Archimelus

Epigram

7.1
τὴν Εὐριπίδεω μήτ’ἔρχεο, μήτ’ἐπιβάλλου,
7.2
δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα.
7.3
λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος · ἢν δέ τις αὐτὴν
7.4
εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος ·
7.5
ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,
7.6
ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.