The Eumenides
Πυθιας
Πυ.
Πυ.
1πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
2τὴν πρωτόμαντιν Γαῖαν · ἐκ δὲ τῆς Θέμιν,
3ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ’ἕζετο
4μαντεῖον, ὡς λόγος τις · ἐν δὲ τῷ τρίτῳ
5λάχει, θελούσης, οὐ δὲ πρὸς βίαν τινός,
6Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
7Φοίβη · δίδωσι δ’ἣ γενέθλιον δόσιν
8Φοίβῳ · τὸ Φοίβης δ’ὄνομ’ἔχει παρώνυμον.
9λιπὼν δὲ λίμνην Δηλίαντε χοιράδα,
10κέλσας ἐπ’ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
11ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦθ’ἕδρας.
12πέμπουσι δ’αὐτὸν καὶ σεβίζουσιν μέγα
13κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
14ἀνήμερον τιθέντες ἡμερωμένην.
15μολόντα δ’αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
16Δελφόςτε χώρας τῆσδε πρυμνήτης ἄναξ.
17τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
18ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις ·
19Διὸς προφήτης δ’ἐστὶ Λοξίας πατρός.
20τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
21Παλλὰς προναία δ’ἐν λόγοις πρεσβεύεται ·
22σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
23κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή ·
24Βρόμιος ἔχει τὸν χῶρον, οὐ δ’ἀμνημονῶ,
25ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
26λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον ·
27Πλειστοῦτε πηγὰς καὶ Ποσειδῶνος κράτος
28καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
29ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
31ἄριστα δοῖεν · κα- κεἰ παρ’Ἑλλήνων τινές,
32ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
33μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
34ἦ δεινὰ λέξαι, δεινὰ δ’ὀφθαλμοῖς δρακεῖν,
35πάλιν μ’ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
36ὡς μήτε σωκεῖν μήτε μ’ἀκταίνειν βάσιν,
37τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν ·
38δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
39ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν ·
40ὁρῶ δ’ἐπ’ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
41ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
42στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
43ἔχοντ’ἐλαίαςθ’ὑψιγέννητον κλάδον,
44λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45ἀργῆτι μαλλῷ · τῇδε γὰρ τρανῶς ἐρῶ.
46πρόσθεν δὲ τα- τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
47εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
48οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
49οὐ δ’αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50εἶδόν ποτ’ἤδη Φινέως γεγραμμένας
51δεῖπνον φερούσας · ἄπτεροί γε μὴν ἰδεῖν
52αὗται, μέλαιναι δ’ἐς τὸ πᾶν βδελύκτροποι ·
53ῥέγκουσι δ’οὐ πλατοῖσι φυσιάμασιν ·
54ἐκ δ’ὀμμάτων λείβουσι δυσφιλῆ λίβα ·
55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
56φέρειν δίκαιος οὔτ’ἐς ἀνθρώπων στέγας.
57τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ὁμιλίας
58οὐ δ’ἥτις αἶα τοῦτ’ἐπεύχεται γένος
59τρέφουσ’ἀνατεὶ μὴ μεταστένειν πόνον.
60τα- τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
61αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
62ἰατρόμαντις δ’ἐστὶ καὶ τερασκόπος
63καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Απολλων
Απ.
Απ.
64οὔτοι προδώσω · διὰ τέλους δέ σοι φύλαξ
65ἐγγὺς παρεστὼς καὶ πρόσω δ’ἀποστατῶν
66ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
67καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς ·
68ὕπνῳ πεσοῦσαι δ’αἱ κατάπτυστοι κόραι,
69γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70θεῶν τις οὐ δ’ἄνθρωπος οὐ δὲ θήρ ποτε.
71κακῶν δ’ἕκατι κα- κἀγένοντ’, ἐπεὶ κακὸν
72σκότον νέμονται Τάρταρόνθ’ὑπὸ χθονός,
73μισήματ’ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
74ὅμως δὲ φεῦγε μη δὲ μαλθακὸς γένῃ.
75ἐλῶσι γάρ σε καὶ δι’ἠπείρου μακρᾶς
76βιβῶντ’ἀν’αἰεὶ τὴν πλανοστιβῆ χθόνα
77ὑπέρτε πόντον καὶ περιρρύτας πόλεις.
78καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
79πόνον · μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
81κα- κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
82μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
83ὥστ’ἐς τὸ πᾶν σε τῶνδ’ἀπαλλάξαι πόνων ·
84καὶ γὰρ κτανεῖν σ’ἔπεισα μητρῷον δέμας.
Ορεστης
Ορ.
Ορ.
85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ’δικεῖν ·
86ἐπεὶ δ’ἐπίστᾳ, καὶ τὸ μὴ ’μελεῖν μάθε.
87σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Απολλων
Απ.
Απ.
88μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
89σὺ δ’, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90Ἑρμῆ, φύλασσε · κάρτα δ’ὢν ἐπώνυμος
91πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
92ἱκέτην — σέβει τοι Ζεὺς τόδ’ἐκνόμων σέβας —
93ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
94εὕδοιτ’ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95ἐγὼ δ’ὑφ’ὑμῶν ὧδ’ἀπητιμασμένη
96ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
97ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
98αἰσχρῶς δ’ἀλῶμαι · προυννέπω δ’ὑμῖν ὅτι
99ἔχω μεγίστην αἰτίαν κείνων ὕπο ·
100παθοῦσα δ’οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
101οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
102κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
103ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
104εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105ἐν ἡμέρᾳ δὲ μοῖρ’ἀπρόσκοπος βροτῶν.
106ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
107χοάςτ’ἀοίνους, νηφάλια μειλίγματα,
108καὶ νυκτίσεμνα δεῖπν’ἐπ’ἐσχάρᾳ πυρὸς
109ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
111ὁ δ’ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
112καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
113ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
114ἀκούσαθ’ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115ψυχῆς, φρονήσατ’, ὦ κατὰ χθονὸς θεαί.
116ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
Χορος
Χο.
Χο.
117(μυγμός).
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
118μύζοιτ’ἄν, ἁνὴρ δ’οἴχεται φεύγων πρόσω ·
119φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
Χορος
Χο.
Χο.
120(μυγμός).
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
121ἄγαν ὑπνώσσεις κα- κοὐ κατοικτίζεις πάθος ·
122φονεὺς δ’Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορος
Χο.
Χο.
123(μυγμός).
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
124ᾤζεις, ὑπνώσσεις · οὐκ ἀναστήσῃ τάχος;
125τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
Χορος
Χο.
Χο.
126(μυγμός).
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
127ὕπνος πόνοςτε κύριοι συνωμόται
128δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορος
Χο.
Χο.
129(μυγμὸς διπλοῦς ὀξύς).
130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
Κλυταιμηστρας Ειδωλον
Κλ.
Κλ.
131ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ’ἅπερ
132κύων μέριμναν οὔποτ’ἐκλείπων πόνου.
133τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
134μη δ’ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ’ὕπνῳ.
135ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν ·
136τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
137σὺ δ’αἱματηρὸν πνεῦμ’ἐπουρίσασα τῷ,
138ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
139ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορος
Χο.
Χο.
140ἔγειρ’, ἔγειρε καὶ σὺ τήνδ’, ἐγὼ δὲ σέ.
141εὕδεις; ἀνίστω, κα- κἀπολακτίσασ’ὕπνον,
142ἰδώμεθ’εἴ τι τοῦδε φροιμίου ματᾷ.
Χορος α
Χο.
Χο.
143ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι, —
Χορος β
Χο.
Χο.
144ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ, —
Χορος α
Χο.
Χο.
145ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
146ἄφερτον κακόν ·
Χορος β
Χο.
Χο.
147ἐξ ἀρκύων πέπτωκεν οἴχεταίθ’ὁ θήρ.
Χορος γ
Χο.
Χο.
148— ὕπνῳ κρατηθεῖσ’ἄγραν ὤλεσα.
Χορος
Χο.
Χο.
149ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ, —
150νέος δὲ γραίας δαίμονας καθιππάσω, —
151τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
152τοκεῦσιν πικρόν ·
153τὸν μητραλοίαν δ’ἐξέκλεψας ὢν θεός. —
154τί τῶνδ’ἐρεῖ τις δικαίως ἔχειν;
155ἐμοὶ δ’ὄνειδος ἐξ ὀνειράτων μολὸν
156ἔτυψεν δίκαν διφρηλάτου
157μεσολαβεῖ κέντρῳ
158ὑπὸ φρένας, ὑπὸ λοβόν. —
160πάρεστι μαστίκτορος δαΐου δαμίου
161βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
162τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
163κρατοῦντες τὸ πᾶν δίκας πλέον
164φονολιβῆ θρόνον
165περὶ πόδα, περὶ κάρα. —
166πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
167βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
169ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
170μυχὸν ἐχράνατ’αὐτόσσυτος, αὐτόκλητος,
171παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
172παλαιγενεῖς δὲ μοίρας φθίσας.
174κα- κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
175ὑπότε γᾶν φυγὼν οὔ ποτ’ἐλευθεροῦται.
176ποτιτρόπαιος ὢν δ’ἕτερον ἐν κάρᾳ
177μιάστορ’ἐκ γένους πάσεται.
Απολλων
Απ.
Απ.
179ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
180χωρεῖτ’, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
181μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
182χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
183ἀνῇς ὑπ’ἄλγους μέλαν’ἀπ’ἀνθρώπων ἀφρόν,
184ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει ·
186ἀλλ’οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
187δίκαι σφαγαίτε σπέρματόςτ’ἀποφθορᾷ
188παίδων κακοῦται χλοῦνις, ἠδ’ἀκρωνία,
189λευσμόςτε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190ὑπὸ ῥάχιν παγέντες. ἆρ’ἀκούετε
191οἵας ἑορτῆς ἔστ’ἀπόπτυστοι θεοῖς
192στέργηθρ’ἔχουσαι; πᾶς δ’ὑφηγεῖται τρόπος
193μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
194οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
196χωρεῖτ’ἄνευ βοτῆρος αἰπολούμεναι.
197ποίμνης τοιαύτης δ’οὔτις εὐφιλὴς θεῶν.
Χορος
Χο.
Χο.
198ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
199αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200ἀλλ’εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
Απολλων
Απ.
Απ.
201πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χορος
Χο.
Χο.
202ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
Απολλων
Απ.
Απ.
203ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;
Χορος
Χο.
Χο.
204κα- κἄπειθ’ὑπέστης αἵματος δέκτωρ νέου.
Απολλων
Απ.
Απ.
205καὶ προστραπέσθαι τούσδ’ἐπέστελλον δόμους.
Χορος
Χο.
Χο.
206καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Απολλων
Απ.
Απ.
207οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
Χορος
Χο.
Χο.
208ἀλλ’ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
Απολλων
Απ.
Απ.
209τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορος
Χο.
Χο.
210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Απολλων
Απ.
Απ.
211τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορος
Χο.
Χο.
212οὐκ ἂν γένοιθ’ὅμαιμος αὐθέντης φόνος.
Απολλων
Απ.
Απ.
213ἦ κάρτ’ἄτιμα καὶ παρ’οὐδὲν εἰργάσω
214Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215Κύπρις δ’ἄτιμος τῷδ’ἀπέρριπται λόγῳ,
216ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
217εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
218ὅρκου ’στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
219εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220τὸ μὴ τίνεσθαι μη δ’ἐποπτεύειν κότῳ,
221οὔ φημ’Ὀρέστην σ’ἐνδίκως ἀνδρηλατεῖν.
222τὰ μὲν γὰρ οἶδα κάρτα σ’ἐνθυμουμένην,
223τὰ δ’ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
224δίκας δὲ Παλλὰς τῶνδ’ἐποπτεύσει θεά.
Χορος
Χο.
Χο.
225τὸν ἄνδρ’ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
Απολλων
Απ.
Απ.
226σὺ δ’οὖν δίωκε καὶ πόνον πλείω τίθου.
Χορος
Χο.
Χο.
227τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.
Απολλων
Απ.
Απ.
228οὐ δ’ἂν δεχοίμην ὥστ’ἔχειν τιμὰς σέθεν.
Χορος
Χο.
Χο.
229μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
230ἐγὼ δ’, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
231μέτειμι τόνδε φῶτα κα- κἀκκυνηγετῶ.
Απολλων
Απ.
Απ.
232ἐγὼ δ’ἀρήξω τὸν ἱκέτηντε ῥύσομαι ·
233δεινὴ γὰρ ἐν βροτοῖσι κα- κἀν θεοῖς πέλει
234τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ’ἑκών.
Ορεστης
Ορ.
Ορ.
235ἄνασσ’Ἀθάνα, Λοξίου κελεύμασιν
236ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
237οὐ προστρόπαιον οὐ δ’ἀφοίβαντον χέρα,
238ἀλλ’ἀμβλὺς ἤδη προστετριμμένοςτε πρὸς
239ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
241σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
242πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
243αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
Χορος
Χο.
Χο.
244εἶεν · τόδ’ἐστὶ τα- τἀνδρὸς ἐκφανὲς τέκμαρ.
245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
246τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
247πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
248πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
249σπλάγχνον · χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250ὑπέρτε πόντον ἀπτέροις ποτήμασιν
251ἦλθον διώκουσ’, οὐδὲν ὑστέρα νεώς.
252καὶ νῦν ὅδ’ἐνθάδ’ἐστί που καταπτακών.
253ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
254ὅρα ὅρα μάλ’αὖ,
255λεύσσετε πάντα, μὴ
256λάθῃ φύγδα βὰς
257 ματροφόνος ἀτίτας.
258ὁ δ’αὖτέ γ’ ἀλκὰν ἔχων
259περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260ὑπόδικος θέλει γενέσθαι χρεῶν.
261τὸ δ’οὐ πάρεστιν · αἷμα μητρῷον χαμαὶ
262δυσαγκόμιστον, παπαῖ,
263τὸ διερὸν πέδοι χύμενον οἴχεται.
264ἀλλ’ἀντιδοῦναι δεῖ σ’ἀπὸ ζῶντος ῥοφεῖν
265ἐρυθρὸν ἐκ μελέων πέλανον · ἀπὸ δὲ σοῦ
266φεροίμαν βοσκὰν πώματος δυσπότου ·
267καὶ ζῶντά σ’ἰσχνάνασ’ἀπάξομαι κάτω,
268ἀντίποιν’ὡς τίνῃς ματροφόνου δύας.
269ὄψει δὲ κα- κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270ἢ θεὸν ἢ ξένον
271τιν’† ἀσεβῶν † ἢ τοκέας φίλους,
272ἔχονθ’ἕκαστον τῆς δίκης ἐπάξια.
273μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
274ἔνερθε χθονός,
275δελτογράφῳ δὲ πάντ’ἐπωπᾷ φρενί.
