The Libation Bearers
Ορεστης
Ορ.
Ορ.
1Ἑρμῆ χθόνιε, πατρῷ’ἐποπτεύων κράτη,
2σωτὴρ γενοῦ μοι ξύμμαχόςτ’αἰτουμένῳ ·
3ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
4τύμβου δ’ἐπ’ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5κλύειν, ἀκοῦσαι […]
5b[…]
6[…] πλόκαμον Ἰνάχῳ θρεπτήριον.
7τὸν δεύτερον δὲ τόνδε πενθητήριον
7b[…].
8οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
9οὐ δ’ἐξέτεινα χεῖρ’ἐπ’ἐκφορᾷ νεκροῦ.
9b[…].
10τί χρῆμα λεύσσω; τίς ποθ’ἥδ’ὁμήγυρις
11στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
12πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
13πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
14ἢ πατρὶ τω- τὠμῷ τάσδ’ἐπεικάσας τύχω
15χοὰς φερούσας νερτέροις μειλίγματα;
16οὐδέν ποτ’ἄλλο · καὶ γὰρ Ἠλέκτραν δοκῶ
17στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
18πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
19πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
21μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
Χορος
Χο.
Χο.
22ἰαλτὸς ἐκ δόμων ἔβαν
23χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
24πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
25ὄνυχος ἄλοκι νεοτόμῳ ·
26δι’αἰῶνος δ’ἰυγμοῖσι βόσκεται κέαρ.
27λινοφθόροι δ’ὑφασμάτων
28λακίδες ἔφλαδον ὑπ’ἄλγεσιν,
29προστέρνῳ στολμῷ
30πέπλων ἀγελάστοις
31ξυμφοραῖς πεπληγμένων.
32τορὸς δὲ Φοῖβος ὀρθόθριξ
33δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
34πνέων, ἀωρόνυκτον ἀμβόαμα
35μυχόθεν ἔλακε περὶ φόβῳ,
36γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
37κριταίτε τῶνδ’ὀνειράτων
38θεόθεν ἔλακον ὑπέγγυοι
39μέμφεσθαι τοὺς γᾶς
40νέρθεν περιθύμως
41τοῖς κτανοῦσίτ’ἐγκοτεῖν.
42τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
43ἰὼ γαῖα μαῖα,
45μωμένα μ’ἰάλλει
46δύσθεος γυνά.
47φοβοῦμαι δ’ἔπος τόδ’ἐκβαλεῖν.
48τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
49ἰὼ πάνοιζυς ἑστία,
50ἰὼ κατασκαφαὶ δόμων.
51ἀνήλιοι βροτοστυγεῖς
52δνόφοι καλύπτουσι δόμους
53δεσποτῶν θανάτοισι.
55σέβας δ’ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
56δι’ὤτων φρενόςτε
57δαμίας περαῖνον
58νῦν ἀφίσταται.
59φοβεῖται δέ τις. τὸ δ’εὐτυχεῖν,
60τόδ’ἐν βροτοῖς θεόςτε καὶ θεοῦ πλέον.
61ῥοπὴ δ’ἐπισκοπεῖ δίκας
62ταχεῖα τοὺς μὲν ἐν φάει,
63τὰ δ’ἐν μεταιχμίῳ σκότου
64μένει χρονίζοντας ἄχη,
65τοὺς δ’ἄκραντος ἔχει νύξ.
66δι’αἵματ’ἐκποθένθ’ὑπὸ χθονὸς τροφοῦ
67τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
68διαλγὴς δ’ἄτα διαφέρει
70τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
71θιγόντι δ’οὔτι νυμφικῶν ἑδωλίων
72ἄκος, πόροιτε πάντες ἐκ μιᾶς ὁδοῦ
73προβαίνοντες τὸν χερομυσῆ
74φόνον καθαίροντες ἴθυσαν μάταν.
75ἐμοὶ δ’— ἀνάγκαν γὰρ ἀμφίπτολιν
76θεοὶ προσήνεγκαν · (ἐκ γὰρ οἴκων
77πατρῴων δούλιόν μ’ἐσᾶγον αἶσαν) —
78δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
80βίᾳ φρενῶν αἰνέσαι
81πικρὸν στύγος κρατούσῃ.
82δακρύω δ’ὑφ’εἱμάτων
83ματαίοισι δεσποτᾶν
83bτύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
Ηλεκτρα
Ηλ.
Ηλ.
84δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
86πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι ·
87τί φῶ χέουσα τάσδε κηδείους χοάς;
88πῶς εὔφρον’εἴπω, πῶς κατεύξομαι πατρί;
89πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
91τῶνδ’οὐ πάρεστι θάρσος, οὐ δ’ἔχω τί φῶ,
92χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
93ἢ τοῦτο φάσκω το- τοὔπος, ὡς νόμος βροτοῖς,
94ἔσθλ’ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
96ἢ σῖγ’ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
97πατήρ, τάδ’ἐκχέασα, γάποτον χύσιν,
98στείχω καθάρμαθ’ὥς τις ἐκπέμψας πάλιν
99δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100τῆσδ’ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι ·
101κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
102μὴ κεύθετ’ἔνδον καρδίας φόβῳ τινός.
103τὸ μόρσιμον γὰρ τόντ’ἐλεύθερον μένει
104καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105λέγοις ἄν, εἴ τι τῶνδ’ἔχοις ὑπέρτερον.
Χορος
Χο.
Χο.
106αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
107λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ηλεκτρα
Ηλ.
Ηλ.
108λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορος
Χο.
Χο.
109φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
Χορος
Χο.
Χο.
111πρῶτον μὲν αὑτὴν κα- χὤστις Αἴγισθον στυγεῖ.
Ηλεκτρα
Ηλ.
Ηλ.
112ἐμοίτε καὶ σοί τα- τἄρ’ἐπεύξομαι τάδε;
Χορος
Χο.
Χο.
113αὐτὴ σὺ ταῦτα μανθάνουσ’ἤδη φράσαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
114τίν’οὖν ἔτ’ἄλλον τῇδε προστιθῶ στάσει;
Χορος
Χο.
Χο.
115μέμνησ’Ὀρέστου, κα- κεἰ θυραῖός ἐσθ’ὅμως.
Ηλεκτρα
Ηλ.
Ηλ.
116εὖ τοῦτο, κα- κἀφρένωσας οὐχ ἥκιστά με.
Χορος
Χο.
Χο.
117τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη —
Ηλεκτρα
Ηλ.
Ηλ.
118τί φῶ; δίδασκ’ἄπειρον ἐξηγουμένη.
Χορος
Χο.
Χο.
119ἐλθεῖν τιν’αὐτοῖς δαίμον’ἢ βροτῶν τινα —
Ηλεκτρα
Ηλ.
Ηλ.
120πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
Χορος
Χο.
Χο.
121ἅπλῶς τι φράζουσ’, ὅστις ἀνταποκτενεῖ.
Ηλεκτρα
Ηλ.
Ηλ.
122καὶ ταῦτά μο- μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορος
Χο.
Χο.
123πῶς δ’οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ηλεκτρα
Ηλ.
Ηλ.
124κῆρυξ μέγιστε τῶν ἄνωτε καὶ κάτω,
124aἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
126εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
127καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
128θρέψασάτ’αὖθις τῶνδε κῦμα λαμβάνει ·
129κα- κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130λέγω καλοῦσα πατέρ’, “ἐποίκτιρόντ’ἐμὲ
131φίλοντ’Ὀρέστην · πῶς ἀνάξομεν δόμοις;
132πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
133πρὸς τῆς τεκούσης, ἄνδρα δ’ἀντηλλάξατο
134Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135κα- κἀγὼ μὲν ἀντίδουλος · ἐκ δὲ χρημάτων
136φεύγων Ὀρέστης ἐστίν, οἱ δ’ὑπερκόπως
137ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
138ἐλθεῖν δ’Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
139κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ ·
140αὐτῇτέ μοι δὸς σωφρονεστέραν πολὺ
141μητρὸς γενέσθαι χεῖράτ’εὐσεβεστέραν.
142ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ’ἐναντίοις
143λέγω φανῆναί σου, πάτερ, τιμάορον,
144καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145ταῦτ’ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
146κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν ·
147ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
148σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ”.
149τοιαῖσδ’ἐπ’εὐχαῖς τάσδ’ἐπισπένδω χοάς.
150ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
151παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορος
Χο.
Χο.
152ἵετε δάκρυ καναχὲς ὀλόμενον
153ὀλομένῳ δεσπότᾳ
154πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶντ’
155ἀπότροπον ἄγος ἀπεύχετον
156κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,
157σέβας ὦ δέσποτ’, ἐξ ἀμαυρᾶς φρενός.
158ὀτοτοτοτοτοτοτοῖ,
159ἴτω τις
160δορυσθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
161Σκυθικάτ’ἐν χεροῖν παλίντον’
162ἐν ἔργῳ βέλη ’πιπάλλων Ἄρης
163σχέδιάτ’αὐτόκωπα νωμῶν ξίφη.
Ηλεκτρα
Ηλ.
Ηλ.
164ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ ·
165νέου δὲ μύθου τοῦδε κοινωνήσατε ·
Χορος
Χο.
Χο.
166λέγοις ἄν · ὀρχεῖται δὲ καρδία φόβῳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
167ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορος
Χο.
Χο.
168τίνος ποτ’ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ηλεκτρα
Ηλ.
Ηλ.
170εὐξύμβολον τόδ’ἐστὶ παντὶ δοξάσαι.
Χορος
Χο.
Χο.
171πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ηλεκτρα
Ηλ.
Ηλ.
172οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορος
Χο.
Χο.
173ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ηλεκτρα
Ηλ.
Ηλ.
174καὶ μὴν ὅδ’ἐστὶ κάρτ’ἰδεῖν ὁμόπτερος —
Χορος
Χο.
Χο.
175ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
176αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
Χορος
Χο.
Χο.
177μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
Ηλεκτρα
Ηλ.
Ηλ.
178μάλιστ’ἐκείνου βοστρύχοις προσείδεται.
Χορος
Χο.
Χο.
179καὶ πῶς ἐκεῖνος δεῦρ’ἐτόλμησεν μολεῖν;
Ηλεκτρα
Ηλ.
Ηλ.
180ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
Χορος
Χο.
Χο.
181οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
182εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ηλεκτρα
Ηλ.
Ηλ.
183κα- κἀμοὶ προσέστη καρδίας κλυδώνιον
184χολῆς, ἐπαίσθην δ’ὡς διανταίῳ βέλει ·
185ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
186σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
187πλόκαμον ἰδούσῃ τόνδε · πῶς γὰρ ἐλπίσω
188ἀστῶν τιν’ἄλλον τῆσδε δεσπόζειν φόβης;
189ἀλλ’οὐ δὲ μήν νιν ἡ κτανοῦσ’ἐκείρατο,
190ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
191φρόνημα παισὶ δύσθεον πεπαμένη.
192ἐγὼ δ’ὅπως μὲν ἄντικρυς τάδ’αἰνέσω,
193εἶναι τόδ’ἀγλάισμά μοι τοῦ φιλτάτου
194βροτῶν Ὀρέστου — σαίνομαι δ’ὑπ’ἐλπίδος.
195φεῦ.
195bεἴθ’εἶχε φωνὴν εὔφρον’ἀγγέλου δίκην,
196ὅπως δίφροντις οὖσα μὴ ’κινυσσόμην,
197ἀλλ’εὖ ’σαφήνει τόνδ’ἀποπτύσαι πλόκον,
198εἴπερ γ’ἀπ’ἐχθροῦ κρατὸς ἦν τετμημένος,
199ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
200ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
201ἀλλ’εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
202οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
203στροβούμεθ’· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
204σμικροῦ γένοιτ’ἂν σπέρματος μέγας πυθμήν.
205καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
206ποδῶν ὅμοιοι τοῖςτ’ἐμοῖσιν ἐμφερεῖς —
207καὶ γὰρ δύ’ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
208αὐτοῦτ’ἐκείνου καὶ συνεμπόρου τινός.
209πτέρναι τενόντωνθ’ὑπογραφαὶ μετρούμεναι
210εἰς τα- ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
211πάρεστι δ’ὠδὶς καὶ φρενῶν καταφθορά.
Ορεστης
Ορ.
Ορ.
212εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
213εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
214ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ορεστης
Ορ.
Ορ.
215εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
216καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ορεστης
Ορ.
Ορ.
217σύνοιδ’Ὀρέστην πολλά σ’ἐκπαγλουμένην.
Ηλεκτρα
Ηλ.
Ηλ.
218καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ορεστης
Ορ.
Ορ.
219ὅδ’εἰμί · μὴ μάτευ’ἐμοῦ μᾶλλον φίλον.
Ηλεκτρα
Ηλ.
Ηλ.
220ἀλλ’ἦ δόλον τιν’, ὦ ξέν’, ἀμφί μοι πλέκεις;
Ορεστης
Ορ.
Ορ.
221αὐτὸς καθ’αὑτοῦ τα- τἄρα μηχανορραφῶ.
Ηλεκτρα
Ηλ.
Ηλ.
222ἀλλ’ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
Ορεστης
Ορ.
Ορ.
223κα- κἀν τοῖς ἐμοῖς ἄρ’, εἴπερ ἔν γε τοῖσι σοῖς
Ηλεκτρα
Ηλ.
Ηλ.
224ὡς ὄντ’Ὀρέστην τάδε σ’ἐγὼ προσεννέπω;
Ορεστης
Ορ.
Ορ.
225αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ ·
226κουρὰν δ’ἰδοῦσα τήνδε κηδείου τριχὸς
228ἰχνοσκοποῦσάτ’ἐν στίβοισι τοῖς ἐμοῖς
227ἀνεπτερώθης κα- κἀδόκεις ὁρᾶν ἐμέ.
230σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
229σαυτῆς ἀδελφοῦ σύμμετρον τω- τὠμῷ κάρᾳ.
231ἰδοῦ δ’ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
232σπάθηςτε πληγὰς ἠδὲ θήρειον γραφήν.
233ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ’κπλαγῇς φρένας ·
234τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ηλεκτρα
Ηλ.
Ηλ.
235ὦ φίλτατον μέλημα δώμασιν πατρός,
236δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
237ἀλκῇ πεποιθὼς δῶμ’ἀνακτήσῃ πατρός.
238ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
239ἐμοί · προσαυδᾶν δ’ἐστ’ἀναγκαίως ἔχον
240πατέρατε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
241στέργηθρον · ἡ δὲ πανδίκως ἐχθαίρεται ·
242καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου ·
243πιστὸς δ’ἀδελφὸς ἦσθ’, ἐμοὶ σέβας φέρων
244μόνος · Κράτοςτε καὶ Δίκη σὺν τῷ τρίτῳ
245πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Ορεστης
Ορ.
Ορ.
246Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ ·
247ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
248θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
249δεινῆς ἐχίδνης. τοὺς δ’ἀπωρφανισμένους
250νῆστις πιέζει λιμός · οὐ γὰρ ἐντελεῖς
251θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
252οὕτω δὲ κα- κἀμὲ τήνδετ’, Ἠλέκτραν λέγω,
253ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
254ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
256πατρὸς νεοσσοὺς τούσδ’ἀποφθείρας πόθεν
257ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
258οὔτ’αἰετοῦ γένεθλ’ἀποφθείρας, πάλιν
259πέμπειν ἔχοις ἂν σήματ’εὐπιθῆ βροτοῖς ·
260οὔτ’ἀρχικός σοι πᾶς ὅδ’αὐανθεὶς πυθμὴν
261βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
262κόμιζ’, ἀπὸ σμικροῦ δ’ἂν ἄρειας μέγαν
263δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορος
Χο.
