Aristotle and the Aristotelian Corpus

Sophistical Refutations

1

1.1περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων ὄντων δὲ παραλογισμῶν ἀλλ’οὐκ ἐλέγχων λέγωμεν, ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων.

1.2ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται, φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται, κομμώσαντες αὑτούς. ἐπίτε τῶν ἀψύχων ὡσαύτως · καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δ’ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ καττιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ.

1.3τὸν αὐτὸν δὲ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος μὲν ἔστιν, δ’οὐκ ἔστι μέν, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν · οἱ γὰρ ἄπειροι ὥσπερ ἂν ἀπέχοντες πόρρωθεν θεωροῦσιν. μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστὶ τεθέντων ὥστε λέγειν ἕτερόν τι ἐξ ἀνάγκης τῶν κειμένων διὰ τῶν κειμένων, ἔλεγχος δὲ συλλογισμὸς μετ’ἀντιφάσεως τοῦ συμπεράσματος.

1.4οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς τόπος εὐφυέστατός ἐστι καὶ δημοσιώτατος διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι φέροντας, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις.

1.5τὸ δ’οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, τὰ δὲ πράγματα τὸν ἀριθμὸν ἄπειρά ἐστιν. ἀναγκαῖον οὖν πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. ὥσπερ οὖν κἀκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν ὑπὸ τῶν ἐπιστημόνων παρακρούονται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ.

1.6ἐπεὶ δ’ἐστί τισι μᾶλλον πρὸ ἔργου τὸ δοκεῖν εἶναι σοφοῖς τὸ εἶναι καὶ μὴ δοκεῖν (ἔστι γὰρ σοφιστικὴ φαινομένη σοφία οὖσα δ’οὔ, καὶ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ’οὐκ οὔσης), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ποιεῖν καὶ μὴ δοκεῖν.

1.7ἔστι δ’ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον περὶ ἕκαστον τοῦ εἰδότος ἀψευδεῖν μὲν αὐτὸν περὶ ὧν οἶδε, τὸν δὲ ψευδόμενον ἐμφανίζειν δύνασθαι · ταῦτα δ’ἐστὶ τὸ μὲν ἐν τῷ δύνασθαι δοῦναι λόγον, τὸ δ’ἐν τῷ λαβεῖν. ἀνάγκη οὖν τοὺς βουλομένους σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν · πρὸ ἔργου γάρ ἐστιν · γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι σοφόν, οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες.

1.8ὅτι μὲν οὖν ἔστι τι τοιοῦτον λόγων γένος, καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον. πόσα δ’ἐστὶν εἴδη τῶν λόγων τῶν σοφιστικῶν, καὶ ἐκ πόσων τὸν ἀριθμὸν δύναμις αὕτη συνέστηκε, καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα, καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην ἤδη λέγωμεν.

2

2.1ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέτταρα γένη, διδασκαλικοὶ καὶ διαλεκτικοὶ καὶ πειραστικοὶ καὶ ἐριστικοί, διδασκαλικοὶ μὲν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογιζόμενοι (δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), διαλεκτικοὶ δ’οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως, πειραστικοὶ δ’οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην (ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις), ἐριστικοὶ δ’οἱ ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συλλογιστικοὶ φαινόμενοι συλλογιστικοί. περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς ἄλλοις. περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λέγωμεν.

3

3.1πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, ἔλεγχος καὶ ψεῦδος καὶ παράδοξον καὶ σολοικισμὸς καὶ πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον · τοῦτο δ’ἐστὶ τὸ πολλάκις ἀναγκάζεσθαι ταὐτὸ λέγειν · τὸ μὴ ὄν, ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων.

3.2μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον δὲ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον δὲ σολοικίζειν ποιεῖν · τοῦτο δ’ἐστὶ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον · τελευταῖον δὲ τὸ πλεονάκις ταὐτὸ λέγειν.

4

4.1τρόποι δ’εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο · οἱ μὲν γάρ εἰσι παρὰ τὴν λέξιν, οἱ δ’ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ μὲν παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν · ταῦτα δ’ἐστὶν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. τούτου δὲ πίστις τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, ἄντε ληφθῇ τις ἄλλος, καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸ δηλώσαιμεν. εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι · τὰ γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί.

4.2τὸ γὰρ μανθάνειν ὁμώνυμον, τότε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. καὶ πάλιν ὅτι τὰ κακὰ ἀγαθά · τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα. διττὸν γὰρ τὸ δέον, τότ’ἀναγκαῖον, συμβαίνει πολλάκις καὶ ἐπὶ τῶν κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον), καὶ τἀγαθὰ δὲ δέοντά φαμεν εἶναι. ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι, καὶ κάμνειν καὶ ὑγιαίνειν.

4.3ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει · ἀνίστατο δ’ καθήμενος καὶ ὑγιάζετο κάμνων. τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν πάσχειν οὐχ ἓν σημαίνει, ἀλλ’ὁτὲ μὲν ὅτι νῦν κάμνων καθήμενος, ὁτὲ δ’ὃς ἔκαμνε πρότερον. πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ κάμνων · ὑγιαίνει δ’οὐ κάμνων, ἀλλ’ κάμνων, οὐ νῦν, ἀλλ’ πρότερον.

4.4παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε, τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους. καὶ ἆρ’ τις γινώσκει, τοῦτο γινώσκει; καὶ γὰρ τὸν γινώσκοντα καὶ τὸ γινωσκόμενον ἐνδέχεται ὡς γινώσκοντα σημῆναι τούτῳ τῷ λόγῳ. καὶ ἆρα ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δὲ τὸν κίονα, ὥστε ὁρᾷ κίων. καὶ ἆρα σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; φῂς δὲ λίθον εἶναι, σὺ ἄρα φῂς λίθος εἶναι. καὶ ἆρ’ἔστι σιγῶντα λέγειν; διττὸν γὰρ καὶ τὸ σιγῶντα λέγειν, τότε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα.

4.5εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, εἷς μὲν ὅταν λόγος τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετὸς καὶ κύων · εἷς δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν · τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς, οἷον τὸ ἐπίσταται γράμματα. ἑκάτερον μὲν γάρ, εἰ ἔτυχεν, ἕν τι σημαίνει, τὸ ἐπίσταται καὶ τὰ γράμματα · ἄμφω δὲ πλείω, τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν τῶν γραμμάτων ἄλλον.

4.6 μὲν οὖν ἀμφιβολία καὶ ὁμωνυμία παρὰ τούτους τοὺς τρόπους ἐστίν, παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. οὐ γὰρ ταὐτὰ σημαίνει, ἂν διελών τις εἴπῃ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν · καὶ τοῦθ’ὡσαύτως ἄν τις συνθῇ, τὸν μὴ γράφοντα γράφειν · σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφοντα γράφειν. ἐὰν δὲ μὴ συνθῇ, ὅτι ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν. καὶ μανθάνει νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἐπίσταται. ἔτι τὸ ἓν μόνον δυνάμενον φέρειν πολλὰ δύνασθαι φέρειν.

4.7παρὰ δὲ τὴν διαίρεσιν, ὅτι τὰ πέντ’ἐστὶ δύο καὶ τρία, καὶ περιττὰ καὶ ἄρτια, καὶ τὸ μεῖζον ἴσον · τοσοῦτον γὰρ καὶ ἔτι πρός. γὰρ αὐτὸς λόγος διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ ταὐτὸ σημαίνειν ἂν δόξειεν, οἷον Ἐγώ σ’ἔθηκα δοῦλον ὄντ’ελεύθερον καὶ τὸ Πεντήκοντ’ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.

4.8παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα Τὸ μὲν Ροὗ καταπύθεται ὄμβρῳ. λύουσι γὰρ αὐτὸ τῇ προσῳδίᾳ, λέγοντες τὸ οὔ ὀξύτερον. καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς Ζεὺς εἶπεν Δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. τὰ μὲν οὖν τοιαῦτα παρὰ τὴν προσῳδίαν ἐστίν.

4.9οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ τὸ θῆλυ ἄρρεν, τὸ μεταξὺ θάτερον τούτων, πάλιν τὸ ποιὸν ποσὸν τὸ ποσὸν ποιόν, τὸ ποιοῦν πάσχον τὸ διακείμενον ποιεῖν, καὶ τἆλλα δ’, ὡς διῄρηται πρότερον. ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν. οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέγεται τῷ τέμνειν οἰκοδομεῖν · καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ, τὸ δὲ ποιεῖν τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

4.10οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν τόπων εἰσίν. τῶν δ’ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ τὸ ἁπλῶς μὴ ἁπλῶς ἀλλὰ πῇ ποῦ ποτὲ πρός τι λέγεσθαι, τρίτον δὲ τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον δὲ τὸ παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ τὸ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, ἕκτον δὲ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον δὲ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.

5

5.1οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμβεβηκότι ὑπάρχειν. ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις, καὶ καθ’οὗ κατηγορεῖται, ταῦτα πάντα ὑπάρχειν. οἷον εἰ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς αὑτοῦ ἕτερος · ἔστι γὰρ ἄνθρωπος. εἰ Σωκράτους ἕτερος, δὲ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου φασὶν ὡμολογηκέναι διὰ τὸ συμβεβηκέναι, οὗ ἔφησεν ἕτερον εἶναι, τοῦτον εἶναι ἄνθρωπον.

5.2οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε πῇ λέγεσθαι καὶ μὴ κυρίως, ὅταν τὸ ἐν μέρει λεγόμενον ὡς ἁπλῶς εἰρημένον ληφθῇ, οἷον εἰ τὸ μὴ ὄν ἐστι δοξαστόν, ὅτι τὸ μὴ ὂν ἔστιν · οὐ γὰρ ταὐτὸν εἶναίτέ τι καὶ εἶναι ἁπλῶς. πάλιν ὅτι τὸ ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μή ἐστιν, οἷον εἰ μὴ ἄνθρωπος. οὐ γὰρ ταὐτὸ μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι; φαίνεται δὲ διὰ τὸ πάρεγγυς τῆς λέξεως, καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ εἶναι καὶ τὸ μὴ εἶναί τι τοῦ μὴ εἶναι.

5.3ὁμοίως δὲ καὶ τὸ παρὰ τὸ πῇ καὶ τὸ ἁπλῶς. οἷον εἰ Ἰνδὸς ὅλος μέλας ὢν λευκός ἐστι τοὺς ὀδόντας · λευκὸς ἄρα καὶ οὐ λευκός ἐστιν. εἰ ἄμφω πῇ, ὅτι ἅμα τὰ ἐναντία ὑπάρχει. τὸ δὲ τοιοῦτον ἐπ’ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, οἷον εἰ λαβὼν τὸν Αἰθίοπα εἶναι μέλανα τοὺς ὀδόντας ἔροιτ’εἰ λευκός · εἰ οὖν ταύτῃ λευκός, ὅτι μέλας καὶ οὐ μέλας, οἴοιτο διειλέχθαι συλλογιστικῶς τελειώσας τὴν ἐρώτησιν.

5.4ἐπ’ἐνίων δὲ λανθάνει πολλάκις, ἐφ’ὅσων, ὅταν πῇ λέγηται, κἂν τὸ ἁπλῶς δόξειεν ἀκολουθεῖν, καὶ ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι πότερον αὐτῶν κυρίως ἀποδοτέον. γίνεται δὲ τὸ τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα · δοκεῖ γὰρ ἄμφω μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν, οἷον εἰ τὸ μὲν ἥμισυ λευκὸν τὸ δ’ἥμισυ μέλαν, πότερον λευκὸν μέλαν;

5.5οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμὸς τί ἔλεγχος, ἀλλὰ παρὰ τὴν ἔλλειψιν γίνονται τοῦ λόγου · ἔλεγχος μὲν γὰρ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων, ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ.

5.6τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ψεύσασθαι περί τινος. ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οἷον ὅτι ταὐτὸ διπλάσιον καὶ οὐ διπλάσιον · τὰ γὰρ δύο τοῦ μὲν ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. εἰ τὸ αὐτὸ τοῦ αὐτοῦ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλ’οὐ κατὰ ταὐτό · κατὰ μὲν γὰρ τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον. εἰ τοῦ αὐτοῦ καὶ κατὰ ταὐτὸ καὶ ὡσαύτως, ἀλλ’οὐχ ἅμα · διόπερ ἐστὶ φαινόμενος ἔλεγχος. ἕλκοι δ’ἄν τις τοῦτον καὶ εἰς τοὺς παρὰ τὴν λέξιν.

5.7οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως καὶ τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τὸ ἐξ ἀρχῆς αἰτεῖσθαι, φαίνονται δ’ἐλέγχειν διὰ τὸ μὴ δύνασθαι συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον.

5.8 δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν. ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τοδὶ , καὶ τοῦδε ὄντος οἴονται καὶ θάτερον εἶναι ἐξ ἀνάγκης. ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπέλαβον διὰ τὸ ἕπεσθαι τὸ ξανθὸν χρῶμα τῷ μέλιτι · καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν διάβροχος, ὑπολαμβάνομεν ὗσαι.

5.9τὸ δ’οὐκ ἀναγκαῖον. ἔντε τοῖς ῥητορικοῖς αἱ κατὰ τὸ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν. βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχός, τὸ ἑπόμενον ἔλαβον, ὅτι καλλωπιστὴς ὅτι νύκτωρ ὁρᾶται πλανώμενος. πολλοῖς δὲ ταῦτα μὲν ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ὁμοίως δὲ καὶ ἐν τοῖς συλλογιστικοῖς, οἷον Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν, λαβὼν τὸ μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ ὄντος οὐδὲν ἂν γενέσθαι), τὸ δὲ γενόμενον ἐξ ἀρχῆς γενέσθαι.

5.10εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχει τὸ πᾶν, ὥστ’ἄπειρον. οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν · οὐ γὰρ εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, γέγονεν, ὥσπερ οὐ δ’εἰ πυρέττων θερμός, καὶ τὸν θερμὸν ἀνάγκη πυρέττειν.

5.11 δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει δὲ τὸ τοιοῦτον ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς · ἐν τούτοις γὰρ ἀναγκαῖον ἀναιρεῖν τι τῶν κειμένων. ἐὰν οὖν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸς τὸ συμβαῖνον ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ἔλεγχος, οἷον ὅτι οὐκ ἔστι ψυχὴ καὶ ζωὴ ταὐτόν · εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τις γένεσις ἐναντίον · δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ζωὴ καὶ τὸ ζῆν γίνεσθαι · τοῦτο δ’ἀδύνατον · οὐκ ἄρα ταὐτὸν ψυχὴ καὶ ζωή.

5.12οὐ δὴ συλλελόγισται · συμβαίνει γάρ, κἂν μή τις ταὐτὸ φῇ τὴν ζωὴν τῇ ψυχῇ, τὸ ἀδύνατον, ἀλλὰ μόνον ἐναντίον ζωὴν μὲν θανάτῳ ὄντι φθορᾷ, φθορᾷ δὲ γένεσιν. ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι. καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον.

5.13οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον λόγοι τοιοῦτοί εἰσιν · οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. ἐπ’ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον ἀπόκρισιν, οἷον πότερον γῆ θάλαττά ἐστιν οὐρανός; ἐπ’ἐνίων δ’ἧττον, καὶ ὡς ἑνὸς ὄντος ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον, ἐλέγχεσθαι φαίνονται, οἷον ἆρ’οὗτος καὶ οὗτός ἐστιν ἄνθρωπος; ὥστ’ἄν τις τύπτῃ τοῦτον καὶ τοῦτον, ἄνθρωπον ἀλλ’οὐκ ἀνθρώπους τυπτήσει.

5.14 πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ’οὐκ ἀγαθά, πάντα ἀγαθὰ οὐκ ἀγαθά; ὁπότερον γὰρ ἂν φῇ, ἔστι μὲν ὡς ἔλεγχον ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν · τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν τῶν ἀγαθῶν μὴ ἀγαθὸν ψεῦδος. ὁτὲ δὲ προσληφθέντων τινῶν κἂν ἔλεγχος γίνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλά. εἰ γὰρ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δ’ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δ’ἔχειν. ὅταν οὖν τὸ μὲν ἔχῃ τὸ δὲ μὴ ἔχῃ, τὰ ἄμφω ἔσται ὁρῶντα τυφλά · ὅπερ ἀδύνατον.

6

6.1 δὴ οὕτως διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, πάντας ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους · ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας τρόπους εἰς τὸν τοῦ ἐλέγχου διορισμόν. πρῶτον μὲν εἰ ἀσυλλόγιστοι · δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι.

6.2ἔπειτα καὶ κατὰ τὰ μέρη τοῦ διορισμοῦ. τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν, οἷον τε ὁμωνυμία καὶ λόγος καὶ ὁμοιοσχημοσύνη (σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν), δὲ σύνθεσις καὶ διαίρεσις καὶ προσῳδία τῷ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον τοὔνομα διαφέρον.

6.3ἔδει δὲ καὶ τοῦτο, καθάπερ καὶ τὸ πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος συλλογισμὸς ἔσεσθαι, οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώπιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλ’οὐ συλλελόγισται, ἀλλ’ἔτι ἐρωτήματος δεῖ, ὅτι ταὐτὸν σημαίνει, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί.

6.4οἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται. τὸν αὐτὸν γὰρ ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου γίνεσθαι, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν · γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως. εἰ οὖν μή ἐστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος. οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδ’εἶναι, τοῦτο δ’ἐστὶ λευκόν, ἀνάγκη λευκὸν εἶναι διὰ τὸν συλλογισμόν.

6.5οὐ δ’εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ’αὐτῷ σχήματι εἶναι πρώτῳ ἀρχῇ, ὅτι σχῆμα ἀρχὴ πρῶτον τοῦτο. οὐ γὰρ σχῆμα οὐ δ’ πρῶτον, ἀλλ’ τρίγωνον, ἀπόδειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

6.6ὥστ’εἰ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη κατὰ συμβεβηκὸς ἔλεγχος. ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας. οἱ δ’οὐ δυνάμενοι διαιρεῖν ἐρωτώμενοι διδόασιν οὐ δόντες οἴονται δεδωκέναι.

6.7οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ κατάφασις καὶ ἀπόφασις. τοῦ γὰρ πῇ λευκοῦ τὸ πῇ οὐ λευκόν, τοῦ δ’ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος πῇ εἶναι λευκὸν ὡς ἁπλῶς εἰρημένου λαμβάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.

6.8φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν · διὸ καὶ προσηγορεύθησαν οὕτως · παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν φαντασία γίνεται, καὶ διαιρουμένοις οὕτως κοινὸν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ λόγου ἔλλειψιν.

6.9οἵτε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ. δεῖ γὰρ τὸ συμπέρασμα τῷ ταῦτ’εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις · καὶ πάλιν μὴ ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.

6.10οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος · τὸ γὰρ ἑπόμενον συμβέβηκε, διαφέρει δὲ τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν συμβεβηκὸς ἔστιν ἐφ’ἑνὸς μόνου λαβεῖν, οἷον ταὐτὸ εἶναι τὸ ξανθὸν καὶ μέλι καὶ τὸ λευκὸν καὶ κύκνον, τὸ δὲ παρεπόμενον ἀεὶ ἐν πλείοσιν · τὰ γὰρ ἑνὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά · διὸ γίνεται παρὰ τὸ ἑπόμενον ἔλεγχος.

6.11ἔστι δ’οὐ πάντως ἀληθές, οἷον ἂν λευκὸν κατὰ συμβεβηκός · καὶ γὰρ χιὼν καὶ κύκνος τῷ λευκῷ ταὐτόν. πάλιν, ὡς ἐν τῷ Μελίσσου λόγῳ, τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν, τὸ ἴσοις γίνεσθαι καὶ ταὐτὸ μέγεθος λαμβάνειν. ὅτι γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, καὶ τὸ ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ, ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν, τότε γεγονὸς καὶ τὸ πεπερασμένον.

6.12ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἴσων γινομένων εἰ τὰ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει. ὥστε τὸ ἑπόμενον λαμβάνει. ἐπεὶ οὖν παρὰ τὸ συμβεβηκὸς ἔλεγχος ἐν τῇ ἀγνοίᾳ τοῦ ἐλέγχου, φανερὸν ὅτι καὶ παρὰ τὸ ἑπόμενον. ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως.

6.13οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς μὴ διαιρεῖν τὸν τῆς προτάσεως λόγον. γὰρ πρότασίς ἐστιν ἓν καθ’ἑνός. γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἁπλῶς τοῦ πράγματος, οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου · ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἓν καθ’ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις τοιαύτη ἐρώτησις.

6.14ἐπεὶ δ’ συλλογισμὸς ἐκ προτάσεων, δ’ἔλεγχος συλλογισμός, καὶ ἔλεγχος ἔσται ἐκ προτάσεων. εἰ οὖν πρότασις ἓν καθ’ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ · φαίνεται γὰρ εἶναι πρότασις οὐκ οὖσα πρότασις. εἰ μὲν οὖν δέδωκεν ἀπόκρισιν ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος, εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, φαινόμενος ἔλεγχος.

6.15ὥστε πάντες οἱ τόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὅτι φαινομένη ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δ’ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον.

7

7.1 δ’ἀπάτη γίνεται τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν λόγον τῷ μὴ δύνασθαι διαιρεῖν τὸ πολλαχῶς λεγόμενον (ἔνια γὰρ οὐκ εὔπορον διελεῖν, οἷον τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν), τῶν δὲ παρὰ σύνθεσιν καὶ διαίρεσιν τῷ μηδὲν οἴεσθαι διαφέρειν συντιθέμενον διαιρούμενον τὸν λόγον, καθάπερ ἐπὶ τῶν πλείστων.

7.2ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν · οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν ἀνιέμενος καὶ ἐπιτεινόμενος λόγος, ἐπ’οὐδενὸς οὐκ ἐπὶ πολλῶν. τῶν δὲ παρὰ τὸ σχῆμα διὰ τὴν ὁμοιότητα τῆς λέξεως. χαλεπὸν γὰρ διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται · σχεδὸν γὰρ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές, μάλιστα δ’ἐπίσταται συνεπινεύειν, ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι καὶ ὡς ἓν ὑπακούομεν · τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὄν.

7.3διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος τρόπος θετέος, πρῶτον μὲν ὅτι μᾶλλον ἀπάτη γίνεται μετ’ἄλλων σκοπουμένοις καθ’αὑτούς ( μὲν γὰρ μετ’ἄλλου σκέψις διὰ λόγων, δὲ καθ’αὑτὸν οὐχ ἧττον δι’αὐτοῦ τοῦ πράγματος), εἶτα καὶ καθ’αὑτὸν ἀπατᾶσθαι συμβαίνει, ὅταν ἐπὶ τοῦ λόγου ποιῆται τὴν σκέψιν · ἔτι μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, δ’ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά, μη δὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν.

7.4ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον · μέρος γάρ τι τοῦ συμβεβηκότος τὸ ἑπόμενον. ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζεται, μη δ’ἀπὸ θατέρου χωρίζεσθαι θάτερον. τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πῇ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἀπάτη · ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ πῇ πῶς τὸ νῦν καθόλου συγχωροῦμεν.

