Marcus Cornelius Fronto

Additional Headless Letters

οὐκ ἀπορήσει μὲν οὐ δὲ ἐκεῖνος πιθανῶν λόγων, ὃς πρὸς τὸ πρῶτον ἐνθύμημα τῶν ὑπὸ σοῦ προτεθέντων ἐνίσταιτο, ὡς μὴ δέοι ἕπεσθαι τοῖς κοινοῖς τὰ ἴδια. πολλὰ γὰρ ἔθη καὶ νόμιμα κοινῇ ταῖς πόλεσιν καὶ ἰδίᾳ τοῖς καθ’ἕκαστον εἰρήσομεν οὐχ ὅμοια. μάθοιο δ’ἂν προσέχων ταῖςτε δίκαις καὶ τοῖς ἀγῶσιν τοῖς δημοσίοις καὶ τοῖς ἰδιωτικοῖς · ἔνθα οὔτε τόνος τῶν δικαστηρίων, οὔτε τῶν δικαζόντων ἀριθμὸς, οὔτε τάξις τῶν φάσεων καὶ κλήσεων, οὔτε τοῦ ὕδατος τὸ μέτρον, οὔτε τὰ προστιμήματα τῶν κατεγνωσμένων ταῦτά, ἀλλὰ πλεῖστον ὅσον διήνεγκεν τὰ δημόσια τῶν ἰδίων. καὶ ὅτι τῆς μὲν πόλεως ἀναπεπετάσθαι προσήκει τὰς πύλας εἰσιέναιτε τῷ βουλομένῳ καὶ ἐξιέναι, ὁπότε βούλοιτο · ἑκάστῳ δὲ ἡμῶν τῶν ἰδιωτῶν, εἰ μὴ φυλάττοι τὰς θύρας καὶ πάνυ ἐγρηγοροίη θυρωρὸς, εἴργων μὲν τῆς εἰσόδου τοὺς μηδὲν προσήκοντας, τοῖς δὲ οἰκέταις οὐκ ἐπιτρέπων ἀδεῶς ὁπότε βούλοιντο ἔξω βαδίζειν, οὐκ ἂν ὀρθῶς οἰκουροῖτο τὰ κατὰ τὴν οἰκίαν. καὶ στοαὶ δὲ καὶ ἄλση καὶ βωμοὶ καὶ γυμνάσια καὶ λουτρὰ τὰ μὲν δημόσια πᾶσιν καὶ προῖκα ἀνεῖται; τὰ δὲ τῶν ἰδιωτῶν ὑπὸ σιδηρᾷ κλειδὶ καί τινι Σύρῳ φύλακι · καὶ μισθὸν ἐκλέγουσιν παρὰ τῶν λουομένων. οὐ δὲ τὰ δεῖπνα δὲ ὅμοια τὰ ἰδιωτικὰ καὶ τὰ ἐν πρυτανείῳ · οὐ δὲ ἵππος ,τε ἰδιωτικὸς καὶ δημόσιος · οὐ δὲ πορφύρα τῶν ἀρχόντων καὶ τῶν δημοτῶν · οὐ δὲ στέφανος τῶν ῥόδων τῶν οἴκοθεν καὶ τῆς ἐλαίας τῆς Ὀλυμπίασιν. ἀλλὰ ταῦτα μὲν ἐάσειν μοι δοκῶ καὶ χαριεῖσθαί σοι τὸ δεῖν ἕπεσθαι τοῖς δημοσίοις τὰ ἰδιωτικά. κεχαρισμένος δὲ τοῦτο, οὐκέτι χαρισαίμην ἂν τοῦτο […] πεισG? δεῖνG? ἐπιτρέπειν χρῆσθαι. ἤδὴ τοῦτο ἐστιν ἐγὼ φράσω. τὸ μὲν ἀμφισβητούμενον ἡμῖν ἄξια δῶρα παρὰ τῶν φίλων δέχεσθαι. ταῦτα προστάσσων εἰς