Hedylus

Epigrams

5.1
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους
5.2
γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,
5.3
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν’ἑκάστη,
5.4
γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.
5.5
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
5.6
φεύγετε · Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.
5.1
οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην
5.2
αἱ δόλιαι, καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,
5.3
ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα
5.4
κεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων,
5.5
σάνδαλα, καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι.
5.6
ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.
6.1
αἱ μίτραι, τὸθ’ἁλουργὲς ὑπένδυμα, τοίτε Λάκωνες
6.2
πέπλοι, καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,
6.3
πάνθ’ἅμα Νικονόῃ † συνέκπιεν · ἦν γὰρ Ἐρώτων
6.4
καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.
6.5
τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριήπῳ
6.6
νεβρίδα καὶ χρυσέην τήνδ’ἔθετο προχόην.
11.1
Ἆγις Ἀρισταγόρην οὔτ’ἔκλυσεν, οὔτ’ἔθιγ’αὐτοῦ ·
11.2
ἀλλ’ὅσον εἰσῆλθεν, κᾤχετ’Ἀρισταγόρης.
11.3
ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί,
11.4
Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.
11.1
Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης
11.2
γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα.