βροτῶν.
191Βοιωτὸς ἀνὴρ τᾷδε φώνησεν, γλυκειᾶν
192Ἡσίοδος πρόπολος
193Μουσᾶν, ὃν ἂν ἀθάνατοι τιμῶσι, τούτῳ
194καὶ βροτῶν φήμαν ἕπεσθαι.
195πείθομαι εὐμαρέως
196εὐκλέακελεύθου γλῶσσαν οὐκ ἐκτὸς δίκας
197πέμπειν Ἱέρωνι · τόθεν γὰρ
198πυθμένες θάλλουσιν ἐσθλῶν,
199τοὺς ὁ μεγιστοπάτωρ
200Ζεὺς ἀκινήτους ἐν εἰρήνᾳ φυλάσσοι.
1Λάχων Διὸς μεγίστου
2λάχε φέρτατον πόδεσσι
3κῦδος ἐπ’Ἀλφεοῦπροχοαῖσι νικῶν,
4δι’ὅσσα πάροιθεν
5ἀμπελοτρόφον Κέον
6ἄεισάν ποτ’Ὀλυμπίᾳ
7πύξτε καὶ στάδιον
8κρατεῦσαν στεφάνοις ἐθείρας
9νεανίαι βρύοντες.
10σὲ δὲ νῦν ἀναξιμόλπου
11Οὐρανίας ὕμνος ἕκατι νίκας
12Ἀριστομένειον
13ὦ ποδάνεμον τέκος,
14γεραίρει προδόμοις
15ἀοιδαῖς, ὅτι στάδιον
16κρατήσας Κέον εὐκλέϊξας.
1ὦ λιπαρὰ θύγατερ Χρόνουτε καὶ
2Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν
3ἑκκαιδεκάταν ἐν Ὀλυμπίᾳ ⏑–
4βαρυβρG? ἕκατι
5ιτοσαιμαG?
6κρίνειν ταχυτᾶτάτε λαιψηρῶν ποδῶν
7Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος ·
8ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας
9νίκας ἐπ’ἀνθρώποισιν εὔδοξος
10κέκληται καὶ πολυζήλωτος. Ἀριστομένειον
11νῦν γ’ἐκόσμησας στεφάνοισι Λάχωνα
17Πυθῶνάτε μηλοθύταν
18ὑμνέων Νεμέαντε καὶ Ἰσθμόν ·
19γᾷ δ’ἐπισκήπτων χέρα
20κομπάσομαι · σὺν
21ἀλαθείᾳ δὲ πᾶν λάμπει χρέος ·
22οὔτις ἀνθρώπων καθ’
23Ἕλλανας ἐν ἅλικι χρόνῳ
24παῖς ἐὼν ἀνήρτε
25πλεῦνας ἐδέξατο νίκας.
26ὦ Ζεῦ κεραυνεγχές, καὶ ἐπ’ἀργυροδίνα
27ὄχθαισιν Ἀλφειοῦ τέλεσσας μεγαλοκλέας
28θεοδότους εὐχάς, περὶ κρατίτ’ὄπασσας
29γλαυκὸν Αἰτωλίδος
30ἄνδημ’ἐλαίας
31ἐν Πέλοπος Φρυγίου
32κλεινοῖς ἀέθλοις.
1δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
2πεισίμβροτον δοίητ’, ἐπεὶ
3Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
4εὔτυκος Φλειοῦντάτε καὶ Νεμεαίου
5Ζηνὸς εὐθαλὲς πέδον
6ὑμνεῖν, ὅθι μηλοδαΐκταν
7θρέψεν ἁ λευκώλενος
8Ἥρα περικλειτῶν ἀέθλων
9πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
10κεῖθι φοινικάσπιδες ἡμίθεοι
11πρώτιστον Ἀργείων κριτοὶ
12ἄθλησαν ἐπ’Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
13πέφν’ἀωτεύοντα δράκων ὑπέροπλος,
14σᾶμα μέλλοντος φόνου.
15ὦ μοῖρα πολυκρατές · οὔ νιν
16πεῖθ’Ὀϊκλείδας πάλιν
17στείχειν ἐς εὐάνδρους ἀγυιάς.