παράδειγμα ἐκάλεις τὸ τὰς πόλεις μεγάλα δῶρα παρ’ἀλλήλων προσίεσθαι, αὐτὸ δὴ τὸ ἀμφισβητούμενον σφετεριζόμενος, φιλότης. γὰρ τοὺς ἰδιώτας ἐγὼ φάσκων μὴ δεῖν μεγάλα δῶρα παρ’ἀλλήλων λαμβάνειν, τὸ αὐτὸ τοῦτο ἂν εἴποιμι καὶ περὶ τῶν πολέων, ὡς οὐ δὲ τὰς πόλεις δέοι λαμβάνειν · σὺ δὲ ὡς τοῦτο προσῆκον ταῖς πόλεσιν λαβὼν εἰς ἀπόδειξιν φέρεις τοῦ καὶ τοῖς ἰδιώταις προσήκοντος. τὸ δὲ ζητούμενον μὴ δεῖν ἐξ αὐτῶν τῶν ἀμφισβητουμένων ἀποδεικνύειν φήσαις ἄν. εἰ δὲ τοῦτο φῄς ὅτι λαμβάνουσιν πολλαὶ πόλεις τὰ τοιαῦτα δῶρα, φαίην ἂν, ὅτι καὶ τῶν ἰδιωτῶν πολλοὶ λαμβάνουσι τὰ τοιαῦτα. ζητοῦμεν δὲ, εἰ ὀρθῶς καὶ προσηκόντως λαμβάνουσιν. τοῦτο δὲ τὸ ζήτημα ἀπὸ τῶν ἰδιωτῶν ἀρξάμενον διήκει καὶ πρὸς τὰς πόλεις. τοῦτο μὲν οὖν, δίκαια ποιῶν, ἐν ζητήματος μέρει διαλείψεις ἀμφισβητήσιμον, τὸ τῶν πόλεων λέγων. οὐ δὲ γὰρ οὐ δ’ἐκεῖνο σ’ἀγνοεῖν οἶμαι, ὡς αἱ πλεῖσταί γε τῶν ἐνδοξοτάτων καὶ εὐνομουμένων πόλεων οὐκ ἐδέξαντο τὰ μεγάλα δῶρα · ὥσπερ Ῥωμαίων πόλις πολλὰ πολλάκις παρὰ πλείστων πεμπόμενα οὐ προσήκατο. δὲ τῶν Ἀθηναίων βαρύτερα τῶν προσηκόντων ἐκλέγουσα, οὐ πάνυ τι ὤνατο. τὸ δέ γε τῶν θεῶν παράδειγμα, ὅτι δῶρα καὶ ἀναθήματα θεοὶ δέχονται, καὶ πάνυ σοι διὰ βραχέων εἰρημένον ἐν ἴσῳ τάχει ἀπολύσασθαι πειράσομαι. οὐ δὲ γὰρ προσκυνεῖσθαι μοι προσῆκεν μήτε θεῷ μήτε αὖ βασιλεῖ Περσῶν ὄντι. πιθανώτατον δὲ μὴ Δία τὸ τῶν διαθηκῶν ὑπήνεγκας, τί δήποτε ἐκ διαθηκῶν καὶ τὰ μεγάλα λαμβάνοντες παρὰ τῶν ζώντων τὰτ’αὐτῶν ταῦτα οὐ προσησόμεθα. φθάνεις δὲ τὴν αἰτίαν αὐτὸς ὑποβάλλων. οἱ μὲν γάρ, ὡς σὺ φῄς, ἄλλον ἄλλου προτιθέασιν οἱ κατὰ διαθήκας χαριζόμενοι · φημὶ δὴ παρὰ τούτων λαμβάνειν προσήκειν. οἱ δ’αὖ ζῶντες, ὡς σὺ φῄς, ἑαυτῶν τοὺς φίλους, οἷς χαρίζονται, προτιμῶσιν · δι’αὐτὸ δὴ τοῦτο φημὶ δεῖν τὰ πεμπόμενα μὴ προσίεσθαι. βαρὺ γὰρ ὄντως καὶ ὑπεροπτικὸν καὶ τυραννικόν, ὡς ἀληθῶς, τὸ δέχεσθαι τὰς τοιαύτας προτιμήσεις, ἐν αἷς τιμῶν ἕτερον δῆλός ἐστιν αὐτὸς αὑτὸν ἀτιμάζων καὶ ἐν δευτέρῳ τιθεὶς τοῦ προτιμωμένου. οὐ δὲ γὰρ ἵππον ἀναβαίην ἄν, ἀφ’οὗ καταβὰς αὐτός τις καὶ βαδίζων, ἐμὲ δὴ ἱππάζεσθαι ἀξιοίη · οὐ δὲ ἐν θεάτρῳ καθεζοίμην, ἄλλου μοι ὑπανισταμένου, οὐ δὲ ἱμάτιον δεξαίμην ἂν ἐν χειμῶνος ὥρᾳ, εἴ τις ἀποδυόμενος ῥιγῴη μὲν αὐτός, ἐμὲ δὲ ἀμφιεννύοι. οἰκειότερος γὰρ αὐτὸς ἕκαστος αὑτῷ καὶ προτιμᾶσθαι πρὸς αὑτοῦ δικαιότερος. φῂς δὲ ξένια μὴ πέμπεσθαι θεοῖς. οὐχὶ ξένια ψαιστὰ πόπανα, καὶ τὸ μέλι καὶ οἶνος σπενδόμενος; ὡς καὶ τὸ γάλα, καὶ τὰ σπλάγχνα τὰ τῶν ἱερείων · καὶ λιβανωτὸς δὲ ξένιον θεοῦ. ταῦτα μὲν πρὸς τὰ ὑπὸ σοῦ σοφῶς καὶ πιθανῶς πάνυ δημοσίωντε καὶ θείων καὶ διαθηκῶν πέρι προτεθέντα ἐνθυμήματα. τὰ δὲ παρ’ἐμοῦ ταῦτα εἰρήσθω διὰ βραχέων. ὅσα αἰτεῖν ἀναιδὲς καὶ φιλοκερδὲς καὶ πλεονεκτικόν, ταῦτα καὶ παρ’ἑκόντος λαμβάνειν ὁμοίως ἀναιδοῦς τινὸς καὶ φιλοκερδοῦς ἀνδρὸς καὶ πλεονέκτου. αἰτεῖν δέ γε τὰ μεγάλα ἀναιδές, πολὺ δὲ μᾶλλόν γε λαμβάνειν. καὶ οὐδὲν διήνεγκεν εἰ παρ’ἑκόντος λαμβάνοι τις, ἀποG? αἰτεῖν οὐ δὲ λαμβάνειν […] αὐτὰ δῶρα χρή […] αὐτοὺς μὲν πέμποντας πενεστέρους ἀποδείξει, τοὺς δὲ λαμβάνοντας πλουσιωτέρους παρασκευάσει. ἑκάτερον δὲ τοῦτο ἐν τοῖς μεγάλοις δώροις ἔνεστιν. εἰ γοῦν ἀποτιμήσεις γίγνοιντο ἧμῖν, μὲν πέμψας τοὺς δύο τούτους παῖδας μικροτέραν · ἐγὼ δὲ λαβὼν μείζω τὴν οὐσίαν ἀποφανοῦμαι. οὐ γάρ ἐστιν εὐκαταφρόνητος οὔτε ἐν ἀποτιμήσει χρημάτων οὔτε ἐν ἀντιδόσει οὐσίας οὔτε ἐν ἀπογραφῇ τέλους οὔτε ἐν καταβολῇ φόρου τῶν δύο δούλων ἀριθμός. δὲ τὰ βαρύτερα δῶρα πέμπων οὐχ ἧττον λυπεῖ τοῦ βαρεῖαν πέμποντος ἐπὶ τὸν συνσφαιρίζοντα, μεγάλην κύλην προπίνοντος τῷ συμπότῃ · εἰς γὰρ μέθην, οὐκ εἰς ἡδονὴν προπίνειν ἔοικεν. ὥσπερ δὲ τὸν οἶνον ἐν τοῖς σώφροσιν συμποσίοις ὁρῶμεν κιρνάμενον ἀκράτῳ μὲν πάνυ ὀλίγῳ, πλείστῳ δὲ τῷ ὕδατι · οὕτω δὲ καὶ τὰ δῶρα μιγνύναι προσῆκεν πολλῇ μὲν φιλοφροσύνῃ, ἐλαχίστῳ δὲ ἀναλώματι. τίσιν γὰρ ἂν φαίημεν ἁρμόττειν τὰ πολυτελῆ δῶρα; ἆρά γε τοῖς πένησιν; ἀλλὰ πέμπειν οὐ δύνανται · τοῖς πλουσίοις; ἀλλὰ λαμβάνειν οὐ δέονται. τοῖς μὲν οὖν μεγάλοις δώροις τὸ συνεχὲς οὐ πρόσεστιν · ἐκπεσεῖν ἀνάγκη τῶν ὑπαρχόντων, εἴ τις μεγάλατε πέμποι καὶ πολλάκις. τοῖς δὲ μικροῖς δώροις τότε συνεχὲς πρόσεστιν καὶ τὸ ἀμετάγνωστον τιG? τελέσαι μικρὰ πέμψαντι. ὁμολογήσαις δ’ἂν καὶ τοῦτο, ὡς εἴ τις ἑαυτῷ μὲν ἔπαινον παρασκευάζοι, ἕτερον δὲ ἐπαίνου ἀποστεροίη, οὐ δίκαιός ἐστι. σὺ δὲ μεγάλα δῶρα πέμπων, σαυτῷ μὲν ἔπαινον παρασκευάζεις ὡς μεγαλοφρόνως χαριζόμενος · ἐμὲ δὲ ἐπαίνου ἀποστερεῖς προσίεσθαι βιαζόμενος. δόξαιμι γὰρ ἂν καὶ αὐτὸς μεγαλόφρων τὰ τηλικαῦτα μὴ προσέμενος. ἐν δὲ τοῖς μικροῖς τῶν δώρων ἴσος ἔπαινος, τῷ μὲν πέμψαντι, ὅτι οὐκ ἠμέλησεν, τῷ δὲ λαβόντι ὅτι οὐχ ὑπερηφάνησεν. ματευσαίμην δ’ἂν εἰκότι τῷ χαλεπῷ χρώμενος, ὡς καὶ σὺ εἰ αὐτὸ τοῦτο δῶρον ἐμοῦ πέμψαντος οὐκ ἂν ἔλαβες […] παρὰG? πεμφθέντας παῖδας ἡδόμενος προσέμην […]. γλαῦκος πάλαι χρύσεα τῶν χαλκείων καὶ τὰ ἑκατόμβοια τῶν ἐννεαβοίων ἀμείβοντος. πᾶσα μὲν γὰρ ἀνάγκη τὸν ἀμειβόμενον πολὺ πλέονος ἄξια ἀντιπέμπειν, καὶ Ὁμήρῳ μάρτυρι τὰς φρένας δοκεῖν ὑπὸ τοῦ Διὸς βεβλάφθαι · τὰ μείω ἀντιπέμποντα μὴ δίκαια ποιεῖν. τρίτον δὲ καὶ δικαιότατον, εἰ πέμπεται τῷ αὐτῷ μέτρῳ. καὶ τότε ἴσοις δώροις ἀμείβεσθαι. τοῦτο δὲ ποιῶν ὁμοιότατος ἂν ἔσται ἐμοὶ τῷ αὐτὰ δὴ τὰ πεμφθέντα ἀποπέμποντι. ἀλλὰ ταῦτα μὲν φίλῳ πρὸς τὸν φίλτατον πεπαίχθω. τροφεῖ δὲ […] καὶ […] λογιζομένω […] μείζονα τὸν καρπόν αὐτὰ παρέξει. φίλε παῖ, τρίτον δή σοι τοῦτο περὶ τῶν αὐτῶν ἐπιστέλλω, τὸ μὲν πρῶτον διὰ Λυσίου τοῦ Κεφάλου, δεύτερον δὲ διὰ Πλάτωνος τοῦ σοφοῦ, τὸ δὲ τρίτον διὰ τοῦδε τοῦ ξένου ἀνδρός, τὴν μὲν φωνὴν ὀλίγου δεῖν βαρβάρου, τὴν δὲ γνώμην, ὡς ἐγῷμαι, οὐ πάνυ ἀξυνέτου. γράφω δὲ νῦν οὐδέν τι τῶν πρότερον γεγραμμένων ἐφαπτόμενος, μη δὲ ἀμελήσῃς τοῦ λόγου ὡς παλιλλογοῦντος. εἰ δέ σοι δόξει τῶν πρότερον διὰ Λυσίου καὶ Πλάτωνος ἐπεσταλμένων πλείω τάδε εἶναι, ἔστω σοι τεκμήριον ὡς εὔλογα ἀξιῶ, ὅτι οὐκ ἀπορῶ λόγων. προσέχοις δ’ἂν ἤδη τὸν νοῦν, εἰ καινάτε ἅμα καὶ δίκαια λέγω. ἔοικας, παῖ, πρὸ τοῦ λόγου πάντως βούλεσθαι μαθεῖν, τί δή ποτέ γε μὴ ἐρῶν ἐγὼ μετὰ τοσαύτης σπουδῆς γλίχομαι τυχεῖν ὧνπερ οἱ ἐρῶντες. τοῦτο δέ σοι φράσω πρῶτον ὅπως γε ἔχει. οὐ μὰ Δία πέφυκεν ὁρᾶν ὀξύτερον οὑτοσὶ πάνυ ἐραστὴς ἐμοῦ τοῦ μὴ ἐρῶντος, ἀλλ’ἔγωγε τοῦ σοῦ κάλλους αἴσθομαι οὐδενὸς ἧττον τῶν ἄλλων · δυναίμην δ’ἂν εἰπεῖν, ὅτι τούτου καὶ πολὺ ἀκριβέστερον. ὅπερ δὲ ἐπὶ τῶν πυρεττόντων καὶ τῶν εὖ μάλα ἐν παλαίστρᾳ γυμνασαμένων ὁρῶμεν, οὐκ ἐξ ὁμοίας αἰτίας ταὐτὸν συνβαίνειν · διψῶσιν μὲν γὰρ μὲν ὑπὸ νόσου, δὲ ὑπὸ γυμνασιῶν · τοιάνδε τινὰ κἀμοὶ […] G?λειτοντε ἅμα καὶ ὄλισθον. ἀλλ’οὐκ ἔμοιγε ἐπ’ὀλέθρῳ πρόσει, οὐ δὲ ἐπὶ βλάβῃ τινὶ ὁμιλήσεις, ἀλλ’ἐπὶ παντὶ ἀγαθῷ. καὶ ὠφελοῦνται γὰρ καὶ διασώζονται οἱ καλοὶ ὑπὸ τῶν μὴ ἐρώντων μᾶλλον, ὥσπερ τὰ φυτὰ ὑπὸ τῶν ὑδάτων. οὐ γὰρ ἐρῶσιν οὔτε πηγαὶ οὔτε ποταμοὶ τῶν φυτῶν, ἀλλὰ παριόντες οὕτω δὴ καὶ παραρρέοντες, ἀνθεῖν αὐτὰ καὶ θάλλειν παρεσκεύασαν. χρήματα δὴ τὰ μὲν ὑπ’ἐμοῦ διδόμενα δικαίως ἂν καλοίης δῶρα, τὰ δὲ ὑπ’ἐκείνου λύτρα. μάντεων δὲ παῖδές φασιν καὶ τοῖς θεοῖς ἡδίους εἶναι τῶν θυσιῶν τὰς χαριστηρίους τὰς μειλιχίους · ὧν τὰς μὲν οἱ εὐτυχοῦντες ἐπὶ φυλακῇτε καὶ κτήσει τῶν ἀγαθῶν, τὰς δὲ οἱ κακῶς πράττοντες ἐπὶ ἀποτροπῇ τῶν δεινῶν θύουσιν. τάδε μὲν περὶ τῶν συνφερόντων καὶ τῶν σοίτε κἀκείνῳ ὠφελίμων εἰρήσθω. εἰ δὲ τοῦτο δίκαιός ἐστιν τυχεῖν τῆς παρὰ σοῦ βοηθείας G?ερείσω σὺ τοῦτο […] αὐτῷ πονηρῷ δ’ἐτεκτήνω καὶ ἐμηχανήσω τὰς θετταG? μενG? ωνG? ἐρᾷς δὲ παG? εἶπε G?τοτα κονG? ἀναίτιος […] τινὸς διὰ τὴν […] αὐτῷ καταG? κοG? κοG? πλὴν εἰ μή τι ὀφθεὶς ἠδίκηκας. μὴ ἀγνόει δὲ καὶ ἀδικηθεὶς αὐτὸς καὶ ὑβριζόμενος οὐ μετρίαν ἤδη ταύτην ὕβριν, τὸ ἅπαντας εἰδέναιτε καὶ φανερῶς οὕτως διαλέγεσθαι, ὅτι σου εἴη ὅδε ἐραστής · φθάνεις δὲ καὶ πρίν τι τῶν τοιῶνδε πρᾶξαι, τοὔνομα τῆς πράξεως ὑπομένων. καλοῦσί γ’οὖν σε οἱ πλεῖστοι τῶν πολιτῶν τὸν τοῦδε ἐρώμενον · ἐγὼ δέ σοι διαφυλάξω τοὔνομα καθαρὸν καὶ ἀνύβριστον. καλὸς γὰρ, οὐχὶ ἐρώμενος τό γε κατ’ἐμὲ ὀνομασθήσει. εἰ δὲ δὴ τούτῳ ὡς δικαίῳ τινὶ χρήσεται, ὅτι μᾶλλον ἐπιθυμεῖ, ἴστω, ὅτι οὐκ ἐπιθυμεῖ μᾶλλον ἀλλὰ ἰταμώτερον. τὰς δὲ μυίας καὶ τὰς ἐμπίδας μάλιστα ἀποσοβοῦμεν καὶ ἀπωθούμεθα, ὅτι ἀναιδέστατα καὶ ἰταμώτατα ἐπιπέτονται. τοῦτο μὲν οὖν καὶ θηρία ἐπίσταται φεύγειν μάλιστα πάντων τοὺς κυνηγέτας, καὶ τὰ πτηνὰ τοὺς θηρευτάς. καὶ πάντα δὴ τὰ ζῷα τούτους μάλιστα ἐκτρέπεται τοὺς μάλιστα ἐνεδρεύοντας καὶ διώκοντας. εἰ δέ τις οἴεται ἐνδοξότερον καὶ ἐντιμότερον εἶναι τὸ κάλλος διὰ τοὺς ἐραστάς, τοῦ παντὸς διαμαρτάνει. κινδυνεύετε μὲν γὰρ οἱ καλοὶ περὶ τοῦ κάλλους τῆς ἐς τοὺς ἀκούοντας πίστεως διὰ τοὺς ἐρῶντας · δι’ἡμᾶς δὲ τοὺς ἄλλους βεβαιοτέραν τὴν δόξαν κέκτησθε. εἰ γοῦν τις τῶν μηδέπω σε ἑωρακότων