Χο.
264ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
265σιγᾶθ’, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
266γλώσσης χάριν δὲ πάντ’ἀπαγγείλῃ τάδε
267πρὸς τοὺς κρατοῦντας · οὓς ἴδοιμ’ἐγώ ποτε
268θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ορεστης
Ορ.
Ορ.
269οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
271κα- κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
272ἄτας ὑφ’ἧπαρ θερμὸν ἐξαυδώμενος,
273εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους ·
274τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
275ἀποχρημάτοισι ζημίαις ταυρούμενον ·
276αὐτὸν δ’ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
277τείσειν μ’ἔχοντα πολλὰ δυστερπῆ κακά.
278τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
279βροτοῖς πιφαύσκων εἶπε, τὰς δ’αἰνῶν νόσους,
280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
281λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν ·
282λευκὰς δὲ κόρσας τῇδ’ἐπαντέλλειν νόσῳ ·
283ἄλλαςτ’ἐφώνει προσβολάς Ἐρινύων
284ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας ·
285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
286ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
287καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
288ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ’ὀφρὺν
289κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
291καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
292εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
293βωμῶντ’ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
294μῆνιν · δέχεσθαι δ’οὔτε συλλύειν τινά.
295πάντων δ’ἄτιμον κα- κἄφιλον θνῄσκειν χρόνῳ
296κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
297τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
298κα- κεἰ μὴ πέποιθα, το- τοὔργον ἔστ’ἐργαστέον.
299πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
300θεοῦτ’ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
301καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
302τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
303Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
304δυοῖν γυναικοῖν ὧδ’ὑπηκόους πέλειν.
305θήλεια γὰρ φρήν · εἰ δὲ μή, τάχ’εἴσεται.
Χορος
Χο.
Χο.
306ἀλλ’ὦ μεγάλαι Μοῖραι, Διόθεν
307τῇδε τελευτᾶν,
308ᾗ τὸ δίκαιον μεταβαίνει.
309ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
310γλῶσσα τελείσθω · το- τοὐφειλόμενον
311πράσσουσα Δίκη μέγ’ἀυτεῖ ·
312ἀντὶ δὲ πληγῆς φονίας φονίαν
313πληγὴν τινέτω. δράσαντι παθεῖν,
314τριγέρων μῦθος τάδε φωνεῖ.
Ορεστης
Ορ.
Ορ.
315ὦ πάτερ αἰνόπατερ, τί σοι
316φάμενος ἢ τί ῥέξας
317τύχοιμ’ἂν ἕκαθεν οὐρίσας,
318ἔνθα σ’ἔχουσιν εὐναί,
319σκότῳ φάος
320ἀντίμοιρον; χάριτες δ’ὁμοίως
321κέκληνται γόος εὐκλεὴς
322προσθοδόμοις Ἀτρείδαις.
Χορος
Χο.
Χο.
323τέκνον, φρόνημα τοῦ
324θανόντος οὐ δαμάζει
325πυρὸς μαλερὰ γνάθος,
326φαίνει δ’ὕστερον ὀργάς ·
327ὀτοτύζεται δ’ὁ θνῄσκων,
328ἀναφαίνεται δ’ὁ βλάπτων.
329πατέρωντε καὶ τεκόντων
330γόος ἔνδικος ματεύει
331τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
Ηλεκτρα
Ηλ.
Ηλ.
332κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
333πολυδάκρυτα πένθη.
334δίπαις τοί σ’ἐπιτύμβιος
335θρῆνος ἀναστενάζει.
336τάφος δ’ἱκέτας δέδεκται
337φυγάδαςθ’ὁμοίως.
338τί τῶνδ’εὖ, τί δ’ἄτερ κακῶν;
339οὐκ ἀτρίακτος ἄτα;
Χορος
Χο.
Χο.
340ἀλλ’ἔτ’ἂν ἐκ τῶνδε θεὸς χρῄζων
341θείη κελάδους εὐφθογγοτέρους ·
342ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
343παιὰν μελάθροις ἐν βασιλείοις
344νεοκρᾶτα φίλον κομίσειεν.
Ορεστης
Ορ.
Ορ.
345εἰ γὰρ ὑπ’Ἰλίῳ
346πρός τινος Λυκίων, πάτερ,
347δορίτμητος κατηναρίσθης ·
348λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
349τέκνωντ’ἐν κελεύθοις
350ἐπιστρεπτὸν αἰῶ
351κτίσας πολύχωστον ἂν εἶχες
352τάφον διαποντίου γᾶς
353δώμασιν εὐφόρητον,
Χορος
Χο.
Χο.
354φίλος φίλοισι τοῖς
355ἐκεῖ καλῶς θανοῦσιν
356κατὰ χθονὸς ἐμπρέπων
357σεμνότιμος ἀνάκτωρ,
358πρόπολόςτε τῶν μεγίστων
359χθονίων ἐκεῖ τυράννων ·
360βασιλεὺς γὰρ ἦσθ’, ὄφρ’ἔζης,
361μόριμον λάχος πιπλάντων
362χεροῖν πεισίβροτόντε βάκτρον.
Ηλεκτρα
Ηλ.
Ηλ.
363μη δ’ὑπὸ Τρωίας
364τείχεσι φθίμενος, πάτερ,
365μετ’ἄλλῳ δουρικμῆτι λαῷ
366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
367πάρος δ’οἱ κτανόντες
368νιν οὕτως δαμῆναι
369φίλοις, θανατηφόρον αἶσαν
370πρόσω τινὰ πυνθάνεσθαι
371τῶνδε πόνων ἄπειρον.
Χορος
Χο.
Χο.
372ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
374μείζονα φωνεῖς · δύνασαι γάρ.
375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
376δοῦπος ἱκνεῖται · τῶν μὲν ἀρωγοὶ
377κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
378χέρες οὐχ ὅσιαι στυγερῶν τούτων ·
379παισὶ δὲ μᾶλλον γεγένηται.
Ορεστης
Ορ.
Ορ.
380τοῦτο διαμπερὲς οὖς
381ἵκεθ’ἅπερ τι βέλος.
382Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
383ὑστερόποινον ἄταν
384βροτῶν τλάμονι καὶ πανούργῳ
385χειρὶ — τοκεῦσι δ’ὅμως τελεῖται.
Χορος
Χο.
Χο.
386ἐφυμνῆσαι γένοιτό μοι
387πυκάεντ’ὀλολυγμὸν ἀνδρὸς
388θεινομένου, γυναικόςτ’
389ὀλλυμένας · τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
390ποτᾶται; πάροιθεν δὲ πρῴρας
391δριμὺς ἄηται κραδίας
392θυμὸς ἔγκοτον στύγος.
Ηλεκτρα
Ηλ.
Ηλ.
394καί πότ’ἂν ἀμφιθαλὴς
395Ζεὺς ἐπὶ χεῖρα βάλοι,
396φεῦ φεῦ, κάρανα δαΐξας;
397πιστὰ γένοιτο χώρᾳ.
398δίκαν δ’ἐξ ἀδίκων ἀπαιτῶ.
399κλῦτε δὲ Γᾶ χθονίωντε τιμαί.
Χορος
Χο.
Χο.
400ἀλλὰ νόμος μὲν φονίας σταγόνας
401χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
402αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
403παρὰ τῶν πρότερον φθιμένων ἄτην
404ἑτέραν ἐπάγουσαν ἐπ’ἄτῃ.
Ορεστης
Ορ.
Ορ.
405πόποι δὴ νερτέρων τυραννίδες,
406ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
407ἴδεσθ’Ἀτρειδᾶν τὰ λοίπ’ἀμηχάνως
408ἔχοντα καὶ δωμάτων
409ἄτιμα. πᾷ τις τράποιτ’ἄν, ὦ Ζεῦ;
Χορος
Χο.