Ορεστης
Ορ.
Ορ.
276ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
277πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
278σιγᾶνθ’ὁμοίως · ἐν δὲ τῷδε πράγματι
279φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
280βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
281μητροκτόνον μίασμα δ’ἔκπλυτον πέλει ·
282ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
283Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
284πολὺς δέ μοι γένοιτ’ἂν ἐξ ἀρχῆς λόγος,
285ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
286287
καὶ νῦν ἀφ’ἁγνοῦ στόματος εὐφήμως καλῶ
288χώρας ἄνασσαν τῆσδ’Ἀθηναίαν ἐμοὶ
289μολεῖν ἀρωγόν · κτήσεται δ’ἄνευ δορὸς
290αὐτόντε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
291πιστὸν δικαίως ἐς τὸ πᾶντε σύμμαχον.
292ἀλλ’εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
293Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
294τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
295φίλοις ἀρήγουσ’, εἴτε Φλεγραίαν πλάκα
296θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
297ἔλθοι — κλύει δὲ καὶ πρόσωθεν ὢν θεός —
298ὅπως γένοιτο τῶνδ’ἐμοὶ λυτήριος.
Χορος
Χο.
Χο.
299οὔτοι σ’Ἀπόλλων οὐ δ’Ἀθηναίας σθένος
300ῥύσαιτ’ἂν ὥστε μὴ οὐ παρημελημένον
301ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ’ὅπου φρενῶν,
302ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
303οὐ δ’ἀντιφωνεῖς, ἀλλ’ἀποπτύεις λόγους,
304ἐμοὶ τραφείςτε καὶ καθιερωμένος;
305καὶ ζῶν με δαίσεις οὐ δὲ πρὸς βωμῷ σφαγείς ·
306ὕμνον δ’ἀκούσῃ τόνδε δέσμιον σέθεν.
307ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
308μοῦσαν στυγερὰν
309ἀποφαίνεσθαι δεδόκηκεν,
310λέξαιτε λάχη τὰ κατ’ἀνθρώπους
311ὡς ἐπινωμᾷ στάσις ἁμά.
312εὐθυδίκαιοι δ’οἰόμεθ’εἶναι ·
313τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ’
314οὔτις ἐφέρπει μῆνις ἀφ’ἡμῶν,
315ἀσινὴς δ’αἰῶνα διοιχνεῖ ·
316ὅστις δ’ἀλιτὼν ὥσπερ ὅδ’ἁνὴρ
317χεῖρας φονίας ἐπικρύπτει,
318μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
319παραγιγνόμεναι πράκτορες αἵματος
320αὐτῷ τελέως ἐφάνημεν.
321μᾶτερ ἅ μ’ἔτικτες, ὦ μᾶτερ
322Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
323ποινάν, κλῦθ’. ὁ Λατοῦς γὰρ
324ἶνίς μ’ἄτιμον τίθησιν
325τόνδ’ἀφαιρούμενος
326πτῶκα, ματρῷον
327ἅγνισμα κύριον φόνου.
328ἐπὶ δὲ τῷ τεθυμένῳ
329τόδε μέλος, παρακοπά,
330παραφορὰ φρενοδαλής,
331ὕμνος ἐξ Ἐρινύων,
332δέσμιος φρενῶν,
333ἀφόρμικτος, αὐονὰ βροτοῖς.
334τοῦτο γὰρ λάχος διανταία
335Μοῖρ’ἐπέκλωσεν ἐμπέδως ἔχειν,
336θνατῶν τοῖσιν αὐτουργίαι
337ξυμπέσωσιν μάταιοι,
338τοῖς ὁμαρτεῖν, ὄφρ’ἂν
339γᾶν ὑπέλθῃ · θανὼν δ’
340οὐκ ἄγαν ἐλεύθερος.
341ἐπὶ δὲ τῷ τεθυμένῳ
342τόδε μέλος, παρακοπά,
343παραφορὰ φρενοδαλής,
344ὕμνος ἐξ Ἐρινύων,
345δέσμιος φρενῶν,
346ἀφόρμικτος, αὐονὰ βροτοῖς.
349γιγνομέναισι λάχη τάδ’ἐφ’ἁμὶν ἐκράνθη ·
350ἀθανάτων δ’ἀπέχειν χέρας, οὐ δέ τις ἐστί
351συνδαίτωρ μετάκοινος ·
352παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
353–⏑–⏑–⏑–.
354δωμάτων γὰρ εἱλόμαν
355ἀνατροπάς, ὅταν Ἄρης
356τιθασὸς ὢν φίλον ἕλῃ.
357ἐπὶ τὸν ὧδ’ἱέμεναι
358κρατερὸν ὄνθ’ὅμως
359ἀμαυροῦμεν ὑφ’αἵματος νέου.
360σπεύδομεν αἵδ’ἀφελεῖν τινὰ τάσδε μερίμνας,
361θεῶν δ’ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,
362μη δ’εἰς ἄγκρισιν ἐλθεῖν ·
365Ζεὺς δ’αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
367ἇς ἀπηξιώσατο.
354aδωμάτων γὰρ εἱλόμαν
355aἀνατροπάς, ὅταν Ἄρης
356aτιθασὸς ὢν φίλον ἕλῃ.
357aἐπὶ τὸν ὧδ’ἱέμεναι
358aκρατερὸν ὄνθ’ὅμως
359aἀμαυροῦμεν ὑφ’αἵματος νέου.
368δόξαιτ’ἀνδρῶν καὶ μάλ’ὑπ’αἰθέρι σεμναὶ
369τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
370ἁμετέραις ἐφόδοις μελανείμοσιν,
371ὀρχησμοῖςτ’ἐπιφθόνοις ποδός.
372μάλα γὰρ οὖν ἁλομένα
373ἀνέκαθεν βαρυπεσῆ
374καταφέρω ποδὸς ἀκμάν,
375σφαλερὰ καὶ τανυδρόμοις
376κῶλα, δύσφορον ἄταν.
377πίπτων δ’οὐκ οἶδεν τόδ’ὑπ’ἄφρονι λύμᾳ ·
378τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
379καὶ δνοφεράν τιν’ἀχλὺν κατὰ δώματος
380αὐδᾶται πολύστονος φάτις.
372aμάλα γὰρ οὖν ἁλομένα
373aἀνέκαθεν βαρυπεσῆ
374aκαταφέρω ποδὸς ἀκμάν,
375aσφαλερὰ καὶ τανυδρόμοις
376aκῶλα, δύσφορον ἄταν.
381μένει γάρ. εὐμήχανοί
382τε καὶ τέλειοι, κακῶν
383τε μνήμονες σεμναὶ
384καὶ δυσπαρήγοροι βροτοῖς,
385ἄτιμ’ἀτίετα διόμεναι
386λάχη θεῶν διχοστατοῦντ’ἀνηλίῳ
387λάμπᾳ, δυσοδοπαίπαλα
388δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
389τίς οὖν τάδ’οὐχ ἅζεταί
390τε καὶ δέδοικεν βροτῶν,
391ἐμοῦ κλύων θεσμὸν
392τὸν μοιρόκραντον ἐκ θεῶν
393δοθέντα τέλεον; ἔτι δέ μοι
394μένει γέρας παλαιόν, οὐ δ’ἀτιμίας
395κύρω, καίπερ ὑπὸ χθόνα
396τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
Αθηνα
Αθ.
Αθ.
397πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
398ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
399ἣν δῆτ’Ἀχαιῶν ἄκτορέςτε καὶ πρόμοι,
400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
401ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
402ἐξαίρετον δώρημα Θησέως τόκοις ·
403ἔνθεν διώκουσ’ἦλθον ἄτρυτον πόδα,
404πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405406
καινὴν δ’ὁρῶσα τήνδ’ὁμιλίαν χθονὸς
407ταρβῶ μὲν οὐδέν, θαῦμα δ’ὄμμασιν πάρα.
408τίνες ποτ’ἐστέ; πᾶσι δ’ἐς κοινὸν λέγω ·
409βρέταςτε το- τοὐμὸν τῷδ’ἐφημένῳ ξένῳ,
410ὑμᾶςθ’ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
411οὔτ’ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
412οὔτ’οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
413λέγειν δ’ἄμομφον ὄντα τοὺς πέλας κακῶς
414πρόσω δικαίων ἠδ’ἀποστατεῖ θέμις.
Χορος
Χο.
Χο.
415πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
416ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
417Ἀραὶ δ’ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Αθηνα
Αθ.
Αθ.
418γένος μὲν οἶδα κληδόναςτ’ἐπωνύμους.
Χορος
Χο.
Χο.
419τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Αθηνα
Αθ.
Αθ.
420μάθοιμ’ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορος
Χο.
Χο.
421βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Αθηνα
Αθ.
Αθ.
422καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορος
Χο.
Χο.
423ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Αθηνα
Αθ.
Αθ.
424ἦ καὶ τοιαύτας τῷδ’ἐπιρροιζεῖς φυγάς;
Χορος
Χο.
Χο.
425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Αθηνα
Αθ.
Αθ.
426ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
Χορος
Χο.
Χο.
427ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Αθηνα
Αθ.
Αθ.
428δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορος
Χο.
Χο.
429ἀλλ’ὅρκον οὐ δέξαιτ’ἄν, οὐ δοῦναι θέλοι.
Αθηνα
Αθ.
Αθ.
430κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορος
Χο.
Χο.
431πῶς δή; δίδαξον · τῶν σοφῶν γὰρ οὐ πένῃ.
Αθηνα
Αθ.
Αθ.
432ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορος
Χο.
Χο.
433ἀλλ’ἐξέλεγχε, κρῖνε δ’εὐθεῖαν δίκην.
Αθηνα
Αθ.
Αθ.
434ἦ κα- κἀπ’ἐμοὶ τρέποιτ’ἂν αἰτίας τέλος;
Χορος
Χο.
Χο.
435πῶς δ’οὔ; σέβουσαί γ’ἀξίαν κα- κἀπ’ἀξίων.
Αθηνα
Αθ.
Αθ.
436τί πρὸς τάδ’εἰπεῖν, ὦ ξέν’, ἐν μέρει θέλεις;
437λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
438τὰς σάς, ἔπειτα τόνδ’ἀμυναθοῦ ψόγον ·
439εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
441σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
442τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ορεστης
Ορ.
Ορ.
443ἄνασσ’Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
444τῶν σῶν ἐπῶν μέλημ’ἀφαιρήσω μέγα.
445οὐκ εἰμὶ προστρόπαιος, οὐ δ’ἔχων μύσος
446πρὸς χειρὶ τη- τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
447τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
448ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
449ἔστ’ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
451πάλαι πρὸς ἄλλοις ταῦτ’ἀφιερώμεθα
452οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
453ταύτην μὲν οὕτω φροντίδ’ἐκποδὼν λέγω.
454γένος δὲ το- τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
455Ἀργεῖός εἰμι, πατέρα δ’ἱστορεῖς καλῶς,
456Ἀγαμέμνον’, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
457ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
458ἔθηκας. ἔφθιθ’οὗτος οὐ καλῶς, μολὼν
459εἰς οἶκον · ἀλλά νιν κελαινόφρων ἐμὴ
460μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
461κρύψασ’, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
462κα- κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
463ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
464ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
466ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
467εἰ μή τι τῶνδ’ἔρξαιμι τοὺς ἐπαιτίους.
468σὺ δ’εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην ·
469πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ’αἰνέσω.
Αθηνα
Αθ.
Αθ.
470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
471βροτὸς δικάζειν · οὐ δὲ μὴν ἐμοὶ θέμις
472φόνου διαιρεῖν ὀξυμηνίτου δίκας ·
473ἄλλωςτε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
474ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις ·
475οὕτως δ’ἄμομφον ὄντα σ’αἰδοῦμαι πόλει.
476αὗται δ’ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
477καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
478χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
479πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480τοιαῦτα μὲν τάδ’ἐστίν · ἀμφότερα, μένειν
481πέμπειντε δυσπήμαντ’ἀμηχάνως ἐμοί.
482ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ἐπέσκηψεν τόδε,
483φόνων δικαστὰς ὁρκίους αἱρουμένη
484θεσμὸν τὸν εἰς ἅπαντ’ἐγὼ θήσω χρόνον.
485ὑμεῖς δὲ μαρτύριάτε καὶ τεκμήρια
486καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὁρκώματα ·
487κρίνασα δ’ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
488ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ’ἐτητύμως,
489ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.
Χορος
Χο.
Χο.
490νῦν καταστροφαὶ νέων
491θεσμίων, εἰ
492κρατήσει δίκατε καὶ βλάβα
493τοῦδε ματροκτόνου.
494πάντας ἤδη τόδ’ἔργον
495εὐχερείᾳ συναρμόσει βροτούς ·
496πολλὰ δ’ἔτυμα παιδότρωτα
497πάθεα προσμένει
498τοκεῦσιν μεταῦθις ἐν χρόνῳ.
499οὐ δὲ γὰρ βροτοσκόπων
500μαινάδων τῶνδ’
501ἐφέρψει κότος τις ἐργμάτων —
502πάντ’ἐφήσω μόρον.
503πεύσεται δ’ἄλλος ἄλλοθεν,
504προφωνῶν τὰ τῶν πέλας κακά,
505λῆξιν ὑπόδοσίντε μόχθων ·
506ἄκεάτ’οὐ βέβαια
507τλάμων μάταν παρηγορεῖ.
508μη δέ τις κικλῃσκέτω
509ξυμφορᾷ τετυμμένος,
510τοῦτ’ἔπος θροούμενος,
511ὦ δίκα,
512ὦ θρόνοιτ’Ἐρινύων.
513ταῦτά τις τάχ’ἂν πατὴρ
514ἢ τεκοῦσα νεοπαθὴς
515οἶκτον οἰκτίσαιτ’,
516ἐπειδὴ πίτνει δόμος δίκας.
517ἔσθ’ὅπου τὸ δεινὸν εὖ,
518καὶ φρενῶν ἐπίσκοπον
519δεῖ μένειν καθήμενον.
520ξυμφέρει
521σωφρονεῖν ὑπὸ στένει.
522τίς δὲ μηδὲν ἐν δέει
523καρδίαν ἂν ἀνατρέφων
524ἢ πόλις βροτόςθ’
525ὁμοίως ἔτ’ἂν σέβοι δίκαν;
526μήτ’ἀνάρχετον βίον
527μήτε δεσποτούμενον
528αἰνέσῃς.
529παντὶ μέσῳ τὸ κράτος
530θεὸς ὤπασεν, ἄλλ’
531ἄλλᾳ δ’ἐφορεύει.
532ξύμμετρον δ’ἔπος λέγω,
533δυσσεβίας μὲν ὕβρις
534τέκος ὡς ἐτύμως ·
535ἐκ δ’
536ὑγιείας φρενῶν ὁ πάμφιλος
537καὶ πολύευκτος ὄλβος.