18ἐλπὶς ἀνθρώπων ὑφαιρεῖται νόημα
19ἃ καὶ τότ’Ἄδραστον Ταλαϊονίδαν
20πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλαγκτῷ πρόξενον.
21κείνων ἀπ’εὐδόξων ἀγώνων
22ἐν Νεμέᾳκλεινοὶ βροτῶν
23οἳ τριέτει στεφάνῳ
24ξανθὰν ἐρέψωνται κόμαν.
25Αὐτομήδει νῦν γε
26νικάσαντί νιν δαίμων ἔδωκεν.
27πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
28ἄστρων διακρίνει φάη
29νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα ·
30τοῖος Ἑλλάνων δι’ἀπείρονα κύκλον
31φαῖνε θαυμαστὸν δέμας,
32δισκὸν τροχοειδέα ῥίπτων,
33καὶ μελαμφύλλου κλάδον
34ἀκτέας ἐς αἰπεινὰν προπέμπων
35αἰθέρ’ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
36ἢ τελευταίας ἀμάρυγμα πάλας ·
37τοιῷδ’ὑπερθύμῳ σθένει
38γυιαλκέα σώματα πρὸς γαίᾳ πελάσσας
39ἵκετ’Ἀσωπὸν παρὰ πορφυροδίναν,
40τοῦ κλέος πᾶσαν χθόνα
41ἦλθεν καὶ ἐπ’ἔσχατα Νείλου ·
42ταίτ’ἐπ’εὐναεῖ πόρῳ
43οἰκεῦσι Θερμώδοντος, ἐγχέων
44ἵστορες κοῦραι διωξίπποι’Ἄρηος,
45σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
46ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
47στείχει δι’εὐρείας κελεύθου
48μυρία παντᾷ φάτις
49σᾶς γενεᾶς
50λιπαροζώνων θυγάτρων, ἃς θεοὶ
51σὺν τύχαις ᾤκισσαν
52ἀρχαγοὺς ἀπορθήτων ἀγυιᾶν.
53τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
54Θήβας ἐΰδματον πόλιν,
55ἢ τὰν μεγαλώνυμον Αἴγιναν, μεγίστου
56Ζηνὸς ἃ πλαθεῖσα λέχει τέκεν ἥρω
57–δεσω––ου ·
58ὃς γᾶς βασάνοισιν Ἀχαιῶν
59–⏑ –x –⏑ –
60–– ⏑– –– ⏑– –
61α⏑– –– ⏑ εὔπεπλον […]
62ἠδὲ Πειράναν ἑλικοστέφανον
63κούραν, ὅσαιτ’ἄλλαι θεῶν
64εὐναῖς ἐδάμησαν ἀριγνώτοις παλαιοῦ
65παῖδες αἰδοῖαι ποταμοῦ κελάδοντος ·
66–⏑––αν πόλιν
67––⏑⏑–σίτε νίκας
68–⏑– αὐλῶν βοαὶ
69σύμφωνα πνείουσαι · μεγίστου
70–⏑–––⏑–––⏑–αν ·
71––⏑–––⏑⏑–⏑νέος
72χρυσέαν προσθέντα ϝιόπλοκον εὖ εἰπεῖν κόραν,
73καὶ ματέρ’ἀγνάμπτων ἐρώτων
74–⏑ – κλεινὰν βροτοῖς
75–⏑ ⏑– ⏑λέων
76–– ⏑– –– ⏑–
77–⏑ – νασιώταν
78–⏑ –– –⏑ν ὕμνον,
79–⏑ –– – καὶ ἀποφθιμένῳ
80τὸν πάντ’ἐς ἄτρυτον χρόνον,
81καὶ τοῖς ἐπιγιγνομένοις αἰεὶ πιφαύσκοι
82σὰν Νεμέᾳ νίκαν · τό γέ τοι καλὸν ἔργον
83γνησίων ὕμνων τυχὸν
84ὑψοῦ παρὰ δαίμοσι κεῖται ·
85σὺν δ’ἀλαθείᾳ βροτῶν
86κάλλιστον, εἴπερ καὶ θάνῃ τις,
87λείπεται Μουσᾶν ⏑––– ἄθυρμα.
