Agamemnon
Φυλαξ
Φυ.
Φυ.
1θεοὺς μὲν αἰτῶ τῶνδ’ἀπαλλαγὴν πόνων
2φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
3στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
4ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
6λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
7ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάςτε τῶν.
8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
9αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10ἁλώσιμόντε βάξιν · ὧδε γὰρ κρατεῖ
11γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
12εὖτ’ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόντ’ἔχω
13εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
14ἐμήν · φόβος γὰρ ἀνθ’ὕπνου παραστατεῖ,
15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ ·
16ὅταν δ’ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
17ὕπνου τόδ’ἀντίμολπον ἐντέμνων ἄκος,
18κλαίω τότ’οἴκου τοῦδε συμφορὰν στένων
19οὐχ ὡς τὰ πρόσθ’ἄριστα διαπονουμένου.
20νῦν δ’εὐτυχὴς γένοιτ’ἀπαλλαγὴ πόνων
21εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
22ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
24πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
25ἰοὺ ἰού.
26Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
27εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
28ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
29ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει ·
31αὐτόςτ’ἔγωγε φροίμιον χορεύσομαι.
32τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
34γένοιτο δ’οὖν μολόντος εὐφιλῆ χέρα
35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
36τὰ δ’ἄλλα σιγῶ · βοῦς ἐπὶ γλώσσῃ μέγας
37βέβηκεν · οἶκος δ’αὐτός, εἰ φθογγὴν λάβοι,
38σαφέστατ’ἂν λέξειεν · ὡς ἑκὼν ἐγὼ
39μαθοῦσιν αὐδῶ κα- κοὐ μαθοῦσι λήθομαι.
Χορος
Χο.
Χο.
40δέκατον μὲν ἔτος τόδ’ἐπεὶ Πριάμου
41μέγας ἀντίδικος,
42Μενέλαος ἄναξ ἠδ’Ἀγαμέμνων,
43διθρόνου Διόθεν καὶ δισκήπτρου
44τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
45στόλον Ἀργείων χιλιοναύτην,
46τῆσδ’ἀπὸ χώρας
47ἦραν, στρατιῶτιν ἀρωγὰν,
48μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
49τρόπον αἰγυπιῶν, οἵτ’ἐκπατίοις
50ἄλγεσι παίδων ὕπατοι λεχέων
51στροφοδινοῦνται
52πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
53δεμνιοτήρη
54πόνον ὀρταλίχων ὀλέσαντες ·
55ὕπατος δ’ἀίων ἤ τις Ἀπόλλων
56ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
57γόον ὀξυβόαν τῶνδε μετοίκων
58ὑστερόποινον
59πέμπει παραβᾶσιν Ἐρινύν.
60οὕτω δ’Ἀτρέως παῖδας ὁ κρείσσων
61ἐπ’Ἀλεξάνδρῳ πέμπει ξένιος
62Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
64γόνατος κονίαισιν ἐρειδομένου
65διακναιομένηςτ’ἐν προτελείοις
66κάμακος θήσων Δαναοῖσι
67Τρωσίθ’ὁμοίως. ἔστι δ’ὅπη νῦν
68ἔστι · τελεῖται δ’ἐς τὸ πεπρωμένον ·
69οὔθ’ὑποκαίων οὔθ’ὑπολείβων
70οὔτε δακρύων ἀπύρων ἱερῶν
71ὀργὰς ἀτενεῖς παραθέλξει.
72ἡμεῖς δ’ἀτίται σαρκὶ παλαιᾷ
73τῆς τότ’ἀρωγῆς ὑπολειφθέντες
74μίμνομεν ἰσχὺν
75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
76ὅτε γὰρ νεαρὸς μυελὸς στέρνων
77ἐντὸς ἀνᾴσσων
78ἰσόπρεσβυς, Ἄρης δ’οὐκ ἔνι χώρᾳ,
79τόθ’ὑπέργηρων φυλλάδος ἤδη
80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
81στείχει, παιδὸς δ’οὐδὲν ἀρείων
82ὄναρ ἡμερόφαντον ἀλαίνει.
83σὺ δέ, Τυνδάρεω
84θύγατερ, βασίλεια Κλυταιμήστρα,
85τί χρέος; τί νέον; τί δ’ἐπαισθομένη,
86τίνος ἀγγελίας
87πειθοῖ περίπεμπτα θυοσκεῖς;
88πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
89ὑπάτων, χθονίων,
90τῶντ’οὐρανίων τῶντ’ἀγοραίων,
91βωμοὶ δώροισι φλέγονται ·
92ἄλλη δ’ἄλλοθεν οὐρανομήκης
93λαμπὰς ἀνίσχει,
94φαρμασσομένη χρίματος ἁγνοῦ
95μαλακαῖς ἀδόλοισι παρηγορίαις,
96πελάνῳ μυχόθεν βασιλείῳ.
97τούτων λέξασ’ὅ τι καὶ δυνατὸν
98καὶ θέμις αἰνεῖν,
99παιώντε γενοῦ τῆσδε μερίμνης,
100ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
101τοτὲ δ’ἐκ θυσιῶν ἀγανὴ φαίνουσ’
102ἐλπὶς ἀμύνει φροντίδ’ἄπληστον
103τῆς θυμοβόρου φρένα λύπης.
104κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
105ἐκτελέων · ἔτι γὰρ θεόθεν καταπνεύει
106πειθὼ μολπᾶν
107ἀλκὰν σύμφυτος αἰών ·
108ὅπως
109Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
110ξύμφρονα ταγάν,
111πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
112θούριος ὄρνις Τευκρίδ’ἐπ’αἶαν,
113οἰωνῶν βασιλεὺς βασιλεῦσι
115νεῶν ὁ κελαινός, ὅτ’ἐξόπιν ἀργᾶς,
116φανέντες
117ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
118παμπρέπτοις ἐν ἕδραισιν,
119βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
120βλαβέντα λοισθίων δρόμων.
121αἴλινον αἴλινον εἰπέ, τὸ δ’εὖ νικάτω.
122κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
123Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
124πομπούςτ’ἀρχάς ·
125οὕτω δ’εἶπε τερᾴζων ·
126“χρόνῳ μὲν ἀγρεῖ
127Πριάμου πόλιν ἅδε κέλευθος,
128πάντα δὲ πύργων
129κτήνη πρόσθε τὰ δημιοπληθῆ
130Μοῖρ’ἀλαπάξει πρὸς τὸ βίαιον ·
131οἶον μή τις ἄγα θεόθεν
132κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας
133στρατωθέν. οἴκτῳ γὰρ
135ἐπίφθονος Ἄρτεμις ἁγνὰ
136πτανοῖσιν κυσὶ πατρὸς
137αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
138στυγεῖ δὲ δεῖπνον αἰετῶν”.
139αἴλινον αἴλινον εἰπέ, τὸ δ’εὖ νικάτω.
140“τόσον περ εὔφρων, καλά,
141δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
142πάντωντ’ἀγρονόμων φιλομάστοις
143θηρῶν ὀβρικάλοισι τερπνά,
144τούτων αἴνει ξύμβολα κρᾶναι,
145δεξιὰ μέν, κατάμομφα δὲ φάσματα.
146ἰήιον δὲ καλέω Παιᾶνα,
147μή τινας ἀντιπνόους
148Δαναοῖς χρονίας ἐχενῇδας
150ἀπλοίας τεύξῃ,
151σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν’, ἄδαιτον
152νεικέων τέκτονα σύμφυτον,
153οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
155οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος”.
156τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
157μόρσιμ’ἀπ’ὀρνίθων ὁδίων οἴκοις βασιλείοις ·
158τοῖς δ’ὁμόφωνον
159αἴλινον αἴλινον εἰπέ, τὸ δ’εὖ νικάτω.
160Ζεύς, ὅστις ποτ’ἐστίν, εἰ τόδ’
161αὐτῷ φίλον κεκλημένῳ,
162τοῦτό νιν προσεννέπω.
163οὐκ ἔχω προσεικάσαι
164πάντ’ἐπισταθμώμενος
165πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
166χρὴ βαλεῖν ἐτητύμως.
167οὐ δ’ὅστις πάροιθεν ἦν μέγας,
168παμμάχῳ θράσει βρύων,
170οὐ δὲ λέξεται πρὶν ὤν ·
171ὃς δ’ἔπειτ’ἔφυ,
172τριακτῆρος οἴχεται τυχών.
173Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175τεύξεται φρενῶν τὸ πᾶν ·
176τὸν φρονεῖν βροτοὺς
177ὁδώσαντα, τὸν πάθει μάθος
178θέντα κυρίως ἔχειν.
179στάζει δ’ἔνθ’ὕπνῳ πρὸ καρδίας
180μνησιπήμων πόνος · καὶ παρ’
181ἄκοντας ἦλθε σωφρονεῖν.
182δαιμόνων δέ που χάρις βίαιος
183σέλμα σεμνὸν ἡμένων.
184καὶ τόθ’ἡγεμὼν ὁ
185πρέσβυς νεῶν Ἀχαιικῶν,
186μάντιν οὔτινα ψέγων,
187ἐμπαίοις τύχαισι συμπνέων,
188εὖτ’ἀπλοίᾳ κεναγγεῖ
189βαρύνοντ’Ἀχαιικὸς λεώς,
190Χαλκίδος πέραν ἔχων
191παλιρρόχθοις ἐν Αὐλίδος τόποις ·
192πνοαὶ δ’ἀπὸ Στρυμόνος μολοῦσαι
193κακόσχολοι νήστιδες δύσορμοι,
194βροτῶν ἄλαι, ναῶντε καὶ
195πεισμάτων ἀφειδεῖς,
196παλιμμήκη χρόνον τιθεῖσαι
197τρίβῳ κατέξαινον
198ἄνθος Ἀργείων · ἐπεὶ δὲ καὶ πικροῦ
199χείματος ἄλλο μῆχαρ
200βριθύτερον πρόμοισιν
201μάντις ἔκλαγξεν προφέρων
202Ἄρτεμιν, ὥστε χθόνα
203βάκτροις ἐπικρούσαντας
204Ἀτρείδας δάκρυ μὴ κατασχεῖν ·
205ἄναξ δ’ὁ πρέσβυς τότ’εἶπε φωνῶν ·
206“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
207βαρεῖα δ’, εἰ τέκνον
208δαΐξω, δόμων ἄγαλμα,
209μιαίνων παρθενοσφάγοισιν
210ῥείθροις πατρῴους χέρας
211πέλας βωμοῦ · τί τῶνδ’ἄνευ κακῶν,
212πῶς λιπόναυς γένωμαι
213ξυμμαχίας ἁμαρτών;
214παυσανέμου γὰρ θυσίας
215παρθενίουθ’αἵματος
216ὀργᾷ περιόργως
217ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη”.
218ἐπεὶ δ’ἀνάγκας ἔδυ λέπαδνον
219φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220ἄναγνον ἀνίερον, τόθεν
221τὸ παντότολμον φρονεῖν μετέγνω.
222βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
223τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ’οὖν
225θυτὴρ γενέσθαι θυγατρός,
226γυναικοποίνων πολέμων ἀρωγὰν
227καὶ προτέλεια ναῶν.
228λιτὰς δὲ καὶ κληδόνας πατρῴους
229παρ’οὐδὲν αἰῶτε παρθένειον
230ἔθεντο φιλόμαχοι βραβῆς.
231φράσεν δ’ἀόζοις πατὴρ μετ’εὐχὰν
232δίκαν χιμαίρας ὕπερθε βωμοῦ
233πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
235λαβεῖν ἀέρδην, στόματός
236τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
237φθόγγον ἀραῖον οἴκοις,
238βίᾳ χαλινῶντ’ἀναύδῳ μένει.
239κρόκου βαφὰς δ’ἐς πέδον χέουσα
240ἔβαλλ’ἕκαστον
241θυτήρων ἀπ’ὄμματος βέλει
242φιλοίκτῳ, πρέπουσάθ’ὡς ἐν γραφαῖς, προσεννέπειν
243θέλουσ’, ἐπεὶ πολλάκις
244πατρὸς κατ’ἀνδρῶνας εὐτραπέζους
245ἔμελψεν, ἁγνᾷ δ’ἀταύρωτος αὐδᾷ πατρὸς
246φίλου τριτόσπονδον
247εὔποτμον παιῶνα φίλως ἐτίμα.
248τὰ δ’ἔνθεν οὔτ’εἶδον οὔτ’ἐννέπω ·
249τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
250Δίκα δὲ τοῖς μὲν
251παθοῦσιν μαθεῖν ἐπιρρέπει ·
252τὸ μέλλον δ’, ἐπεὶ γένοιτ’, ἂν κλύοις · πρὸ χαιρέτω ·
253ἴσον δὲ τῷ προστένειν.
254τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
255πέλοιτο δ’οὖν τα- τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
256θέλει τόδ’ἄγχιστον
257Ἀπίας γαίας μονόφρουρον ἕρκος.
258ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος ·
259δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκ’ἐρημωθέντος ἄρσενος θρόνου.
261σὺ δ’εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
262εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
263κλύοιμ’ἂν εὔφρων · οὐ δὲ σιγώσῃ φθόνος.
Κλυταιμηστρα
Κλ.
Κλ.
264εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
266πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν ·
267Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορος
Χο.
Χο.
268πῶς φής; πέφευγε το- τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμηστρα
Κλ.
Κλ.
269Τροίαν Ἀχαιῶν οὖσαν · ἦ τορῶς λέγω;
Χορος
Χο.
Χο.
270χαρά μ’ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμηστρα
Κλ.
Κλ.
271εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορος
Χο.
Χο.
272τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμηστρα
Κλ.
Κλ.
273ἔστιν · τί δ’οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορος
Χο.
Χο.
274πότερα δ’ὀνείρων φάσματ’εὐπιθῆ σέβεις;
Κλυταιμηστρα
Κλ.
Κλ.
275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορος
Χο.
Χο.
276ἀλλ’ἦ σ’ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμηστρα
Κλ.
Κλ.
277παιδὸς νέας ὣς κάρτ’ἐμωμήσω φρένας.
Χορος
Χο.
Χο.
278ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμηστρα
Κλ.
Κλ.
279τῆς νῦν τεκούσης φῶς τόδ’εὐφρόνης λέγω.
Χορος
Χο.
Χο.
280καὶ τίς τόδ’ἐξίκοιτ’ἂν ἀγγέλων τάχος;
Κλυταιμηστρα
Κλ.
Κλ.
281Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
282φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ἀπ’ἀγγάρου πυρὸς
283ἔπεμπεν · Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
284Λήμνου · μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
286ὑπερτελήςτε, πόντον ὥστε νωτίσαι,
287ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
288[…] † πεύκη † τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
289σέλας παραγγείλασα Μακίστου σκοπαῖς ·
290ὁ δ’οὔτι μέλλων οὐ δ’ἀφρασμόνως ὕπνῳ
291νικώμενος παρῆκεν ἀγγέλου μέρος ·
292ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ’Εὐρίπου ῥοὰς
293Μεσσαπίου φύλαξι σημαίνει μολόν.
294οἱ δ’ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
296σθένουσα λαμπὰς δ’οὐδέπω μαυρουμένη,
297ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
298φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
299ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
301φρουρὰ πλέον καίουσα τῶν εἰρημένων ·
302λίμνην δ’ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος ·
303ὄροςτ’ἐπ’Αἰγίπλαγκτον ἐξικνούμενον
304ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305πέμπουσι δ’ἀνδαίοντες ἀφθόνῳ μένει
306φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
307πορθμοῦ κάτοπτον πρῶν’ὑπερβάλλειν πρόσω
308φλέγουσαν · ἔστ’ἔσκηψεν εὖτ’ἀφίκετο
309Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς ·
310κα- κἄπειτ’Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
311φάος τόδ’οὐκ ἄπαππον Ἰδαίου πυρός.
312τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
313ἄλλος παρ’ἄλλου διαδοχαῖς πληρούμενοι ·
314νικᾷ δ’ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτον σύμβολόντέ σοι λέγω
316ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορος
Χο.
Χο.
317θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
318λόγους δ’ἀκοῦσαι τούσδε κα- κἀποθαυμάσαι
319διηνεκῶς θέλοιμ’ἂν ὡς λέγοις πάλιν.
Κλυταιμηστρα
Κλ.
Κλ.
320Τροίαν Ἀχαιοὶ τῇδ’ἔχουσ’ἐν ἡμέρᾳ.
321οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
322ὄξοςτ’ἄλειφάτ’ἐγχέας τα- ταὐτῷ κύτει
323διχοστατοῦντ’ἄν, οὐ φίλω, προσεννέποις.
324καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
326οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
327ἀνδρῶν κασιγνήτωντε καὶ φυταλμίων
328παῖδες γερόντων οὐκέτ’ἐξ ἐλευθέρου
329δέρης ἀποιμώζουσι φιλτάτων μόρον ·
330τοὺς δ’αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
331νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
332τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
333ἀλλ’ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
334ἐν δ’αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
336δρόσωντ’ἀπαλλαγέντες, ὡς δ’εὐδαίμονες
337ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
338εἰ δ’εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
339τοὺς τῆς ἁλούσης γῆς θεῶνθ’ἱδρύματα,
340οὔ τα- τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
341ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
342πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
343δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
344κάμψαι διαύλου τα- θάτερον κῶλον πάλιν ·
345θεοῖς δ’ἀναμπλάκητος εἰ μόλοι στρατός,
346ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
347γένοιτ’ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
348τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις ·
349τὸ δ’εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
350πολλῶν γὰρ ἐσθλῶν τήνδ’ὄνησιν εἱλόμην.
Χορος
Χο.
Χο.
351γύναι, κατ’ἄνδρα σώφρον’εὐφρόνως λέγεις.
352ἐγὼ δ’ἀκούσας πιστά σου τεκμήρια
353θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
354χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
355ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
356μεγάλων κόσμων κτεάτειρα,
357ἥτ’ἐπὶ Τροίας πύργοις ἔβαλες
358στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
359μήτ’οὖν νεαρῶν τιν’ὑπερτελέσαι
360μέγα δουλείας
361γάγγαμον, ἄτης παναλώτου.
362Δία τοι ξένιον μέγαν αἰδοῦμαι
363τὸν τάδε πράξαντ’ἐπ’Ἀλεξάνδρῳ
364τείνοντα πάλαι τόξον, ὅπως ἂν
365μήτε πρὸ καιροῦ μήθ’ὑπὲρ ἄστρων
366βέλος ἠλίθιον σκήψειεν.
367Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
368πάρεστιν τοῦτό γ’ἐξιχνεῦσαι.
369 ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
370θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
371ὅσοις ἀθίκτων χάρις
372πατοῖθ’· ὁ δ’οὐκ εὐσεβής.
373πέφανται δ’ἐκτίνουσ’
375ἀτολμήτων ἀρὴ
376πνεόντων μεῖζον ἢ δικαίως,
377φλεόντων δωμάτων ὑπέρφευ
378ὑπὲρ τὸ βέλτιστον. ἔστω δ’
379ἀπήμαντον, ὥστ’ἀπαρκεῖν
380εὖ πραπίδων λαχόντα.
381οὐ γὰρ ἔστιν ἔπαλξις
382πλούτου πρὸς κόρον ἀνδρὶ
383λακτίσαντι μέγαν Δίκας
384βωμὸν εἰς ἀφάνειαν.
385βιᾶται δ’ἁ τάλαινα πειθώ,
386προβούλου παῖς ἄφερτος ἄτας.
387ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
388πρέπει δέ, φῶς αἰνολαμπές, σίνος ·
390κακοῦ δὲ χαλκοῦ τρόπον
391τρίβῳτε καὶ προσβολαῖς
392μελαμπαγὴς πέλει
393δικαιωθείς, ἐπεὶ
394διώκει παῖς ποτανὸν ὄρνιν,
395πόλει πρόστριμμ’ἄφερτον ἐνθείς.
396λιτᾶν δ’ἀκούει μὲν οὔτις θεῶν ·
397τὸν δ’ἐπίστροφον τῶν
398φῶτ’ἄδικον καθαιρεῖ.
399οἷος καὶ Πάρις ἐλθὼν
400ἐς δόμον τὸν Ἀτρειδᾶν
401ᾔσχυνε ξενίαν
402τράπεζαν κλοπαῖσι γυναικός.
403λιποῦσα δ’ἀστοῖσιν ἀσπίστοράς
404τε καὶ κλόνους λογχίμους
405ναυβάταςθ’ὁπλισμούς,
406ἄγουσάτ’ἀντίφερνον Ἰλίῳ φθορὰν
407βέβακεν ῥίμφα διὰ
408πυλᾶν ἄτλητα τλᾶσα · πολλὰ δ’ἔστενον
409τόδ’ἐννέποντες δόμων προφῆται ·
410“ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
411ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
413ἄλγιστ’ἀφημένων ἰδεῖν.
414πόθῳ δ’ὑπερποντίας
415φάσμα δόξει δόμων ἀνάσσειν.
416εὐμόρφων δὲ κολοσσῶν
417ἔχθεται χάρις ἀνδρί ·
418ὀμμάτων δ’ἐν ἀχηνίαις
419ἔρρει πᾶσ’Ἀφροδίτα”.
420“ὀνειρόφαντοι δὲ πενθήμονες
421πάρεισι δόξαι
422φέρουσαι χάριν ματαίαν.
423μάταν γάρ, εὖτ’ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
424παραλλάξασα διὰ
425χερῶν βέβακεν ὄψις οὐ μεθύστερον
426πτεροῖς ὀπαδοῦσ’ὕπνου κελεύθοις”.
427τὰ μὲν κατ’οἴκους ἐφ’ἑστίας ἄχη
428τάδ’ἐστὶ καὶ τῶνδ’ὑπερβατώτερα.
429τὸ πᾶν δ’ἀφ’Ἕλλανος αἴας συνορμένοις
430πένθει’ἀτλησικάρδιος
431δόμων ἑκάστου πρέπει.
432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ ·
433οὓς μὲν γάρ τις ἔπεμψεν
434οἶδεν, ἀντὶ δὲ φωτῶν
435τεύχη καὶ σποδὸς εἰς
436ἑκάστου δόμους ἀφικνεῖται.
437ὁ χρυσαμοιβὸς δ’Ἄρης σωμάτων
438καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440πυρωθὲν ἐξ Ἰλίου
441φίλοισι πέμπει βαρὺ
442ψῆγμα δυσδάκρυτον
443ἀντήνορος σποδοῦ
444γεμίζων λέβητας εὐθέτους.
