9.1ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
9.2δόγματα, ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
9.3τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον ἅδε γὰρ ἀνδρῶν
9.4μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.
9.5σαρκὸς δ’ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
9.6ἡ μία τῶν Μνήμης ᾔνεσε θυγατέρων ·