88εἰσὶ δ’ἀνθρώπων ⏑⏑–⏑⏑–
89πολλαί · διακρίνει δὲ θεῶν
90βουλὰ τὸ καλυπτόμενον νυκτὸς δνόφοισιν ·
91⏑–––⏑γε καὶ τὸν ἀρείω
92–⏑–––⏑που.
93––⏑⏑–⏑⏑εύσων
94–⏑–––⏑–
95––⏑–––⏑ παύροις
96ἀνδράσιν ––⏑–––ι τὸ μέλλον ·
97ιμιω––⏑ ἔδωκε χάριν
98καὶ Διωνύσου Κρονίδας θεοτίματον πόλιν
99ναίειν ἀπορθήτους θαλεῦντας ·
100χρυσεοσκάπτρου Διὸς
101ὅς τι καλὸν φέρεται,
102πᾶς αἰνέοι · Τιμοξένου
103παιδὶ σὺν κώμοις
104ἁμαρτέοιτε πεντάθλου ϝέκατι.
1Φήμα, σὺ γὰρ ἀγγελίαις θνατῶν ἐποιχνεῖς
2φῦλα, καὶ πᾶ–⏑–x
3μεαλμει⏑⏑–
4G?πὸ κεύ⏑⏑–x
5G?νωνται –⏑––
6–⏑ῳ ξυνόν, ὅ, τι χρυσέαν ⏑⏑–
7οG? ὀφθαλμοῖσι Νίκαν
8παῦλαν ἀπράκταν […]
9Ἀγλαῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
10νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
11ἀχειρὲς ἵν’ἀθάνατον Μουσᾶν ἄγαλμα
12ξυνὸν ἀνθρώποισιν εἴη
13χάρμα, τεὰν ἀρετὰν
14μανῦον ἐπιχθονίοισιν,
15ὁσσάκις Νίκας ἕκατι
16ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
17κῦδος εὐρείαις Ἀθάναις
18θῆκας Οἰνείδαιςτε δόξαν.
19ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
20εὐθὺς ἔνδειξας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν ·
21δεύτερον δ’οὔροισιν ἔπι σταδίου,
22θερμὰν ἔτι πνέων ἄελλαν,
23ἔσταG? · βρέχωϝ δ’ᾆξ’αὖτε θατήρων ἐλαίῳ
24φάρε’ἐς εὔθροον ἐμπίτνων ὅμιλον,
25τετραέλικτον ἐπεὶ
26κάμψεν δρόμον. Ἰσθμιονίκαν
27δίς νιν ἀγκάρυξαν
28εὐβούλων ἀεθλάρχων προφᾶται ·
29δὶς δ’ἐν Νεμέᾳ Κρονίδα Ζηνὸς παρ’ἁγνὸν
30βωμόν · ἁ κλεινάτε Θήβα
31δέκτό νιν εὐρύχορόν
32τ’Ἄργος Σικυώντε κατ’αἶσαν ·
33οἵτε Πελλάναν νέμονται,
34ἀμφίτ’Εὔβοιαν πολυλάϊον, οἵθ’ἱερὰν
35νᾶσον Αἴγιναν. ματεύει
36δ’ἄλλος ἀλλοίαν κέλευθον,
37ἅντινα στείχων ἀριγνώτοιο δόξας
38τεύξεται. μυρίαι δ’ἀνδρῶν ἐπιστᾶμαι πέλονται ·
39ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
40ἐλπίδι χρυεῳτέθαλεν ·
41ἤ τινα θευπροπίαν
42εἰδώς · ἕτερος δ’ἐπὶ πάσι
43ποικίλον τόξον τιταίνει ·
44οἱ δ’ἐπ’ἔργοισίντε καὶ ἀμφὶ βοῶν ἀγέλαις
45θυμὸν αὔξουσιν · τὸ μέλλον
46δ’ἀκρίτους τίκτει τελευτάς,
47πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
48ἄνδρα πολλῶν ὑπ’ἀνθρώπων πολυζήλωτον εἶμεν ·
49οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
50ἃ καὶ τὸν ἀχρεῖον τίθησι
51χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
52ἐκτὸς ὁδοῦ; πέφαται θνατοῖσι νίκας
53ὕστερον εὐφροσύνα ·
54αὐλῶν δὲ ⏑–⏑⏑––
55μειγνυτ––⏑––
56χρή τιν–––⏑––
1Νίκα γλυκύδωρε, μεγίσταν
2σοὶ πατὴρ ὤπασσε τιμὰν
3ὑψίζυγος Οὐρανιδᾶν
4ἐν πολυχρύσῳ δ’Ὀλύμπῳ
5Ζηνὶ παρισταμένα
6κρίνεις τέλος
7ἀθανάτοισίντε καὶ θνατοῖς ἀρετᾶς.