Χο.
410πέπαλται δη- δαὖτὲ μοι φίλον κέαρ
411τόνδε κλύουσαν οἶκτον
412καὶ τότε μὲν δύσελπις,
413σπλάγχνα δέ μοι
414κελαινοῦται πρὸς ἔπος κλυούσᾳ.
415ὅταν δ’αὖτ’ἐπ’ἀλκῆς ἐπάρῃ μ’
416ἐλπὶς, ἀπέστασεν ἄχος
417προσφανεῖσά μοι καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
418τί δ’ἂν φάντες τύχοιμεν ἢ τά περ
419πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
420πάρεστι σαίνειν, τὰ δ’οὔτι θέλγεται.
421λύκος γὰρ ὥστ’ὠμόφρων
422ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Χορος
Χο.
Χο.
423ἔκοψα κομμὸν Ἄριον ἔντε Κισσίας
424νόμοις ἰηλεμιστρίας,
425ἀπριγδόπληκτα πολυπλάνητα δ’ἦν ἰδεῖν
426ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
427ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ’ἐπερρόθει
428κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ηλεκτρα
Ηλ.
Ηλ.
429ἰὼ δαΐα
430πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
431ἄνευ πολιτᾶν ἄνακτ’,
432ἄνευ δὲ πενθημάτων
433ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
Ορεστης
Ορ.
Ορ.
434τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
435πατρὸς δ’ἀτίμωσιν ἆρα τείσει
436ἕκατι μὲν δαιμόνων,
437ἕκατι δ’ἀμᾶν χερῶν;
438ἔπειτ’ἐγὼ νοσφίσας ὀλοίμαν.
Χορος
Χο.
Χο.
439ἐμασχαλίσθη δέ γ’, ὡς τόδ’εἰδῇς ·
440ἔπρασσε δ’, ᾇπέρ νιν ὧδε θάπτει,
441μόρον κτίσαι μωμένα
442ἄφερτον αἰῶνι σῷ.
443κλύεις πατρῴους δύας ἀτίμους.
Ηλεκτρα
Ηλ.
Ηλ.
445λέγεις πατρῷον μόρον · ἐγὼ δ’ἀπεστάτουν
446ἄτιμος, οὐδὲν ἀξία ·
447μυχῷ δ’ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
448ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
449χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450τοιαῦτ’ἀκούων ἐν φρεσὶν γράφου ⏑–.
Χορος
Χο.
Χο.
451δι’ὤτων δὲ
452συντέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
453τὰ μὲν γὰρ οὕτως ἔχει,
454τὰ δ’αὐτὸς ὄργα μαθεῖν.
455πρέπει δ’ἀκάμπτῳ μένει καθήκειν.
Ορεστης
Ορ.
Ορ.
456σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
Ηλεκτρα
Ηλ.
Ηλ.
457ἐγὼ δ’ἐπιφθέγγομαι κεκλαυμένα.
Χορος
Χο.
Χο.
458στάσις δὲ πάγκοινος ἅδ’ἐπιρροθεῖ ·
459ἄκουσον ἐς φάος μολών,
460ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Ορεστης
Ορ.
Ορ.
461Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
Ηλεκτρα
Ηλ.
Ηλ.
462ἰὼ θεοί, κραίνετ’ἐνδίκως δίκας.
Χορος
Χο.
Χο.
463τρόμος μ’ὑφέρπει κλύουσαν εὐγμάτων.
464τὸ μόρσιμον μένει πάλαι,
465εὐχομένοις δ’ἂν ἔλθοι.
466ὦ πόνος ἐγγενὴς
467καὶ παράμουσος Ἄτας
468αἱματόεσσα πλαγά.
469ἰὼ δύστον’ἄφερτα κήδη ·
470ἰὼ δυσκατάπαυστον ἄλγος.
471δώμασιν ἔμμοτον
472τῶνδ’ἄκος, οὐ δ’ἀπ’ἄλλων
473ἔκτοθεν, ἀλλ’ἀπ’αὐτῶν,
474δι’ὠμὰν ἔριν αἱματηράν.
475θεῶν τῶν κατὰ γᾶς ὅδ’ὕμνος.
476ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
477τῆσδε κατευχῆς πέμπετ’ἀρωγὴν
478παισὶν προφρόνως ἐπὶ νίκῃ.
Ορεστης
Ορ.
Ορ.
479πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
Ηλεκτρα
Ηλ.
Ηλ.
481κα- κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
482φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.
Ορεστης
Ορ.
Ορ.
483οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
484κτιζοίατ’· εἰ δὲ μή, παρ’εὐδείπνοις ἔσῃ
485ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
Ηλεκτρα
Ηλ.
Ηλ.
486κα- κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
487οἴσω πατρῴων ἐκ δόμων γαμηλίους ·
488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ορεστης
Ορ.
Ορ.
489ὦ Γαῖ’, ἄνες μοι πατέρ’ἐποπτεῦσαι μάχην.
Ηλεκτρα
Ηλ.
Ηλ.
490ὦ Περσέφασσα, δὸς δ’ἔτ’εὔμορφον κράτος.
Ορεστης
Ορ.
Ορ.
491μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ηλεκτρα
Ηλ.
Ηλ.
492μέμνησο δ’ἀμφίβληστρον ὡς ἐκαίνισαν.
Ορεστης
Ορ.
Ορ.
493πέδαις δ’ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
Ηλεκτρα
Ηλ.
Ηλ.
494αἰσχρῶςτε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ορεστης
Ορ.
Ορ.
495ἆρ’ἐξεγείρῃ τοῖσδ’ὀνείδεσιν, πάτερ;
Ηλεκτρα
Ηλ.
Ηλ.
496ἆρ’ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ορεστης
Ορ.
Ορ.
497ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
498ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
499εἴπερ κρατηθείς γ’ἀντινικῆσαι θέλεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
500καὶ τῆσδ’ἄκουσον λοισθίου βοῆς, πάτερ,
501ἰδὼν νεοσσοὺς τούσδ’ἐφημένους τάφῳ ·
502οἴκτιρε θῆλυν ἄρσενόςθ’ὁμοῦ γόνον,
503καὶ μὴ ’ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
504οὕτω γὰρ οὐ τέθνηκας οὐ δὲ περ θανών ·
505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
506θανόντι · φελλοὶ δ’ὣς ἄγουσι δίκτυον,
507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
508ἄκου’, ὑπὲρ σοῦ τοιάδ’ἔστ’ὀδύρματα.
509αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
Χορος
Χο.
Χο.
510καὶ μὴν ἀμεμφῆ τόνδ’ἐτείνατον λόγον,
511τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
512τὰ δ’ἄλλ’, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
513ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
Ορεστης
Ορ.
Ορ.
514ἔσται · πυθέσθαι δ’οὐδέν ἐστ’ἔξω δρόμου,
515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
516μεθύστερον τιμῶσ’ἀνήκεστον πάθος;
517θανόντι δ’οὐ φρονοῦντι δειλαία χάρις
518ἐπέμπετ’· οὐκ ἔχοιμ’ἂν εἰκάσαι τόδε.
519τὰ δῶρα μείω δ’ἐστὶ τῆς ἁμαρτίας.
520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ’αἵματος
521ἑνός, μάτην ὁ μόχθος · ὧδ’ἔχει λόγος.
522θέλοντι δ’, εἴπερ οἶσθ’, ἐμοὶ φράσον τάδε.
Χορος
Χο.
Χο.
523οἶδ’, ὦ τέκνον, παρῆ γάρ · ἔκτ’ὀνειράτων
524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ορεστης
Ορ.
Ορ.
526ἦ καὶ πέπυσθε το- τοὔναρ, ὥστ’ὀρθῶς φράσαι;
Χορος
Χο.
Χο.
