9.1εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον,
9.2κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,
9.3οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον,
9.4ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,
9.5παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη ·
9.6“ἐψεύσω, Σεμέλη, Βάκχον ἐγὼ δ’ἔτεκον”.