Aeschylus

Seven Against Thebes

Ετεοκλης
Ετ.
Ετ.
1
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
2
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
3
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
4
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ ·
5
εἰ δ’αὖθ’, μὴ γένοιτο, συμφορὰ τύχοι,
6
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
7
ὑμνοῖθ’ὑπ’ἀστῶν φροιμίοις πολυρρόθοις
8
οἰμώγμασίνθ’, ὧν Ζεὺς ἀλεξητήριος
9
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
10
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ’ἔτι
11
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
12
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
13
ὥραντ’ἔχονθ’ἕκαστον ὥστε συμπρεπές,
14
πόλειτ’ἀρήγειν καὶ θεῶν ἐγχωρίων
15
βωμοῖσι, τιμὰς μὴ ’ξαλειφθῆναί ποτε ·
16
τέκνοιςτε, Γῇτε μητρί, φιλτάτῃ τροφῷ ·
17
γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
18
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
19
ἐθρέψατ’οἰκητῆρας ἀσπιδηφόρους
20
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
21
καὶ νῦν μὲν ἐς τόδ’ἦμαρ εὖ ῥέπει θεός ·
22
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
23
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
24
νῦν δ’ὡς μάντις φησίν, οἰωνῶν βοτήρ,
25
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
26
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ ·
27
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
28
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
29
νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
30
ἀλλ’ἔςτ’ἐπάλξεις καὶ πύλας πυργωμάτων
31
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
32
πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
33
πύργων στάθητε, καὶ πυλῶν ἐπ’ἐξόδοις
34
μίμνοντες εὖ θαρσεῖτε, μη δ’ἐπηλύδων
35
ταρβεῖτ’ἄγαν ὅμιλον · εὖ τελεῖ θεός.
36
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
37
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ ·
38
καὶ τῶνδ’ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
Αγγελος
Αγ.
Αγ.
39
Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
40
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
41
αὐτὸς κατόπτης δ’εἴμ’ἐγὼ τῶν πραγμάτων ·
42
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
43
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
44
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45
Ἄρητ’, Ἐνυώ, καὶ φιλαίματον Φόβον
46
ὡρκωμότησαν πόλει κατασκαφὰς
47
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
48
γῆν θανόντες τήνδε φυράσειν φόνῳ ·
49
μνημεῖάθ’αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
50
πρὸς ἅρμ’Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
51
λείβοντες · οἶκτος δ’οὔτις ἦν διὰ στόμα.
52
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
53
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
54
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται ·
55
κληρουμένους δ’ἔλειπον, ὡς πάλῳ λαχὼν
56
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
57
πρὸς ταῦτ’ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
58
πυλῶν ἐπ’ἐξόδοισι τάγευσαι τάχος ·
59
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
60
χωρεῖ, κονίει, πεδία δ’ἀργηστὴς ἀφρὸς
61
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
62
σὺ δ’ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
63
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
64
Ἄρεως · βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ ·
65
καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ ·
66
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
67
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
68
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ετεοκλης
Ετ.
Ετ.
69
Ζεῦτε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70
Ἀράτ’Ἐρινὺς πατρὸς μεγασθενής,
71
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
72
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
73
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους ·
74
ἐλευθέραν δὲ γῆντε καὶ Κάδμου πόλιν
75
ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν ·
76
γένεσθε δ’ἀλκή · ξυνὰ δ’ἐλπίζω λέγειν ·
77
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χορος
Χο.
Χο.
78
θρέομαι φοβερὰ μεγάλ’ἄχη ·
79
μεθεῖται στρατός · στρατόπεδον λιπὼν
80
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας ·
81
αἰθερία κόνις με πείθει φανεῖσ’,
82
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
83
ἔτι δὲ γᾶς ἐμᾶς πεδί’ὁπλόκτυπ’
84
ὠτὶ χρίμπτει βοάν · ποτᾶται, βρέμει δ’
85
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
86
ἰὼ ἰὼ
87
ἰὼ θεοὶ θεαίτ’ὀρόμενον κακὸν
88
βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
89
λεύκασπις ὄρνυται λαὸς
90
εὐτρεπὴς ἐπὶ πόλιν διώκων.