445στένουσι δ’εὖ λέγοντες
446ἄνδρα τὸν μὲν ὡς μάχης ἴδρις,
447τὸν δ’ἐν φοναῖς καλῶς πεσόντ’—
448ἀλλοτρίας διαὶ
449γυναικός · τάδε σῖγά τις
450βαΰζει, φθονερὸν δ’ὑπ’ἄλγος
451ἕρπει προδίκοις Ἀτρείδαις.
452οἱ δ’αὐτοῦ περὶ τεῖχος
453θήκας Ἰλιάδος γᾶς
454εὔμορφοι κατέχουσιν ·
455ἐχθρὰ δ’ἔχοντας ἔκρυψεν.
456βαρεῖα δ’ἀστῶν φάτις ξὺν κότῳ ·
457δημοκράντου δ’ἀρᾶς τίνει χρέος.
458μένει δ’ἀκοῦσαί τί μου
460μέριμνα νυκτηρεφές.
461τῶν πολυκτόνων γὰρ οὐκ
462ἄσκοποι θεοί.
463κελαιναὶ δ’Ἐρινύες χρόνῳ
464τυχηρὸν ὄντ’ἄνευ δίκας
465παλιντυχεῖ τριβᾷ βίου
466τιθεῖσ’ἀμαυρόν, ἐν δ’
467ἀίστοις τελέθοντος οὔτις
468ἀλκά · τὸ δ’ὑπερκόπως κλύειν
469εὖ βαρύ · βάλλεται γὰρ
470ὄσσοις Διόθεν κάρανα.
471κρίνω δ’ἄφθονον ὄλβον ·
472μήτ’εἴην πτολιπόρθης
473μήτ’οὖν αὐτὸς ἁλοὺς ὑπ’
474ἄλλων βίον κατίδοιμι.
475πυρὸς δ’ὑπ’εὐαγγέλου
476πόλιν διήκει θοὰ
477βάξις · εἰ δ’ἐτήτυμος,
478τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος. —
479τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
480φλογὸς παραγγέλμασιν
481νέοις πυρωθέντα καρδίαν ἔπειτ’
482ἀλλαγᾷ λόγου καμεῖν; —
483 γυναικὸς αἰχμᾷ πρέπει
484πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι. —
485πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
486ταχύπορος · ἀλλὰ ταχύμορον
487γυναικογήρυτον ὄλλυται κλέος. —
488τάχ’εἰσόμεσθα λαμπάδων φαεσφόρων
490φρυκτωριῶντε καὶ πυρὸς παραλλαγάς,
491εἴτ’οὖν ἀληθεῖς εἴτ’ὀνειράτων δίκην
492τερπνὸν τόδ’ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
493κήρυκ’ἀπ’ἀκτῆς τόνδ’ὁρῶ κατάσκιον
494κλάδοις ἐλαίας · μαρτυρεῖ δέ μοι κάσις
495πηλοῦ ξύνουρος διψία κόνις τάδε,
496ὡς οὔτ’ἄναυδος οὔτε σοι δαίων φλόγα
497ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
498ἀλλ’ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων —
499τὸν ἀντίον δὲ τοῖσδ’ἀποστέργω λόγον ·
500εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. —
501ὅστις τάδ’ἄλλως τῇδ’ἐπεύχεται πόλει,
502αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Κηρυξ
Κη.
Κη.
503ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
504δεκάτου σε φέγγει τῷδ’ἀφικόμην ἔτους,
505πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
506οὐ γάρ ποτ’ηὔχουν τῇδ’ἐν Ἀργείᾳ χθονὶ
507θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
508νῦν χαῖρε μὲν χθών, χαῖρε δ’ἡλίου φάος,
509ὕπατόςτε χώρας Ζεύς, ὁ Πύθιόςτ’ἄναξ,
510τόξοις ἰάπτων μηκέτ’εἰς ἡμᾶς βέλη ·
511ἅλις παρὰ Σκάμανδρον ἦσθ’ἀνάρσιος ·
512νῦν δ’αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
513ἄναξ Ἄπολλον. τούςτ’ἀγωνίους θεοὺς
514πάντας προσαυδῶ, τόντ’ἐμὸν τιμάορον
515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
516ἥρωςτε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
517στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
518ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
519σεμνοίτε θᾶκοι, δαίμονέςτ’ἀντήλιοι,
520εἴ που πάλαι, φαιδροῖσι τοισίδ’ὄμμασι
521δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
522ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
523καὶ τοῖσδ’ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
524ἀλλ’εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
526Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
527βωμοὶ δ’ἄιστοι καὶ θεῶν ἱδρύματα,
528καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
529τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
531ἥκει, τίεσθαι δ’ἀξιώτατος βροτῶν
532τῶν νῦν · Πάρις γὰρ οὔτε συντελὴς πόλις
533ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
534ὀφλὼν γὰρ ἁρπαγῆςτε καὶ κλοπῆς δίκην
535τοῦ ῥυσίουθ’ἥμαρτε καὶ πανώλεθρον
536αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
537διπλᾶ δ’ἔτεισαν Πριαμίδαι τα- θἀμάρτια.
Χορος
Χο.
Χο.
538κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κηρυξ
Κη.
Κη.
539χαίρω γε · τεθνάναι δ’οὐκέτ’ἀντερῶ θεοῖς.
Χορος
Χο.
Χο.
540ἔρως πατρῴας τῆσδε γῆς σ’ἐγύμνασεν;
Κηρυξ
Κη.
Κη.
541ὥστ’ἐνδακρύειν γ’ὄμμασιν χαρᾶς ὕπο.
Χορος
Χο.
Χο.
542τερπνῆς ἄρ’ἦτε τῆσδ’ἐπήβολοι νόσου.
Κηρυξ
Κη.
Κη.
543πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορος
Χο.
Χο.
544τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
Κηρυξ
Κη.
Κη.
545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;
Χορος
Χο.
Χο.
546ὡς πόλλ’ἀμαυρᾶς ἐκ φρενός μ’ἀναστένειν
Κηρυξ
Κη.
Κη.
547πόθεν τὸ δύσφρον τοῦτ’ἐπῆν θυμῷ στύγος;
Χορος
Χο.
Χο.
548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κηρυξ
Κη.
Κη.
549καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορος
Χο.
Χο.
550ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κηρυξ
Κη.
Κη.
551εὖ γὰρ πέπρακται. ταῦτα δ’ἐν πολλῷ χρόνῳ
552τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
553τὰ δ’αὖτε κα- κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
554ἅπαντ’ἀπήμων τὸν δι’αἰῶνος χρόνον;
555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ’οὐ
557στένοντες, † οὐ λαχόντες † ἤματος μέρος;
558τὰ δ’αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος ·
559εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν ·
560ἐξ οὐρανοῦ δὲ κα- κἀπὸ γῆς λειμώνιαι
561δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
562ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
563χειμῶνα δ’εἰ λέγοι τις οἰωνοκτόνον,
564οἷον παρεῖχ’ἄφερτον Ἰδαία χιών,
565ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
566κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
567τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος ·
568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
569τὸ μήποτ’αὖθις μη δ’ἀναστῆναι μέλειν.
570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
571τὸν ζῶντα δ’ἀλγεῖν χρὴ τύχης παλιγκότου;
572καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
573ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
574νικᾷ τὸ κέρδος, πῆμα δ’οὐκ ἀντιρρέπει ·
575ὡς κομπάσαι τῷδ’εἰκὸς ἡλίου φάει
576ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις ·
577“Τροίαν ἑλόντες δή ποτ’Ἀργείων στόλος
578θεοῖς λάφυρα ταῦτα τοῖς καθ’Ἑλλάδα
579δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος”.
580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
581καὶ τοὺς στρατηγούς · καὶ χάρις τιμήσεται
582Διὸς τόδ’ἐκπράξασα. πάντ’ἔχεις λόγον.
Χορος
Χο.
Χο.
583νικώμενος λόγοισιν οὐκ ἀναίνομαι ·
584ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
586εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμηστρα
Κλ.
Κλ.
587ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
588ὅτ’ἦλθ’ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
589φράζων ἅλωσιν Ἰλίουτ’ἀνάστασιν.
590καί τίς μ’ἐνίπτων εἶπε, “φρυκτωρῶν δία
591πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
592ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ”.
593λόγοις τοιούτοις πλαγκτὸς οὖσ’ἐφαινόμην.
594ὅμως δ’ἔθυον, καὶ γυναικείῳ νόμῳ
595ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
596ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
597θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
598καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
599ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
600ὅπως δ’ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
601σπεύσω πάλιν μολόντα δέξασθαι · — τί γὰρ
602γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
603ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
604πύλας ἀνοῖξαι; — ταῦτ’ἀπάγγειλον πόσει ·
605ἥκειν ὅπως τάχιστ’ἐράσμιον πόλει ·
606γυναῖκα πιστὴν δ’ἐν δόμοις εὕροι μολὼν
607οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα
608ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
609καὶ τα- τἄλλ’ὁμοίαν πάντα, σημαντήριον
610οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
611οὐ δ’οἶδα τέρψιν οὐ δ’ἐπίψογον φάτιν
612ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
Κηρυξ
Κη.
Κη.
613τοιόσδ’ὁ κόμπος τῆς ἀληθείας γέμων
614οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορος
Χο.
Χο.
615αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
616τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
617σὺ δ’εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.
618εἰ νόστιμόςτε καὶ σεσωσμένος πάλιν
619ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
Κηρυξ
Κη.
Κη.
620οὐκ ἔσθ’ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
621ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορος
Χο.
Χο.
622πῶς δῆτ’ἂν εἰπὼν κεδνὰ τα- τἀληθῆ τύχοις;
623σχισθέντα δ’οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κηρυξ
Κη.
Κη.
624ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
625αὐτόςτε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
Χορος
Χο.
Χο.
626πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
627ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
Κηρυξ
Κη.
Κη.
628ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ ·
629μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορος
Χο.
Χο.
630πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
631φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κηρυξ
Κη.
Κη.
632οὐκ οἶδεν οὐδεὶς ὥστ’ἀπαγγεῖλαι τορῶς,
633πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορος
Χο.
Χο.
634πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635ἐλθεῖν τελευτῆσαίτε δαιμόνων κότῳ;
Κηρυξ
Κη.
Κη.
636εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
637γλώσσῃ μιαίνειν · χωρὶς ἡ τιμὴ θεῶν.
638ὅταν δ’ἀπευκτὰ πήματ’ἄγγελος πόλει
639στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
641πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
642ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
643δίλογχον ἄτην, φοινίαν ξυνωρίδα ·
644τοιῶνδε μέντοι πημάτων σεσαγμένον
645πρέπει λέγειν παιᾶνα τόνδ’Ἐρινύων.
646σωτηρίων δὲ πραγμάτων εὐάγγελον
647ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
648πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
649χειμῶν’Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
650ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
651πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ’ἐδειξάτην
652φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
653ἐν νυκτὶ δυσκύμαντα δ’ὠρώρει κακά.
654ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
655ἤρεικον · αἱ δὲ κεροτυπούμεναι βίᾳ
656χειμῶνι τυφῶ σὺν ζάλῃτ’ὀμβροκτύπῳ
657ᾤχοντ’ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
658ἐπεὶ δ’ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
659ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
660ἀνδρῶν Ἀχαιῶν ναυτικοῖςτ’ἐρειπίοις.