527τεκεῖν δράκοντ’ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ορεστης
Ορ.
Ορ.
528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορος
Χο.
Χο.
529ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ορεστης
Ορ.
Ορ.
530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
Χορος
Χο.
Χο.
531αὐτὴ προσέσχε μαζὸν ἐν τω- τὠνείρατι.
Ορεστης
Ορ.
Ορ.
532καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορος
Χο.
Χο.
533ὥστ’ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ορεστης
Ορ.
Ορ.
534οὔτοι μάταιον · ἀνδρὸς ὄψανον πέλει.
Χορος
Χο.
Χο.
535ἡ δ’ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
536πολλοὶ δ’ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
537λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν ·
538πέμπειτ’ἔπειτα τάσδε κηδείους χοάς,
539ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ορεστης
Ορ.
Ορ.
540ἀλλ’εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
541το- τοὔνειρον εἶναι τοῦτ’ἐμοὶ τελεσφόρον.
542κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
543εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
544οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
545καὶ μαστὸν ἀμφέχασκ’ἐμὸν θρεπτήριον,
546θρόμβῳ δ’ἔμειξεν αἵματος φίλον γάλα,
547ἡ δ’ἀμφὶ τάρβει τῷδ’ἐπῴμωξεν πάθει,
548δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
549θανεῖν βιαίως · ἐκδρακοντωθεὶς δ’ἐγὼ
550κτείνω νιν, ὡς το- τοὔνειρον ἐννέπει τόδε.
Χορος
Χο.
Χο.
551τερασκόπον δὴ τῶνδέ σ’αἱροῦμαι πέρι.
552γένοιτο δ’οὕτως. τα- τἄλλα δ’ἐξηγοῦ φίλοις,
553τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ορεστης
Ορ.
Ορ.
554ἁπλοῦς ὁ μῦθος · τήνδε μὲν στείχειν ἔσω,
555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
556ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
557δόλοισι καὶ ληφθῶσιν ἐν τα- ταὐτῷ βρόχῳ
558θανόντες, καὶ Λοξίας ἐφήμισεν,
559ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
561ἥξω σὺν ἀνδρὶ τῷδ’ἐφ’ἑρκείους πύλας
562Πυλάδῃ, ξένοςτε καὶ δορύξενος δόμων.
563ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
564γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
566δέξαιτ’, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς ·
567μενοῦμεν οὕτως ὥστ’ἐπεικάζειν τινὰ
568δόμους παραστείχοντα καὶ τάδ’ἐννέπειν ·
569“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών”;
571εἰ δ’οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
572κα- κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
573ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
574ἀρεῖ, σάφ’ἴσθι, καὶ κατ’ὀφθαλμοὺς βαλεῖ,
575πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος,” νεκρὸν
576θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
577φόνου δ’Ἐρινὺς οὐχ ὑπεσπανισμένη
578ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
579νῦν οὖν σὺ μὲν φύλασσε τα- τἀν οἴκῳ καλῶς,
580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε ·
581ὑμῖν δ’ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
582σιγᾶνθ’ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
583τὰ δ’ἄλλα τούτῳ δεῦρ’ἐποπτεῦσαι λέγω,
584ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Χορος
Χο.
Χο.
585πολλὰ μὲν γᾶ τρέφει
586δεινὰ δειμάτων ἄχη,
587πόντιαίτ’ἀγκάλαι κνωδάλων
588ἀνταίων βρύουσι ·
589πλάθουσι καὶ πεδαίχμιοι
590λαμπάδες πεδάοροι,
591πτανάτε καὶ
592πεδοβάμονα κα- κἀνεμοέντ’ἂν
593αἰγίδων φράσαι κότον.
594ἀλλ’ὑπέρτολμον
595ἀνδρὸς φρόνημα τίς λέγοι
596καὶ γυναικῶν φρεσὶν τλαμόνων
597παντόλμους ἔρωτας
598ἄταισι συννόμους βροτῶν;
599ξυζύγους δ’ὁμαυλίας
599bθηλυκρατὴς
600ἀπέρωτος ἔρως παρανικᾷ
601κνωδάλωντε καὶ βροτῶν.
602ἴστω δ’, ὅστις οὐχ ὑπόπτερος
603φροντίσιν, δαεὶς
604τὰν ἁ
605παιδολυμὰς τάλαινα Θεστιὰς μήσατο
606πυρδαῆτιν πρόνοιαν,
607καταίθουσα παιδὸς δαφοινὸν
608δαλὸν ἥλικ’, ἐπεὶ μολὼν
609ματρόθεν κελάδησε,
610ξύμμετρόντε διαὶ βίου
611μοιρόκραντον ἐς ἆμαρ.
612ἄλλαν δεῖ τιν’ἐν λόγοις στυγεῖν
613φοινίαν κόραν,
615ἅτ’ἐχθρῶν ὑπαὶ
616φῶτ’ἀπώλεσεν φίλον Κρητικοῖς
617χρυσοκμήτοισιν ὅρμοις
618πιθήσασα δώροισι Μίνω,
619Νῖσον ἀθανάτας τριχὸς
620νοσφίσασ’ἀπροβούλως
621πνέονθ’ἁ κυνόφρων ὕπνῳ.
622κιγχάνει δέ μιν Ἑρμῆς.
623ἐπεὶ δ’ἐπεμνασάμαν ἀμειλίχων
624πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς
625γαμήλευμ’ἀπεύχετον δόμοις
626γυναικοβούλουςτε μήτιδας φρενῶν
627ἐπ’ἀνδρὶ τευχεσφόρῳ,
628ἐπ’ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
629τίω δ’ἀθέρμαντον ἑστίαν δόμων
630γυναικείαντ’ἄτολμον αἰχμάν.
631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
632λόγῳ · γοᾶται δὲ δὴ πάθος
633κατάπτυστον · ᾔκασεν δέ τις
634τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
635θεοστυγήτῳ δ’ἄχει
636βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
637σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
638τί τῶνδ’οὐκ ἐνδίκως ἀγείρω;
639τὸ δ’ἄγχι πλευμόνων ξίφος
640διανταίαν ὀξυπευκὲς οὐτᾷ
641διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
645σέβας παρεκβάντος οὐ θεμιστῶς.
646Δίκας δ’ἐρείδεται πυθμήν ·
647προχαλκεύει δ’Αἶσα φασγανουργός ·
648τέκνον δ’ἐπεισφέρει δόμοισιν
650αἱμάτων παλαιτέρων τίνειν μύσος
651χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
Ορεστης
Ορ.
Ορ.
653παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
654τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ’αὖθις, ἐν δόμοις;
655τρίτον τόδ’ἐκπέραμα δωμάτων καλῶ,
656εἴπερ φιλόξεν’ἐστὶν Αἰγίσθου διαί.
Οικετης
Οι.
Οι.
657εἶεν, ἀκούω · ποδαπὸς ὁ ξένος; πόθεν;
Ορεστης
Ορ.
Ορ.
658ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660τάχυνε δ’, ὡς καὶ νυκτὸς ἅρμ’ἐπείγεται
661σκοτεινόν, ὥρα δ’ἐμπόρους καθιέναι
662ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
663ἐξελθέτω τις δωμάτων τελεσφόρος
664γυνὴ τόπαρχος, ἄνδρα δ’εὐπρεπέστερον ·
665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
666λόγους τίθησιν · εἶπε θαρσήσας ἀνὴρ
667πρὸς ἄνδρα κα- κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
668ξένοι, λέγοιτ’ἂν εἴ τι δεῖ · πάρεστι γὰρ
669ὁποῖά περ δόμοισι τοῖσδ’ἐπεικότα,
670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
671στρωμνή, δικαίωντ’ὀμμάτων παρουσία.
672εἰ δ’ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
673ἀνδρῶν τόδ’ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ορεστης
Ορ.
Ορ.
674ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων ·
675στείχοντα δ’αὐτόφορτον οἰκείᾳ σαγῇ
676εἰς Ἄργος, ὥσπερ δεῦρ’ἀπεζύγην πόδα,
677ἀγνὼς πρὸς ἀγνῶτ’εἶπε συμβαλὼν ἀνήρ,
678ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
679Στροφίος ὁ Φωκεύς · πεύθομαι γὰρ ἐν λόγῳ
680“ἐπείπερ ἄλλως, ὦ ξέν’, εἰς Ἄργος κίεις,
681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
682τεθνεῶτ’Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
683εἴτ’οὖν κομίζειν δόξα νικήσει φίλων,
684εἴτ’οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
687σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου”.
688τοσαῦτ’ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690οὐκ οἶδα, τὸν τεκόντα δ’εἰκὸς εἰδέναι.
Κλυταιμνηστρα
Κλ.
Κλ.
691οἲ ’γώ, κατ’ἄκρας εἶπας ὡς πορθούμεθα.
692ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
693ὡς πόλλ’ἐπωπᾷς, κα- κἀκποδὼν εὖ κείμενα
694τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
696καὶ νῦν Ὀρέστης — ἦν γὰρ εὐβούλως ἔχων,
697ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα, —
698νῦν δ’ἥπερ ἐν δόμοισι βακχείας καλῆς
699ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ορεστης
Ορ.
Ορ.
700ἐγὼ μὲν οὖν ξένοισιν ὧδ’εὐδαίμοσιν
701κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι · τί γὰρ
703ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
704πρὸς δυσσεβείας δ’ἦν ἐμοὶ τόδ’ἐν φρεσίν,
705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
706καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνηστρα
Κλ.
Κλ.
707οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
708οὐ δ’ἧσσον ἂν γένοιο δώμασιν φίλος.
709ἄλλος δ’ὁμοίως ἦλθεν ἂν τάδ’ἀγγελῶν.
710ἀλλ’ἔσθ’ὁ καιρὸς ἡμερεύοντας ξένους
711μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
712ἄγ’αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
713ὀπισθόπουςτε τούσδε καὶ ξυνέμπορον ·
714κα- κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
717κοινώσομέντε κα- κοὐ σπανίζοντες φίλων
718βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
Χορος
Χο.
Χο.
719εἶεν, φίλιαι δμωίδες οἴκων,
720πότε δὴ στομάτων
721δείξομεν ἰσχὺν ἐπ’Ὀρέστῃ;
722ὦ πότνια χθὼν καὶ πότνι’ἀκτὴ
723χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
724σώματι κεῖσαι τῷ βασιλείῳ,
725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον ·
726νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
727ξυγκαταβῆναι, χθόνιον δ’Ἑρμῆν
728καὶ τὸν νύχιον τοῖσδ’ἐφοδεῦσαι
729ξιφοδηλήτοισιν ἀγῶσιν.
730ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν ·
731τροφὸν δ’Ὀρέστου τήνδ’ὁρῶ κεκλαυμένην.
732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
733λύπη δ’ἄμισθός ἐστί σοι ξυνέμπορος;
Τροφος
Τρ.
Τρ.
734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735ὅπως τάχιστ’ἄνωγεν, ὡς σαφέστερον
736ἀνὴρ ἀπ’ἀνδρὸς τὴν νεάγγελτον φάτιν
737ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
738θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
739κεύθουσ’ἐπ’ἔργοις διαπεπραγμένοις καλῶς
740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
741φήμης ὕφ’ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
742ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
743εὖτ’ἂν πύθηται μῦθον. ὦ τάλαιν’ἐγώ ·
744ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745ἄλγη δύσοιστα τοῖσδ’ἐν Ἀτρέως δόμοις
746τυχόντ’ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
747ἀλλ’οὔτι πω τοιόνδε πῆμ’ἀνεσχόμην ·
748τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά ·
749φίλον δ’Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη, —
751καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
752καὶ πολλὰ καὶ μοχθήρ’ἀνωφέλητ’ἐμοὶ
753τλάσῃ · — τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
754τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ, τρόπῳ φρενός ·
755οὐ γάρ τι φωνεῖ παῖς ἔτ’ὢν ἐν σπαργάνοις,
756εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
757ἔχει · νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
758τούτων πρόμαντις οὖσα, πολλὰ δ’, οἴομαι,
759ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760γναφεὺς τροφεύςτε τα- ταὐτὸν εἰχέτην τέλος.
761ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
762ἔχουσ’Ὀρέστην ἐξεδεξάμην πατρί ·
763τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
764στείχω δ’ἐπ’ἄνδρα τῶνδε λυμαντήριον
765οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χορος
Χο.
Χο.
766πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφος
Τρ.
Τρ.
767ἦ πῶς; λέγ’αὖθις, ὡς μάθω σαφέστερον.
Χορος
Χο.
Χο.
768εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφος
Τρ.
Τρ.
769ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορος
Χο.
Χο.
770μή νυν σὺ ταῦτ’ἄγγελλε δεσπότου στύγει ·
771ἀλλ’αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
772ἄνωχθ’ὅσον τάχιστα γηθούσῃ φρενί.
773ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφος
Τρ.
Τρ.
774ἀλλ’ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορος
Χο.
Χο.
775ἀλλ’εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
Τροφος
Τρ.
Τρ.
776καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορος
Χο.
Χο.
777οὔπω · κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφος
Τρ.
Τρ.
778τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορος
Χο.
Χο.
779ἄγγελλ’ἰοῦσα, πρᾶσσε τα- τἀπεσταλμένα.
780μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τροφος
Τρ.
Τρ.
781ἀλλ’εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
782γένοιτο δ’ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορος
Χο.
Χο.
783νῦν παραιτουμένᾳ μοι, πάτερ
784Ζεῦ θεῶν Ὀλυμπίων,
785δὸς τύχας τυχεῖν δόμου κυρίως
786τὰ σώφρον’εὖ μαιομένοις ἰδεῖν.
787διὰ δίκας πᾶν ἔπος
788ἔλακον · ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
789ἓ ἕ, πρὸ δὲ δὴ ’χθρῶν
790τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
791θές, ἐπεί νιν μέγαν ἄρας,
792δίδυμα καὶ τριπλᾶ
793παλίμποινα θέλων ἀμείψει.
794ἴσθι δ’ἀνδρὸς φίλου πῶλον
795εὖνιν ζυγέντ’ἐν ἅρμασιν
796πημάτων. σὺ δ’ἐν δρόμῳ προστιθεὶς
797μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
798τοῦτ’ἰδεῖν διὰ πέδον
799ἀνομένων βημάτων ὄρεγμα;
800οἵτ’ἔσω δωμάτων
801πλουτογαθῆ μυχὸν νομίζετε,
802κλῦτε, σύμφρονες θεοί ·
803 τῶν πάλαι πεπραγμένων
804λύσασθ’αἷμα προσφάτοις δίκαις.
805γέρων φόνος μηκέτ’ἐν δόμοις τέκοι.
806τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
807στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
808καί νιν ἐλευθερίας φῶς
809λαμπρὸν ἰδεῖν φιλίοις
810ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
811ξυλλάβοι δ’ἐνδίκως
812παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
813πρᾶξιν οὐρίαν θέλων ·
815πολλὰ δ’ἄλλα φανεῖ χρηίζων κρυπτά.
816ἄσκοπον δ’ἔπος λέγων
817νύκτα πρότ’ὀμμάτων σκότον φέρει,
818καθ’ἡμέραν δ’οὐδὲν ἐμφανέστερος.
819καὶ τότ’ἤδη κλυτὸν
820δωμάτων λυτήριον,
821θῆλυν οὐριοστάταν οὐ δ’
822ὀξύκρεκτον
823γοατᾶν νόμον θήσομεν · “πλεῖ τάδ’εὖ ·
825ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ’·
826ἄτα δ’ἀποστατεῖ φίλων”.
827σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
828ἐπαΰσας πατρὸς αὐδὰν
829θροούσᾳ τέκνον
830 πέραιν’ἀνεπίμομφον ἄταν.
831Περσέωςτ’ἐν φρεσὶν
832καρδίαν ἀνασχεθών,
833τοῖςθ’ὑπὸ χθονὸς φίλοισιν,
834τοῖςτ’ἄνωθεν
835πρόπρασσε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν
836φόνιον ἄταν τιθείς, τὸν αἴτιον δ’
837ἐξαπολλύων μόρου.
Αιγισθος
Αι.
Αι.
838ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ’ὑπάγγελος ·
839νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
841μόρον δ’Ὀρέστου. καὶ τόδ’ἀμφέρειν δόμοις
842γένοιτ’ἂν ἄχθος δειματοσταγὲς φόνῳ
843τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
844πῶς ταῦτ’ἀληθῆ καὶ βλέποντα δοξάσω;
845ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
846πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
847τί τῶνδ’ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορος
Χο.
Χο.
848ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
Αιγισθος
Αι.
Αι.
851ἰδεῖν ἐλέγξαιτ’αὖ θέλω τὸν ἄγγελον,
852εἴτ’αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
853εἴτ’ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
854οὔτοι φρέν’ἂν κλέψειεν ὠμματωμένην.
Χορος
Χο.
Χο.
855Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
856τάδ’ἐπευχομένη κα- κἀπιθεάζουσ’,
857ὑπὸ δ’εὐνοίας
858πῶς ἴσον εἰποῦσ’ἀνύσωμαι;
859νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860πειραὶ κοπάνων ἀνδροδαΐκτων
861ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
862οἴκων ὄλεθρον διὰ παντός,
863ἢ πῦρ καὶ φῶς ἐπ’ἐλευθερίᾳ
864δαίων ἀρχάςτε πολισσονόμους
865πατέρωνθ’ἕξει μέγαν ὄλβον.
866τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
867δισσοῖς μέλλει θεῖος Ὀρέστης
868ἅψειν. εἴη δ’ἐπὶ νίκῃ.
Αιγισθος
Αι.
Αι.
869ἒ ἔ, ὀτοτοτοῖ.
Χορος
Χο.
Χο.
870ἔα ἔα μάλα ·
871πῶς ἔχει; πῶς κέκρανται δόμοις;
872ἀποσταθῶμεν πράγματος τελουμένου,
873ὅπως δοκῶμεν τῶνδ’ἀναίτιαι κακῶν
874εἶναι · μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οικετης
Οι.
Οι.
875οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου ·
876οἴμοι μάλ’αὖθις ἐν τρίτοις προσφθέγμασιν.
877Αἴγισθος οὐκέτ’ἔστιν. ἀλλ’ἀνοίξατε
878ὅπως τάχιστα, καὶ γυναικείους πύλας
879μοχλοῖς χαλᾶτε · καὶ μάλ’ἡβῶντος δὲ δεῖ,
880οὐχ ὡς δ’ἀρῆξαι διαπεπραγμένῳ · τί γάρ;
881ἰοὺ ἰού.
882κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
883ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
884ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
884bαὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμνηστρα
Κλ.
Κλ.
885τί δ’ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οικετης
Οι.
Οι.
886τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμνηστρα
Κλ.
Κλ.
887οἲ ’γώ. ξυνῆκα το- τοὔπος ἐξ αἰνιγμάτων.
888δόλοις ὀλούμεθ’, ὥσπερ οὖν ἐκτείναμεν.
889δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος ·
890εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα ·
891ἐνταῦθα γὰρ δὴ τοῦδ’ἀφικόμην κακοῦ.
Ορεστης
Ορ.
Ορ.
892σὲ καὶ ματεύω · τῷδε δ’ἀρκούντως ἔχει.
Κλυταιμνηστρα
Κλ.
Κλ.
893οἲ ’γώ. τέθνηκας, φίλτατ’Αἰγίσθου βία.
Ορεστης
Ορ.
Ορ.
894φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν τα- ταὐτῷ τάφῳ
895κείσῃ · θανόντα δ’οὔτι μὴ προδῷς ποτε.
Κλυταιμνηστρα
Κλ.
Κλ.
896ἐπίσχες, ὦ παῖ, τόνδε δ’αἴδεσαι, τέκνον,
897μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
898οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ορεστης
Ορ.
Ορ.
899Πυλάδη τί δράσω; μητέρ’αἰδεσθῶ κτανεῖν;
Πυλαδης
Πυ.
Πυ.
900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
901τὰ πυθόχρηστα, πιστὰ δ’εὐορκώματα;
902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ορεστης
Ορ.
Ορ.
903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
904ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905καὶ ζῶντα γάρ νιν κρείσσον’ἡγήσω πατρός ·
906τούτῳ θανοῦσα ξυγκάθευδ’, ἐπεὶ φιλεῖς
907τὸν ἄνδρα τοῦτον, ὃν δ’ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμνηστρα
Κλ.
Κλ.
908ἐγώ σ’ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ορεστης
Ορ.
Ορ.
909πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνηστρα
Κλ.
Κλ.
910ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ορεστης
Ορ.
Ορ.
911καὶ τόνδε τοίνυν Μοῖρ’ἐπόρσυνεν μόρον.
Κλυταιμνηστρα
Κλ.
Κλ.
912οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ορεστης
Ορ.
Ορ.
913τεκοῦσα γάρ μ’ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνηστρα
Κλ.
Κλ.
914οὔτοι σ’ἀπέρριψ’εἰς δόμους δορυξένους.
Ορεστης
Ορ.
Ορ.
915αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμνηστρα
Κλ.
Κλ.
916ποῦ δῆθ’ὁ τῖμος, ὅντιν’ἀντεδεξάμην;
Ορεστης
Ορ.
Ορ.
917αἰσχύνομαί σοι τοῦτ’ὀνειδίσαι σαφῶς.
Κλυταιμνηστρα
Κλ.
Κλ.
918μὴ ἀλλ’εἴφ’ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ορεστης
Ορ.
Ορ.
919μὴ ’λεγχε τὸν πονοῦντ’ἔσω καθημένη.
Κλυταιμνηστρα
Κλ.
Κλ.
920ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ορεστης
Ορ.
Ορ.
921τρέφει δέ γ’ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνηστρα
Κλ.
Κλ.
922κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ορεστης
Ορ.
Ορ.
923σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνηστρα
Κλ.
Κλ.
924ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ορεστης
Ορ.
Ορ.
925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνηστρα
Κλ.
Κλ.
926ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ορεστης
Ορ.
Ορ.
927πατρὸς γὰρ αἶσα τόνδε σο- σοὐρίζει μόρον.
Κλυταιμνηστρα
Κλ.
Κλ.
928οἲ ’γὼ τεκοῦσα τόνδ’ὄφιν ἐθρεψάμην.
Ορεστης
Ορ.
Ορ.
929ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορος
Χο.
Χο.
931στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
932ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
933τλήμων Ὀρέστης, τοῦθ’ὅμως αἱρούμεθα,
934ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
935ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
936βαρύδικος ποινά ·
937ἔμολε δ’ἐς δόμον τὸν Ἀγαμέμνονος
938διπλοῦς λέων, διπλοῦς Ἄρης.
939ἔλασε δ’ἐς τὸ πᾶν
940ὁ πυθόχρηστος φυγὰς
941θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
942ἐπολολύξατ’ὦ δεσποσύνων δόμων
943ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
944ὑπαὶ δυοῖν μιαστόροιν,
945δυσοίμου τύχας.
946ἔμολε δ’ᾧ μέλει κρυπταδίου μάχας
947δολιόφρων ποινά ·
948ἔθιγε δ’ἐν μάχᾳ χερὸς ἐτήτυμος
949Διὸς κόρα — Δίκαν δέ νιν
950προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς —
951ὀλέθριον πνέουσ’ἐν ἐχθροῖς κότον.