7.5ὁμοίως δὲ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων, καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν · ἐν ἅπασι γὰρ ἀπάτη διὰ τὸ παρὰ μικρόν · οὐ γὰρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον διὰ τὴν εἰρημένην αἰτίαν.

8

8.1ἐπεὶ δ’ἔχομεν παρ’ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ’ὁπόσα οἱ σοφιστικοὶ γένοιντ’ἂν συλλογισμοὶ καὶ ἔλεγχοι. λέγω δὲ σοφιστικὸν ἔλεγχον καὶ συλλογισμὸν οὐ μόνον τὸν φαινόμενον συλλογισμὸν ἔλεγχον, μὴ ὄντα δέ, ἀλλὰ καὶ τὸν ὄντα μέν, φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος.

8.2εἰσὶ δ’οὗτοι οἱ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχοντες καὶ δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστικῆς. ἔστι δ’ πειραστικὴ μέρος τῆς διαλεκτικῆς · αὕτη δὲ δύναται συλλογίζεσθαι ψεῦδος δι’ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. οἱ δὲ σοφιστικοὶ ἔλεγχοι, ἂν καὶ συλλογίζωνται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ · καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις.

8.3ὅτι δ’ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον · παρ’ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογίσθαι, παρὰ ταῦτα κἂν τῷ ἀποκρινομένῳ δόξειεν, ὥστ’ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τούτων πάντων ἐνίων · γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη. πλὴν ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν.

8.4εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοὶ παρ’ὅσα καὶ φαινόμενος ἔλεγχος. δὲ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ · ἑκάστου γὰρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, εἰς τὸ ἀδύνατον καὶ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, καὶ ἀντὶ τοῦ καθ’αὑτὸ παρὰ τὸ συμβεβηκός, καὶ τὸ τούτου μόριον, παρὰ τὸ ἑπόμενον · ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ἐπὶ τοῦ λόγου συμβαίνειν · εἶτ’ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως παράτε τὸ ἐπί τι παρ’ἕκαστον τούτων · ἔτι παρὰ τὸ μὴ ἐναριθμουμένου τοῦ ἐν ἀρχῇ τὸ ἐν ἀρχῇ λαμβάνειν. ὥστ’ἔχοιμεν ἂν παρ’ὅσα γίνονται οἱ παραλογισμοί · παρὰ πλείω μὲν γὰρ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.

8.5ἔστι δ’ σοφιστικὸς ἔλεγχος οὐχ ἁπλῶς ἔλεγχος, ἀλλὰ πρός τινα · καὶ συλλογισμὸς ὡσαύτως. ἂν μὲν γὰρ μὴ λάβῃ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ παρὰ τὴν ὁμοιοσχημοσύνην τὸ μόνον τόδε καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτ’ἔλεγχοι οὔτε συλλογισμοὶ ἔσονται, οὔθ’ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον · ἐὰν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἁπλῶς δ’οὐκ ἔσονται · οὐ γὰρ ἓν σημαῖνον εἰλήφασιν, ἀλλὰ φαινόμενον, καὶ παρὰ τοῦδε.

9

9.1παρὰ πόσα δ’ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐ δεῖ πειρᾶσθαι λαμβάνειν ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’οὐδεμιᾶς ἐστὶ τέχνης · ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι, ὥστε δῆλον ὅτι καὶ αἱ ἀποδείξεις. ἔλεγχοι δ’εἰσὶ καὶ ἀληθεῖς · ὅσα γὰρ ἔστιν ἀποδεῖξαι, ἔστι καὶ ἐλέγξαι τὸν θέμενον τὴν ἀντίφασιν τοῦ ἀληθοῦς, οἷον εἰ σύμμετρον τὴν διάμετρον ἔθηκεν, ἐλέγξειεν ἄν τις τῇ ἀποδείξει ὅτι ἀσύμμετρος.

9.2ὥστε πάντων δεήσει ἐπιστήμονας εἶναι · οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπεράσματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ, οἱ δὲ παρὰ τὰς τῶν ἄλλων ἐπιστημῶν. ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις · καθ’ἑκάστην γὰρ τέχνην ἐστὶ ψευδὴς συλλογισμός, οἷον κατὰ γεωμετρίαν γεωμετρικὸς καὶ κατὰ ἰατρικὴν ἰατρικός. λέγω δὲ τὸ κατὰ τὴν τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς.

9.3δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν ληπτέον τοὺς τόπους · οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν. καὶ τὸν μὲν καθ’ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ ἐπιστήμονός ἐστι θεωρεῖν, εἴτε μὴ ὢν φαίνεται εἴτ’ἔστι, διὰ τί ἔστι · τὸν δ’ἐκ τῶν κοινῶν καὶ ὑπὸ μηδεμίαν τέχνην τῶν διαλεκτικῶν. εἰ γὰρ ἔχομεν ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν ἐξ ὧν οἱ ἔλεγχοι · γὰρ ἔλεγχός ἐστιν ἀντιφάσεως συλλογισμός, ὥστ’ εἷς δύο συλλογισμοὶ ἀντιφάσεως ἔλεγχός ἐστιν.

9.4ἔχομεν ἄρα παρ’ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτ’ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν · αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν. ἔχομεν δέ, παρ’ὁπόσα γίνονται, καὶ τοὺς φαινομένους, φαινομένους δὲ οὐχ ὁτῳοῦν ἀλλὰ τοῖς τοιοῖσδε · ἀόριστα γάρ ἐστιν, ἐάν τις σκοπῇ παρ’ὁπόσα φαίνονται τοῖς τυχοῦσιν. ὥστε φανερὸν ὅτι τοῦ διαλεκτικοῦ ἐστὶ τὸ δύνασθαι λαβεῖν παρ’ὅσα γίνεται διὰ τῶν κοινῶν ὢν ἔλεγχος φαινόμενος ἔλεγχος, καὶ διαλεκτικὸς φαινόμενος διαλεκτικὸς πειραστικός.

10

10.1οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες, τὸ εἶναι τοὺς μὲν πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν · ἄτοπον γὰρ τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν, ἀλλ’οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ὅταν μὴ χρῆται τῷ ὀνόματι, οἰόμενος ἐρωτᾶσθαι, ἐφ’ ἐρωτώμενος ἔδωκεν; τὸ δ’αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα. τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ’ ἔδωκεν διανοηθείς.

10.2εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο ἓν σημαίνειν καὶ ἐρωτῶν καὶ ἐρωτώμενος, οἷον ἴσως τὸν ὂν τὸ ἓν πολλὰ σημαίνει, ἀλλὰ καὶ ἀποκρινόμενος καὶ ἐρωτῶν Ζήνων ἓν οἰόμενος εἶναι ἠρώτησε, καὶ ἔστιν λόγος ὅτι ἓν πάντα, οὗτος πρὸς τοὔνομα ἔσται πρὸς τὴν διάνοιαν τοῦ ἐρωτωμένου διειλεγμένος. εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν.

10.3πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντινοῦν ἐστίν · οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ πρὸς τὴν διάνοιαν εἶναι, ἀλλ’ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. εἶτα πρὸς τοὔνομα πάντας ἐνδέχεται αὐτοὺς εἶναι. τὸ γὰρ πρὸς τοὔνομα τὸ μὴ πρὸς τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα.

10.4εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιαν · οἱ δέ φασι πάντας, καὶ διαιροῦνται πρὸς τοὔνομα πρὸς τὴν διάνοιαν εἶναι πάντας, ἄλλους δ’οὔ. ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα. ἀτόπως μὲν γὰρ καὶ εἴρηται τὸ παρὰ τοὔνομα φάναι πάντας τοὺς παρὰ τὴν λέξιν · ἀλλ’οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ τὸν ἀποκρινόμενον πρὸς τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ ἐρώτημα τὸν λόγον αὐτὸν ἔχειν, πλείω σημαίνει.

10.5ὅλωςτε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι, ἀλλὰ μὴ πρότερον περὶ συλλογισμοῦ · γὰρ ἔλεγχος συλλογισμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον περὶ ψευδοῦς ἐλέγχου · ἔστι γὰρ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἐν τῷ συλλογισμῷ ἔσται τὸ αἴτιον ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντίφασιν), ὁτὲ δ’ἐν ἀμφοῖν, ἂν φαινόμενος ἔλεγχος.

10.6ἔστι δὲ μὲν τοῦ σιγῶντα λέγειν ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλλογισμῷ, δέ, μὴ ἔχοι τις, δοῦναι, ἐν ἀμφοῖν, δὲ ὅτι Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ κύκλου ἐν τῷ συλλογισμῷ. δ’ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός.

10.7ἀλλὰ δὴ ὅθεν λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μαθήμασι λόγοι πρὸς τὴν διάνοιάν εἰσιν οὔ; καὶ εἴ τινι δοκεῖ πολλὰ σημαίνειν τὸ τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τὸ σχῆμα ἐφ’οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρὸς τὴν διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου οὔ;

10.8ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, δὲ μὴ νοεῖ μη δ’οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; πῶς δεῖ ἐρωτᾶν πλὴν διδόναι διαίρεσιν, εἴτ’ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν οὔ, ἔστι μὲν ὡς οὔ, ἔστι δ’ὡς ναί; εἰ δή τις δοίη μηδαμῶς, δὲ διαλεχθείη, ἆρ’οὐ πρὸς τὴν διάνοιαν διείλεκται;

10.9καίτοι λόγος δοκεῖ τῶν παρὰ τοὔνομα εἶναι. οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν. ἀλλ’οἱ μὲν πρὸς τοὔνομά εἰσι · καὶ τοιοῦτοι οὐ πάντες, οὐχ ὅτι οἱ ἔλεγχοι, ἀλλ’οὐ δ’οἱ φαινόμενοι ἔλεγχοι. εἰσὶ γὰρ καὶ μὴ παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ ἕτεροι.

10.10εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι λέγω δὲ σιγῶντα λέγειν τὰ μὲν ὡδὶ τὰ δ’ὡδί · ἀλλὰ τοῦτό γ’ἐστὶ πρῶτον μὲν ἄτοπον, τὸ ἀξιοῦν (ἐνίοτε γὰρ οὐ δοκεῖ τὸ ἐρωτώμενον πολλαχῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν μὴ οἴεται) · ἔπειτα τὸ διδάσκειν τί ἄλλο ἔσται; φανερὸν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτ’ἐσκεμμένῳ μήτ’εἰδότι μήθ’ὑπολαμβάνοντι ὅτι ἄλλως λέγεται.

10.11ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο παθεῖν; ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν; εἰσὶ δὲ δυάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί. καὶ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη οὔ; ἔστι δ’ἐναντία τὰ μὲν γνωστὰ τὰ δ’ἄγνωστα. ὥστ’ἔοικεν ἀγνοεῖν τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν ἀλλ’αὐτὸν δῆλα ποιεῖν, τὸν δ’ἐρωτᾶν.

11

11.1ἔτι τὸ φάναι ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος. γὰρ πειραστική ἐστι διαλεκτική τις καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν ἀγνοοῦντα καὶ προσποιούμενον. μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός.

11.2καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν φαινόμενος συλλογισμός, περὶ ὧν διαλεκτικὴ πειραστική ἐστι, κἂν ἀληθὲς τὸ συμπέρασμα · τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι · καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην.

11.3τὰ γὰρ ψευδογραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπὸ τὴν τέχνην οἱ παραλογισμοί), οὐ δέ γ’εἴ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, οἷον τὸ Ἱπποκράτους τετραγωνισμὸς διὰ τῶν μηνίσκων. ἀλλ’ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον, εἰ καὶ τετραγωνίζεται κύκλος, ἀλλ’ὅτι οὐ κατὰ τὸ πρᾶγμα, διὰ τοῦτο σοφιστικός.