8ἔλλαθι, βαθυπλοκάμου
9κούρα Στυγὸς ὀρθοδίκου · σέθεν δ’ἕκατι
10καὶ νῦν Μεταπόντιον
11εὐγυίων κατέχουσι νέων
12κῶμοίτε καὶ εὐφροσύναι θεότιμον ἄστυ ·
13ὑμνεῦσι δὲ Πυθιόνικον
14παῖδα θαητὸν Φαΐσκου.
15ἵλεῳνιν ὁ Δαλογενὴς
16υἱὸς βαθυζώνοιο Λατοῦς
17δέκτο βλεφάρῳ · πολέες
18δ’ἀμφ’Ἀλεξίδαμον ἀνθέων
19ἐν πεδίῳ στέφανοι
20Κίρρας ἔπεσον κρατερᾶς
21ἦρα παννίκοιο πάλας ·
22οὐκ εἶδέ νιν ἀέλιος
23κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
24φάσω δὲ καὶ ἐν ζαθέοις
25ἁγνοῦ Πέλοπος δαπέδοις
26Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον
27εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
28παγξένῳ χαίταν ἐλαίᾳ
29γλαυκᾷ στεφανωσάμενον
30πορτιτρόφον ἂν πεδίον πάτρανθ’ἱκέσθαι.
31οὔ τι δόλος κακόφρων
32παῖδ’ἐν χθονὶ καλλιχόρῳ
33ποικίλαις τέχναις πέλασσεν ·
34ἀλλ’ἢ θεὸς αἴτιος, ἢ
35γνῶμαι πολύπλαγκτοι βροτῶν
36ἄμερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
37νῦν δ’Ἄρτεμις ἀγροτέρα
38χρυσαλάκατος λιπαρὰν
39ἡμέρα τοξόκλυτος νίκαν ἔδωκε.
40τᾷ ποτ’Ἀβαντιάδας
41βωμὸν κατένασσε
42πολύλλιστον εὔπεπλοίτε κοῦραι ·
43τὰς ἐξ ἐρατῶν ἐφόβησεν
44παγκρατὴς Ἥρα μελάθρων
45Προίτου, παραπλῆγι φρένας
46καρτερᾷ ζεύξασ’ἀνάγκᾳ ·
47παρθενίᾳ γὰρ ἔτι
48ψυχᾷ κίον ἐς τέμενος
49πορφυροζώνοιο θεᾶς ·
50φάσκον δὲ πολὺ σφέτερον
51πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
52σεμνοῦ Διὸς εὐρυβία.
53ταῖσιν δὲ χολωσαμένα
54στήθεσσι παλίντροπον ἔμβαλεν νόημα ·
55φεῦγον δ’ὄρος ἐς τανίφυλλον,
56σμερδαλέαν φωνὰν ἱεῖσαι,
57Τιρύνθιον ἄστυ λιποῦσαι
58καὶ θεοδμάτους ἀγυιάς,
59ἤδη γὰρ ἔτος δέκατον
60θεοφιλὲς λιπόντες Ἄργος
61ναῖον ἀδεισιβόαι
62χαλκάσπιδες ἡμίθεοι
63σὺν πολυζήλῳ βασιλεῖ.
64νεῖκος γὰρ ἀμαιμάκετον
65βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ’ἀρχᾶς
66Προίτῳτε καὶ Ἀκρισίῳ ·
67λαούςτε διχοστασίαις
68ἤρειπον ἀμετροδίκοις μάχαιςτε λυγραῖς.