661ἡμᾶς γε μὲν δὴ ναῦντ’ἀκήρατον σκάφος
662ἤτοι τις ἐξέκλεψεν ἢ ’ξῃτήσατο
663θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
664τύχη δὲ σωτὴρ ναῦν θέλουσ’ἐφέζετο,
665ὡς μήτ’ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
666μήτ’ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
667ἔπειτα δ’Ἅιδην πόντιον πεφευγότες,
668λευκὸν κατ’ἦμαρ, οὐ πεποιθότες τύχῃ,
669ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
671καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
672λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
673ἡμεῖςτ’ἐκείνους τα- ταὔτ’ἔχειν δοξάζομεν.
674γένοιτο δ’ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
675πρῶτόντε καὶ μάλιστα προσδόκα μολεῖν.
676εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
677καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
678οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
679ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680τοσαῦτ’ἀκούσας ἴσθι τα- τἀληθῆ κλύων.
Χορος
Χο.
Χο.
681τίς ποτ’ὠνόμαζεν ὧδ’
682ἐς τὸ πᾶν ἐτητύμως —
683μή τις ὅντιν’οὐχ ὁρῶμεν
684προνοίαισι τοῦ πεπρωμένου
685γλῶσσαν ἐν τύχᾳ νέμων; —
686τὰν δορίγαμβρον
687ἀμφινεικῆθ’Ἑλέναν; ἐπεὶ πρεπόντως
688ἑλένας, ἕλανδρος,
690ἑλέπτολις, ἐκ τῶν ἁβροτίμων
691προκαλυμμάτων ἔπλευσε
692ζεφύρου γίγαντος αὔρᾳ,
693πολύανδροίτε φεράσπιδες κυναγοὶ
695κατ’ἴχνος πλατᾶν ἄφαντον
696κελσάντων Σιμόεντος
697ἀκτὰς ἐπ’ἀεξιφύλλους
698δι’ἔριν αἱματόεσσαν.
699Ἰλίῳ δὲ κῆδος
700ὀρθώνυμον τελεσσίφρων
701μῆνις ἤλασεν, τραπέζας
702ἀτίμωσιν ὑστέρῳ χρόνῳ
703καὶ ξυνεστίου Διὸς
704πρασσομένα τὸ
706νυμφότιμον μέλος ἐκφάτως τίοντας,
707ὑμέναιον, ὃς τότ’
708ἐπέρρεπεν γαμβροῖσιν ἀείδειν ·
709μεταμανθάνουσα δ’ὕμνον
710Πριάμου πόλις γεραιὰ
711πολύθρηνον μέγα που στένει
712κικλήσκουσα Πάριν τὸν αἰνόλεκτρον,
713παμπορθῆ πολύθρηνον
714αἰῶνα διαὶ πολιτᾶν
715μέλεον αἷμ’ἀνατλᾶσα.
716ἔθρεψεν δὲ λέοντος
717ἶνιν δόμοις ἀγάλακτον
718οὕτως ἀνὴρ φιλόμαστον,
720ἐν βιότου προτελείοις
721ἅμερον, εὐφιλόπαιδα
722καὶ γεραροῖς ἐπίχαρτον.
723πολέα δ’ἔσχ’ἐν ἀγκάλαις
724νεοτρόφου τέκνου δίκαν,
725φαιδρωπὸς ποτὶ χεῖρα
726σαίνωντε γαστρὸς ἀνάγκαις.
727χρονισθεὶς δ’ἀπέδειξεν
728ἦθος τὸ πρὸς τοκέων · χάριν
729γὰρ τροφεῦσιν ἀμείβων
730μηλοφόνοισιν ἐν ἄταις
731δαῖτ’ἀκέλευστος ἔτευξεν ·
732αἵματι δ’οἶκος ἐφύρθη,
733ἄμαχον ἄλγος οἰκέταις
734μέγα σίνος πολυκτόνον.
735ἐκ θεοῦ δ’ἱερεύς τις
736ἄτας δόμοις προσεθρέφθη.
737πάραυτα δ’ἐλθεῖν ἐς Ἰλίου πόλιν
738λέγοιμ’ἂν φρόνημα μὲν
739νηνέμου γαλάνας,
740ἀκασκαῖον δ’ἄγαλμα πλούτου,
741μαλθακὸν ὀμμάτων βέλος,
742δηξίθυμον ἔρωτος ἄνθος.
743παρακλίνασ’ἐπέκρανεν
745δὲ γάμου πικρὰς τελευτάς,
746δύσεδρος καὶ δυσόμιλος
747συμένα Πριαμίδαισιν,
748πομπᾷ Διὸς ξενίου,
749νυμφόκλαυτος Ἐρινύς.
750παλαίφατος δ’ἐν βροτοῖς γέρων λόγος
751τέτυκται, μέγαν
752τελεσθέντα φωτὸς ὄλβον
753τεκνοῦσθαι μη δ’ἄπαιδα θνῄσκειν,
755ἐκ δ’ἀγαθᾶς τύχας γένει
756βλαστάνειν ἀκόρεστον οἰζύν.
757δίχα δ’ἄλλων μονόφρων
758εἰμί · τὸ δυσσεβὲς γὰρ ἔργον
759μετὰ μὲν πλείονα τίκτει,
760σφετέρᾳ δ’εἰκότα γέννᾳ.
761οἴκων δ’ἄρ’εὐθυδίκων
762καλλίπαις πότμος αἰεί.
763φιλεῖ δὲ τίκτειν Ὕβρις
764μὲν παλαιὰ
765νεάζουσαν ἐν κακοῖς βροτῶν
766ὕβριν τότ’ἢ τόθ’, ὅτε τὸ
767κύριον μόλῃ φάος τόκου,
768δαίμονάτε τὰν ἄμαχον
769ἀπόλεμον, ἀνίερον Θράσος,
770μελαίνας μελάθροισιν Ἄτας,
771εἰδομένας τοκεῦσιν.
772Δίκα δὲ λάμπει μὲν ἐν
773δυσκάπνοις δώμασιν,
775τὸν δ’ἐναίσιμον τίει.
776τὰ χρυσόπαστα δ’ἔδεθλα σὺν
777πίνῳ χερῶν παλιντρόποις
778ὄμμασι λιποῦσ’, ὅσια
779προσέμολε, δύναμιν οὐ σέβουσα
780πλούτου παράσημον αἴνῳ ·
781πᾶν δ’ἐπὶ τέρμα νωμᾷ.
782ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ’,
783Ἀτρέως γένεθλον,
785πῶς σε προσείπω; πῶς σε σεβίζω
786μήθ’ὑπεράρας μήθ’ὑποκάμψας
787καιρὸν χάριτος;
788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
789προτίουσι δίκην παραβάντες.
790τῷ δυσπραγοῦντι δ’ἐπιστενάχειν
791πᾶς τις ἕτοιμος · δῆγμα δὲ λύπης
792οὐδὲν ἐφ’ἧπαρ προσικνεῖται ·
793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
794ἀγέλαστα πρόσωπα βιαζόμενοι.
795ὅστις δ’ἀγαθὸς προβατογνώμων,
796οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
797τὰ δοκοῦντ’εὔφρονος ἐκ διανοίας
798ὑδαρεῖ σαίνειν φιλότητι.
799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800Ἑλένης ἕνεκ’, οὐ γάρ σ’ἐπικεύσω,
801κάρτ’ἀπομούσως ἦσθα γεγραμμένος,
802οὐ δ’εὖ πραπίδων οἴακα νέμων
803θράσος ἐκ θυσιῶν
804ἀνδράσι θνῄσκουσι κομίζων.
805νῦν δ’οὐκ ἀπ’ἄκρας φρενὸς οὐ δ’ἀφίλως
807εὔφρων πόνος εὖ τελέσασιν.
808γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
809τόντε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.
Αγαμεμνων
Αγ.
Αγ.
810πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
811δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
812νόστου δικαίωνθ’ὧν ἐπραξάμην πόλιν
813Πριάμου · δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
814κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
815ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
816ψήφους ἔθεντο · τῷ δ’ἐναντίῳ κύτει
817ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
818καπνῷ δ’ἁλοῦσα νῦν ἔτ’εὔσημος πόλις.
819ἄτης θύελλαι ζῶσι · συνθνῄσκουσα δὲ
820σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
822τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
823ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
824πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
825ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
826πήδημ’ὀρούσας ἀμφὶ Πλειάδων δύσιν ·
827ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
828ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
829θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε ·
830τὰ δ’ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
831καὶ φημὶ τα- ταὐτὰ καὶ συνήγορόν μ’ἔχεις.
832παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
833φίλον τὸν εὐτυχοῦντ’ἄνευ φθόνου σέβειν.
834δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
835ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
836τοῖςτ’αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
837καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
838εἰδὼς λέγοιμ’ἄν, εὖ γὰρ ἐξεπίσταμαι
839ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
840δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
841μόνος δ’Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
842ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος ·
843εἴτ’οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
844τὰ δ’ἄλλα πρὸς πόλιντε καὶ θεοὺς
845κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
846βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
847ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον ·
848ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
849ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
850πειρασόμεσθα πῆμ’ἀποστρέψαι νόσου.
851νῦν δ’ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
852ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
853οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
854νίκη δ’ἐπείπερ ἕσπετ’, ἐμπέδως μένοι.
Κλυταιμηστρα
Κλ.
Κλ.
855ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
856οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
857λέξαι πρὸς ὑμᾶς · ἐν χρόνῳ δ’ἀποφθίνει
858τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
859μαθοῦσ’, ἐμαυτῆς δύσφορον λέξω βίον
860τοσόνδ’ὅσον περ οὗτος ἦν ὑπ’Ἰλίῳ.
861τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
862ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
863πολλὰς κλύουσαν κληδόνας παλιγκότους ·
864καὶ τὸν μὲν ἥκειν, τὸν δ’ἐπεσφέρειν κακοῦ
865κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
866καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
867ἀνὴρ ὅδ’, ὡς πρὸς οἶκον ὠχετεύετο
868φάτις, τέτρηται δικτύου πλέον λέγειν.
869εἰ δ’ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
870τρισώματός τα- τἂν Γηρυὼν ὁ δεύτερος
871872
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
873ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
874τοιῶνδ’ἕκατι κληδόνων παλιγκότων
875πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
876ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
877ἐκ τῶνδέ τοι παῖς ἐνθάδ’οὐ παραστατεῖ,
878ἐμῶντε καὶ σῶν κύριος πιστωμάτων,
879ὡς χρῆν, Ὀρέστης · μη δὲ θαυμάσῃς τόδε.
880τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
881Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
882ἐμοὶ προφωνῶν, τόνθ’ὑπ’Ἰλίῳ σέθεν
883κίνδυνον, εἴτε δημόθρους ἀναρχία
884βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
885βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
886τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
887ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
888πηγαὶ κατεσβήκασιν, οὐ δ’ἔνι σταγών.
889ἐν ὀψικοίτοις δ’ὄμμασιν βλάβας ἔχω
890τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
891ἀτημελήτους αἰέν. ἐν δ’ὀνείρασιν
892λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
893ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
894ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
895νῦν ταῦτα πάντα τλᾶσ’ἀπενθήτῳ φρενὶ
896λέγοιμ’ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
897σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
898στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
899καὶ γῆν φανεῖσαν ναυτίλοις παρ’ἐλπίδα,
900κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
901ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος ·
902τερπνὸν δὲ τα- τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
903τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
904φθόνος δ’ἀπέστω · πολλὰ γὰρ τὰ πρὶν κακὰ
905ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
906ἔκβαιν’ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
907τὸν σὸν πόδ’, ὠ- ὦναξ, Ἰλίου πορθήτορα.
908δμῳαί, τί μέλλεθ’, αἷς ἐπέσταλται τέλος
909πέδον κελεύθου στρωννύναι πετάσμασιν;
910εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
911ἐς δῶμ’ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
912τὰ δ’ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
913θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Αγαμεμνων
Αγ.
Αγ.
914Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
915ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ ·
916μακρὰν γὰρ ἐξέτεινας · ἀλλ’ἐναισίμως
917αἰνεῖν, παρ’ἄλλων χρὴ τόδ’ἔρχεσθαι γέρας ·
918καὶ τα- τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
919ἅβρυνε, μη δὲ βαρβάρου φωτὸς δίκην
920χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
921μη δ’εἵμασι στρώσασ’ἐπίφθονον πόρον
922τίθει · θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών ·
923ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
924βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925λέγω κατ’ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
926χωρὶς ποδοψήστρωντε καὶ τῶν ποικίλων
927κληδὼν ἀυτεῖ · καὶ τὸ μὴ κακῶς φρονεῖν
928θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
929βίον τελευτήσαντ’ἐν εὐεστοῖ φίλῃ.
930εἰ πάντα δ’ὣς πράσσοιμ’ἄν, εὐθαρσὴς ἐγώ.
Κλυταιμηστρα
Κλ.
Κλ.
931καὶ μὴν τόδ’εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Αγαμεμνων
Αγ.
Αγ.
932γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ’ἐμέ.
Κλυταιμηστρα
Κλ.
Κλ.
933ηὔξω θεοῖς δείσας ἂν ὧδ’ἔρδειν τάδε.
Αγαμεμνων
Αγ.
Αγ.
934εἴπερ τις, εἰδώς γ’εὖ τόδ’ἐξεῖπον τέλος.
Κλυταιμηστρα
Κλ.
Κλ.
935τί δ’ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ’ἤνυσεν;
Αγαμεμνων
Αγ.
Αγ.
936ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμηστρα
Κλ.
Κλ.
937μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Αγαμεμνων
Αγ.
Αγ.
938φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμηστρα
Κλ.
Κλ.
939ὁ δ’ἀφθόνητός γ’οὐκ ἐπίζηλος πέλει.
Αγαμεμνων
Αγ.
Αγ.
940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
Κλυταιμηστρα
Κλ.
Κλ.
941τοῖς δ’ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Αγαμεμνων
Αγ.
Αγ.
942ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμηστρα
Κλ.
Κλ.
943πιθοῦ · κράτος μέντοι πάρες γ’ἑκὼν ἐμοί.
Αγαμεμνων
Αγ.
Αγ.
944ἀλλ’εἰ δοκεῖ σοι ταῦθ’, ὑπαί τις ἀρβύλας
945λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
946καὶ τοῖσδέ μ’ἐμβαίνονθ’ἁλουργέσιν θεῶν
947μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
948πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
949φθείροντα πλοῦτον ἀργυρωνήτουςθ’ὑφάς.
950τούτων μὲν οὕτω · τὴν ξένην δὲ πρευμενῶς
951τήνδ’ἐσκόμιζε · τὸν κρατοῦντα μαλθακῶς
952θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
953ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
954αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
955ἄνθος, στρατοῦ δώρημ’, ἐμοὶ ξυνέσπετο.
956ἐπεὶ δ’ἀκούειν σοῦ κατέστραμμαι τάδε,
957εἶμ’ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμηστρα
Κλ.
Κλ.
958ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
959τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
961οἶκος δ’ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
962ἔχειν · πένεσθαι δ’οὐκ ἐπίσταται δόμος.
963πολλῶν πατησμὸν δ’εἱμάτων ἂν ηὐξάμην,
964δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
966ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ’ἐς δόμους,
967σκιὰν ὑπερτείνασα σειρίου κυνός.
968καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
969θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν ·
970ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ’ὄμφακος πικρᾶς
971οἶνον, τότ’ἤδη ψῦχος ἐν δόμοις πέλει,
972ἀνδρὸς τελείου δῶμ’ἐπιστρωφωμένου.
973Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει ·
974μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
Χορος
Χο.
Χο.
975τίπτε μοι τόδ’ἐμπέδως
976δεῖμα προστατήριον
977καρδίας τερασκόπου ποτᾶται,
978μαντιπολεῖ δ’ἀκέλευστος ἄμισθος ἀοιδά,
980οὐ δ’ἀποπτύσαι δίκαν
981δυσκρίτων ὀνειράτων
982θάρσος εὐπειθὲς
983ἵζει φρενὸς φίλον θρόνον;
984χρόνος δ’ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
985ψαμμί’ἀκτᾶς
986παρήμησεν, εὖθ’ὑπ’Ἴλιον
987ὦρτο ναυβάτας στρατός.
988πεύθομαι δ’ἀπ’ὀμμάτων
989νόστον, αὐτόμαρτυς ὤν ·
990τὸν δ’ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
991θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
992θυμός, οὐ τὸ πᾶν ἔχων
993ἐλπίδος φίλον θράσος.
995σπλάγχνα δ’οὔτοι
996ματᾴζει πρὸς ἐνδίκοις φρεσὶν
997τελεσφόροις δίναις κυκώμενον κέαρ.
998εὔχομαι δ’ἐξ ἐμᾶς
999ἐλπίδος ψύθη πεσεῖν
1000ἐς τὸ μὴ τελεσφόρον.
1001μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
1002ἀκόρεστον τέρμα · νόσος γάρ
1003γείτων ὁμότοιχος ἐρείδει.
1005καὶ πότμος εὐθυπορῶν
1006[…]
1007ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
1008καὶ πρὸ μέν τι χρημάτων
1009κτησίων ὄκνος βαλὼν
1010σφενδόνας ἀπ’εὐμέτρου,
1011οὐκ ἔδυ πρόπας δόμος
1012πημονᾶς γέμων ἄγαν,
1013οὐ δ’ἐπόντισε σκάφος.
1014πολλά τοι δόσις ἐκ Διὸς
1015ἀμφιλαφήςτε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
1016νῆστιν ὤλεσεν νόσον.
1017τὸ δ’ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
1020πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
1021πάλιν ἀγκαλέσαιτ’ἐπαείδων;
1022οὐ δὲ τὸν ὀρθοδαῆ
1023τῶν φθιμένων ἀνάγειν
1024Ζεὺς ἀπέπαυσεν ἐπ’εὐλαβείᾳ;
1025εἰ δὲ μὴ τεταγμένα
1026μοῖρα μοῖραν ἐκ θεῶν
1027εἶργε μὴ πλέον φέρειν,
1028προφθάσασα καρδία
1029γλῶσσαν ἂν τάδ’ἐξέχει.
1030νῦν δ’ὑπὸ σκότῳ βρέμει
1031θυμαλγήςτε καὶ οὐδὲν
1032ἐπελπομένα ποτὲ καίριον ἐκτολυπεύσειν
1033ζωπυρουμένας φρενός.
Κλυταιμηστρα
Κλ.
Κλ.
1035εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
1036ἐπεί σ’ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
1037κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
1038δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας ·
1039ἔκβαιν’ἀπήνης τῆσδε, μη δ’ὑπερφρόνει.
1040καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
1041πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
1042εἰ δ’οὖν ἀνάγκη τῆσδ’ἐπιρρέποι τύχης,
1043ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
1044οἳ δ’οὔποτ’ἐλπίσαντες ἤμησαν καλῶς,
1045ὠμοίτε δούλοις πάντα καὶ παρὰ στάθμην.
1046ἔχεις παρ’ἡμῶν οἷά περ νομίζεται.
Χορος
Χο.
Χο.
1047σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
1048ἐντός δ’ἂν οὖσα μορσίμων ἀγρευμάτων
1049πείθοι’ἄν, εἰ πείθοι’· ἀπειθοίης δ’ἴσως.
Κλυταιμηστρα
Κλ.
Κλ.
1050ἀλλ’εἴπερ ἐστι μὴ χελιδόνος δίκην
1051ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
1052ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χορος
Χο.
Χο.
1053ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
1054πιθοῦ λιποῦσα τόνδ’ἁμαξήρη θρόνον.
Κλυταιμηστρα
Κλ.
Κλ.
1055οὔτοι θυραίᾳ τῇδ’ἐμοὶ σχολὴ πάρα
1056τρίβειν · τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
1057ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
1058ὡς οὔποτ’ἐλπίσασι τήνδ’ἕξειν χάριν.
1059σὺ δ’εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
1060εἰ δ’ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
1061σὺ δ’ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χορος
Χο.
Χο.
1062ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
1063δεῖσθαι · τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλυταιμηστρα
Κλ.
Κλ.
1064ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
1066ἥκει, χαλινὸν δ’οὐκ ἐπίσταται φέρειν,
1067πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
1068οὐ μὴν πλέω ῥίψασ’ἀτιμασθήσομαι.
Χορος
Χο.
Χο.
1069ἐγὼ δ’, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
1070ἴθ’, ὦ τάλαινα, τόνδ’ἐρημώσασ’ὄχον,
1071εἴκουσ’ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
Κασανδρα
Κα.
Κα.
1072ὀτοτοτοῖ πόποι δᾶ.
1073Ὦπολλον Ὦπολλον.
Χορος
Χο.
Χο.
1074τί ταῦτ’ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Κασανδρα
Κα.
Κα.
1076ὀτοτοτοῖ πόποι δᾶ.
1077Ὦπολλον Ὦπολλον.
Χορος
Χο.
Χο.
1078ἡ δ’αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
1079οὐδὲν προσήκοντ’ἐν γόοις παραστατεῖν.
Κασανδρα
Κα.
Κα.
1080Ἄπολλον Ἄπολλον
1081ἀγυιᾶτ’, ἀπόλλων ἐμός.
1082ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χορος
Χο.
Χο.
1083χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
1084μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Κασανδρα
Κα.
Κα.
1085Ἄπολλον Ἄπολλον
1086ἀγυιᾶτ’, ἀπόλλων ἐμός.
1087ἆ ποῖ ποτ’ἤγαγές με; πρὸς ποίαν στέγην;
Χορος
Χο.
Χο.
1088πρὸς τὴν Ἀτρειδῶν · εἰ σὺ μὴ τόδ’ἐννοεῖς,
1089ἐγὼ λέγω σοι · καὶ τάδ’οὐκ ἐρεῖς ψύθη.
Κασανδρα
Κα.
Κα.
1090μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
1091αὐτόφονα κακὰ καρατόμα,
1092ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
Χορος
Χο.
Χο.
1093ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
1094εἶναι, ματεύει δ’ὧν ἀνευρήσει φόνον.
Κασανδρα
Κα.
Κα.
1095μαρτυρίοισι γὰρ τοῖσδ’ἐπιπείθομαι ·
1096κλαιόμενα τάδε βρέφη σφαγάς,
1097ὀπτάςτε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορος
Χο.
Χο.
1098τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
1099ἦμεν · προφήτας δ’οὔτινας ματεύομεν.
Κασανδρα
Κα.
Κα.
1100ἰὼ πόποι, τί ποτε μήδεται;
1101τί τόδε νέον ἄχος μέγα
1102μέγ’ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
1103ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ’
1104ἑκὰς ἀποστατεῖ.