11.4ὥστε τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος, καὶ κατὰ τὸ πρᾶγμα φαινόμενος συλλογισμός, κἂν συλλογισμός, ἐριστικὸς λόγος · φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστ’ἀπατητικὸς καὶ ἄδικος. ὥσπερ γὰρ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καὶ ἔστιν ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἐριστική ἐστιν · ἐκεῖτε γὰρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτονται καὶ ἐνταῦθα οἱ ἐριστικοί.

11.5οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες δοκοῦσιν εἶναι, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμὸν σοφιστικοί · γὰρ σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπὸ σοφίας φαινομένης, διὸ φαινομένης ἀποδείξεως ἐφίενται. καὶ τῶν λόγων τῶν αὐτῶν μέν εἰσιν οἱ φιλέριδες καὶ σοφισταί, ἀλλ’οὐ τῶν αὐτῶν ἕνεκεν.

11.6καὶ λόγος αὐτὸς μὲν ἔσται σοφιστικὸς καὶ ἐριστικός, ἀλλ’οὐ κατὰ ταὐτόν, ἄλλ’ μὲν νίκης φαινομένης, ἐριστικός, δὲ σοφίας, σοφιστικός · καὶ γὰρ σοφιστική ἐστι φαινομένη σοφία τις ἀλλ’οὐκ οὖσα. δ’ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ψευδογράφος πρὸς τὸν γεωμετρικόν · ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται καὶ ψευδογράφος τὸν γεωμέτρην.

11.7ἀλλ’ μὲν οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ · δ’ὑπὸ τὴν διαλεκτικὴν περὶ μὲν τἆλλα ὅτι ἐριστικός ἐσται δῆλον. οἷον τετραγωνισμὸς μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, δὲ Βρύσωνος ἐριστικός · καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ’ πρὸς γεωμετρίαν μόνον διὰ τὸ ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τὸν δὲ πρὸς πολλούς, ὅσοι μὴ ἴσασι τὸ δυνατὸν ἐκ ἑκάστῳ καὶ τὸ ἀδύνατον · ἁρμόσει γάρ.

11.8 ὡς Ἀντιφῶν ἐτετραγώνιζεν. εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν διὰ τὸν Ζήνωνος λόγον, οὐκ ἰατρικός · κοινὸς γάρ. εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν τῷ ψευδογράφῳ πρὸς τὸν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός. νῦν δ’οὐκ ἔστιν διαλεκτικὸς περὶ γένος τι ὡρισμένον, οὐ δὲ δεικτικὸς οὐδενός, οὐ δὲ τοιοῦτος οἷος καθόλου. οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε εἰ εἴη, οἷόντε ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα.

11.9ὥστ’οὐδεμία τέχνη τῶν δεικνυουσῶν τινὰ φύσιν ἐρωτητική ἐστιν · οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι · συλλογισμὸς γὰρ οὐ γίνεται ἐξ ἀμφοῖον. δὲ διαλεκτικὴ ἐρωτητική ἐστιν. εἰ δ’ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν ἠρώτα. μὴ διδόντας γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι διαλέξεται πρὸς τὴν ἔνστασιν.

11.10 δ’αὐτὴν καὶ πειραστική. οὐ δὲ γὰρ πειραστικὴ τοιαύτη ἐστὶν οἵα γεωμετρία, ἀλλ’ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις. ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐ δ’ἐκ τῶν ἰδίων, ἀλλ’ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστιν εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι τὴν τέχνην, μὴ εἰδότα δ’ἀνάγκη ἀγνοεῖν. ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου πειραστικὴ ἐπιστήμη ἐστίν.

11.11διὸ καὶ περὶ πάντων ἐστί · πᾶσαι γὰρ αἱ τέχναι χρῶνται καὶ κοινοῖς τισίν. διὸ πάντες καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ διαλεκτικῇ καὶ πειραστικῇ · πάντες γὰρ μέχρι τινὸς ἐγχειροῦσιν ἀνακρίνειν τοὺς ἐπαγγελλομένους. ταῦτα δ’ἐστὶ τὰ κοινά · ταῦτα γὰρ οὐδὲν ἧττον ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν.

11.12ἐλέγχουσιν οὖν ἅπαντες · ἀτέχνως γὰρ μετέχουσι τούτου οὗ ἐντέχνως διαλεκτική ἐστι, καὶ τέχνῃ συλλογιστικῇ πειραστικὸς διαλεκτικός. ἐπεὶ δ’ἐστὶ πολλὰ μὲν ταῦτα καὶ κατὰ πάντων, οὐ τοιαῦτα δ’ὥστε φύσιν τινὰ εἶναι καὶ γένος, ἀλλ’οἷον αἱ ἀποφάσεις, τὰ δ’οὐ τοιαῦτα ἀλλὰ ἴδια, ἔστιν ἐκ τούτων περὶ ἁπάντων πεῖραν λαμβάνειν, καὶ εἶναι τέχνην τινά, καὶ μὴ τοιαύτην εἶναι οἷαι αἱ δεικνύουσαι. διόπερ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ψευδογράφος · οὐ γὰρ ἔσται παραλογιστικὸς ἐξ ὡρισμένου τινὸς γένους ἀρχῶν, ἀλλὰ περὶ πᾶν γένος ἔσται ἐριστικός.

11.13τρόποι μὲν οὖν εἰσὶν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων · ὅτι δ’ἐστὶ τοῦ διαλεκτικοῦ τὸ θεωρῆσαι περὶ τούτων καὶ δύνασθαι ταῦτα ποιεῖν, οὐ χαλεπὸν ἰδεῖν · γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν.

12

12.1καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων · περὶ δὲ τοῦ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξον ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) πρῶτον μὲν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνει μάλιστα. τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον ἐρωτᾶν θηρευτικόν ἐστι τούτων · εἰκῇ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον · εἰκῇ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον.

12.2τότε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον πρὸς διαλέγεται, καὶ τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τιν’εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ψεῦδος · ἐάντε ἐρωτώμενος φῇ ἀποφῇ τούτων τι, ἄγειν πρὸς ἐπιχειρήματος εὐπορεῖ. δυνατὸν δὲ νῦν ἧττον κακουργεῖν διὰ τούτων πρότερον · ἀπαιτοῦνται γὰρ τί τοῦτο πρὸς τὸ ἐν ἀρχῇ. στοιχεῖον δὲ τοῦ τυχεῖν ψεύδους τινὸς ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν, ἀλλὰ φάσκειν ἐρωτᾶν μαθεῖν βουλόμενον · χώραν γὰρ ἐπιχειρήματος σκέψις ποιεῖ.

12.3πρὸς δὲ τὸ ψευδόμενον δεῖξαι ἴδιος τόπος σοφιστικός, τὸ ἄγειν πρὸς τοιαῦτα πρὸς εὐπορεῖ λόγων · ἔσται δὲ καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη πρότερον.

12.4πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν ἐκ τίνος γένους διαλεγόμενος, εἶτ’ἐπερωτᾶν τοῖς πολλοῖς οὗτοι λέγουσι παράδοξον · ἔστι γὰρ ἑκάστοις τι τοιοῦτον. στοιχεῖον δὲ τούτων τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσιν. λύσις δὲ καὶ τούτων προσήκουσα φέρεται τὸ ἐμφανίζειν ὅτι οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον · ἀεὶ δὲ τοῦτο καὶ βούλεται ἀγωνιζόμενος.

12.5ἔτι δ’ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταίτε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν, οἷον τεθνάναι καλῶς μᾶλλον ζῆν ἡδέως φασὶ δεῖν καὶ πένεσθαι δικαίως μᾶλλον πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς ἀποκεκρυμμένας · ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν · γὰρ πρὸς τὰς φανερὰς πρὸς τὰς ἀφανεῖς δόξας ἐροῦσιν ἐναντία.

12.6πλεῖστος δὲ τόπος ἐστὶ τοῦ ποιεῖν παράδοξα λέγειν, ὥσπερ καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται λέγων, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο συμβαίνειν, παρὰ τὸ κατὰ φύσιν καὶ κατὰ τὸν νόμον · ἐναντία γὰρ εἶναι φύσιν καὶ νόμον, καὶ τὴν δικαιοσύνην κατὰ νόμον μὲν εἶναι καλὸν κατὰ φύσιν δ’οὐ καλόν.

12.7δεῖν οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν · ἀμφοτέρως γὰρ εἶναι λέγειν παράδοξα. ἦν δὲ τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι κἀκεῖνοι, καθάπερ καὶ οἱ νῦν, ἐλέγξαι παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν.

12.8ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς τῷ πατρὶ δεῖ πείθεσθαι, καὶ τὰ συμφέροντα πράττειν τὰ δίκαια, καὶ ἀδικεῖσθαι αἱρετώτερον βλάπτειν. δεῖ δ’ἄγειν εἰς τὰ τοῖς πολλοῖς καὶ τοῖς σοφοῖς ἐναντία, ἐὰν μὲν λέγῃ τις ὡς οἱ περὶ τοὺς λόγους, εἰς τὰ τοῖς πολλοῖς, ἐὰν δ’ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς ἐν λόγῳ.

12.9φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐδαίμονα δίκαιον εἶναι · τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα συνάγειν τὸ αὐτὸ τῷ εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν ἄγειν · μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατ’ἀλήθειαν λέγουσιν.

13

13.1καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων · περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν, μὲν λέγομεν τὸ ἀδολεσχεῖν, εἰρήκαμεν ἤδη. πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν · εἰ μηδὲν διαφέρει τὸ ὄνομα τὸν λόγον εἰπεῖν, διπλάσιον δὲ καὶ διπλάσιον ἡμίσεος ταὐτό, εἰ ἄρα ἐστὶν ἡμίσεος διπλάσιον, ἔσται ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ πάλιν ἂν ἀντὶ τοῦ διπλάσιον διπλάσιον ἡμίσεος τεθῇ, τρὶς ἔσται εἰρημένον, ἡμίσεος ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ ἆρά ἐστιν ἐπιθυμία ἡδέος; τοῦτο δ’ἐστὶν ὄρεξις ἡδέος · ἔστιν ἄρα ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.

13.2εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔντε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ αὐτὰ πρός τι λέγεται, καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν ἀποδίδοται. οἷον τε ὄρεξις τινὸς ὄρεξις καὶ ἐπιθυμία τινὸς ἐπιθυμία, καὶ τὸ διπλάσιον τινὸς διπλάσιον καὶ διπλάσιον ἡμίσεος. καὶ ὅσων οὐσία οὐκ ὄντων πρός τι ὅλως, ὧν εἰσὶν ἕξεις πάθη τι τοιοῦτον, ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται κατηγορουμένων ἐπὶ τούτοις. οἷον τὸ περιττὸν ἀριθμὸς μέσον ἔχων · ἔστι δ’ἀριθμὸς περιττός · ἔστιν ἄρα ἀριθμὸς μέσον ἔχων ἀριθμός. καὶ εἰ τὸ σιμὸν κοιλότης ῥινός ἐστιν, ἔστι δὲ ῥὶς σιμή, ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη.

13.3φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε διὰ τὸ μὴ προσπυνθάνεσθαι εἰ σημαίνει τι καθ’αὑτὸ λεχθὲν τὸ διπλάσιον οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τὸ αὐτὸ ἕτερον, ἀλλὰ τὸ συμπέρασμα λέγειν εὐθύς. ἀλλὰ φαίνεται διὰ τὸ τὸ ὄνομα ταὐτὸ εἶναι ταὐτὸ καὶ σημαίνειν.