69λίσσοντο δὲ παῖδας Ἄβαντος
70γᾶν πολύκριθον λαχόντας
71Τίρυνθα τὸν ὁπλότερον
72κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν ·
73Ζεύςτ’ἔθελεν Κρονίδας,
74τιμῶν Δαναοῦ γενεὰν
75καὶ διωξίπποιο Λυγκέος,
76παῦσαι στυγερῶν ἀχέων.
77τεῖχος δὲ Κύκλωπες κάμον
78ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
79κάλλιστον, ἵν’ἀντίθεοι
80ναῖον κλυτὸν ἱππόβοτον
81Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
82ἔνθεν ἀπεσσύμεναι
83Προίτου κυανοπλόκαμοι
84φεῦγον ἄδματοι θύγατρες,
85τὸν δ’εἷλεν ἄχος κραδίαν,
86ξείνατέ νιν πλᾶξεν μέριμνα ·
87δοίαξε δὲ φάσγανον
88ἄμφακες ἐν στέρνοισι πᾶξαι.
89ἀλλά νιν αἰχμοφόροι
90μύθοισίτε μειλιχίοις
91καὶ βίᾳ χειρῶν κάτεχον.
92τρισκαίδεκα μὲν τελέους
93μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
94φεῦγόντε κατ’Ἀρκαδίαν
95μηλοτρόφον · ἀλλ’ὅτε δὴ
96Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
97ἔνθεν χρόα νιψάμενος
98φοινικοκραδέμνοιο Λατοῦς
99κίκλῃσκε θύγατρα βοῶπιν,
100χεῖρας ἀντείνων πρὸς αὐγὰς
101ἱππώκεος ἀελίου,
102τέκνα δυστάνοιο λύσσας
103πάρφρονος ἐξαγαγεῖν ·
104θύσω δέ τοι εἴκοσι βοῦς
105ἄζυγας φοινικότριχας.
106τοῦ δ’ἔκλυ’ἀριστοπάτρα
107θηροσκόπος εὐχομένου · πιθοῦσα δ’Ἥραν
108παῦσεν καλυκοστεφάνους
109κούρας μανιᾶν ἀθέων ·
110ταὶ δ’αὐτίκα ϝοι τέμενος βωμόντε τεῦχον,
111χραῖνόντέ μιν αἵματι μήλων
112καὶ χοροὺς ἵσταν γυναικῶν.
113ἔνθεν καὶ ἀρηϊφίλοις
114ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιντ’Ἀχαιοῖς
115ἕσπεο, σὺν δὲ τύχᾳ
116ναίεις Μεταπόντιον, ὦ
117χρυσέα δέσποινα λαῶν ·
118ἄλσοςτέ τοι ἱμερόεν
119Κάσαν παρ’εὔυδρον πρὸ
120ναοῖ’ἑσσαμένων, Πριάμοι’ἐπεὶ χρόνῳ
121βουλαῖσι θεῶν μακάρων
122πέρσαν πόλιν εὐκτιμέναν
123χαλκοθωράκων μετ’Ἀτρειδᾶν. δικαίας
124ὅστις ἔχει φρένας,
125εὑρήσει σὺν ἅπαντι χρόνῳ
126μυρίας ἀλκὰς Ἀχαιῶν.
1ὡσεὶ κυβερνήτας σοφός,
2ὑμνοάνασσ’εὔθυνε Κλειοῖ
3νῦν φρένας ἁμετέρας,
4εἰ δή ποτε καὶ πάρος · ἐς γὰρ ὀλβίαν
5ξείνοισί με πότνια Νίκα
6νᾶσον Αἰγίνας ἀπάρχει
7ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν ·
8τάντ’ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν […]
34ξεινουG?νιοι αστx–⏑–
35ἀμφικτιόνων ἐν ἀέθλοις
36σὺν τριάκοντ’ἀγλααῖσιν
37νίκαις ἐκωμάσθησαν οἱ μει–⏑–,
38οἱ δ’ἐν Πέλοπος ζαθέας
39νάσου πιτυώδεϊ δείρᾳ,
40οἱ δὲ φοινικοστερόπα τεμένει
41Ζηνὸς Νεμεαίου ·
42GG ταύτας καὶ ἐπ’ἀργυροδίνα
8–⏑ ⏑– ⏑⏑ ––
9–⏑ ⏑– ⏑⏑λειω
10–⏑ ⏑– ⏑⏑ –– ερG?