Χορος
Χο.
Χο.
1105τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
1106ἐκεῖνα δ’ἔγνων · πᾶσα γὰρ πόλις βοᾷ.
Κασανδρα
Κα.
Κα.
1107ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
1108τὸν ὁμοδέμνιον πόσιν
1109λουτροῖσι φαιδρύνασα — πῶς φράσω τέλος;
1110τάχος γὰρ τόδ’ἔσται · προτείνει δὲ χεὶρ ἐκ
1111χερὸς ὀρέγματα.
Χορος
Χο.
Χο.
1112οὔπω ξυνῆκα · νῦν γὰρ ἐξ αἰνιγμάτων
1113ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κασανδρα
Κα.
Κα.
1114ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115ἦ δίκτυόν τί γ’Ἅιδου;
1116ἀλλ’ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
1117φόνου. στάσις δ’ἀκόρετος γένει
1118κατολολυξάτω θύματος λευσίμου.
Χορος
Χο.
Χο.
1119ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
1121ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
1122σταγών, ἅτε καιρία πτώσιμος
1123ξυνανύτει βίου δύντος αὐγαῖς ·
1124ταχεῖα δ’ἄτα πέλει.
Κασανδρα
Κα.
Κα.
1125ἆ ἆ, ἰδοὺ ἰδού · ἄπεχε τῆς βοὸς
1126τὸν ταῦρον · ἐν πέπλοισι
1127μελαγκέρῳ λαβοῦσα μηχανήματι
1128τύπτει · πίτνει δ’ἐν ἐνύδρῳ τεύχει.
1129δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορος
Χο.
Χο.
1130οὐ κομπάσαιμ’ἂν θεσφάτων γνώμων ἄκρος
1131εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
1132ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
1133βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
1134πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135φόβον φέρουσιν μαθεῖν.
Κασανδρα
Κα.
Κα.
1136ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι ·
1137τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
1138ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
1139οὐδέν ποτ’εἰ μὴ ξυνθανουμένην. τί γάρ;
Χορος
Χο.
Χο.
1140φρενομανής τις εἶ θεοφόρητος,
1141ἀμφὶ δ’αὑτᾶς θροεῖς
1142νόμον ἄνομον, οἷά τις ξουθὰ
1143ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
1144Ἴτυν Ἴτυν στένουσ’ἀμφιθαλῆ κακοῖς
1145ἀηδὼν βίον.
Κασανδρα
Κα.
Κα.
1146ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος ·
1147περέβαλον γάρ οἱ πτεροφόρον δέμας
1148θεοὶ γλυκύντ’αἰῶνα κλαυμάτων ἄτερ ·
1149ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
Χορος
Χο.
Χο.
1150πόθεν ἐπισσύτους θεοφόρους ἔχεις
1151ματαίους δύας,
1152τὰ δ’ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
1153μελοτυπεῖς ὁμοῦτ’ὀρθίοις ἐν νόμοις;
1154πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155κακορρήμονας;
Κασανδρα
Κα.
Κα.
1156ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
1157ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
1158τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαιν’
1159ἠνυτόμαν τροφαῖς ·
1160νῦν δ’ἀμφὶ Κωκυτόντε κα- κἀχερουσίους
1161ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
Χορος
Χο.
Χο.
1162τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
1163νεόγονος ἂν ἀΐων μάθοι.
1164πέπληγμαι δ’ὑπαὶ δάκει φοινίῳ
1165δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας,
1166θραύματ’ἐμοὶ κλύειν.
Κασανδρα
Κα.
Κα.
1167ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
1168ἰὼ πρόπυργοι θυσίαι πατρὸς
1169πολυκανεῖς βοτῶν ποιονόμων · ἄκος δ’
1170οὐδὲν ἐπήρκεσαν
1171τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
1172ἐγὼ δὲ θερμόνους τάχ’ἐν πέδῳ βαλῶ.
Χορος
Χο.
Χο.
1173ἑπόμενα προτέροισι τάδ’ἐφημίσω.
1174καί τίς σε κακοφρονῶν
1175τίθησι δαίμων ὑπερβαρὴς ἐμπίτνων
1176μελίζειν πάθη γοερὰ θανατοφόρα.
1177τέρμα δ’ἀμηχανῶ.
Κασανδρα
Κα.
Κα.
1178καὶ μὴν ὁ χρησμὸς οὐκέτ’ἐκ καλυμμάτων
1179ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην ·
1180λαμπρὸς δ’ἔοικεν ἡλίου πρὸς ἀντολὰς
1181πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
1182κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
1183μεῖζον · φρενώσω δ’οὐκέτ’ἐξ αἰνιγμάτων.
1184καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
1186τὴν γὰρ στέγην τήνδ’οὔποτ’ἐκλείπει χορὸς
1187ξύμφθογγος οὐκ εὔφωνος · οὐ γὰρ εὖ λέγει.
1188καὶ μὴν πεπωκώς γ’, ὡς θρασύνεσθαι πλέον,
1189βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
1191ὑμνοῦσι δ’ὕμνον δώμασιν προσήμεναι
1192πρώταρχον ἄτην · ἐν μέρει δ’ἀπέπτυσαν
1193εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
1194ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
1195ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
1196ἐκμαρτύρησον προυμόσας τό μ’εἰδέναι
1197λόγῳ παλαιὰς τῶνδ’ἁμαρτίας δόμων.
Χορος
Χο.
Χο.
1198καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
1199παιώνιον γένοιτο; θαυμάζω δέ σου,
1200πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
1201κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
Κασανδρα
Κα.
Κα.
1202μάντις μ’Ἀπόλλων τῷδ’ἐπέστησεν τέλει.
Χορος
Χο.
Χο.
1204μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κασανδρα
Κα.
Κα.
1203προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
Χορος
Χο.
Χο.
1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
Κασανδρα
Κα.
Κα.
1206ἀλλ’ἦν παλαιστὴς κάρτ’ἐμοὶ πνέων χάριν.
Χορος
Χο.
Χο.
1207ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κασανδρα
Κα.
Κα.
1208ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χορος
Χο.
Χο.
1209ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
Κασανδρα
Κα.
Κα.
1210ἤδη πολίταις πάντ’ἐθέσπιζον πάθη.
Χορος
Χο.
Χο.
1211πῶς δῆτ’ἄνατος ἦσθα Λοξίου κότῳ;
Κασανδρα
Κα.
Κα.
1212ἔπειθον οὐδέν’οὐδέν, ὡς τάδ’ἤμπλακον.
Χορος
Χο.
Χο.
1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κασανδρα
Κα.
Κα.
1214ἰοὺ ἰού, ὢ ὢ κακά.
1215ὑπ’αὖ με δεινὸς ὀρθομαντείας πόνος
1216στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.
1217ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
1218νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
1221σὺν ἐντέροιςτε σπλάγχν’, ἐποίκτιστον γέμος,
1222πρέπουσ’ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
1223ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
1224λέοντ’ἄναλκιν ἐν λέχει στρωφώμενον
1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
1226ἐμῷ · φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν ·
1227νεῶντ’ἄπαρχος Ἰλίουτ’ἀναστάτης
1228οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
1229λείξασα κα- κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1230Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
1231τοιάδε τόλμα · θῆλυς ἄρσενος φονεὺς
1232ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
1233τύχοιμ’ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235θύουσαν Ἅιδου μητέρ’ἄσπονδόντ’Ἄρη
1236φίλοις πνέουσαν; ὡς δ’ἐπωλολύξατο
1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
1239καὶ τῶνδ’ὅμοιον εἴ τι μὴ πείθω · τί γάρ;
1240τὸ μέλλον ἥξει. καὶ σύ μ’ἐν τάχει παρὼν
1241ἄγαν γ’ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
Χορος
Χο.
Χο.
1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ’ἔχει
1244κλύοντ’ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245τὰ δ’ἄλλ’ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
Κασανδρα
Κα.
Κα.
1246Ἀγαμέμνονός σέ φημ’ἐπόψεσθαι μόρον.
Χορος
Χο.
Χο.
1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
Κασανδρα
Κα.
Κα.
1248ἀλλ’οὔτι παιὼν τῷδ’ἐπιστατεῖ λόγῳ.
Χορος
Χο.
Χο.
1249οὔκ, εἴπερ ἔσται γ’· ἀλλὰ μὴ γένοιτό πως.
Κασανδρα
Κα.
Κα.
1250σὺ μὲν κατεύχῃ, τοῖς δ’ἀποκτείνειν μέλει.
Χορος
Χο.
Χο.
1251τίνος πρὸς ἀνδρὸς τοῦτ’ἄγος πορσύνεται;
Κασανδρα
Κα.
Κα.
1252ἦ κάρτα τα- τἄρ’ἂν παρεκόπης χρησμῶν ἐμῶν
Χορος
Χο.
Χο.
1253τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
Κασανδρα
Κα.
Κα.
1254καὶ μὴν ἄγαν γ’Ἕλλην’ἐπίσταμαι φάτιν.
Χορος
Χο.
Χο.
1255καὶ γὰρ τὰ πυθόκραντα · δυσμαθῆ δ’ὅμως.
Κασανδρα
Κα.
Κα.
1256παπαῖ, οἷον τὸ πῦρ · ἐπέρχεται δέ μοι.
1257ὀτοτοῖ, Λύκει’Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
1258αὕτη δίπους λέαινα συγκοιμωμένη
1259λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
1260κτενεῖ με τὴν τάλαιναν · ὡς δὲ φάρμακον
1261τεύχουσα κα- κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
1262ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
1263ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
1264τί δῆτ’ἐμαυτῆς καταγέλωτ’ἔχω τάδε,
1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
1266σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
1267ἴτ’ἐς φθόρον · πεσόντα γ’ὧδ’ἀμείβομαι.
1268ἄλλην τιν’ἄτης ἀντ’ἐμοῦ πλουτίζετε.
1269ἰδοὺ δ’Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
1270χρηστηρίαν ἐσθῆτ’, ἐποπτεύσας δέ με
1271κα- κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
1272φίλων ὑπ’ἐχθρῶν οὐ διχορρόπως, μάτην —
1273καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
1274πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην —
1275καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
1276ἀπήγαγ’ἐς τοιάσδε θανασίμους τύχας.
1277βωμοῦ πατρῴου δ’ἀντ’ἐπίξηνον μένει,
1278θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
1279οὐ μὴν ἄτιμοί γ’ἐκ θεῶν τεθνήξομεν.
1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός ·
1282φυγὰς δ’ἀλήτης τῆσδε γῆς ἀπόξενος
1283κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις ·
1284ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
1285ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
1286τί δῆτ’ἐγὼ κάτοικτος ὧδ’ἀναστένω;
1287ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
1288πράξασαν ὡς ἔπραξεν, οἳ δ’εἷλον πόλιν
1289οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
1290ἰοῦσα πράξω · τλήσομαι τὸ κατθανεῖν.
1291Ἅιδου πύλας δὲ τάσδ’ἐγὼ προσεννέπω ·
1292ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
1293ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
1294ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
Χορος
Χο.
Χο.
1295ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ’αὖ σοφὴ
1296γύναι, μακρὰν ἔτεινας. εἰ δ’ἐτητύμως
1297μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
1298βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασανδρα
Κα.
Κα.
1299οὐκ ἔστ’ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
Χορος
Χο.
Χο.
1300ὁ δ’ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,
Κασανδρα
Κα.
Κα.
