Diotimus

Epigrams

6.1
φωσφόρος ὦ σώτειρ’, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,
6.2
Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,
6.3
αὐτῷ καὶ γενεῇ τόπερ εὐμαρές · οὐ γὰρ ἀφαυρῶς
6.4
ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.
6.5
ἄλσος δ’, Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις
6.6
εἴη ἐπ’ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν,
6.1
χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ
6.2
λυσαμένη φιλότητ’ἦλθεν ἐς Ἡρακλέους.
6.3
ὄλβιος ἦσθα, κύπασσι, καὶ ἐς τότε καὶ πάλιν, ὡς νῦν.
7.1
οὐ δὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν, ὡς ὁ Μίκωνος
7.2
υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.
7.3
εἰ δὲ κάλυμμ’ὀλίγον, μὴ μέμφεο μικρὸς ὁ χῶρος,
7.4
ἀλλ’ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.
7.1
νυμφίον Εὐαγόρην ποτὶ πενθερὸν ἡ Πολυαίνου
7.2
Σκυλλὶς ἀν’εὐρείας ἦλθε βοῶσα πύλας,
7.3
παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον οὐ δ’ἄρ’ἐκείνη
7.4
χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,
7.5
δαιμονίη · τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων
7.6
οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.
7.7
τοῦτο δ’ἐπ’ἀμφοτέροισι πολύκλαυτον φιλότητος
7.8
ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.
7.1
† Αἰνόμενοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ
7.2
καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος
7.3
Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ’Ἀναξὼ
7.4
ἐν ζωῇ προπολεῦσ’ἐννέα δ’ἠελίων
7.5
ὀγδωκονταέτεις ἔτι λειπόμεθ’ἐς τόδ’ἱκέσθαι
7.6
τῆς μοίρης · ἐτέων δ’οὐ φθόνος † ἰσοσίη.
7.7
καὶ πόσιας καὶ τέκνα φιλήσαμεν αἱ δὲ παλαιαὶ
7.8
πρῶθ’ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.
12.1
νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος
12.2
ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος ·
12.3
εἶτα λέγεις “ἥδιον ἐμοὶ τόδε”. καὶ τίς ἂν εἴποι
12.4
κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;
16.1
ὡς πρέπει, Ἄρτεμίς εἰμ’· εὖ δ’Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς
16.2
μανύει Ζηνός, κοὐχ ἑτέρου θύγατρα.
16.3
τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις ·
16.4
πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.