538ἐς τὸ πᾶν δέ σοι λέγω,
539βωμὸν αἴδεσαι Δίκας ·
540μη δέ νιν
541κέρδος ἰδὼν ἀθέῳ
542ποδὶ λὰξ ἀτίσῃς ·
543ποινὰ γὰρ ἐπέσται.
544κύριον μένει τέλος.
545πρὸς τάδε τις τοκέων
546σέβας εὖ προτίων
547καὶ
548ξενοτίμους δόμων ἐπιστροφὰς
549αἰδόμενός τις ἔστω.
550ἑκὼν δ’ἀνάγκας ἄτερ δίκαιος ὢν
551οὐκ ἄνολβος ἔσται ·
552πανώλεθρος δ’οὔποτ’ἂν γένοιτο.
553τὸν ἀντίτολμον δέ φαμι παρβάταν
554ἄγοντα πολλὰ παντόφυρτ’ἄνευ δίκας
555βιαίως ξὺν χρόνῳ καθήσειν
556λαῖφος, ὅταν λάβῃ πόνος
557θραυομένας κεραίας.
558καλεῖ δ’ἀκούοντας οὐδὲν ἐν μέσᾳ
559δυσπαλεῖτε δίνᾳ ·
560γελᾷ δὲ δαίμων ἐπ’ἀνδρὶ θερμῷ,
561τὸν οὔποτ’αὐχοῦντ’ἰδὼν ἀμαχάνοις
562δύαις λαπαδνὸν οὐ δ’ὑπερθέοντ’ἄκραν ·
563δι’αἰῶνος δὲ τὸν πρὶν ὄλβον
564ἕρματι προσβαλὼν δίκας
565ὤλετ’ἄκλαυτος, αἶστος.
Αθηνα
Αθ.
Αθ.
566κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
567ἥτ’οὖν διάτορος Τυρσηνικὴ
568σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
569ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
570πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
571σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
572πόλιντε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον
573καὶ τούσδ’ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.
Χορος
Χο.
Χο.
574ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
575τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
Απολλων
Απ.
Απ.
576καὶ μαρτυρήσων ἦλθον — ἔστι γὰρ νόμῳ
577ἱκέτης ὅδ’ἁνὴρ καὶ δόμων ἐφέστιος
578ἐμῶν, φόνου δὲ τοῦδ’ἐγὼ καθάρσιος —
579καὶ ξυνδικήσων αὐτός · αἰτίαν δ’ἔχω
580τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ’εἴσαγε
581ὅπωςτ’ἐπίστᾳ τήνδε κύρωσον δίκην.
Αθηνα
Αθ.
Αθ.
582ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην ·
583ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
584γένοιτ’ἂν ὀρθῶς πράγματος διδάσκαλος.
Χορος
Χο.
Χο.
585πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
586ἔπος δ’ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
587τὴν μητέρ’εἰπὲ πρῶτον εἰ κατέκτονας.
Ορεστης
Ορ.
Ορ.
588ἔκτεινα · τούτου δ’οὔτις ἄρνησις πέλει.
Χορος
Χο.
Χο.
589ἓν μὲν τόδ’ἤδη τῶν τριῶν παλαισμάτων.
Ορεστης
Ορ.
Ορ.
590οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.
Χορος
Χο.
Χο.
591εἰπεῖν γε μέντοι δεῖ σ’ὅπως κατέκτανες.
Ορεστης
Ορ.
Ορ.
592λέγω · ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
Χορος
Χο.
Χο.
593πρὸς τοῦ δ’ἐπείσθης καὶ τίνος βουλεύμασιν;
Ορεστης
Ορ.
Ορ.
594τοῖς τοῦδε θεσφάτοισι · μαρτυρεῖ δέ μοι.
Χορος
Χο.
Χο.
595ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
Ορεστης
Ορ.
Ορ.
596καὶ δεῦρό γ’ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
Χορος
Χο.
Χο.
597ἀλλ’εἴ σε μάρψει ψῆφος, ἄλλ’ἐρεῖς τάχα.
Ορεστης
Ορ.
Ορ.
598πέποιθ’. ἀρωγὰς δ’ἐκ τάφου πέμψει πατήρ.
Χορος
Χο.
Χο.
599νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
Ορεστης
Ορ.
Ορ.
600δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.
Χορος
Χο.
Χο.
601πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ορεστης
Ορ.
Ορ.
602ἀνδροκτονοῦσα πατέρ’ἐμὸν κατέκτανεν.
Χορος
Χο.
Χο.
603τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ’ἐλευθέρα φόνῳ.
Ορεστης
Ορ.
Ορ.
604τί δ’οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορος
Χο.
Χο.
605οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
Ορεστης
Ορ.
Ορ.
606ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
Χορος
Χο.
Χο.
607πῶς γάρ σ’ἔθρεψ’ἂν ἐντός, ὦ μιαιφόνε,
608ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
Ορεστης
Ορ.
Ορ.
609ἤδη σὺ μαρτύρησον · ἐξηγοῦ δέ μοι,
610Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
611δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.
612ἀλλ’εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ
613δοκεῖ τόδ’αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
Απολλων
Απ.
Απ.
614λέξω πρὸς ὑμᾶς τόνδ’Ἀθηναίας μέγαν
615θεσμὸν δικαίως, — μάντις ὢν δ’οὐ ψεύσομαι.
616οὐπώποτ’εἶπον μαντικοῖσιν ἐν θρόνοις,
617οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
618ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
619τὸ μὲν δίκαιον τοῦθ’ὅσον σθένει μαθεῖν,
620βουλῇ πιφαύσκω δ’ὔμμ’ἐπισπέσθαι πατρός ·
621ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Χορος
Χο.
Χο.
622Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
623φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
624πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Απολλων
Απ.
Απ.
625οὐ γάρ τι τα- ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
626διοσδότοις σκήπτροισι τιμαλφούμενον,
627καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
628τόξοις ἑκηβόλοισιν, ὥστ’Ἀμαζόνος,
629ἀλλ’ὡς ἀκούσῃ, Παλλὰς οἵτ’ἐφήμενοι
630ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
631ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
632† τὰ πλεῖστ’ἄμεινον εὔφροσιν δεδεγμένη,
633δροίτῃ περῶντι λουτρὰ κα- κἀπὶ τέρματι
634φᾶρος περεσκήνωσεν †, ἐν δ’ἀτέρμονι
635κόπτει πεδήσασ’ἄνδρα δαιδάλῳ πέπλῳ.
636ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
637τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
638ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
639ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
Χορος
Χο.
Χο.
640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ ·
641αὐτὸς δ’ἔδησε πατέρα πρεσβύτην Κρόνον.
642πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
643ὑμᾶς δ’ἀκούειν ταῦτ’ἐγὼ μαρτύρομαι.
Απολλων
Απ.
Απ.
644ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
645πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ’ἄκος
646καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος ·
647ἀνδρὸς δ’ἐπειδὰν αἷμ’ἀνασπάσῃ κόνις
648ἅπαξ θανόντος, οὔτις ἔστ’ἀνάστασις.
649τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
650ὁ- οὑμός, τὰ δ’ἄλλα πάντ’ἄνωτε καὶ κάτω
651στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
Χορος
Χο.
Χο.
652πῶς γὰρ τὸ φεύγειν τοῦδ’ὑπερδικεῖς ὅρα ·
653τὸ μητρὸς αἷμ’ὅμαιμον ἐκχέας πέδοι
654ἔπειτ’ἐν Ἄργει δώματ’οἰκήσει πατρός;
655ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
656ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
Απολλων
Απ.
