Asclepiades

Epigrams

5.1
λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια
5.2
ἥξειν, κοὐχ ἥκει · λύχνε, σὺ δ’, εἰ θεὸς εἶ,
5.3
τὴν δολίην ἀπάμυνον ὅταν φίλον ἔνδον ἔχουσα
5.4
παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.
5.1
νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,
5.2
πάντα τὰ πορφύροντ’ἐν χθονὶ σεῖε νέφη.
5.3
ἢν γάρ με κτείνῃς, τότε παύσομαι · ἢν δὲ μ’ἀφῇς ζῆν,
5.4
καὶ διαδὺς τούτων χείρονα, κωμάσομαι
5.5
ἕλκει γάρ μ’ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,
5.6
Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.
5.1
φείδῃ παρθενίης · καὶ τί πλέον; οὐ γὰρ ἐς ᾍδην
5.2
ἐλθοῦσ’εὑρήσεις τὸν φιλέοντα, κόρη.
5.3
ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος ·; ἐν δ’Ἀχέροντι
5.4
ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
5.1
αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ
5.2
μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,
5.3
οὓς δακρύοις κατέβρεξα · κάτομβρα γὰρ ὄμματ’ἐρώντων
5.4
ἀλλ’, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,
5.5
στάξαθ’ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν ἄμεινον
5.6
ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.
5.1
ὡμολόγησ’ἥξειν εἰς νύκτα μοι ἡ πιβόητος
5.2
Νικώ, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον
5.3
κοὐχ ἥκει, φυλακὴ δὲ παροίχεται. ἆρ’ἐπιορκεῖν
5.4
ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.
5.1
Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον,
5.2
πυκνὰ δι’ὑψορόφων φαινόμενον θυρίδων,
5.3
αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν,
5.4
Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.
5.1
Ἑρμιόνῃ πιθανῇ ποτ’ἐγὼ συνέπαιζον, ἐχούσῃ
5.2
ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,
5.3
χρύσεα γράμματ’ἔχον “διόλου” δ’ἐγέγραπτο, “φίλει με ·
5.4
καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ’ἕτερος”.
5.1
ἡ λαμυρὴ μ’ἔτρωσε Φιλαίνιον εἰ δὲ τὸ τραῦμα
5.2
μὴ σαφές, ἀλλ’ὁ πόνος δύεται εἰς ὄνυχα.
5.3
οἴχομ’, Ἔρωτες, ὄλωλα, διοίχομαι · εἰς γὰρ ἑταίραν
5.4
νυστάζων ἐπέβην, οἶδ’, ἔθιγοντ’Ἀίδα.
5.1
νύξ · σὲ γὰρ οὐκ ἄλλην μαρτύρομαι, οἷά μ’ὑβρίζει
5.2
Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτις ·
5.3
κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα. ταὐτὰ παθοῦσα
5.4
σοὶ μέμψαιτ’ἔτ’ἐμοῖς στᾶσα παρὰ προθύροις.
5.1
ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι,
5.2
οἶνος · καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.
5.3
ἀλλ’ὁ καλὸς Μόσχος πλέον ἴσχυεν. “αἰ σὺ γὰρ οὕτως
5.4
ἤλυες, οὐ δὲ θύρην πρὸς μίαν ἡσύχασας”.
5.5
τῇδε τοσαῦτ’ἐβόησα βεβρεγμένος · “ἄχρι τίνος, Ζεῦ;
5.6
Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες”.
5.1
ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταις
5.2
ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον ·
5.3
ἥδιον δ’ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας
5.4
χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπ’ἀμφοτέρων.
5.1
τῶν † καρίων ἡμῖν λάβε † κώλακας (ἀλλὰ πόθ’ἤξει),
5.2
καὶ πέντε στεφάνους τῶν ῥοδίνων. “τί τὸ” Πάξ;
5.3
οὐ φὴς κέρματ’ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις
5.4
τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ’ἔχομεν.