1301ἥκει τόδ’ἦμαρ · σμικρὰ κερδανῶ φυγῇ.
Χορος
Χο.
Χο.
1302ἀλλ’ἴσθι τλήμων οὖσ’ἀπ’εὐτόλμου φρενός.
Κασανδρα
Κα.
Κα.
1303οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χορος
Χο.
Χο.
1304ἀλλ’εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασανδρα
Κα.
Κα.
1305ἰὼ πάτερ σοῦ σῶντε γενναίων τέκνων.
Χορος
Χο.
Χο.
1306τί δ’ἐστὶ χρῆμα; τίς σ’ἀποστρέφει φόβος;
Κασανδρα
Κα.
Κα.
1307φεῦ φεῦ.
Χορος
Χο.
Χο.
1308τί τοῦτ’ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
Κασανδρα
Κα.
Κα.
1309φόνον δόμοι πνέουσιν αἱματοσταγῆ —
Χορος
Χο.
Χο.
1310καί πῶς; τόδ’ὄζει θυμάτων ἐφεστίων.
Κασανδρα
Κα.
Κα.
1311ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,
Χορος
Χο.
Χο.
1312οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
Κασανδρα
Κα.
Κα.
1313ἀλλ’εἶμι κα- κἀν δόμοισι κωκύσουσ’ἐμὴν
1314Ἀγαμέμνονόςτε μοῖραν. ἀρκείτω βίος.
1315ἰὼ ξένοι,
1316οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
1317ἄλλως · θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
1318ὅταν γυνὴ γυναικὸς ἀντ’ἐμοῦ θάνῃ,
1319ἀνήρτε δυσδάμαρτος ἀντ’ἀνδρὸς πέσῃ.
1320ἐπιξενοῦμαι ταῦτα δ’ὡς θανουμένη.
Χορος
Χο.
Χο.
1321ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.
Κασανδρα
Κα.
Κα.
1322ἅπαξ ἔτ’εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
1323ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ’ἐπεύχομαι
1324πρὸς ὕστατον φῶς † τοῖς ἐμοῖς τιμαόροις
1325ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ †,
1326δούλης θανούσης, εὐμαροῦς χειρώματος.
1327ἰὼ βρότεια πράγματ’· εὐτυχοῦντα μὲν
1328σκιά τις ἂν τρέψειεν · εἰ δὲ δυστυχῇ,
1329βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1330καὶ ταῦτ’ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
Χορος
Χο.
Χο.
1331τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
1332πᾶσι βροτοῖσιν · δακτυλοδείκτων δ’
1333οὔτις ἀπειπὼν εἴργει μελάθρων,
1334μηκέτ’ἐσέλθῃς, τάδε φωνῶν.
1335καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
1336μάκαρες Πριάμου ·
1337θεοτίμητος δ’οἴκαδ’ἱκάνει.
1338νῦν δ’εἰ προτέρων αἷμ’ἀποτείσῃ
1339καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
1340ποινὰς θανάτων ἐπικράνῃ,
1341τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖ
1342δαίμονι φῦναι τάδ’ἀκούων;
Αγαμεμνων
Αγ.
Αγ.
1343ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
Χορος
Χο.
Χο.
1344σῖγα · τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
Αγαμεμνων
Αγ.
Αγ.
1345ὤμοι μάλ’αὖθις, δευτέραν πεπληγμένος.
Χορος
Χο.
Χο.
1346το- τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
1347ἀλλὰ κοινωσώμεθ’ἤν πως ἀσφαλῆ βουλεύματα.
1348— ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
1349πρὸς δῶμα δεῦρ’ἀστοῖσι κηρύσσειν βοήν. —
1350— ἐμοὶ δ’ὅπως τάχιστά γ’ἐμπεσεῖν δοκεῖ
1351καὶ πρᾶγμ’ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. —
1352— κα- κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
1353ψηφίζομαί τι δρᾶν · τὸ μὴ μέλλειν δ’ἀκμή. —
1354— ὁρᾶν πάρεστι · φροιμιάζονται γὰρ ὡς
1355τυραννίδος σημεῖα πράσσοντες πόλει. —
1356— χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
1357πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. —
1358— οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
1359τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. —
1360— κα- κἀγὼ τοιοῦτός εἰμ’, ἐπεὶ δυσμηχανῶ
1361λόγοισι τὸν θανόντ’ἀνιστάναι πάλιν. —
1362— ἦ καὶ βίον τείνοντες ὧδ’ὑπείξομεν
1363δόμων καταισχυντῆρσι τοῖσδ’ἡγουμένοις; —
1364— ἀλλ’οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ ·
1365πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. —
1366— ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
1367μαντευσόμεσθα τα- τἀνδρὸς ὡς ὀλωλότος; —
1368— σάφ’εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι ·
1369τὸ γὰρ τοπάζειν τοῦ σάφ’εἰδέναι δίχα. —
1370— ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
1371τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ’ὅπως.
Κλυταιμηστρα
Κλ.
Κλ.
1372πολλῶν πάροιθεν καιρίως εἰρημένων
1373τα- τἀναντί’εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
1374πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
1375δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ’ἂν
1376φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
1377ἐμοὶ δ’ἀγὼν ὅδ’οὐκ ἀφρόντιστος πάλαι
1378νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν ·
1379ἕστηκα δ’ἔνθ’ἔπαισ’ἐπ’ἐξειργασμένοις.
1380οὕτω δ’ἔπραξα, καὶ τάδ’οὐκ ἀρνήσομαι ·
1381ὡς μήτε φεύγειν μήτ’ἀμύνεσθαι μόρον,
1382ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
1383περιστιχίζω, πλοῦτον εἵματος κακόν.
1384παίω δέ νιν δίς · κα- κἀν δυοῖν οἰμωγμάτοιν
1385μεθῆκεν αὑτοῦ κῶλα · καὶ πεπτωκότι
1386τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
1387Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
1388οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών ·
1389κα- κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
1390βάλλει μ’ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
1391χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
1392γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
1393ὡς ὧδ’ἐχόντων, πρέσβος Ἀργείων τόδε,
1394χαίροιτ’ἄν, εἰ χαίροιτ’, ἐγὼ δ’ἐπεύχομαι.
1395εἰ δ’ἦν πρεπόντων ὥστ’ἐπισπένδειν νεκρῷ,
1396τῷδ’ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
1397τοσῶνδε κρατῆρ’ἐν δόμοις κακῶν ὅδε
1398πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
Χορος
Χο.
Χο.
1399θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
1400ἥτις τοιόνδ’ἐπ’ἀνδρὶ κομπάζεις λόγον.
Κλυταιμηστρα
Κλ.
Κλ.
1401πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος ·
1402ἐγὼ δ’ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
1403λέγω · σὺ δ’αἰνεῖν εἴτε με ψέγειν θέλεις
1404ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς
1406ἔργον, δικαίας τέκτονος. τάδ’ὧδ’ἔχει.
Χορος
Χο.
Χο.
1407τί κακόν, ὦ γύναι,
1407bχθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
1408πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
1409τόδ’ἐπέθου θύος, δημοθρόουςτ’ἀράς;
1410ἀπέδικες ἀπέταμες · ἀπόπολις δ’ἔσῃ
1411μῖσος ὄβριμον ἀστοῖς.
Κλυταιμηστρα
Κλ.
Κλ.
1412νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
1413καὶ μῖσος ἀστῶν δημόθρουςτ’ἔχειν ἀράς,
1414οὐδὲν τότ’ἀνδρὶ τῷδ’ἐναντίον φέρων ·
1415ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
1416μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
1417ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
1418ὠδῖν’, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
1419οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ’ἀνδρηλατεῖν,
1420μιασμάτων ἄποιν’; ἐπήκοος δ’ἐμῶν
1421ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
1422τοιαῦτ’ἀπειλεῖν, ὡς παρεσκευασμένης
1423ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ’ἐμοῦ
1424ἄρχειν · ἐὰν δὲ το- τοὔμπαλιν κραίνῃ θεός,
1425γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
Χορος
Χο.
Χο.
1426μεγαλόμητις εἶ,
1426bπερίφρονα δ’ἔλακες. ὥσπερ οὖν
1427φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
1428λίπος ἐπ’ὀμμάτων αἵματος εὖ πρέπει ·
1429ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
1430τύμμα τύμματι τεῖσαι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1431καὶ τήνδ’ἀκούεις ὁρκίων ἐμῶν θέμιν ·
1432μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
1433Ἄτην Ἐρινύνθ’, αἷσι τόνδ’ἔσφαξ’ἐγώ,
1434οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
1435ἕως ἂν αἴθῃ πῦρ ἐφ’ἑστίας ἐμῆς
1436Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
1437οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
1438κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
1439Χρυσηίδων μείλιγμα τῶν ὑπ’Ἰλίῳ ·
1440ἥτ’αἰχμάλωτος ἥδε καὶ τερασκόπος
1441καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
1442πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
1443ἰσοτριβής. ἄτιμα δ’οὐκ ἐπραξάτην.
1444ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
1445τὸν ὕστατον μέλψασα θανάσιμον γόον
1446κεῖται, φιλήτωρ τοῦδ’· ἐμοὶ δ’ἐπήγαγεν
1447εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
Χορος
Χο.
Χο.
1448φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
1449μη δὲ δεμνιοτήρης,
1450μόλοι τὸν αἰεὶ φέρουσ’ἐν ἡμῖν
1451Μοῖρ’ἀτέλευτον ὕπνον, δαμέντος
1452φύλακος εὐμενεστάτου
1453πολλὰ τλάντος γυναικὸς διαί ·
1454πρὸς γυναικὸς δ’ἀπέφθισεν βίον.
1455ἰὼ ἰὼ παράνους Ἑλένα
1456μία τὰς πολλάς, τάς πάνυ πολλὰς
1457ψυχὰς ὀλέσασ’ὑπὸ Τροίᾳ.
1458νῦν τελέαν πολύμναστον ἐπηνθίσω
1460δι’αἷμ’ἄνιπτον. ἦ τις ἦν τότ’ἐν δόμοις
1461ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
Κλυταιμηστρα
Κλ.
Κλ.
1462μηδὲν θανάτου μοῖραν ἐπεύχου
1463τοῖσδε βαρυνθείς ·
1464μη δ’εἰς Ἑλένην κότον ἐκτρέψῃς,
1465ὡς ἀνδρολέτειρ’, ὡς μία πολλῶν
1466ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ’
1467ἀξύστατον ἄλγος ἔπραξεν.
Χορος
Χο.
Χο.
1468δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ
1469διφυίοισι Τανταλίδαισιν,
1470κράτοςτ’ἰσόψυχον ἐκ γυναικῶν
1471καρδιόδηκτον ἐμοὶ κρατύνεις.
1472ἐπὶ δὲ σώματος δίκαν
1473κόρακος ἐχθροῦ σταθεῖσ’ἐκνόμως
1474ὕμνον ὑμνεῖν ἐπεύχεται ⏑–
Κλυταιμηστρα
Κλ.
Κλ.
1475νῦν δ’ὤρθωσας στόματος γνώμην,
1476τὸν τριπάχυντον
1477δαίμονα γέννης τῆσδε κικλήσκων.
1478ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
1479νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
1480τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
Χορος
Χο.
Χο.