πυνθάνοιτο, ὁποῖός τις εἶ τὴν ὄψιν · ἐμοὶ μὲν ἂν πιστεύσαι ἐπαινοῦντι, μαθὼν, ὅτι οὐκ ἐρῶ · τῷ δὲ ἀπιστήσαι, ὡς οὐκ ἀληθῶς ἀλλ’ἐρωτικῶς ἐπαινοῦντι. ὅσοις μὲν οὖν λώβη τις σώματος καὶ αἶσχος καὶ ἀμορφία πρόσεστιν, εὔξαιντο ἂν εἰκότως ἐραστὰς αὑτοῖς γενέσθαι. οὐ γὰρ ἂν ὑπ’ἄλλων θεραπεύοιντο τῶν κατ’ἐρωτικὴν λύτταν καὶ ἀνάγκην προσιόντων. σὺ δ’ἐν τῷ τοιῷδε κάλλει οὐκ ἔσθ’ὅτι καρπώσει πλέον ὑπ’ἔρωτος. οὐδὲν γὰρ ἧττον δέονταί σου οἱ μὴ ἐρῶντες. ἀχρεῖοι δὲ οἱ ἐρασταὶ τοῖς ὄντως καλοῖς οὐδὲν ἧττον τοῖς δικαίως ἐπαινουμένοις οἱ κόλακες. ἀρετῇ δὲ καὶ δόξα καὶ τιμὴ καὶ κέρδος. κόσμος θαλάττῃ μὲν ναῦται καὶ κυβερνῆται καὶ τριήραρχοι καὶ ἔμποροι καὶ οἱ ἄλλως πλέοντες · οὐ μὰ Δία δελφῖνες, οἷς ἀδύνατον τὸ ζῆν ὅτι μὴ ἐν θαλάττῃ, καλοῖς δὲ ἡμεῖς οἱ τηνάλλως ἐπαινοῦντες καὶ ἀσπαζόμενοι, οὐχὶ ἐρασταί, οἷς ἀβίωτον ἂν εἴη στερομένοις τῶν παιδικῶν. εὕροις δ’ἂν σκοπῶν πλείστης ἀδοξίας αἰτίους μὲν ὄντας τοὺς ἐραστάς · ἀδοξίαν δὲ φεύγειν ἅπαντας μὲν χρὴ τοὺς εὐφρονοῦντας, μάλιστα δὲ τοὺς νέους, οἷς ἐπὶ μακρότερον ἐνκείσεται τὸ κακὸν ἐν ἀρχῇ μακροῦ βίου προσπεσόν. ὥσπερ οὖν ἱερῶν καὶ θυσίας, οὕτω καὶ τοῦ βίου τοὺς ἀρχομένους εὐλογίας, μάλιστα πρέπει ἐπιμελεῖσθαι […] τοῖς τῶν […] εἰς ἐσχάτην ἀδοξίαν αG? τούτους δὴ τοὺς χρηστοὺς ἐραστὰς ἐξὸν εἰG? πέντε καὶ G?α νεικG?νον χρῆμα ἐρασταῖς […] τουG? γὰρ οἱ ἐρῶντες διὰ τῶν τοιῶνδε φορημάτων οὐκ ἐκείνους τιμῶσιν, ἀλλ’αὐτοὶ ἀλαζονεύονταίτε καὶ ἐπιδείκνυνται, καὶ ὡς εἰπεῖν ἐξορχοῦνται τὸν ἔρωτα. συγγράφει δέ, ὥς φασιν, σὸς ἐραστὴς ἐρωτικά τινα περὶ σοῦ συγγράμματα, ὡς τούτῳ δὴ μάλιστά σε δελεάσων καὶ προσαξόμενος καὶ αἱρήσων · τὰ δ’ἔστιν αἴσχη καὶ ὀνείδη καὶ βοή τις ἀκόλαστος ὑπὸ οἴστρου προπεμπομένη, ὁποῖαι θηρῶν