11–⏑ ⏑– ⏑⏑ –
12–– ⏑– –– ⏑–δαν ·
44ὕβριος ὑψινόου
45παύσει, δίκας θνατοῖσι κραίνων ·
46οἵαν τινὰ δύσλοφον
47ὠμηστᾷ λέοντι
48Περσείδας ἐφίησιν
49χεῖρα παντοίαισι τέχναις ·
50οὐ γὰρ δαμασίμβροτος αἴθων
51χαλκὸς ἀπλάτου θέλει
52χωρεῖν διὰ σώματος,
53ἐγνάμφθη δ’ὀπίσσω
54φάσγανον · ἦ ποτέ φαμι
55τᾷδε περὶ στεφάνοισι
56παγκρατίου πόνον
57Ἑλλάνεσσιν ἱδρώεντ’ἔσεσθαι.
58ὃς νῦν παρὰ βωμὸν ἀριστάρχου Διὸς
59Νίκας ἐρικυδέος
60ἀνδεθεῖσιν ἄνθεα,
61χρυσέαν δόξαν πολύφαντον ἐν
62αἰῶνι τρέφει παύροις βροτῶν
63αἰεί, καὶ ὅταν θανάτοιο
64κυάνεον νέφος καλύψῃ, λείπεται
65ἀθάνατον κλέος εὖ
66ἐρχθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
67τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
68Λάμπωνος υἱέ,
69πανθαλέων στεφάνοισιν
70ἀνθέων χαίταν ἐρεφθείς,
71πόλιν ὑψιάγυιαν
72τερψιμβρότων
73[…] ἁβροπνόων
74κώμων πατρῴαν
75νᾶσον, ὑπέρβιον ἰσχὺν
76παμμαχιᾶν ἀναφαίνων.
77ὦ ποταμοῦ θύγατερ
78δινᾶντος Αἴγιν’ἠπιόφρον,
79ἦ τοι μεγάλαν Κρονίδας
80ἔδωκε τιμὰν
81ἐν πάντεσσιν ἀγῶσιν,
82πυρσὸν ὣς Ἕλλασι –x
83φαίνων · τό γε σὸν κλέος αἰνεῖ
84καί τις ὑψαυχὴς κόρα,
85––⏑⏑–⏑⏑ραν
86πόδεσσι ταρφέως,
87ἠΰτε νεβρὸς ἀπενθής,
88ἀνθεμόεντας ἐπ’ὄχθους
89κοῦφα σὺν ἀγχιδόμοις
90θρῴσκουσ’ἀγακλειταῖς ἑταίραις ·
91ταὶ δὲ στεφανωσάμεναι πλόκοις νέων
92ἀνθέων δόνακόςτ’
93ἐπιχωρίαν ἄθυρσιν
94παρθένοι μέλπουσι τεὸν κράτος, ὦ
95δέσποινα παγξείνου χθονός,
96Ἐνδαΐδατε ῥοδόπαχυν,
97ἃ τὸν ἱππευτὰν ἔτικτε Πηλέα
98καὶ Τελαμῶνα κραταιόν,
99Αἰακῷ μειχθεῖσ’ἐν εὐναῖς ·
100τῶνθ’υἷας ἀερσιμάχους,
101ταχύντ’Ἀχιλλέα
102εὐειδέοςτ’Ἐριβοίας
103παῖδ’ὑπέρθυμον βοαθόον
104Αἴαντα σακεσφόρον ἥρω,
105ὅςτ’ἐπὶ πρύμνᾳ σταθεὶς
106ἔσχεν θρασυκάρδιον
107ὁρμαίνοντα νᾶας
108θεσπεσίῳ πυρὶ καῦσαι
109Ἕκτορα χαλκεομίτραν,