91
τίς ἄρα ῥύσεται, τίς ἄρ’ἐπαρκέσει
92
θεῶν θεᾶν;
93
πότερα δῆτ’ἐγὼ πάτρια ποτιπέσω
95
βρέτη δαιμόνων;
96
ἰὼ μάκαρες εὔεδροι,
97
ἀκμάζει βρετέων ἔχεσθαι · τί
98
μέλλομεν ἀγάστονοι;
100
ἀκούετ’ οὐκ ἀκούετ’ἀσπίδων κτύπον;
101
πέπλων καὶ στεφέων πότ’εἰ μὴ νῦν
102
ἀμφὶ λιτάν’ἕξομεν;
103
κτύπον δέδορκα · πάταγος οὐχ ἑνὸς δορός.
104
τί ῥέξεις; προδώσεις, παλαίχθων
105
Ἄρης, τὰν τεάν;
106
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ’
107
ἔπιδε πόλιν ἅν ποτ’εὐφιλήταν ἔθου.
109
θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς ·
110
ἴδετε παρθένων
111
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
112
κῦμα περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
115
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
116
ἀλλ’, Ζεῦ πάτερ παντελές,
117
πάντως ἄρηξον δαΐων ἅλωσιν.
120
Ἀργέιοι δὲ πόλισμα Κάδμου
121
κυκλοῦνται · φόβος δ’ἀρῄων ὅπλων
122
δονεῖ, διὰ δέ τοι γενύων ἱππίων
123
κινύρονται φόνον χαλινοί.
124
ἑπτὰ δ’ἀγάνορες πρέποντες στρατοῦ
125
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
127
προσίστανται πάλῳ λαχόντες.
128
σύτ’, Διογενὲς φιλόμαχον κράτος,
129
ῥυσίπολις γενοῦ,
130
Παλλάς, θ’ἵππιος ποντομέδων ἄναξ
131
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
132
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
135
σύτ’, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον
136
Κάδμου φύλαξον κήδεσαίτ’ἐναργῶς.
140
καὶ Κύπρις, ἅτ’εἶ γένους προμάτωρ,
141
ἄλευσον · σέθεν γὰρ ἐξ αἵματος
142
γεγόναμεν · λιταῖσί σε θεοκλύτοις
143
ἀυτοῦσαι πελαζόμεσθα.
145
καὶ σύ, Λύκει’ἄναξ, Λύκειος γενοῦ
146
στρατῷ δαΐῳ στόνων ἀντίτας.
147
σύτ’,
148
Λατογένεια κούρα, τόξον εὐτυκάζου.
149
,
150
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω ·
151
πότνι’Ἥρα.
152
ἔλακον ἀξόνων βριθομένων χνόαι.
153
Ἄρτεμι φίλα, ,
155
δοριτίνακτος αἰθὴρ δ’ἐπιμαίνεται.
156
τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
157
ποῖ δ’ἔτι τέλος ἐπάγει θεός;
158
,
158b
ἀκροβόλων δ’ἐπάλξεων λιθὰς ἔρχεται ·
159
φίλ’Ἄπολλον ·
160
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
161
παῖ Διός, ὅθεν
162
πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
163
σύτε, μάκαιρ’ἄνασσ’Ὄγκα, πρὸ πόλεως
165
ἑπτάπυλον ἕδος ἐπιρρύου.
166
ἰὼ παναρκεῖς θεοί,
167
ἰὼ τέλειοι τέλειαίτε γᾶς
168
τᾶσδε πυργοφύλακες,
169
πόλιν δορίπονον μὴ προδῶθ’
170
ἑτεροφώνῳ στρατῷ.
171
κλύετε παρθένων κλύετε πανδίκως
172
χειροτόνους λιτάς.
174
ἰὼ φίλοι δαίμονες,
175
λυτήριοίτ’ἀμφιβάντες πόλιν,
176
δείξαθ’ὡς φιλοπόλεις,
177
μέλεσθέθ’ἱερῶν δημίων,
178
μελόμενοι δ’ἀρήξατε ·
179
φιλοθύτων δέ τοι πόλεος ὀργίων
180
μνήστορες ἐστέ μοι.