βοσκημάτων ὑπὸ ἔρωτος βρυχωμένων χρεμετιζόντων μυκωμένων ὠρυομένων. τούτοις ἔοικεν τὰ τῶν ἐρώντων ᾄσματα. εἰ γοῦν ἐπιτρέψαις αὑτὸν τῷ ἐραστῇ χρῆσθαι ὅπου καὶ ὁπότε βούλοιτο, οὔτ’ἂν καιρὸν περιμείνας ἐπιτήδειον οὔτε τόπον οὔτε σχολὴν οὔτε ἐρημίαν, ἀλλὰ θηρίου δίκην ὑπὸ λύττης εὐθὺς ἵοιτο ἂν καὶ βαίνειν προθυμοῖτο μηδὲν αἰδούμενος. τοῦτο ἔτι προσθεὶς καταπαύσω τὸν λόγον · ὅτι πάντα θεῶν δῶρα καὶ ἔργα, ὅσα ἐς ἀνθρώπων χρείαντε καὶ τέρψιν καὶ ὠφέλειαν ἀφῖκται, τὰ μὲν αὐτῶν πάνυ καὶ πάντῃ θεῖα, γῆν φημι καὶ οὐρανὸν καὶ ἥλιον καὶ θάλατταν, ὑμνεῖν μὲν καὶ θαυμάζειν πεφύκαμεν, ἐρᾶν δὲ οὔ. καλῶν δέ τινων φαυλοτέρων καὶ ἀτιμοτέρας μοίρας τετυχηκότων, τούτων ἤδη φθόνος καὶ ἔρως καὶ ζῆλος καὶ ἵμερος ἅπτεται. καὶ οἱ μέν τινες κέρδους ἐρῶσιν, οἱ δὲ ὄψων αὖ, οἱ δὲ οἴνου. ἐν δὴ τῷ τοιῷδε ἀριθμῷ καὶ μερίδι καθίσταται τὸ κάλλος ὑπὸ τῶν ἐρώντων ὁμοῖον κέρδει καὶ ὄψῳ καὶ μέλιτι · ὑπὸ δὲ ἡμῶν τῶν θαυμαζόντων μέν, μὴ ἐρώντων δέ, ὅμοιον ἡλίῳ καὶ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ · τὰ γὰρ τοιαῦτα παντὸς ἔρωτος κρείττω καὶ ὑπέρτερα. ἕν τί σοι φράσω πρὸς τούτοις, καὶ σὺ πρὸς τοὺς ἄλλους λέγων παῖδας πιθανὸς εἶναι δόξεις. εἰκὸς δέ σε παρὰ μητρὸς τῶν ἀναθρεψαμένων μὴ ἀνήκοον εἶναι, ὅτι τῶν ἀνθῶν ἐστίν τι, δὴ τοῦ ἡλίου ἐρᾷ καὶ πάσχει τὰ τῶν ἐρώντων, ἀνατέλλοντος ἐπαιρόμενον καὶ πορευομένου περιτρεπόμενον, δύνοντος δὲ καταστρεφόμενον · ἀλλ’οὐδέν γε πλέον ἀπολαύει, οὐ δὲ εὐμενεστέρου πειρᾶται διὰ τὸν ἔρωτα τοῦ ἡλίου. ἀτιμότατον γοῦν ἐστιν φυτῶν καὶ ἀνθῶν οὔτε εἰς ἑορταζόντων θαλίας οὔτ’εἰς στεφάνους θεῶν ἀνθρώπων παραλαμβόμενον. ἔοικας, παῖ, τὸ ἄνθος τοῦτο ἰδεῖν ἐθέλειν · ἀλλ’ἔγωγέ σοι ἐπιδείξω, εἰ ἔξω τείχους πρὸς τὸν Ἰλισὸν ἅμα ἄμφω βαδίσαιμεν.