Epigrams
μέχρι τίνος πολεμεῖς μ’, ὦ φίλτατε Κῦρε; τί ποιεῖς; τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι. μὴ γίνου Μῆδος · Σάκας γὰρ ἔσῃ μετὰ μικρόν, καί σε ποιήσουσιν ταὶ τρίχες Ἀστυάγην. τὴν ἀκμὴν Θησαυρὸν ἔχειν, κωμῳδέ, νομίζεις, οὐκ εἰδὼς αὐτὴν Φάσματος ὀξυτέρην. ποιήσει σ’ὁ χρόνος Μισούμενον, εἶτα Γεωργόν, καὶ τότε μαστεύσεις τὴν Περικειρομένην.