Ετεοκλης
Ετ.
Ετ.
181
ὑμᾶς ἐρωτῶ, θρέμματ’οὐκ ἀνασχετά,
182
ταῦτ’ἄριστα καὶ πόλει σωτήρια,
183
στρατῷτε θάρσος τῷδε πυργηρουμένῳ,
185
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
186
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
187
μήτ’ἐν κακοῖσι μήτ’ἐν εὐεστοῖ φίλῃ
188
ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
189
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
190
δείσασα δ’οἴκῳ καὶ πόλει πλέον κακόν.
191
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
192
θεῖσαι διερροθήσατ’ἄψυχον κάκην ·
193
τὰ τῶν θύραθεν δ’ὡς ἄριστ’ὀφέλλεται,
194
αὐτοὶ δ’ὑπ’αὐτῶν ἔνδοθεν πορθούμεθα.
195
τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
196
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
197
ἀνὴρ γυνήτε χὤ τι τῶν μεταίχμιον,
198
ψῆφος κατ’αὐτῶν ὀλεθρία βουλεύσεται,
199
λευστῆρα δήμου δ’οὔ τι μὴ φύγῃ μόρον.
200
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
201
τἄξωθεν · ἔνδον δ’οὖσα μὴ βλάβην τίθει.
202
ἤκουσας οὐκ ἤκουσας, κωφῇ λέγω;
Χορος
Χο.
Χο.
203
φίλον Οἰδίπου τέκος, ἔδεισ’
204
ἀκούσασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
205
ὅτετε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
206
ἱππικῶντ’ἀπύαν πηδαλίων διὰ στόμα
207
πυριγενετᾶν χαλινῶν.
Ετεοκλης
Ετ.
Ετ.
208
τί οὖν; ναύτης ἆρα μὴ ’ς πρῷραν φυγὼν
209
πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
210
νεὼς καμούσης ποντίῳ πρὸς κύματι;
Χορος
Χο.
Χο.
211
ἀλλ’ἐπὶ δαιμόνων πρόδρομος ἦλθον
212
ἀρχαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
213
ὅτ’ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις ·
214
δὴ τότ’ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
215
ἵν’ὑπερέχοιεν ἀλκάν.
Ετεοκλης
Ετ.
Ετ.
216
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
217
οὐκοῦν τάδ’ἔσται πρὸς θεῶν · ἀλλ’οὖν θεοὺς
218
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Χορος
Χο.
Χο.
219
μήποτ’ἐμὸν κατ’αἰῶνα λίποι θεῶν
220
ἅδε πανάγυρις, μη δ’ἐπίδοιμι τάνδ’
221
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ’
222
ἁπτόμενον πυρὶ δαΐῳ.
Ετεοκλης
Ετ.
Ετ.
223
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς ·
224
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
225
μήτηρ, γυνὴ σωτῆρος · ὧδ’ἔχει λόγος.
Χορος
Χο.
Χο.
226
ἔστι · θεοῦ δ’ἔτ’ἰσχὺς καθυπερτέρα ·
227
πολλάκι δ’ἐν κακοῖσι τὸν ἀμάχανον
228
κἀκ χαλεπᾶς δύας ὕπερθ’ὀμμάτων
229
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ετεοκλης
Ετ.
Ετ.
230
ἀνδρῶν τάδ’ἐστί, σφάγια καὶ χρηστήρια
231
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
232
σὸν δ’αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορος
Χο.
Χο.
233
διὰ θεῶν πόλιν νεμόμεθ’ἀδάματον,
234
δυσμενέων δ’ὄχλον πύργος ἀποστέγει.
235
τίς τάδε νέμεσις στυγεῖ;
Ετεοκλης
Ετ.
Ετ.
236
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος ·
237
ἀλλ’ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
238
εὔκηλος ἴσθι μη δ’ἄγαν ὑπερφοβοῦ.
Χορος
Χο.