5.5
οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα,
5.6
Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους.
5.7
πέντ’οἶνος δραχμῶν ἀλλᾶς δύο […]
5.8
ὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες.
5.9
αὔριον αὐτὰ καλῶς λογιούμεθα · νῦν δὲ πρὸς Αἴσχραν
5.10
τὴν μυρόπωλιν ἰὼν, πέντε λάβ’ἀργυρέας.
5.11
εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ’ἐφίλησεν
5.12
ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.
5.1
εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ’Ἀμύντου
5.2
γλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια ·
5.3
καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)
5.4
εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.
5.5
καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε.
5.6
καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.
5.1
νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ’ἐπὶ Πλειάδα δύνει ·
5.2
κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,
5.3
τρωθεὶς τῆς δολίης κείνης πόθῳ · οὐ γὰρ ἔρωτα
5.4
Κύπρις, ἀνιηρὸν δ’ἐκ πυρὸς ἧκε βέλος.
5.1
Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,
5.2
χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,
5.3
ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν οὐ δὲ ποτ’αὐτῆς
5.4
μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης ·
5.5
ἦν γὰρ ἀκέντητος τελεοδρόμος · οὕνεκεν ὅπλον
5.6
σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.
5.1
αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης
5.2
φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,
5.3
εἰς δ’ἕτερ’αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,
5.4
μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας.
5.1
τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲ
5.2
τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.
5.3
εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες · ἀλλ’ὅτ’ἐκείνους
5.4
θάλψωμεν, λάμπουσ’ὡς ῥόδεαι κάλυκες.
6.1
νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματ’ἔγραψεν,
6.2
Κόνναρος ὀγδώκοντ’ἀστραγάλους ἔλαβεν,
6.3
κἀμέ, χάριν Μούσαις, τὸν κωμικὸν ὧδε Χάρητα
6.4
πρεσβύτην θορύβῳ θήκατο παιδαρίων.
7.1
ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,
7.2
ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,
7.3
ἀλλ’ἑτέρων πολλῶν δυνατώτερος · εἰ δ’Ἀίδας μοι
7.4
μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ’ὄνομα;
7.1
ἅδ’ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι
7.2
Αἴαντος τύμβῳ κειραμένα πλοκάμους,
7.3
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ’Ἀχαιοῖς
7.4
ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.
7.1
Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,
7.2
ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετ’Ἔρως.
7.3
ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ
7.4
πρωτοβόλου, δι’ὅσης ἤλθετε πυρκαϊῆς.
7.1
ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,
7.2
καὶ κύμαινε, βόαθ’ἡλίκα σοι δύναμις ·
7.3
ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν
7.4
κρήγυον, εὑρήσεις δ’ὀστέα καὶ σποδιήν.
7.1
ὦ παρ’ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,
7.2
εἰς Χίον εὖτ’ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,
7.3
ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος
7.4
ὤλεσεν, Εὐίππου δ’αὐτὸ λέλειπτ’ὄνομα.
9.1
Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα · τῶν δ’ἀπὸ Κόδρου
9.2
σεμνοτέρη πασῶν εἰμι δι’Ἀντίμαχον.
9.3
τίς γὰρ ἔμ’οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,
9.4
τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;
9.1
αὐταὶ ποιμαίνοντα μεσημβρινὰ μῆλά σε Μοῦσαι
9.2
ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,
9.3
καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,
9.4
ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,
9.5
δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,
9.6
τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ ·
9.7
οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργατε μολπαῖς
9.8
καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.
9.1
εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δ’ἀμεθύστῳ
9.2
γέγλυμμαι · τέχνης δ’ἡ λίθος ἀλλοτρίη.
9.3
ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ · ἐν γὰρ ἀνάσσης
9.4
χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.
12.1
οὐκ εἴμ’οὐ δ’ἐτέων δύο κεἴκοσι, καὶ κοπιῶ ζῶν.
