Epigrams
“ἥτε Σάμου μεδέουσα καὶ λάχες Ἴμβρασον Ἥρη,
6.2δέξο γενεθλιδίους, πότνα, θυηπολίας,
6.3μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων,
6.4εἰ ὅσιοι μακάρων θεσμὸν ἐπιστάμεθα”.
6.5εὔχετ’ἐπισπένδων τάδε Μάξιμος · ἡ δ’ἐπένευσεν
6.6ἔμπεδα · Μοιράων δ’οὐκ ἐμέγηρε λίνα.
6.1Καρπαθίην ὅτε νυκτὸς ἅλα στρέψαντος ἀήτου
6.2λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας,
6.3εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε
6.4δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης,
6.5ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις
6.6Διογένης ἀλέκοις δ’ἀνέρι καὶ πενίην.
9.1πύργος ὅδ’εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ
9.2τα- ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.
9.1Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω
9.2οἷος Ἀχιλλείδης πρόσθε Νεοπτόλεμος,
9.3τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο
9.4νεῖται, ἐπ’ὠκυρόην Θύβριν ἀμειψάμενος,
9.5κοῦρος ἔτ’ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ὁ μὲν ἔγχει
9.6θῦεν ὁ δ’ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.
9.1Ἀδρήστειά σε δῖα, καὶ ἰχναίη σε φυλάσσοι
9.2παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις.
9.3δείδια σόντε φυῆς ἐρατὸν τύπον, ἠδὲ σά, κοῦρε,
9.4δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης,
9.5καὶ σοφίην, καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα,
9.6Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ἀθανάτων.
9.1Ζεύξιδος ἡ χροιήτε καὶ ἡ χάρις · ἐν δέ με μικρῇ
9.2κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ
9.3γράψας τοῦτ’ἔπορεν Σατυρήϊος. εἰμὶ δ’ἀνάσσης
9.4εἰκὼν, καὶ μεγάλης λείπομαι οὐ δ’ὀλίγον.