Marcus Cornelius Fronto
To Friends
Κορνηλιανὸν Σουλπίκιον φιλεῖν ἠρξάμην ἡσθεὶς τῷτε τρόπῳ τα- τἀνδρὸς καὶ τοῖς λόγοις. πέφυκεν γὰρ πρὸς λόγους ἄριστα. οὐκ ἂν δὲ ἔξαρνος εἴην τὰ πρῶτα παρ’ἐμοὶ φέρεσθαι τὴν ἐκ παιδείας φιλίαν συσταθεῖσαν. παιδείαν δὲ ταύτην λέγω τὴν τῶν ῥητόρων · αὕτη γὰρ δοκεῖ μοι ἀνθρωπίνη τις εἶναι · τῶν φιλοσόφων θεία τις ἔστω. βοήθησον οὖν τὰ δυνατὰ Κορνηλιανῷ ἀγαθῷ ἀνδρὶ κα- κἀμοὶ φίλῳ καὶ λογίῳ καὶ οὐ φιλοσόφῳ.