12.2
Ὥρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;
12.3
ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,
12.4
ὡς τὸ πάρος παίξεσθ’ἄφρονες ἀστραγάλοις.
12.1
πῖν’, Ἀσκληπιάδη · τί τὰ δάκρυα ταῦτα; τί πάσχεις
12.2
οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,
12.3
οὐ δ’ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς
12.4
πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;
12.5
πίνωμεν Βάκχου ζωρὸν πόμα · δάκτυλος ἀώς ·
12.6
ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;
12.7
πίνωμεν, δύσερως · ⏑ μετά τοι χρόνον οὐκέτι πουλύν,
12.8
σχέτλιε, τὴν μακρὰν νύκτ’ἀναπαυσόμεθα.
12.1
εἰ πτερά σοι προσέκειτο, καὶ ἐν χερὶ τόξα καὶ ἰοί,
12.2
οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.
12.1
μικρὸς Ἔρως ἐκ μητρὸς ἔτ’εὐθήρατος ἀποπτάς,
12.2
ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι ·
12.3
ἀλλ’αὐτοῦ, φιλέωντε καὶ ἀζήλωτα φιληθείς,
12.4
οὐ πολλοῖς, εὐκρὰς δ’εἷς ἑνὶ συμφέρομαι.
12.1
οἶνος ἔρωτος ἔλεγχος · ἐρᾶν ἀρνεύμενον ἡμῖν
12.2
ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις.
12.3
καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε, καί τι κατηφὲς
12.4
ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.
12.1
πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο · νῦν δὲ τάλαιναν
12.2
οὐ δ’ὅσσον παίζων εἰς ἔμ’ἐπιστρέφεται.
12.3
οὐ δ’ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς · ἀλλ’ἀνιήσας
12.4
πολλάκις ἡδίων γίνετ’ἐρῶσι θεός.
12.1
Δόρκιον ἡ φιλέφηβος ἐπίσταται, ὡς ἁπαλὸς παῖς,
12.2
ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος,
12.3
ἵμερον ἀστράπτουσα κατ’ὄμματος, ἠδ’ὑπὲρ ὤμων
12.4
[…]
12.5
[…]
12.6
σὺν πετάσῳ γυμνὸν μηρὸν ἔφαινε χλαμύς.
12.1
οὔπω τοξοφορῶν οὐ δ’ἄγριος, ⏑ ἀλλὰ νεογνὸς
12.2
οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται,
12.3
δέλτον ἔχων χρυσέην τὰ Φιλοκράτεος δὲ Διαύλου
12.4
τραυλίζει ψυχῆς φίλτρα κατ’Ἀντιγένους.
12.1
εὗρεν Ἔρως τί καλῷ μίξει καλόν, οὐχὶ μάραγδον
12.2
χρυσῷ, ὃ μήτ’ἀνθεῖ, μήτε γένοιτ’ἐν ἴσῳ,
12.3
οὐ δ’ἐλέφαντ’ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον
12.4
Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.
12.1
τοῦθ’ὅ τί μοι λοιπὸν ψυχῆς, ὅ τι δή ποτ’, Ἔρωτες,
12.2
τοῦτό γ’ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε ·
12.3
ἢ μὴ δὴ τόξοις ἔτι βάλλετὲ μ’, ἀλλὰ κεραυνοῖς ·
12.4
ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.
12.5
ναί, ναί, βάλλετ’, Ἔρωτες · ἐνεσκληκὼς γὰρ ἀνίαις,
12.6
ἐξ ὑμέων τοῦτ’οὖν, εἴ γέ τι, βούλομ’ἔχειν.
13.1
ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον
13.2
τὰ Βότρυος περισσὰ δῆτα κήδη,
13.3
ὃς πρέσβυς ὀγδώκοντ’ἐτῶν τὸν ἐννέων ἔθαψεν
13.4
ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.
13.5
φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,
13.6
ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.