Απ.
657καὶ τοῦτο λέξω, καὶ μάθ’ὡς ὀρθῶς ἐρῶ.
658οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου
659τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
660τίκτει δ’ὁ θρῴσκων, ἡ δ’ἅπερ ξένῳ ξένη
661ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
662τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
663πατὴρ μὲν ἂν γένοιτ’ἄνευ μητρός · πέλας
664μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
665οὐ δ’ἐν σκότοισι νηδύος τεθραμμένη,
666ἀλλ’οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
667ἐγὼ δέ, Παλλάς, τα- τἄλλαθ’ὡς ἐπίσταμαι,
668τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
669καὶ τόνδ’ἔπεμψα σῶν δόμων ἐφέστιον,
670ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου
671καὶ τόνδ’ἐπικτήσαιο σύμμαχον, θεά,
672καὶ τοὺς ἔπειτα, καὶ τάδ’αἰανῶς μένοι
673στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
Αθηνα
Αθ.
Αθ.
674ἤδη κελεύω τούσδ’ἀπὸ γνώμης φέρειν
675ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
Χορος
Χο.
Χο.
676ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
677μένω δ’ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
Αθηνα
Αθ.
Αθ.
678τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ’, ἄμομφος ὦ;
Απολλων
Απ.
Απ.
679ἠκούσαθ’ὧν ἠκούσατ’, ἐν δὲ καρδίᾳ
680ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
Αθηνα
Αθ.
Αθ.
681κλύοιτ’ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
682πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
683ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
684αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
685πάγον δ’Ἄρειον τόνδ’, Ἀμαζόνων ἕδραν
686σκηνάςθ’, ὅτ’ἦλθον Θησέως κατὰ φθόνον
687στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
688τήνδ’ὑψίπυργον ἀντεπύργωσαν τότε,
689Ἄρει δ’ἔθυον, ἔνθεν ἔστ’ἐπώνυμος
690πέτρα, πάγοςτ’Ἄρειος · ἐν δὲ τῷ σέβας
691ἀστῶν φόβοςτε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
692σχήσει τότ’ἦμαρ καὶ κατ’εὐφρόνην ὁμῶς,
693αὐτῶν πολιτῶν μὴ ’πιχραινόντων νόμους
694κακαῖς ἐπιρροαῖσι · βορβόρῳ δ’ὕδωρ
695λαμπρὸν μιαίνων οὔποθ’εὑρήσεις ποτόν.
696τὸ μήτ’ἄναρχον μήτε δεσποτούμενον
697ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
698καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
699τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
700τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
701ἔρυμάτε χώρας καὶ πόλεως σωτήριον
702ἔχοιτ’ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
703οὔτ’ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
704κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
705αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
706ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
707ταύτην μὲν ἐξέτειν’ἐμοῖς παραίνεσιν
708ἀστοῖσιν εἰς τὸ λοιπόν · ὀρθοῦσθαι δὲ χρὴ
709καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
710αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
Χορος
Χο.
Χο.
711καὶ μὴν βαρεῖαν τήνδ’ὁμιλίαν χθονὸς
712ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Απολλων
Απ.
Απ.
713κα- κἄγωγε χρησμοὺς τοὺς ἐμούςτε καὶ Διὸς
714ταρβεῖν κελεύω μη δ’ἀκαρπώτους κτίσαι.
Χορος
Χο.
Χο.
715ἀλλ’αἱματηρὰ πράγματ’οὐ λαχὼν σέβεις,
716μαντεῖα δ’οὐκέθ’ἁγνὰ μαντεύσῃ νέμων.
Απολλων
Απ.
Απ.
717ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
718πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορος
Χο.
Χο.
719λέγεις · ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
720βαρεῖα χώρᾳ τῇδ’ὁμιλήσω πάλιν.
Απολλων
Απ.
Απ.
721ἀλλ’ἔντε τοῖς νέοισι καὶ παλαιτέροις
722θεοῖς ἄτιμος εἶ σύ · νικήσω δ’ἐγώ.
Χορος
Χο.
Χο.
723τοιαῦτ’ἔδρασας καὶ Φέρητος ἐν δόμοις ·
724Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Απολλων
Απ.
Απ.
725οὔκουν δίκαιον τὸν σέβοντ’εὐεργετεῖν,
726ἄλλωςτε πάντως κα- χὤτε δεόμενος τύχοι;
Χορος
Χο.
Χο.
727σύ τοι παλαιὰς διανομὰς καταφθίσας
728οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
Απολλων
Απ.
Απ.
729σύ τοι τάχ’οὐκ ἔχουσα τῆς δίκης τέλος
730ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
Χορος
Χο.
Χο.
731ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
732δίκης γενέσθαι τῆσδ’ἐπήκοος μένω,
733ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
Αθηνα
Αθ.
Αθ.
734ἐμὸν τόδ’ἔργον, λοισθίαν κρῖναι δίκην.
735ψῆφον δ’Ὀρέστῃ τήνδ’ἐγὼ προσθήσομαι.
736μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ’ἐγείνατο,
737τὸ δ’ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
738ἅπαντι θυμῷ, κάρτα δ’εἰμὶ τοῦ πατρός.
739οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
740ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
741νικᾷ δ’Ὀρέστης, κα- κἂν ἰσόψηφος κριθῇ.
742ἐκβάλλεθ’ὡς τάχιστα τευχέων πάλους,
743ὅσοις δικαστῶν τοῦτ’ἐπέσταλται τέλος.
Ορεστης
Ορ.
Ορ.
744ὦ Φοῖβ’Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
Χορος
Χο.
Χο.
745ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ’ὁρᾷς τάδε;
Ορεστης
Ορ.
Ορ.
746νῦν ἀγχόνης μοι τέρματ’, ἢ φάος βλέπειν.
Χορος
Χο.
Χο.
747ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.
Απολλων
Απ.
Απ.
748πεμπάζετ’ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
749τὸ μὴ ’δικεῖν σέβοντες ἐν διαιρέσει.
750γνώμης δ’ἀπούσης πῆμα γίγνεται μέγα,
751βαλοῦσάτ’οἶκον ψῆφος ὤρθωσεν μία.
Αθηνα
Αθ.
Αθ.
752ἀνὴρ ὅδ’ἐκπέφευγεν αἵματος δίκην ·
753ἴσον γάρ ἐστι τα- τἀρίθμημα τῶν πάλων.
Ορεστης
Ορ.
Ορ.
754ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.
755γαίας πατρῴας ἐστερημένον σύ τοι
756κατῴκισάς με · καί τις Ἑλλήνων ἐρεῖ,
757“Ἀργεῖος ἁνὴρ αὖθις ἔντε χρήμασιν
758οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
759ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
760σωτῆρος,” ὃς πατρῷον αἰδεσθεὶς μόρον
761σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
762ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
763τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
764ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
765μήτοι τιν’ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
766ἐλθόντ’ἐποίσειν εὖ κεκασμένον δόρυ.
767αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
768τοῖς τα- τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
769ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
770ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
771τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος ·
772ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
773τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
774αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
775καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς ·
776πάλαισμ’ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
777σωτήριόντε καὶ δορὸς νικηφόρον.
Χορος
Χο.
Χο.
778ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
779καθιππάσασθε κα- κἀκ χερῶν εἵλεσθέ μου.