14

14.1σολοικισμὸς δ’οἷον μέν ἐστιν εἴρηται πρότερον. ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ δοκεῖν, καθάπερ Πρωταγόρας ἔλεγεν, εἰ μῆνις καὶ πήληξ ἄρρεν ἐστίν · μὲν γὰρ λέγων οὐλομένην σολοικίζει μὲν κατ’ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, δὲ οὐλόμενον φαίνεται μὲν ἀλλ’οὐ σολοικίζει. δῆλον οὖν ὅτι κἂν τέχνῃ τις τοῦτο δύναιτο ποιεῖν · διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις.

14.2εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε, καὶ ὅταν πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ ἀλλὰ τὸ μεταξύ. τὸ μὲν οὗτος ἄρρεν σημαίνει, τὸ δ’αὕτη θῆλυ · τὸ δὲ τοῦτο θέλει μὲν τὸ μεταξὺ σημαίνειν, πολλάκις δὲ σημαίνει κἀκείνων ἑκάτερον, οἷον τί τοῦτο; Καλλιόπη, ξύλον, Κορίσκος.

14.3τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἅπασαι, τοῦ δὲ μεταξὺ αἱ μὲν αἱ δ’οὔ. δοθέντος δὴ πολλάκις τοῦτο, συλλογίζονται ὡς εἰρημένου τοῦτον · ὁμοίως δὲ καὶ ἄλλην πτῶσιν ἀντ’ἄλλης. δὲ παραλογισμὸς γίνεται διὰ τὸ κοινὸν εἶναι τὸ τοῦτο πλειόνων πτώσεων · τὸ γὰρ τοῦτο σημαίνει ὁτὲ μὲν οὗτος ὁτὲ δὲ τοῦτον.

14.4δεῖ δ’ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὗτος, μετὰ δὲ τοῦ εἶναι τὸ τοῦτον, οἷον ἔστι Κορίσκος, εἶναι Κορίσκον. καὶ ἐπὶ τῶν θηλέων ὀνομάτων ὡσαύτως, καὶ ἐπὶ τῶν λεγομένων μὲν σκευῶν, ἐχόντων δὲ θηλείας ἄρρενος κλῆσιν. ὅσα γὰρ εἰς τὸ ο καὶ τὸ ν τελευτᾷ, ταῦτα μόνα σκεύους ἔχει κλῆσιν, οἷον ξύλον, σχοινίον, τὰ δὲ μὴ οὕτως ἄρρενος θήλεος, ὧν ἔνια φέρομεν ἐπὶ τὰ σκεύη, οἷον ἀσκὸς μὲν ἄρρεν τοὔνομα, κλίνη δὲ θῆλυ.

14.5διόπερ καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως τὸ ἔστι καὶ τὸ εἶναι διοίσει. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις. ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν · ἄνθρωπος γὰρ καὶ λευκὸν καὶ πρᾶγμα καὶ ὄνομά ἐστιν.

14.6φανερὸν οὖν ὅτι τὸν σολοικισμὸν πειρατέον ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεσθαι.

14.7εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. διαφέρει δ’οὐ μικρόν, ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς. ἐφεξῆς οὖν τοῖς εἰρημένοις ταῦτα πρῶτον λεκτέον.

15

15.1ἔστι δὴ πρὸς τὸ ἐλέγχειν ἓν μὲν μῆκος · χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν. εἰς δὲ τὸ μῆκος τοῖς προειρημένοις στοιχείοις χρηστέον. ἓν δὲ τάχος · ὑστερίζοντες γὰρ ἧττον προορῶσιν. ἔτι δ’ὀργὴ καὶ φιλονεικία · ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντες. στοιχεῖα δὲ τῆς ὀργῆς τότε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παράπαν ἀναισχυντεῖν.

15.2ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι, ἐάντε πρὸς ταὐτὸ πλείους τις ἔχῃ λόγους, ἐάντε καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως · ἅμα γὰρ συμβαίνει πρὸς πλείω πρὸς τἀναντία ποιεῖσθαι τὴν φυλακήν. ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους · γὰρ κρύψις ἐστὶ τοῦ λαθεῖν χάριν, τὸ δὲ λαθεῖν τῆς ἀπάτης.

15.3πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ’ἂν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον, ὡς τοὐναντίον βουλόμενον, καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν · ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν. ὅταντ’ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολλάκις οὐκ ἐρωτητέον, ἀλλ’ὡς δεδομένῳ χρηστέον · ἐνίοτε γὰρ οἴονται καὶ αὐτοὶ δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην.

15.4ἐν οἷςτε μὴ ὀνόματι σημαίνεται τὸ καθόλου, ἀλλὰ τῇ ὁμοιότητι χρηστέον πρὸς τὸ συμφέρον · λανθάνει γὰρ ὁμοιότης πολλάκις. πρόςτε τὸ λαβεῖν τὴν πρότασιν τοὐναντίον παραβάλλοντα χρὴ πυνθάνεσθαι. οἷον εἰ δέοι λαβεῖν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν πάντ’ἀπειθεῖν; καὶ τὸ πολλάκις πολλά, πότερον πολλὰ συγχωρητέον ὀλίγα; μᾶλλον γάρ, εἴπερ ἀνάγκη, δόξειεν ἂν εἶναι πολλά · παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων, καὶ μείζων καὶ μεγάλα φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις.

15.5σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων, τὸ μηδὲν συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον, ἀλλὰ συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, οὐκ ἄρα τὸ καὶ τό.

15.6σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τῶν τοιούτων οὕτω ποιεῖσθαι, πότερόν σοι δοκεῖ; ἀνάγκη γάρ, ἂν τὸ ἐρώτημα ἐξ ὧν συλλογισμός, ἔλεγχον παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μη δὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ δόντος δὲ δοκεῖν δ’ὁμολογοῦντος ἐλεγχοειδές.

15.7ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον πρὸς τὰ ὑφ’ἑαυτοῦ λεγόμενα, πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν πράττειν, ἔτι πρὸς τοὺς δοκοῦντας τοιούτους πρὸς τοὺς ὁμοίους πρὸς τοὺς πλείστους πρὸς πάντας. ὥσπερτε καὶ ἀποκρινόμενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλλῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους, ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν, οἷον Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ.

15.8δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ τὸν ἀποκρινόμενον, ἂν προαισθάνηται, προενίστασθαι καὶ προαγορεύειν. ἐπιχειρητέον δ’ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχῃ τις ἐπιχειρεῖν · ὅπερ Λυκόφρων ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν.

15.9πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ δεῖν ἀποδιδόναι τὴν αἰτίαν, λεχθέντων δ’ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις, λέγειν τὴν ἀντίφασιν, τι ἔφησεν ἀποφῆσαι, ἀπέφησε φῆσαι, ἀλλὰ μὴ ὅτι τῶν ἐναντίων αὐτὴ ἐπιστήμη οὐχ αὐτή. οὐ δεῖ δὲ τὸ συμπέρασμα προτατικῶς ἐρωτᾶν · ἔνια δ’οὐ δ’ἐρωτητέον, ἀλλ’ὡς ὁμολογουμένῳ χρηστέον.

16

16.1ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται · περὶ δὲ ἀποκρίσεως, καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.

16.2χρήσιμοι μὲν οὖν εἰσὶ πρὸς μὲν φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενοι παρὰ τὴν λέξιν ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπίτε τῶν πραγμάτων συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων.

16.3δεύτερον δὲ πρὸς τὰς καθ’αὑτὸν ζητήσεις · γὰρ ὑφ’ἑτέρου ῥᾳδίως παραλογιζόμενος καὶ τοῦτο μὴ αἰσθανόμενος κἂν αὐτὸς ὑφ’αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν · τὸ γὰρ κοινωνοῦνται λόγων ψέγειν λόγους, μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ δι’ἀπειρίαν.

16.4ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰσὶν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. οὐ ταὐτὸν δ’ἐστὶ λαβόντατε τὸν λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαντᾶν δύνασθαι ταχέως. γὰρ ἴσμεν, πολλάκις μετατιθέμενον ἀγνοοῦμεν.

16.5ἔτι δ’, ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν , ἀμελέτητοι δ’ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν · καὶ γὰρ ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν · οὕτω καὶ ἐν τοῖς ἐλέγχοις εἰδότες παρ’ λόγος συμβαίνει συνεῖραι διαλῦσαι τὸν λόγον ἀποροῦμεν.

17

17.1πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως κατὰ τἀληθές. ὅλως γὰρ πρὸς ποὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ’ὡς φαινομένους · οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρὸς τὸ μὴ δοκεῖν διορθωτέον.

17.2εἰ γάρ ἐστιν ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς τἀμφίβολα καὶ τὴν ὁμωνυμίαν · οὐ γὰρ ποιεῖ συλλογισμόν. ἀλλ’οὐδενὸς ἄλλου χάριν προσδιαιρετέον ἀλλ’ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδές. οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γ’ἐρωτᾶν ἀμφίβολα καὶ τὰ παρὰ τὴν ὁμωνυμίαν, ὅσαιτ’ἄλλαι τοιαῦται παρακρούσεις, καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ.

17.3ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέλει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ’ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστ’ἔτυχεν ἐπὶ ταὐτὸν φέρων, ἄδηλον εἰ ἐλήλεγκται · ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν. εἰ δὲ διελὼν ἤρετο τὸ ὁμώνυμον τὸ ἀμφίβολον, οὐκ ἂν ἄδηλος ἦν ἔλεγχος.

17.4τ’ἐπιζητοῦσι νῦν μὲν ἧττον πρότερον δὲ μᾶλλον οἱ ἐριστικοί, τὸ ναί οὔ ἀποκρίνεσθαι τὸν ἐρωτώμενον, ἐγίνετ’ἄν. νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως, ἐπεὶ διελομένου γε ἱκανῶς ναί οὔ ἀνάγκη λέγειν τὸν ἀποκρινομενον.

17.5εἰ δέ τις ὑπολήψεται τὸν κατὰ ὁμωνυμίαν ἔλεγχον εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον · ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ἔφησεν ἀποφῆσαι ὄνομα, καὶ ἀπέφησε φῆσαι. ὡς γὰρ διορθοῦνταί τινες, οὐδὲν ὄφελος. οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικὸν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τὸν Κορίσκον μουσικὸν καὶ τοῦτον τὸν Κορίσκον ἄμουσον.

17.6 γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον τῷ τοῦτον τὸν Κορίσκον ἄμουσον εἶναι μουσικόν · ὅπερ ἅμα φησίτε καὶ ἀπόφησιν. ἀλλ’ἴσως οὐ ταὐτὸ σημαίνει · οὐ δὲ γὰρ ἐκεῖ τοὔνομα. ὥστε τι διαφέρει. εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσθήσει τὸ τινὰ τόνδε, ἄτοπον · οὐδὲν γὰρ μαλλον θατέρῳ · ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει.

17.7οὐ μὴν ἀλλ’ἐπειδὴ ἄδηλος μέν ἐστιν μὴ διορισάμενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται οὐκ ἐλήλεγκται, δέδοται δ’ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν ἀλλ’ἁπλῶς ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλ’ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν.

17.8συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοιαῦτα προτεινόντων, ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαίνειν · εἶτ’οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τὸν λόγον, πολλάκις ἀπήντησε παράδοξον. ὥστ’ἐπειδὴ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον.

17.9εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις ἐρώτημα, οὐ δ’ἂν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ’ ἔλεγχος οὔ. τί γὰρ διαφέρει ἐρωτῆσαι εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν; εἰ γὰρ πλείω δηλοῖ ἑνός, πλείω ἠρώτησεν.