110ὁππότε Πηλεΐδας
111τραχεῖαν Ἀργείοισι μᾶνιν
112ὠρίνατο, Δαρδανίδας
113τ’ἔλυσεν ἄτας ·
114οἳ πρὶν μὲν πολύπυργον
115Ἰλίου θαητὸν ἄστυ
116οὐ λεῖπον, ἀτυζόμενοι δὲ
117πτᾶσσον ὀξεῖαν μάχαν,
118εὖτ’ἐν πεδίῳ κλονέων
119μαίνοιτ’Ἀχιλλεύς,
120λαοφόνον δόρυ σείων ·
121ἀλλ’ὅτε δὴ πολέμοιο
122λῆξεν ἰοστεφάνου
123Νηρῇδος ἀτρόμητος υἱός ·
124ὥστ’ἐν κυανανθέϊ Θρᾳκὶ ναυβάτας
125πόντῳ βορέας ὑπὸ
126κύμασιν δαΐζει
127νυκτὸς ἀντάσας, ἀνατελλομένᾳ
128λῆξεν δὲ σὺν φαεσιμβρότῳ
129ἀοῖ, στόρεσεν δέτε πόντον
130οὐρία · νότου δὲ κόλπωσαν πνοᾷ
131ἱστίον, ἁρπαλέωςτ’
132ἄελπτον ἐξίκοντο χέρσον ·
133ὣς Τρῶες, ἐπεὶ κλύον
134αἰχματὰν Ἀχιλλέα
135μίμνοντ’ἐν κλισίῃσιν
136εἵνεκεν ξανθᾶς γυναικός,
137Βρισηΐδος ἱμερογυίου,
138θεοῖσιν ἄντειναν χέρας,
139φοιβὰν ἐσιδόντες ὑπαὶ
140χειμῶνος αἴγλαν ·
141πασσυδίᾳ δὲ λιπόντες
142τείχεα Λαομέδοντος
143ἐς πεδίον κρατερὰν
144ἄϊξαν ὑσμίναν φέροντες ·
145ὦρσάντε φόβον Δαναοῖς ·
146ὤτρυνε δ’Ἄρης
147εὐεγχής, Λυκίωντε
148Λοξίας ἄναξ Ἀπόλλων ·
149ἷξόντ’ἐπὶ θῖνα θαλάσσας ·
150ναυσὶ δ’εὐπύμνοις παραὶ
151μάρναντ’, ἐναριζομένων
152δ’ἔρευθε φώτων
153αἵματι γαῖα μέλαινα
154Ἑκτορέας ὑπὸ χειρός,
155πῆμα μέγ’ἡμιθέοις
156[…] ἰσοθέων δι’ὁρμάν.
157G?ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
158G?οντες ὑπερφίαλον
159x–⏑––
160G?ς ἱππευταὶ κυανώπιδας
161ἐκ––⏑––– νέας
162––⏑⏑ εἰλαπίναςτ’ἐν
163ἁμέραις ἕξειν θεόδματον πόλιν.
164μέλλον ἄρα πρότερον
165δινᾶντα φοινίξειν Σκάμανδρον,
166θνᾴσκοντες ὑπ’Αἰακίδαις
167ἐρειψιτοίχοις ·
168τῶν εἰ καὶ τ⏑⏑––
169ἢ βαθυξύλωι⏑––
175οὐ γὰρ ἀλαμπέσι νυκτὸς
176πασιφανὴς Ἀρετὰ
177κρυφθεῖσ’ἀμαυροῦται δνόφοισιν,
178ἀλλ’ἔμπεδον ἀκαμάτᾳ
179βρύουσα δόξᾳ
180στρωφᾶται κατὰ γᾶντε
181καὶ πολυπλάγκταν θάλασσαν.