780ἐγὼ δ’ἄτιμος ἁ τάλαινα βαρύκοτος
781ἐν γᾷ τᾷδε, φεῦ,
782ἰὸν ἰὸν ἀντιπενθῆ
783μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
784ἄφορον · ἐκ δὲ τοῦ
785λειχὴν ἄφυλλος, ἄτεκνος,
786ἰὼ δίκα, πέδον ἐπισύμενος
787βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
788στενάζω · τί ῥέξω;
789γελῶμαι πολίταις.
790δύσοισθ’ἅπαθον.
791ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς
792Νυκτὸς ἀτιμοπενθεῖς.
Αθηνα
Αθ.
Αθ.
793ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
795οὐ γὰρ νενίκησθ’, ἀλλ’ἰσόψηφος δίκη
796ἐξῆλθ’ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν ·
797ἀλλ’ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
798αὐτόςθ’ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
799ὡς ταῦτ’Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
800ὑμεῖς δὲ μὴ θυμοῦσθε μη δὲ τῇδε γῇ
801βαρὺν κότον σκήψητε, μη δ’ἀκαρπίαν
802τεύξητ’, ἀφεῖσαι † δαιμόνων † σταλάγματα,
803βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
804ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805ἕδραςτε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
806λιπαροθρόνοισιν ἡμένας ἐπ’ἐσχάραις
807ἕξειν ὑπ’ἀστῶν τῶνδε τιμαλφουμένας.
Χορος
Χο.
Χο.
808ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
809καθιππάσασθε κα- κἀκ χερῶν εἵλεσθέ μου.
810ἐγὼ δ’ἄτιμος ἁ τάλαινα βαρύκοτος
811ἐν γᾷ τᾷδε, φεῦ,
812ἰὸν ἰὸν ἀντιπενθῆ
813μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
814ἄφορον · ἐκ δὲ τοῦ
815λειχὴν ἄφυλλος, ἄτεκνος,
816ἰὼ δίκα, πέδον ἐπισύμενος
817βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
818στενάζω · τί ῥέξω;
819γελῶμαι πολίταις ·
820δύσοισθ’ἅπαθον.
821ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
822Νυκτὸς ἀτιμοπενθεῖς.
Αθηνα
Αθ.
Αθ.
823οὐκ ἔστ’ἄτιμοι, μη δ’ὑπερθύμως ἄγαν
825θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
826κα- κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
827καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
828ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος ·
829ἀλλ’οὐδὲν αὐτοῦ δεῖ · σὺ δ’εὐπιθὴς ἐμοὶ
830γλώσσης ματαίας μὴ ’κβάλῃς ἔπη χθονί,
831καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
832κοίμα κελαινοῦ κύματος πικρὸν μένος
833ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί ·
834πολλῆς δὲ χώρας τῆσδ’ἔτ’ἀκροθίνια
835θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
836ἔχουσ’ἐς αἰεὶ τόνδ’ἐπαινέσεις λόγον.
Χορος
Χο.
Χο.
837ἐμὲ παθεῖν τάδε, φεῦ,
838ἐμὲ παλαιόφρονα κατάτε γᾶς οἰκεῖν,
839φεῦ, ἀτίετον μύσος.
840πνέω τοι μένος ἅπαντάτε κότον.
841οἶ οἶ δᾶ, φεῦ.
842τίς μ’ὑποδύεται, τίς ὀδύνα πλευράς;
843θυμὸν ἄιε, μᾶτερ
845Νύξ · ἀπὸ γάρ με
846τιμᾶν δαναιᾶν θεῶν
847δυσπάλαμοι παρ’οὐδὲν ἦραν δόλοι.
Αθηνα
Αθ.
Αθ.
848ὀργὰς ξυνοίσω σοι · γεραιτέρα γὰρ εἶ.
849καὶ τῷ μὲν εἶ σὺ κάρτ’ἐμοῦ σοφωτέρα ·
850φρονεῖν δὲ κα- κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
851ὑμεῖς δ’ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
852γῆς τῆσδ’ἐρασθήσεσθε · προυννέπω τάδε.
853οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
854ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
856τεύξῃ παρ’ἀνδρῶν καὶ γυναικείων στόλων,
857ὅσων παρ’ἄλλων οὔποτ’ἂν σχέθοις βροτῶν.
858σὺ δ’ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
859μήθ’αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
861μήτ’, ἐξελοῦσ’ὡς καρδίαν ἀλεκτόρων,
862ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
863ἐμφύλιόντε καὶ πρὸς ἀλλήλους θρασύν.
864θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως ·
866ἐνοικίου δ’ὄρνιθος οὐ λέγω μάχην.
867τοιαῦθ’ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
868εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
869χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορος
Χο.
Χο.
870ἐμὲ παθεῖν τάδε, φεῦ,
871ἐμὲ παλαιόφρονα κατάτε γᾶς οἰκεῖν,
872φεῦ, ἀτίετον μύσος.
873πνέω τοι μένος ἅπαντάτε κότον.
874οἶ οἶ δᾶ, φεῦ.
875τίς μ’ὑποδύεται, τίς ὀδύνα πλευράς;
876θυμὸν ἄιε, μᾶτερ
877Νύξ · ἀπὸ γάρ με
878τιμᾶν δαναιᾶν θεῶν
880δυσπάλαμοι παρ’οὐδὲν ἦραν δόλοι.
Αθηνα
Αθ.
Αθ.
881οὔτοι καμοῦμαί σοι λέγουσα τα- τἀγαθά,
882ὡς μήποτ’εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
883θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
884ἄτιμος ἔρρειν τοῦδ’ἀπόξενος πέδου.
885ἀλλ’εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
886γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
887σὺ δ’οὖν μένοις ἄν · εἰ δὲ μὴ θέλεις μένειν,
888οὔ τα- τἂν δικαίως τῇδ’ἐπιρρέποις πόλει
889μῆνίν τιν’ἢ κότον τιν’ἢ βλάβην στρατῷ.
890ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
891εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
Χορος
Χο.
Χο.
892ἄνασσ’Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;
Αθηνα
Αθ.
Αθ.
893πάσης ἀπήμον’οἰζύος · δέχου δὲ σύ.
Χορος
Χο.
Χο.
894καὶ δὴ δέδεγμαι · τίς δέ μοι τιμὴ μένει;
Αθηνα
Αθ.
Αθ.
895ὡς μή τιν’οἶκον εὐθενεῖν ἄνευ σέθεν.
Χορος
Χο.
Χο.
896σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Αθηνα
Αθ.
Αθ.
897τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορος
Χο.
Χο.
898καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
Αθηνα
Αθ.
Αθ.
899ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
Χορος
Χο.
Χο.
900θέλξειν μ’ἔοικας καὶ μεθίσταμαι κότου.
Αθηνα
Αθ.
Αθ.
901τοιγὰρ κατὰ χθόν’οὖσ’ἐπικτήσῃ φίλους.
Χορος
Χο.
Χο.
902τί οὖν μ’ἄνωγας τῇδ’ἐφυμνῆσαι χθονί;
Αθηνα
Αθ.
Αθ.
903ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
904καὶ ταῦτα γῆθεν ἔκτε ποντίας δρόσου
905ἐξ οὐρανοῦτε · κα- κἀνέμων ἀήματα
906εὐηλίως πνέοντ’ἐπιστείχειν χθόνα ·
907καρπόντε γαίας καὶ βοτῶν ἐπίρρυτον
908ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
909καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
910τῶν εὐσεβούντων δ’ἐκφορωτέρα πέλοις.
911στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
912τὸ τῶν δικαίων τῶνδ’ἀπένθητον γένος.
913τοιαῦτα σο- σοὔστι. τῶν ἀρειφάτων δ’ἐγὼ
914πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915τήνδ’ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
Χορος
Χο.
Χο.
916δέξομαι Παλλάδος ξυνοικίαν,
917οὐ δ’ἀτιμάσω πόλιν,
918τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρηςτε
919φρούριον θεῶν νέμει,
920ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων ·
921ᾇτ’ἐγὼ κατεύχομαι
922θεσπίσασα πρευμενῶς
923ἐπισσύτους βίου τύχας ὀνησίμους
925γαίας ἐξαμβρῦσαι
926φαιδρὸν ἁλίου σέλας.
Αθηνα
Αθ.
Αθ.
927τάδ’ἐγὼ προφρόνως τοῖσδε πολίταις
928πράσσω, μεγάλας καὶ δυσαρέστους
929δαίμονας αὐτοῦ κατανασσαμένη.
930πάντα γὰρ αὗται τὰ κατ’ἀνθρώπους
931ἔλαχον διέπειν.
932ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων
933οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.
934τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
935πρὸς τάσδ’ἀπάγει, σιγῶν δ’ὄλεθρος
936καὶ μέγα φωνοῦντ’
937ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
Χορος
Χο.
Χο.
938δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
939τὰν ἐμὰν χάριν λέγω ·
940φλογμόςτ’ὀμματοστερὴς φυτῶν, τὸ
941μὴ περᾶν ὅρον τόπων,
942μη δ’ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
943μῆλάτ’εὐθενοῦντα γᾶ
945ξὺν διπλοῖσιν ἐμβρύοις
946τρέφοι χρόνῳ τεταγμένῳ · γόνος δ’
947πλουτόχθων ἑρμαίαν
948δαιμόνων δόσιν τίοι.
Αθηνα
Αθ.
Αθ.
949ἦ τάδ’ἀκούετε, πόλεως φρούριον,
950οἷ’ἐπικραίνει; μέγα γὰρ δύναται
951πότνι’Ἐρινὺς παράτ’ἀθανάτοις
952τοῖςθ’ὑπὸ γαῖαν, περίτ’ἀνθρώπων
953φανερῶς τελέως διαπράσσουσιν,
954τοῖς μὲν ἀοιδάς, τοῖς δ’αὖ δακρύων
955βίον ἀμβλωπὸν παρέχουσαι.
Χορος
Χο.
Χο.
956ἀνδροκμῆτας δ’
957ἀώρους ἀπεννέπω τύχας,
958νεανίδωντ’ἐπηράτων
959ἀνδροτυχεῖς βιότους
960δότε, κύρι’ἔχοντες,
961θεαίτ’ὦ Μοῖραι
962ματροκασιγνῆται,
963δαίμονες ὀρθονόμοι,
964παντὶ δόμῳ μετάκοινοι,
965παντὶ χρόνῳ δ’ἐπιβριθεῖς
966ἐνδίκοις ὁμιλίαις,
967πάντᾳ τιμιώταται θεῶν.
Αθηνα
Αθ.
Αθ.
968τάδε τοι χώρᾳ τη- τἠμῇ προφρόνως
969ἐπικραινομένων
970γάνυμαι · στέργω δ’ὄμματα Πειθοῦς,
971ὅτι μοι γλῶσσαν καὶ στόμ’ἐπωπᾷ
972πρὸς τάσδ’ἀγρίως ἀπανηναμένας ·
973ἀλλ’ἐκράτησε Ζεὺς ἀγοραῖος ·
974νικᾷ δ’ἀγαθῶν
975ἔρις ἡμετέρα διὰ παντός.
Χορος
Χο.
Χο.
976τὰν δ’ἄπληστον κακῶν
977μήποτ’ἐν πόλει στάσιν
978τᾷδ’ἐπεύχομαι βρέμειν.
979μη δὲ πιοῦσα κόνις
980μέλαν αἷμα πολιτᾶν
981δι’ὀργὰν ποινᾶς
982ἀντιφόνους ἄτας
983ἁρπαλίσαι πόλεως.
984χάρματα δ’ἀντιδιδοῖεν
985κοινοφιλεῖ διανοίᾳ,
986καὶ στυγεῖν μιᾷ φρενί ·
987πολλῶν γὰρ τόδ’ἐν βροτοῖς ἄκος.
Αθηνα
Αθ.
Αθ.
988ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
989ὁδὸν εὑρίσκειν;
990ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
991μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις ·
992τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ
993μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
994ὀρθοδίκαιον
995πρέψετε πάντως διάγοντες.
Χορος
Χο.
Χο.
996χαίρετε χαίρετ’ἐν αἰσιμίαισι πλούτου.
997χαίρετ’ἀστικὸς λεώς,
998ἴκταρ ἥμενοι Διός,
999παρθένου φίλας φίλοι
1000σωφρονοῦντες ἐν χρόνῳ.
1001Παλλάδος δ’ὑπὸ πτεροῖς
1002ὄντας ἅζεται πατήρ.
Αθηνα
Αθ.
Αθ.
1003χαίρετε κα- χὐμεῖς · προτέραν δ’ἐμὲ χρὴ
1004στείχειν θαλάμους ἀποδείξουσαν
1005πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
1006ἴτε καὶ σφαγίων τῶνδ’ὑπὸ σεμνῶν
1007κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν
1008χώρας κατέχειν, τὸ δὲ κερδαλέον
1009πέμπειν πόλεως ἐπὶ νίκῃ.
1010ὑμεῖς δ’ἡγεῖσθε, πολισσοῦχοι
1011παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
1012εἴη δ’ἀγαθῶν
1013ἀγαθὴ διάνοια πολίταις.
Χορος
Χο.
Χο.
1014χαίρετε, χαίρετε δ’αὖθις, ἐπανδιπλάζω,
1015πάντες οἱ κατὰ πτόλιν,
1016δαίμονέςτε καὶ βροτοί,
1017Παλλάδος πόλιν
1018νέμοντες · μετοικίαν δ’ἐμὴν
1019εὖ σέβοντες οὔτι
1020μέμψεσθε συμφορὰς βίου.
Αθηνα
Αθ.
Αθ.
1021αἰνῶτε μύθους τῶνδε τῶν κατευγμάτων
1022πέμψωτε φέγγει λαμπάδων σελασφόρων
1023εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
1024ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας
1025το- τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
1026Θησῇδος ἐξίκοιτ’ἂν εὐκλεὴς λόχος
1027παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.
1028φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
1029τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
1030ὅπως ἂν εὔφρων ἥδ’ὁμιλία χθονὸς
1031τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
Προπομποι
Πρ.
Πρ.
1032βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι
1033Νυκτὸς παῖδες ἄπαιδες, ὑπ’εὔφρονι πομπᾷ.
1035εὐφαμεῖτε δέ, χωρῖται,
1036γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,
1037 τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,
1038εὐφαμεῖτε δὲ πανδαμεί.
1040ἵλαοι δὲ καὶ σύμφρονες γᾷ
1041δεῦρ’ἴτε, σεμναί, ξὺν πυριδάπτῳ
1042λαμπάδι τερπόμεναι καθ’ὁδόν.
1043ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
1044σπονδαὶ δ’ἐς τὸ πᾶν ἐκ μετοίκων
1045Παλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπτας
1046οὕτω Μοῖράτε συγκατέβα.
1047ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.