942aἐπολολύξατ’ὦ δεσποσύνων δόμων
943aἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
944aὑπαὶ δυοῖν μιαστόροιν,
945aδυσοίμου τύχας.
953τά περ ὁ Λοξίας ὁ Παρνασσίας
954μέγαν ἔχων μυχὸν χθονὸς
955ἐπωρθίαξεν ἀδόλως δόλοις
956βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.
957† κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ
958ὑπουργεῖν κακοῖς †.
960ἄξια δ’οὐρανοῦχον ἀρχὰν σέβειν.
961πάρατε φῶς ἰδεῖν
962μέγατ’ἀφῃρέθην ψάλιον οἰκέων.
963ἄναγε μὰν δόμοι · πολὺν ἄγαν χρόνον
964χαμαιπετεῖς ἔκεισθ’ἀεί.
965τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
966πρόθυρα δωμάτων, ὅταν ἀφ’ἑστίας
967πᾶν ἐλαθῇ μύσος
968καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
969τύχαι δ’εὐπροσωποκοῖται τὸ πᾶν
970ἰδεῖν πρευμενεῖς
971μετοίκοις δόμων πεσοῦνται πάλιν.
972πάρατε φῶς ἰδεῖν
962aμέγατ’ἀφῃρέθην ψάλιον οἰκέων.
963aἄναγε μὰν δόμοι · πολὺν ἄγαν χρόνον
964aχαμαιπετεῖς ἔκεισθ’ἀεί.
Ορεστης
Ορ.
Ορ.
973ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
974πατροκτόνουςτε δωμάτων πορθήτορας.
975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ’ἥμενοι,
976φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
977πάρεστιν, ὅρκοςτ’ἐμμένει πιστώμασι.
978ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
979καὶ ξυνθανεῖσθαι · καὶ τάδ’εὐόρκως ἔχει.
980ἴδεσθε δ’αὖτε, τῶνδ’ἐπήκοοι κακῶν,
981τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
982πέδαςτε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
983ἐκτείνατ’αὐτὸ καὶ κύκλῳ παρασταδὸν
984στέγαστρον ἀνδρὸς δείξαθ’, ὡς ἴδῃ πατήρ,
985οὐχ ὁ- οὑμός, ἀλλ’ὁ πάντ’ἐποπτεύων τάδε
986Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
987ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
988ὡς τόνδ’ἐγὼ μετῆλθον ἐνδίκως μόρον
989τὸν μητρός · Αἰγίσθου γὰρ οὐ λέγω μόρον ·
990ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην ·
991ἥτις δ’ἐπ’ἀνδρὶ τοῦτ’ἐμήσατο στύγος,
992ἐξ οὗ τέκνων ἤνεγχ’ὑπὸ ζώνην βάρος,
993φίλον τέως, νῦν δ’ἐχθρόν, ὡς φαίνει, κακόν,
994τί σοι δοκεῖ; μύραινά γ’εἴτ’ἔχιδν’ἔφυ
995σήπειν θιγοῦσ’ἂν ἄλλον οὐ δεδηγμένον
996τόλμης ἕκατι κα- κἀκδίκου φρονήματος.
997τί νιν προσείπω, κα- κἂν τύχω μάλ’εὐστομῶν;
998ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
999δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
1000ἄρκυντ’ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
1001τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
1002ξένων ἀπαιόλημα κα- κἀργυροστερῆ
1003βίον νομίζων, τῷδέτ’ἂν δολώματι
1004πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005τοιάδ’ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
1006γένοιτ’· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορος
Χο.
Χο.
1007αἰαῖ αἰαῖ μελέων ἔργων ·
1008στυγερῷ θανάτῳ διεπράχθης.
1008bἒ ἔ,
1009μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ορεστης
Ορ.
Ορ.
1010ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
1011φᾶρος τόδ’, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
1012φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
1013πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
1014νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015πατροκτόνονθ’ὕφασμα προσφωνῶν τόδε.
1016ἀλγῶ μὲν ἔργα καὶ πάθος γένοςτε πᾶν,
1017ἄζηλα νίκης τῆσδ’ἔχων μιάσματα.
Χορος
Χο.
Χο.
1018οὔτις μερόπων ἀσινὴς βίοτον
1019διὰ παντὸς ἀπήμον’ἀμείψει.
1020ἒ ἔ,
1020bμόχθος δ’ὁ μὲν αὐτίχ’, ὁ δ’ἥξει.
Ορεστης
Ορ.
Ορ.
1021ἀλλ’, ὡς ἂν εἰδῆτ’, οὐ γὰρ οἶδ’ὅπη τελεῖ,
1022ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
1023ἐξωτέρω · φέρουσι γὰρ νικώμενον
1024φρένες δύσαρκτοι · πρὸς δὲ καρδίᾳ φόβος
1025ᾄδειν ἕτοιμος ἠδ’ὑπορχεῖσθαι κότῳ.
1026ἕως δ’ἔτ’ἔμφρων εἰμί, κηρύσσω φίλοις
1027κτανεῖντέ φημι μητέρ’οὐκ ἄνευ δίκης,
1028πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
1029καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ’ἐμοὶ
1031πράξαντι μὲν ταῦτ’ἐκτὸς αἰτίας κακῆς
1032εἶναι, παρέντα δ’— οὐκ ἐρῶ τὴν ζημίαν ·
1033τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
1034καὶ νῦν ὁρᾶτέ μ’, ὡς παρεσκευασμένος
1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
1036μεσόμφαλόνθ’ἵδρυμα, Λοξίου πέδον,
1037πυρόςτε φέγγος ἄφθιτον κεκλημένον,
1038φεύγων τόδ’αἷμα κοινόν · οὐ δ’ἐφ’ἑστίαν
1039ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1041καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
1040τάδ’ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω ·
1042ἐγὼ δ’ἀλήτης τῆσδε γῆς ἀπόξενος,
1043ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορος
Χο.
Χο.
1044ἀλλ’εὖ γ’ἔπραξας, μη δ’ἐπιζευχθῇς στόμα
1045φήμῃ πονηρᾷ μη δ’ἐπιγλωσσῶ κακά,
1046ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
1047δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ορεστης
Ορ.
Ορ.
1048ἆ, ἆ.
1048bδμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
1049φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050πυκνοῖς δράκουσιν · οὐκέτ’ἂν μείναιμ’ἐγώ.
Χορος
Χο.
Χο.
1051τίνες σε δόξαι, φίλτατ’ἀνθρώπων πατρί,
1052στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ορεστης
Ορ.
Ορ.
1053οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί ·
1054σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορος
Χο.
Χο.
1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι ·
1056ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ορεστης
Ορ.
Ορ.
1057ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
1058κα- κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορος
Χο.
Χο.
1059εἷς σοὶ καθαρμός · Λοξίας δὲ προσθιγὼν
1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ορεστης
Ορ.
Ορ.
1061ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ’, ἐγὼ δ’ὁρῶ ·
1062ἐλαύνομαι δὲ κα- κοὐκέτ’ἂν μείναιμ’ἐγὼ.
Χορος
Χο.
Χο.
1063ἀλλ’εὐτυχοίης, καί σ’ἐποπτεύων πρόφρων
1064θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
1065ὅδε τοι μελάθροις τοῖς βασιλείοις
1066τρίτος αὖ χειμὼν
1067πνεύσας γονίας ἐτελέσθη.
1068παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
1069μόχθοι τάλανές ·
1070δεύτερον ἀνδρὸς βασίλεια πάθη ·
1071λουτροδάικτος δ’ὤλετ’Ἀχαιῶν
1072πολέμαρχος ἀνήρ ·
1073νῦν δ’αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
1074ἢ μόρον εἴπω;
1075ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
1076μετακοιμισθὲν μένος ἄτης;