182καὶ μὰν φερεκυδέα νᾶσον
183Αἰακοῦ τιμᾷ, σὺν
184Εὐκλείᾳ δὲ φιλοστεφάνῳ
185πόλιν κυβερνᾷ,
186Εὐνομίατε σαόφρων,
187ἃ θαλίαςτε λέλογχεν
188ἄστεάτ’εὐσεβέων
189ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει ·
190νίκαντ’ἐρικυδέα μέλπετ’, ὦ νέοι,
191Πυθέα, μελέταντε
192βροτωφελέα Μενάνδρου,
193τὰν ἐπ’Ἀλφειοῦτε ῥοαῖς θαμὰ δὴ
194τίμασεν ἁ χρυσάρματος
195σεμνὰ μεγάθυμος Ἀθάνα,
196μυρίωντ’ἤδη μίτραισιν ἀνέρων
197ἐστεφάνωσεν ἐθείρας
198ἐν πανελλάνων ἀέθλοις.
199εἰ μή τινα θερσιεπὴς
200φθόνος βιᾶται,
201αἰνείτω σοφὸν ἄνδρα
202σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
203πάντεσσι μέν ἐστιν ἐπ’ἔργοις ·
204ἁ δ’ἀλαθεία φιλεῖ
205νικᾶν, ὅτε πανδαμάτωρ
206χρόνος τὸ καλῶς
207ἐργμένον αἰὲν ἀέξει ·
208δυσμενέων δὲ ματαία
209γλῶσσ’ἀϊδὴς μινύθει
220ἐλπίδι θυμὸν ἰαίνει ·
221τᾷ καὶ ἐγὼ πίσυνος
222φοινικοκραδέμνοισι Μούσαις
223ὕμνων τινὰ τάνδε νεόπλοκον δόσιν
224φαίνω, ξενίαντε
225φιλάγλαον γεραίρω,
226τὰν ἐμοὶ Λάμπων παρέχων χάριν οὐ
227βληχρὰν ἐπαθρήσαις τίει,
228τὰν εἴ γ’ἐτύμως ἄρα Κλειὼ
229πανθαλὴς ἐμαῖς ἐνέσταξεν φρασίν,
230τερψιεπεῖς νιν ἀοιδαὶ
231παντὶ καρύξοντι λαῷ.
1εὖ μὲν εἱμάρθαι παρὰ δαίμονος
2ἀνθρώποις ἄριστον ·
3συμφορὰ δ’ἐσθλόντ’
4ἀμαλδύνει βαρύτλατος μολοῦσα ·
5κα- κἀγατὸν ἰδ’ὑψιφανῆ
6τεύχει κατορθωθεῖσα · τιμὰν
7δ’ἄλλος ἀλλοίαν ἔχει ·
8μυρίαι δ’ἀνδρῶν ἀρεταί, μία δ’ἐκ
9πασᾶν πρόκειται,
10ὃς τὸ πὰρ χειρὸς
11κυβερνᾶται δικαίαισι φρένεσσιν.
12οὔτ’ἐν βαρυπενθέσιν
13ἁρμόζει μάχαις φόρμιγγος ὀμφὰ
14καὶ λιγυκλαγγεῖς χοροί,
15οὔτ’ἐν θαλίαις καναχὰ
16χαλκόκτυπος · ἀλλ’ἐφ’ἑκάστῳ
17καιρὸς ἀνδρῶν ἔργματι
18κάλλιστος · εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀρθοῖ.
19Κλεοπτολέμῳ δὲ χάριν
20νῦν χρὴ Ποσειδᾶνόςτε
21Πετραίου τέμενος κελαδῆσαι,
22Πυρρίχουτ’εὔδοξον ἱππόνικον υἱόν,
23ὃς φιλοξείνουτε καὶ ὀρθοδίκου
14b.1Ἐστία χρυσόθρον’,
14b.2εὐδόξων Ἀγαθοκλεαδᾶν ἅτ’ἀφνεῶν
14b.3ἀνδρῶν μέγαν ὄλβον ἀέξεις
14b.4ἡμένα μέσαις ἀγυιαῖς
14b.5Πηνειὸν ἀμφ’εὐώδεα Θεσσαλίας
14b.6μηλοτρόφου ἐν γυάλοις ·
14b.7κεῖθεν καὶ Ἀριστοτέλης
14b.8Κίρραν πρὸς εὐθαλέα μολών
14b.9δὶς στεφανώσατο
14b.10Λαρίσας ἀναξίππου χάριν […]