1481ἦ μέγαν οἰκονόμον
1482δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
1483φεῦ φεῦ, κακὸν αἶνον
1484ἀτηρᾶς τύχας ἀκορέστου ·
1485ἰὴ ἰή, διαὶ Διὸς
1486παναιτίου πανεργέτα ·
1487τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
1488τί τῶνδ’οὐ θεόκραντόν ἐστιν;
1489ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1490πῶς σε δακρύσω;
1491φρενὸς ἐκ φιλίας τί ποτ’εἴπω;
1492κεῖσαι δ’ἀράχνης ἐν ὑφάσματι τῷδ’
1493ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
1494ὤμοι μοι κοίταν τάνδ’ἀνελεύθερον
1495δολίῳ μόρῳ δαμεὶς δάμαρτος
1496ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1497αὐχεῖς εἶναι τόδε το- τοὔργον ἐμόν;
1498μη δ’ἐπιλεχθῇς
1499Ἀγαμεμνονίαν εἶναί μ’ἄλοχον.
1500φανταζόμενος δὲ γυναικὶ νεκροῦ
1501τοῦδ’ὁ παλαιὸς δριμὺς ἀλάστωρ
1502Ἀτρέως χαλεποῦ θοινατῆρος
1503τόνδ’ἀπέτεισεν,
1504τέλεον νεαροῖς ἐπιθύσας.
Χορος
Χο.
Χο.
1505ὡς μὲν ἀναίτιος εἶ
1506τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
1507πῶς πῶς; πατρόθεν δὲ
1508συλλήπτωρ γένοιτ’ἂν ἀλάστωρ.
1509βιάζεται δ’ὁμοσπόροις
1510ἐπιρροαῖσιν αἱμάτων
1511μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
1512πάχνᾳ κουροβόρῳ παρέξει.
1513ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1514πῶς σε δακρύσω;
1515φρενὸς ἐκ φιλίας τί ποτ’εἴπω;
1516κεῖσαι δ’ἀράχνης ἐν ὑφάσματι τῷδ’
1517ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
1518ὤμοι μοι κοίταν τάνδ’ἀνελεύθερον
1519δολίῳ μόρῳ δαμεὶς
1520ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1521οὔτ’ἀνελεύθερον οἶμαι θάνατον
1522τῷδε γενέσθαι.
1523οὐ δὲ γὰρ οὗτος δολίαν ἄτην
1524οἴκοισιν ἔθηκ’;
1525ἀλλ’ἐμὸν ἐκ τοῦδ’ἔρνος ἀερθέν,
1526τὴν πολυκλαύτην Ἰφιγενείαν,
1527ἄξια δράσας ἄξια πάσχων
1528μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
1529ξιφοδηλήτῳ,
1529bθανάτῳ τείσας ἅπερ ἦρξεν.
Χορος
Χο.
Χο.
1530ἀμηχανῶ φροντίδος στερηθεὶς
1531εὐπάλαμον μέριμναν
1532ὅπα τράπωμαι, πίτνοντος οἴκου.
1533δέδοικα δ’ὄμβρου κτύπον δομοσφαλῆ
1534τὸν αἱματηρόν · ψακὰς δὲ λήγει.
1535δίκην δ’ἐπ’ἄλλο πρᾶγμα θηγάνει βλάβης
1536πρὸς ἄλλαις θηγάναισι μοῖρα.
1537ἰὼ γᾶ γᾶ, εἴθ’ἔμ’ἐδέξω,
1538πρὶν τόνδ’ἐπιδεῖν ἀργυροτοίχου
1540δροίτης κατέχοντα χάμευναν.
1541τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
1542ἦ σὺ τόδ’ἔρξαι τλήσῃ, κτείνασ’
1543ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
1545ψυχῇτ’ἄχαριν χάριν ἀντ’ἔργων
1546μεγάλων ἀδίκως ἐπικρᾶναι;
1547τίς δ’ἐπιτύμβιον αἶνον ἐπ’ἀνδρὶ θείῳ
1548σὺν δακρύοις ἰάπτων
1550ἀληθείᾳ φρενῶν πονήσει;
Κλυταιμηστρα
Κλ.
Κλ.
1551οὐ σὲ προσήκει τὸ μέλημ’ἀλέγειν
1552τοῦτο · πρὸς ἡμῶν
1553κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
1554οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
1555ἀλλ’Ἰφιγένειά νιν ἀσπασίως
1556θυγάτηρ, ὡς χρή,
1557πατέρ’ἀντιάσασα πρὸς ὠκύπορον
1558πόρθμευμ’ἀχέων
1559περὶ χεῖρε βαλοῦσα φιλήσει.
Χορος
Χο.
Χο.
1560ὄνειδος ἥκει τόδ’ἀντ’ὀνείδους.
1561δύσμαχα δ’ἔστι κρῖναι.
1562φέρει φέροντ’, ἐκτίνει δ’ὁ καίνων.
1563μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
1564παθεῖν τὸν ἔρξαντα · θέσμιον γάρ.
1565τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
1566κεκόλληται γένος πρὸς ἄτᾳ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1567ἐς τόνδ’ἐνέβης ξὺν ἀληθείᾳ
1568χρησμόν. ἐγὼ δ’οὖν
1569ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
1570ὅρκους θεμένη τάδε μὲν στέργειν,
1571δύστλητά περ ὄνθ’· ὃ δὲ λοιπόν, ἰόντ’
1572ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
1573τρίβειν θανάτοις αὐθένταισι.
1574κτεάνωντε μέρος
1575aβαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
1575bμανίας μελάθρων
1576ἀλληλοφόνους ἀφελούσῃ.
Αιγισθος
Αι.
Αι.
1577ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
1578φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
1579θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
1580ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύων
1581τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
1582χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
1583Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
1584πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
1585αὑτοῦ δ’ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
1586ἠνδρηλάτησεν ἐκ πόλεώςτε καὶ δόμων.
1587καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
1588τλήμων Θυέστης μοῖραν ηὕρετ’ἀσφαλῆ,
1589τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1590αὐτός · ξένια δὲ τοῦδε δύσθεος πατὴρ
1591Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ
1592τω- τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
1593δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
1594τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1595ἔθρυπτ’, ἄνωθεν […]
1595a[…]
1595b[…] ἀνδρακὰς καθήμενος.
1596ἄσημα δ’αὐτῶν αὐτίκ’ἀγνοίᾳ λαβὼν
1597ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
1598κα- κἄπειτ’ἐπιγνοὺς ἔργον οὐ καταίσιον
1599ᾤμωξεν, ἀμπίπτει δ’ἀπὸ σφαγὴν ἐρῶν,
1600μόρον δ’ἄφερτον Πελοπίδαις ἐπεύχεται,
1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
1602οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
1603ἐκ τῶνδέ σοι πεσόντα τόνδ’ἰδεῖν πάρα.
1604κα- κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
1605τρίτον γὰρ ὄντα μ’ἐπὶ δυσαθλίῳ πατρὶ
1606συνεξελαύνει τυτθὸν ὄντ’ἐν σπαργάνοις ·
1607τραφέντα δ’αὖθις ἡ δίκη κατήγαγεν.
1608καὶ τοῦδε τα- τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
1611ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Χορος
Χο.
Χο.
1612Αἴγισθ’, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
1613σὺ δ’ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
1614μόνος δ’ἔποικτον τόνδε βουλεῦσαι φόνον ·
1615οὔ φημ’ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
1616δημορριφεῖς, σάφ’ἴσθι, λευσίμους ἀράς.
Αιγισθος
Αι.
Αι.
1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
1618κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
1619γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
1621δεσμὸς δὲ καὶ τὸ γῆρας αἵτε νήστιδες
1622δύαι διδάσκειν ἐξοχώταται φρενῶν
1623ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.
Χορος
Χο.
Χο.
1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
1626οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
1627ἀνδρὶ στρατηγῷ τόνδ’ἐβούλευσας μόρον;
Αιγισθος
Αι.
Αι.
1628καὶ ταῦτα τα- τἄπη κλαυμάτων ἀρχηγενῆ.
1629Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
1630ὁ μὲν γὰρ ἦγε πάντ’ἀπὸ φθογγῆς χαρᾷ,
1631σὺ δ’ἐξορίνας νηπίοις ὑλάγμασιν
1632ἄξῃ · κρατηθεὶς δ’ἡμερώτερος φανῇ.
Χορος
Χο.
Χο.
1633ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
1634ὃς οὐκ, ἐπειδὴ τῷδ’ἐβούλευσας μόρον,
1635δρᾶσαι τόδ’ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αιγισθος
Αι.
Αι.
1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς ·
1637ἐγὼ δ’ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
1638ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
1639ἄρχειν πολιτῶν · τὸν δὲ μὴ πειθάνορα
1640ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
1641κριθῶντα πῶλον · ἀλλ’ὁ δυσφιλὴς σκότῳ
1642λιμὸς ξύνοικος μαλθακόν σφ’ἐπόψεται.
Χορος
Χο.
Χο.
1643τί δὴ τὸν ἄνδρα τόνδ’ἀπὸ ψυχῆς κακῆς
1644οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
1646ἔκτειν’; Ὀρέστης ἆρά που βλέπει φάος,
1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
1648ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
Αιγισθος
Αι.
Αι.
1649ἀλλ’ἐπεὶ δοκεῖς τάδ’ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα.
1650εἶα δή, φίλοι λοχῖται, το- τοὔργον οὐχ ἑκὰς τόδε.
Χορος
Χο.
Χο.
1651εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
Αιγισθος
Αι.
Αι.
1652ἀλλὰ κα- κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
Χορος
Χο.
Χο.
1653δεχομένοις λέγεις θανεῖν σε · τὴν τύχην δ’αἱρούμεθα.
Κλυταιμηστρα
Κλ.
Κλ.
1654μηδαμῶς, ὦ φίλτατ’ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
1655ἀλλὰ καὶ τάδ’ἐξαμῆσαι πολλά, δύστηνον θέρος.
1656πημονῆς δ’ἅλις γ’ὑπάρχει · μηδὲν αἱματώμεθα.
1657στείχετ’αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις
1658πρὶν παθεῖν εἴξαντες ὥρᾳ · χρῆν τάδ’ὡς ἐπράξαμεν.
1659εἰ δέ τοι μόχθων γένοιτο τῶνδ’ἅλις, δεχοίμεθ’ἄν,
1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
1661ὧδ’ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
Αιγισθος
Αι.
Αι.
1662ἀλλὰ τούσδ’ἐμοὶ ματαίαν γλῶσσαν ὧδ’ἀπανθίσαι
1663κα- κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
1664σώφρονος γνώμηςθ’ἁμαρτεῖν τὸν κρατοῦντάθ’ὑβρίσαι.
Χορος
Χο.
Χο.
1665οὐκ ἂν Ἀργείων τόδ’εἴη, φῶτα προσσαίνειν κακόν.
Αιγισθος
Αι.
Αι.
1666ἀλλ’ἐγώ σ’ἐν ὑστέραισιν ἡμέραις μέτειμ’ἔτι.
Χορος
Χο.
Χο.
1667οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρ’ἀπευθύνῃ μολεῖν.
Αιγισθος
Αι.
Αι.
1668οἶδ’ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
Χορος
Χο.
Χο.
1669πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
Αιγισθος
Αι.
Αι.
1670ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
Χορος
Χο.
Χο.
1671κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
Κλυταιμηστρα
Κλ.
Κλ.
1672μὴ προτιμήσῃς ματαίων τῶνδ’ὑλαγμάτων · ἐγὼ
1673καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.