17.10εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐ δ’εἰ κατὰ πάντων ἀληθές, ὥσπερ ἀξιοῦσί τινες. οὐδὲν γὰρ τοῦτο διαφέρει εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων · ἀμφοτέρως γὰρ πλείους αἱ προτάσεις · οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ τοῦτο μία ἐρώτησις.

17.11ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἅπαντα ναὶ οὒ ἀληθὲς εἶναι λέγειν · ἀλλ’ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει · ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. τοῦτο δ’ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις. εἰ οὖν μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὅτι οὐ δ’ἐπὶ τῶν ὁμωνύμων τὸ ναί οὔ λεκτέον. οὐ δὲ γὰρ εἰπὼν ἀποκέκριται ἀλλ’εἴρηκεν. ἀλλ’ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις διὰ τὸ λανθάνειν τὸ συμβαῖνον.

17.12ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐ δ’ἔλεγχοί τινες ὄντες δοκοῦσιν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις · ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. ἀποκριτέον δ’ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα · καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ’ἂν παρεξέλεγχος · ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν · οὕτω γὰρ ἂν οὔτ’ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν.

17.13ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντες, ἂν σύνεγγυς, ἀναιρετέον καὶ μὴ συγχωρητέον εἶναι ἔνια ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντος, ὅταντε τοιοῦτον ἀξιοῖ τις ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, δὲ ψεῦδος ἄδοξον, ταὐτὸ λεκτέον · τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως. ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παραβολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐ δ’ὡς προὔτεινε λαμβάνει · καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.

17.14ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τὸν εἰρημένον διορισμόν.

17.15ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἁπλῶς διαιρούμενον. δὲ συνυπονοοῦντες τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, παρὰ τοῦτο συμβαίνει ἔλεγχος, οἷον ἆρ’ ἂν Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων; ναί. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ μὴν ἄνθρωπός ἐστι τῶν ζῴων; ναί. κτῆμα ἄρα ἄνθρωπος τῶν ζῴων. τὸν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν, ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων. δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τὸ προτεινόμενον οὐ συγχωρητέον ἁπλῶς.

17.16ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρωτώμενον πρότερον δεῖ τὸ ἔλαττον διδόναι · χαλεπώτερον γὰρ συλλογίσασθαι ἐκ πλειόνων. ἐὰν δ’ἐπιχειρῇ ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ’οὐκ ἔστιν, ἂν λόγος ἀληθὴς , ἐναντίον φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου.

17.17ἐπεὶ δ’ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δ’οὔ, οἷον ὅσα ἀμφιδοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἀθάνατος ψυχὴ τῶν ζῴων, οὐ διώρισται τοῖς πολλοῖς) ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάσεις), ὡς διάμετρος ἀσύμμετρος.

17.18ἔτι οὗ τἀληθὲς ἀμφιδοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα περὶ τούτων. διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ποτέρως ἔχει τἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι · δὲ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγκτον.

17.19ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον καὶ προαγορευτέον · οὕτω γὰρ ἂν μάλιστα τὸν πυνθανόμενον κωλύσειεν.

18

18.1ἐπεὶ δ’ἐστὶν μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος, δὲ ψευδὴς συλλογισμὸς λέγεται διχῶς ( γὰρ εἰ συλλελόγισται ψεῦδος, εἰ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι συλλογισμός), εἴη ἂν τε εἰρημένη νῦν λύσις καὶ τοῦ φαινομένου συλλογισμοῦ παρὰ τί φαίνεται τῶν ἐρωτημάτων διόρθωσις. ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν.

18.2πάλιν δ’ἐπεὶ τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν · καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων, καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως · τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον · τὸ γὰρ συμπέρασμα ἀληθές.

18.3ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἀσυλλόγιστος, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ψεῦδος, ὅπως διαιροῦντες ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ὧδε ὧδε, καθάπερ ἐλέχθη πρότερον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόντε καὶ μὴ λύειν λόγον · τὸ μὲν γὰρ προϊδεῖν χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.

19

19.1τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω σημαῖνον, οἱ δὲ τὸ συμπέρασμα πολλαχῶς λεγόμενον, οἷον ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν, ἐν δὲ τῷ συνεπίστασθαι τὸν ἐπιστάμενον ἓν τῶν ἐρωτημάτων ἀμφίβολον. καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δ’οὐκ ἔστιν ἀλλὰ σημαίνει τὸ διττὸν τὸ μὲν ὂν τὸ δ’οὐκ ὄν.

19.2ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυφλὸν ὁρᾶν · ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. ὅσοις δ’ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν · οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο λόγος. ἐν ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ. ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ’ὡς οὔ, ὥσπερ τὸ σιγῶντα λέγειν, ὅτι ἔστιν ὡς, ἔστι δ’ὡς οὔ.

19.3καὶ τὰ δέοντα πρακτέον ἔστιν , ἔστι δ’ οὔ · τὰ γὰρ δέοντα λέγεται πολλαχῶς. ἐὰν δὲ λάθῃ, ἐπὶ τέλει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον · ἆρ’ἔστι σιγῶντα λέγειν; οὔ, ἀλλὰ τόνδε σιγῶντα. καὶ ἐν τοῖς ἔχουσι δὲ τὸ πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως. οὐκ ἄρα συνεπίστανται ὅτι ἐπίστανται; ναί, ἀλλ’οὐχ οἱ οὕτως ἐπιστάμενοι · οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ ἐπισταμένους οὐκ ἔστιν. ὅλωςτε μαχετέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ἔφησεν ἀπέφησε πρᾶγμα, ἀλλ’ὄνομα · ὥστ’οὐκ ἔλεγχος.

20

20.1φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον · ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν διαίρεσιν. ἆρ’ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ἐτύπτετο, τούτῳ σὺ εἶδες; ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων, ἀλλ’ἔστι παρὰ σύνθεσιν.

20.2οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν · οὐ γὰρ αὐτὸς λόγος γίνεται διαιρούμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ προσῳδίᾳ λεχθὲν σημαίνει ἕτερον. ἀλλ’ἐν μὲν τοῖς γεγραμμένοις ταὐτὸν ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον καὶ ὡσαύτως, κἀκεῖ δ’ἤδη παράσημα ποιοῦνται, τὰ δὲ φθεγγόμενα οὐ ταὐτά. ὥστ’οὐ διττὸν τὸ παρὰ διαίρεσιν. φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.

20.3διαιρετέον οὖν τῷ ἀποκρινομένῳ · οὐ γὰρ ταὐτὸν ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον. καὶ Εὐθυδήμου δὲ λόγος, ἆρ’οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν; καὶ πάλιν, ἆρ’ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι; εἴη δ’ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός · ὥστ’ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός. ἆρ’ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα · σπουδαῖον ἄρα μάθημα τὸ κακόν.

20.4ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν. ἀλλ’ἐστὶ κακῶν σπουδαία ἐπιστήμη. ἆρ’ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα νῦν. ἄλλο σημαίνει διαιρεθέν · ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλ’οὐ νῦν γέγονας. ἆρ’ὡς δύνασαι καὶ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δ’ἔχεις δύναμιν τοῦ κιθαρίζειν · κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων. οὐ τούτου ἔχει τὴν δύναμιν τοῦ οὐ κιθαρίζων κιθαρίζειν, ἀλλ’ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.

20.5λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν · οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν · οὐ ταὐτὸν δ’εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν · τῶν γὰρ παρὰ ταὐτὸν λόγων αὐτὴ λύσις, αὕτη δ’οὐχ ἁρμόσει ἐπὶ πάντας οὐ δὲ πάντως ἐρωτωμένους, ἀλλ’ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.

21

21.1παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ἄν, οἷον οὗτος λόγος. ἆρά γ’ἐστὶ τὸ οὗ καταλύεις οἰκία; ναί. οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; ναί. ἔφησας δ’εἶναι τὸ οὗ καταλύεις οἰκίαν · οἰκία ἄρα ἀπόφασις. ὡς δὴ λυτέον, δῆλον · οὐ γὰρ ταὐτὸ σημαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν.

22

22.1δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν. μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει · δ’ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν, οἷον ἐν τῷδε τῷ λόγῳ.

22.2ἆρ’ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖντε καὶ πεποιηκέναι; οὔ. ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται. ἆρ’ἐστί τι τῶν πάσχειν ποιεῖν τι; οὔ. οὐκοῦν τὸ τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται, καὶ πάντα πάσχειν τι σημαίνει · πάλιν δὲ τὸ λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται · ἀλλὰ μὴν τό γ’ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν τι ἅμα καὶ ποιεῖν.

22.3εἰ δέ τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτὸ ποιεῖν καὶ πεποιηκέναι, τὸ ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν · προσδεῖ γὰρ τούτου τοῦ ἐρωτήματος · ἀλλ’ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, καὶ ὅσα ἄλλα ὁμοίως λέγεται.

22.4τὸ γὰρ λοιπὸν αὐτὸς προστίθησιν ἀκούων ὡς ὁμοίως λεγόμενον · τὸ δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. τὸ αὐτὸ δὲ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις · οἴεται γὰρ ἐν τοῖς ὁμωνύμοις ἀγνὼς τῶν λόγων ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα · τὸ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ ἐφ’ἓν βλέπων λέγει τὸ ὁμώνυμον · οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.

22.5ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ τις ἔχων ὕστερον μὴ ἔχει ἀπέβαλεν · γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους. μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσον δὲ μὴ ἔχει ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. ἐρωτήσας οὖν ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα · τὰ γὰρ δέκα ποσά.

22.6εἰ οὖν ἤρετο ἐξ ἀρχῆς εἰ ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ τοσαῦτα τούτων τι. καὶ ὅτι δοίη ἄν τις μὴ ἔχει. οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. οὐ δέδωκεν οὐκ εἶχεν, ἀλλ’ὡς οὐκ εἶχε, τὸν ἕνα.

22.7τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐ δὲ τοιόνδε οὐ δὲ τοσόνδε, ἀλλ’ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ἄλλου. ὥσπερ οὖν εἰ ἤρετο ἆρ’ μή τις ἔχει δοίη ἄν, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις μὴ ἔχει. καὶ φανερὸν ὅτι οὐ συλλελόγισται · τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ὧδε διδόναι ἐστίν · ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυπηρῶς. ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες.

22.8ἆρ’ μὴ ἔχει χειρὶ τύπτοι ἄν; μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; οὐ γὰρ ἔχει ἕνα μόνον. λύουσι μὲν οὖν τινὲς λέγοντες καὶ ὡς ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ’ὁτιοῦν πλείω ἔχων. οἱ δὲ καὶ ὡς ἔχει ἔλαβεν · ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον · καὶ οὗτός γ’ἔχει, φασί, μίαν μόνην παρὰ τούτου ψῆφον.

22.9οἱ δ’εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει, ἔχειν ὀξύν. ἀλλ’ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόντε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων · οἷον εἰ ἔστι μὲν ἔστι δ’ οὔ, λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται · ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη λύσις · ἐν δὲ τοῖς προειρημένοις πάντων διδομένων οὐ δέ φαμεν γίνεσθαι συλλογισμόν.

22.10ἔτι δὲ καὶ οἵδ’εἰσὶ τούτων τῶν λόγων. ἆρ’ γέγραπται, ἔγραφέ τις; γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος · ἦν δ’ἀληθής, ὅτ’ἐγράφετο · ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής. τὸ γὰρ ψευδῆ ἀληθῆ λόγον δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει · γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. καὶ ἆρ’ μανθάνει μανθάνων, τοῦτ’ἐστὶν μανθάνει; μανθάνει δέ τις τὸ βραδὺ ταχύ.

22.11οὐ τοίνυν μανθάνει ἀλλ’ὡς μανθάνει εἴρηκεν. καὶ ἆρ’ βαδίζει τις πατεῖ; βαδίζει δὲ τὴν ἡμέραν ὅλην. οὐχ βαδίζει ἀλλ’ὅτε βαδίζει εἴρηκεν · οὐ δ’ὅταν τὴν κύλικα πίνειν, πίνει ἀλλ’ἐξ οὗ. καὶ ἆρ’ τις οἶδεν μαθὼν εὑρὼν οἶδεν; ὦν δὲ τὸ μὲν εὗρε τὸ δ’ἔμαθε, τὰ ἄμφω οὐδέτέρον. μὲν ἅπαν, τὸ δ’ἅπαντα. καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’αὐτὸν καὶ τοὺς καθ’ἕκαστον.

22.12τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν οὐ τόδε τι, ἀλλὰ τοιόνδε τι πρός τι πῶς τῶν τοιούτων τι σημαίνει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἕτερον; τὸ μὲν γὰρ τόδε τι τὸ δὲ τοιόνδε σημαίνει, ὥστ’οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι · οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ ὅπερ τόδε τι εἶναι συγχωρεῖν.

22.13οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστιν. οὐ δ’εἴ τις τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ’ὅπερ ποιόν, οὐδὲν διοίσει · ἔσται γὰρ τὸ παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον ἄνθρωπος. φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ’ἤτοι ποιὸν πρός τι ποσὸν τῶν τοιούτων τι σημαίνειν.

23

23.1ὅλως δ’ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον ἔσται λύσις παρ’ ἐστιν λόγος. οἷον εἰ παρὰ σύνθεσιν λόγος, λύσις διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι. πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, βαρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ὀξεῖα. εἰ δὲ παρ’ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν, οἷον εἰ ἔμψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι, δηλοῦν ὡς ἔστιν ἔμψυχον · εἰ δ’ἄψυχον ἔφησεν, δ’ἔμψυχον συνελογίσατο, λέγειν ὡς ἔστιν ἄψυχον.

23.2ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας. εἰ δὲ παρ’ὁμοιότητα λέξεως, τὸ ἀντικείμενον ἔσται λύσις. ἆρ’ μὴ ἔχει, δοίη ἄν τις; οὐχ μὴ ἔχει, ἀλλ’ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. ἆρ’ ἐπίσταται, μαθὼν εὑρὼν ἐπίσταται; ἀλλ’οὐχ ἐπίσταται. καὶ εἰ βαδίζει πατεῖ, ἀλλ’οὐχ ὅτε. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

24

24.1πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν αὐτὴ λύσις πρὸς ἅπαντας. ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος, ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρχῃ, καὶ ἐπ’ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ’ἐνίων δ’οὔ φασιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντας ὁμοίως πρὸς ἅπαντας ὅτι οὐκ ἀναγκαῖον. ἔχειν δὲ δεῖ προφέρειν τὸ οἷον.

24.2εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός. ἆρ’οἶδας μέλλω σε ἐρωτᾶν; ἆρ’οἶδας τὸν προσιόντα τὸν ἐγκεκαλυμμένον; ἆρ’ ἀνδριὰς σόν ἐστιν ἔργον, σὸς κύων πατήρ; ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; φανερὸν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τὸ κατὰ τοῦ συμβεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι · μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν · τῷ δ’ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷτ’εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐ δὲ τῷ προσιόντι ἐγκεκαλυμμένῳ προσιόντιτε εἶναι καὶ Κορίσκῳ · ὥστ’οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ δὲ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ · οὐ δ’εἰ τοῦτ’ἐστὶν ἐμόν, ἔστι δ’ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ’ κτῆμα πρᾶγμα ἄλλο τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

24.3λύουσι δέ τινες ἀναιροῦντες τὴν ἐρώτησιν · φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό · τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες, ταὐτὸ μὲν εἰδέναι καὶ ἀγνοεῖν φασίν, ἀλλ’οὐ κατὰ ταὐτό.

24.4καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν · αὕτη δ’οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ’ἐπὶ τοῦ εἶναι πῶς ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ, οἷον εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ σός · εἰ γὰρ ἐπ’ἐνίων τοῦτ’ἐστὶν ἀληθὲς καὶ ἐνδέχεται ταὐτὸ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ’ἐνταῦθα οὐδὲν κοινωνεῖ τὸ λεχθέν.

24.5οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν. ἀλλ’οὐχ πάσης ἁμαρτίας ἐμφάνισις λύσις ἐστίν · ἐγχωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ’ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι. ὥστε καὶ εἴ τις ἐπιχειροίη συνάγειν ὡς ἀδύνατον, ἁμαρτάνει, κἂν εἰ μυριάκις συλλελογισμένος · οὐ γάρ ἐστιν αὕτη λύσις. ἦν γὰρ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ ψευδής · εἰ οὖν μὴ συλλελόγισται καὶ ἀληθὲς ψεῦδος ἐπιχειρεῖ συνάγειν, ἐκείνου δήλωσις λύσις ἐστίν.

24.6ἴσως δὲ καὶ τοῦτ’ἐπ’ἐνίων οὐδὲν κωλύει συμβαίνειν · πλὴν ἐπί γε τούτων οὐ δὲ τοῦτο δόξειεν ἄν · καὶ γὰρ τὸν Κορίσκον ὅτι Κορίσκος οἶδε, καὶ τὸ προσιὸν ὅτι προσιόν. ἐνδέχεσθαι δὲ δοκεῖ τὸ αὐτὸ εἰδέναι καὶ μή, οἷον ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν · οὕτω γὰρ τὸ αὐτὸ οἶδε καὶ οὐκ οἶδεν, ἀλλ’οὐ κατὰ ταὐτόν. τὸ δὲ προσιὸν καὶ Κορίσκον, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος, οἶδεν Ὁμοίως δ’ἁμαρτάνουσι καὶ οἱ λύοντες, ὅτι ἅπας ἀριθμὸς ὀλίγος, ὥσπερ οὓς εἴπομεν ·

24.7εἰ γὰρ μὴ συμπεραινομένου, τοῦτο παραλιπόντες, ἀληθὲς συμπεπεράνθαι φασί, πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον, ἁμαρτάνουσιν.

24.8ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ υἱὸς δοῦλος. καίτοι φανερὸν ὡς εἰ παρὰ τὸ πολλαχῶς λέγεσθαι φαίνεται ἔλεγχος, δεῖ τοὔνομα τὸν λόγον κυρίως εἶναι πλειόνων · τὸ δὲ τόνδ’εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέκνου · ἀλλὰ παρὰ τὸ συμβεβηκὸς σύνθεσίς ἐστιν. ἆρ’ἐστὶ τοῦτο σόν; ναί. ἔστι δὲ τοῦτο τέκνον · σὸν ἄρα τοῦτο τέκνον · ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ τέκνον, ἀλλ’οὐ σὸν τέκνον.

24.9καὶ τὸ εἶναι τῶν κακῶν τι ἀγαθόν · γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν. τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα. εἰ δ’ἄρα πολλαχῶς (καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ’οὔ τι κτῆμα) καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστίν, ἀλλ’οὐ τοῦτο τῶν κακῶν. παρὰ τὸ πῇ οὖν καὶ ἁπλῶς φαίνεται.

24.10καίτοι ἐνδέχεται ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ’οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλ’εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ, μᾶλλον. ἴσως δ’οὐ δ’οὕτως · οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα. οὐ δὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς · οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο λέγεται πολλαχῶς · καὶ γὰρ τὸ ἥμισυ εἰπόντες τοῦ ἔπους δός μοι Ἰλιάδα σημαίνομεν, οἷον τὸ Μῆνιν ἄειδε θέα.

25

25.25τοὺς δὲ παρὰ τὸ κυρίως τόδε πῇ ποῦ πῶς πρός τι λέγεσθαι καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῇ μέντοι ἑκάτερον πρός τι πῶς, τὸ μὲν πῇ τὸ δ’ἁπλῶς, οὐδὲν κωλύει. ὥστ’εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος. τοῦτο δ’ἐν τῷ συμπεράσματι θεωρητέον πρὸς τὴν ἀντίφασιν.

25.2εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ἔχοντες. ἆρ’ἐνδέχεται τὸ μὴ ὂν εἶναι; ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν. ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται · οὐ γὰρ ἔσται τι τῶν ὄντων. ἆρ’ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ἆρ’ἐγχωρεῖ τὸν αὐτὸν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔτε τὸ εἶναί τι καὶ εἶναι ταὐτόν; τὸ δὲ μὴ ὄν, οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς · οὔτ’εἰ εὐορκεῖ τόδε τῇδε, ἀνάγκη καὶ εὐορκεῖν, δ’ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ · οὐ δ’ ἀπειθῶν πείθεται, ἀλλά τι πείθεται.

25.3ὅμοιος δ’ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν · ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ψεύδεσθαι, δύσκολον φαίνεται. κωλύει δ’αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, πῇ δ’ἀληθῆ τινός, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ πότε · πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν. ἆρ’ ὑγίεια πλοῦτος ἀγαθόν; ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν · ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν.

25.4ἆρα τὸ ὑγιαίνειν δύνασθαι ἐν πόλει ἀγαθόν; ἀλλ’ἔστιν ὅτε οὐ βέλτιον · ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν. οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, τῷδε μὲν ἀγαθόν, ἀλλ’οὐ νῦν οὐκ ἐνταῦθ’ἀγαθόν. ἆρ’ μὴ βούλοιτ’ἂν φρόνιμος, κακόν; ἀποβαλεῖν δ’οὐ βούλεται τἀγαθόν · κακὸν ἄρα τἀγαθόν. οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν.

25.5ὁμοίως δὲ καὶ τοῦ κλέπτου λόγος. οὐ γὰρ εἰ κακόν ἐστιν κλέπτης, καὶ τὸ λαβεῖν ἐστὶ κακόν · οὔκουν τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν · τὸ γὰρ λαβεῖν ἀγαθὸν ἀγαθόν. καὶ νόσος κακόν ἐστιν, ἀλλ’οὐ τὸ ἀποβαλεῖν νόσον.

25.6ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλ’ἀποθανεῖν ἀδίκως αἱρετώτερον. ἆρα δίκαιόν ἐστιν τὰ αὑτοῦ ἔχειν ἕκαστον; δ’ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ψευδῆ, κύριά ἐστιν ἐκ τοῦ νόμου · τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον. καὶ πότερα δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα τὸν τὰ ἄδικα; ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἔπαθεν · ταῦτα δ’ἦν ἄδικα.

25.7οὐ γὰρ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως · ἀλλ’ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως δικαίως. καὶ τὸ ἔχειν τὰ αὑτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον · κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν κατὰ δόξαν τοῦ κρίναντος · οὐ γὰρ εἰ δίκαιον τοδὶ ὡδί, καὶ ἁπλῶς δίκαιον.

25.8ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι · οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐ δ’εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. ὤστ’οὐκ εἰ τὰ λεγόμενα ἄδικα, λέγων ἄδικα νικᾷ · λέγει γὰρ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.

26

26.1τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἐὰν δ’ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδί, ὥς ποτ’ἦν τὸ ἐλέγχεσθαι διωμολογημένον.

26.2εἰσὶ δὲ πάντες οἵδ’οἱ λόγοι παρὰ τὸ τοιοῦτο. ἆρ’ εἰδὼς ἕκαστον ὅτι ἕκαστον, οἶδε τὸ πρᾶγμα; καὶ ἀγνοῶν ὡσαύτως; εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος, ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ. ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον; γένοιτο δ’ἂν ἐκ τριπήχους τετράπηχυ κατὰ τὸ μῆκος · τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον · αὐτὸ ἄρα αὑτοῦ μεῖζον καὶ ἔλαττον.

27

27.1τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν δῆλον, οὐ δοτέον, οὐ δ’ἂν ἔνδοξον , λέγοντα τἀληθές. ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον · γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. εἶθ’ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ’ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον, ἐπὶ τῶν παρεξελέγχων.

28

28.1καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ τῶν ἑπομένων ἀκολούθησις. γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον · ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ’εἶναι μετὰ τοῦδε. κατὰ τὰς ἀντιθέσεις · εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ’ καὶ τοῦ Μελίσσου λόγος · εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ’εἰ ἀγένητος οὐρανός, καὶ ἄπειρος. τὸ δ’οὐκ ἔστιν · ἀνάπαλιν γὰρ ἀκολούθησις.

29

29.1ὅσοιτε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, σκοπεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον. κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλ’ὡς πρὸς τὸν λόγον, δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον.

30

30.1πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον. ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισίς ἐστιν, ὥστ’οὔτε πλείω καθ’ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ’ἓν καθ’ἑνὸς φατέον ἀποφατέον. ὥσπερ δὲ ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ’οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων.

30.2ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει · ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, πλείω κατὰ πλειόνων, καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δ’ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ’εὐλαβητέον. οἷον ἐν τοῖσδε τοῖς λόγοις.

30.3εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακὸν καὶ πάλιν μήτ’ἀγαθὸν μήτε κακόν · οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον, ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ’ἀγαθὸν οὔτε κακόν. καὶ εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτόν, καὶ ἄλλου ἕτερον · ἐπεὶ δ’οὐκ ἄλλοις ταὐτὰ ἀλλ’αὑτοῖς, καὶ ἕτερα αὑτῶν, ταὐτὰ ἑαυτοῖς ἕτερα καὶ ταὐτά. ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν ἐστιν, δύο γένοιτ’ἄν. δυοῖντε καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον, ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς.

30.4ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις · καὶ γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει · οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι · τοῦτο δ’οὐκ ἦν ἔλεγχος. ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων, ἀλλ’ἓν καθ’ἑνὸς φάντος ἀποφάντος, οὐκ ἔσται τὸ ἀδύνατον.

31

31.1περὶ δὲ τῶν ἀπαγόντων εἰς ταὐτὸ πολλάκις εἰπεῖν, φανερὸν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθ’αὑτὰς τὰς κατηγορίας, οἷον διπλάσιον ἄνευ τοῦ διπλάσιον ἡμίσεος, ὅτι ἐμφαίνεται. καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι, καὶ ὅλως ἐν τῇ ἀποφάσει φάσις · ἀλλ’ὅμως οὐκ εἴ τις λέγοι τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτὸ λευκὸν εἶναι.

31.2τὸ δὲ διπλάσιον οὐ δὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐ δὲ τὸ ἐν τῷ ἡμίσει · εἰ δ’ἄρα καὶ σημαίνει, ἀλλ’οὐ ταὐτὸ καὶ συνῃρημένον. οὐ δ’ ἐπιστήμη ἐν τῷ εἴδει, οἷον εἰ ἔστιν ἰατρικὴ ἐπιστήμη, ὅπερ τὸ κοινόν · ἐκεῖνο δ’ἦν ἐπιστήμη ἐπιστητοῦ. ἐν δὲ τοῖς δι’ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τὸ αὐτὸ χωρὶς καὶ ἐν τῷ λόγῳ τὸ δηλούμενον.

31.3τὸ γὰρ κοῖλον κοινῇ μὲν τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοικοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει, ἀλλὰ τὸ μὲν τῇ ῥινὶ τὸ δὲ τῷ σκέλει συμβαίνει · ἔνθα μὲν γὰρ τὸ σιμόν, ἔνθα δὲ τὸ ῥαιβὸν σημαίνει · καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ῥὶς κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’εὐθύ · ψεῦδος γάρ ἐστιν. οὐ γάρ ἐστι τὸ σιμὸν ῥὶς κοίλη ἀλλὰ ῥινὸς τοδί, οἷον πάθος, ὥστ’οὐδὲν ἄτοπον, εἰ ῥὶς σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός.

32

32.1περὶ δὲ τῶν σολοικισμῶν παρ’ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον, ὡς δὲ λυτέον, ἐπ’αὐτῶν τῶν λόγων ἔσται φανερόν. ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. ἆρ’ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; φῇς δ’εἶναί τι λίθον · ἔστιν ἄρα τι λίθον. τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ἀλλ’ὅν, οὐ δὲ τοῦτο ἀλλὰ τοῦτον · εἰ οὖν ἔροιτό τις, ἆρ’ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐ δ’εἰ ἔροιτο, ἆρ’ἣν λέγεις εἶναι, ἔστιν οὗτος; ξύλον δ’εἶπεν οὗτος, ὅσα μήτε θῆλυ μήτ’ἄρρεν σημαίνει, οὐδὲν διαφέρει.

32.2διὸ καὶ οὐ γίνεται σολοικισμός, εἰ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι · ἔστιν ἄρα ξύλον. δὲ λίθος καὶ τὸ οὗτος ἄρρενος ἔχει κλῆσιν. εἰ δή τις ἔροιτο, ἆρ’οὗτός ἐστιν αὕτη; εἶτα πάλιν, τί δ’; οὐχ οὗτός ἐστι Κορίσκος; εἶτ’εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐ δ’εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. εἰ δὲ μήτ’ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον.

32.3ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν οὗτος. εἰ δὲ μήτε ἔστι μήτε δίδοται, οὐ λεκτέον τὸ συμπέρασμα · φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. ἆρ’ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα · ἔστιν ἄρα αὕτη ἀσπίδα. οὐκ ἀνάγκη, εἰ μὴ τὸ αὕτη ἀσπίδα σημαίνει ἀλλ’ἀσπίς, τὸ δ’ἀσπίδα ταύτην.

32.4οὐ δ’εἰ φῂς εἶναι τοῦτον, ἐστὶν οὗτος, φῂς δ’εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα · οὐ γὰρ ἔστιν οὗτος Κλέωνα · εἴρηται γὰρ ὅτι φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον · οὐ δὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν. ἆρ’ἐπίστασαι τοῦτο; τοῦτο δ’ἐστὶ λίθος · ἐπίστασαι ἄρα λίθος.

32.5 οὐ ταὐτὸ σημαίνει τὸ τοῦτο ἐν τῷ ἆρ’ἐπίστασαι τοῦτο καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλ’ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. ἆρ’οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ’ἔχεις λίθου · ἐπίστασαι ἄρα λίθου. τὸ μὲν τούτου λίθου λέγεις, τὸ δὲ τοῦτον λίθον · ἐδόθη δ’, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι, οὐ τούτου, ἀλλὰ τοῦτο, ὥστ’οὐ λίθου ἀλλὰ τὸν λίθον.

32.6ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τίτε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.

33

33.1δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες. τὸν αὐτὸν γὰρ λόγον δεῖ καλεῖν τὸν παρὰ ταὐτὸ γινόμενον · αὐτὸς δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τὸ συμβεβηκὸς τοῖς δὲ παρ’ἕτερον δόξειεν ἂν εἶναι διὰ τὸ μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον.

33.2ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον, καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν. καὶ ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ’ὄπισθεν ἄμφω.

33.3καὶ καθαρὸς βορέας; οὐ δῆτα · ἀπεκτόνηκε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον. ἆρ’Εὔαρχος; οὐ δῆτα, ἀλλ’Ἀπολλωνίδης. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι. τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν · σημεῖον δὲ τούτων ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸν σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἕτερον.

33.4τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸν σημαίνειν τὸ ὂν καὶ τὸ ἕν · οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ἓν λέγεσθαι καὶ τὸ ὄν. ὁμοίως δὲ καὶ περὶ τοῦ συμβεβηκότος καὶ περὶ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων · καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.

33.5ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα · δάκνει γὰρ οὗτος μάλιστα. ἀπορία δ’ἐστὶ διττή, μὲν ἐν τοῖς συλλελογισμένοις, τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, δ’ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τὸ προταθέν. διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν. ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος, ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ.

33.6εἷς γὰρ ὢν λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς · ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν τοιοῦτος δριμύς, ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ’ ἐξ ἁπάντων ὁμοίων · οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον.

33.7τοῦτο δὲ χαλεπόν · ἀναιρετέον μὲν γάρ, τι δ’ἀναιρετέον, ἄδηλον. τῶν δ’ἐριστικῶν δριμύτατος μὲν πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται οὔ, καὶ πότερον παρὰ ψεῦδος διαίρεσίν ἐστιν λύσις, δεύτερος δὲ τῶν ἄλλων δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἀναίρεσίν ἐστι, μὴ φανερὸς δ’ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν διαίρεσιν λυτέος ἐστίν, ἀλλὰ πότερον αὕτη παρὰ τὸ συμπέρασμα παρά τι τῶν ἐρωτημάτων ἐστίν.

33.8ἐνίοτε μὲν οὖν μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν λίαν ἄδοξα ψευδῆ τὰ λήμματα · ἐνίοτε δ’οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ λόγος καὶ δι’, καὶ μὴ προσλαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης συλλογισμός, ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’ μὲν λόγος ἐπιεικής, δ’ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.

33.9ἔστιτε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον, ὅταν πλείονος χρόνου δεομένη λύσις τοῦ παρόντος καιροῦ τὸ διαλεχθῆναι πρὸς τὴν λύσιν.

33.10ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέντε ψευδόμενον καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δ’ἐκ τίνων συμβαίνει συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς τάξις τῶν ἐρωτημάτων, ἔτι πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶςτε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.

33.11προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων · τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθ’αὑτὴν καὶ τῆς πειραστικῆς. ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλάξομεν τὴν θέσιν ὡς δι’ἐνδοξοτάτων ὁμοτρόπως.

33.12τὴν δ’αἰτίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα, ἀλλ’οὐκ ἀπεκρίνετο · ὡμολόγει γὰρ οὐκ εἰδέναι. δεδήλωται δ’ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται, καὶ ὅθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον τακτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περίτε ἀποκρίσεων καὶ λύσεων τῶν πρὸς τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν.

33.13πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰρήκαμεν ἤδη πρότερον. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς προειλόμεθα, φανερόν · δεῖ δ’ἡμᾶς μὴ λεληθέναι τὸ συμβεβηκὸς περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ’ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον · τὰ δ’ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως.

33.14μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ λέγεται · διὸ καὶ χαλεπώτατον · ὅσῳ γὰρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι. ταύτης δ’εὑρημένης ῥᾷον τὸ προστιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν · ὅπερ καὶ περὶ τοὺς ῥητορικοὺς λόγους συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλλας πάσας τέχνας.

33.15οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐπὶ μικρόν τι προήγαγον · οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη · διόπερ οὐδὲν θαυμαστὸν ἔχειν τι πλῆθος τὴν τέχνην. ταύτης δὲ τῆς πραγματείας οὐ τὸ μὲν ἦν τὸ δ’οὐκ ἦν προεξειργασμένον, ἀλλ’οὐδὲν παντελῶς ὑπῆρχεν.

33.16καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν παίδευσις τῇ Γοργίου πραγματείᾳ. λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν ἑκάτεροι τοὺς ἀλλήλων λόγους.

33.17διόπερ ταχεῖα μὲν ἄτεχνος δ’ἦν διδασκαλία τοῖς μανθάνουσι παρ’αὐτῶν · οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἂν εἴ τις ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τὸ μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκοι, μη δ’ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων · οὗτος γὰρ βεβοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δ’οὐ παρέδωκεν.

33.18καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον ἄλλο λέγειν, ἀλλ’ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν τῶν ἠκροαμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ’εὑρημένοις πολλὴν ἔχειν χάριν.