Χο.
239
ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
240
ταρβοσύνῳ φόβῳ τάνδ’ἐς ἀκρόπτολιν,
241
τίμιον ἕδος, ἱκόμαν.
Ετεοκλης
Ετ.
Ετ.
242
μή νυν, ἐὰν θνῄσκοντας τετρωμένους
243
πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
244
τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
Χορος
Χο.
Χο.
245
καὶ μὴν ἀκούω γ’ἱππικῶν φρυαγμάτων.
Ετεοκλης
Ετ.
Ετ.
246
μή νυν ἀκούουσ’ἐμφανῶς ἄκου’ἄγαν.
Χορος
Χο.
Χο.
247
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ετεοκλης
Ετ.
Ετ.
248
οὐκοῦν ἔμ’ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορος
Χο.
Χο.
249
δέδοικ’, ἀραγμὸς δ’ἐν πύλαις ὀφέλλεται.
Ετεοκλης
Ετ.
Ετ.
250
οὐ σῖγα μηδὲν τῶνδ’ἐρεῖς κατὰ πτόλιν;
Χορος
Χο.
Χο.
251
ξυντέλεια, μὴ προδῷς πυργώματα.
Ετεοκλης
Ετ.
Ετ.
252
οὐκ ἐς φθόρον σιγῶσ’ἀνασχήσῃ τάδε;
Χορος
Χο.
Χο.
253
θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
Ετεοκλης
Ετ.
Ετ.
254
αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορος
Χο.
Χο.
255
παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
Ετεοκλης
Ετ.
Ετ.
256
Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
Χορος
Χο.
Χο.
257
μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
Ετεοκλης
Ετ.
Ετ.
258
παλινστομεῖς αὖ θιγγάνουσ’ἀγαλμάτων;
Χορος
Χο.
Χο.
259
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ετεοκλης
Ετ.
Ετ.
260
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Χορος
Χο.
Χο.
261
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ’εἴσομαι.
Ετεοκλης
Ετ.
Ετ.
262
σίγησον, τάλαινα, μὴ φίλους φόβει.
Χορος
Χο.
Χο.
263
σιγῶ · σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ετεοκλης
Ετ.
Ετ.
264
τοῦτ’ἀντ’ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
265
καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ’ἀγαλμάτων,
266
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς ·
267
κἀμῶν ἀκούσασ’εὐγμάτων, ἔπειτα σὺ
268
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
269
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
270
θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
271
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
272
πεδιονόμοιςτε κἀγορᾶς ἐπισκόποις,
273
Δίρκηςτε πηγαῖς, ὕδατίτ’Ἰσμηνοῦ λέγω
274
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
275
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
276
277
θύσειν τροπαῖα, δαΐων δ’ἐσθήματα,
278
στέψω λάφυρα δουρίπληχθ’ἁγνοῖς δόμοις.
279
280
τοιαῦτ’ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
281
μη δ’ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν ·
282
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
283
ἐγὼ δέ γ’ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
284
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
285
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
286
πρὶν ἀγγέλους σπερχνούςτε καὶ ταχυρρόθους
287
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
Χορος
Χο.
Χο.
288
μέλει, φόβῳ δ’οὐχ ὑπνώσσει κέαρ ·
289
γείτονες δὲ καρδίας
290
μέριμναι ζωπυροῦσι τάρβος
291
τὸν ἀμφιτειχῆ λεών,
292
δράκοντας ὥς τις τέκνων
293
ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
294
πάντρομος πελειάς.
295
τοὶ μὲν γὰρ ποτὶ πύργους
296
πανδαμεὶ πανομιλεὶ
297
στείχουσιν. τί γένωμαι;
298
τοὶ δ’ἐπ’ἀμφιβόλοισιν
299
ἰάπτουσι πολίταις
300
χερμάδ’ὀκριόεσσαν.
301
παντὶ τρόπῳ, Διογενεῖς
302
θεοί, πόλιν καὶ στρατὸν
303
Καδμογενῆ ῥύεσθε.
304
ποῖον δ’ἀμείψεσθε γαίας πέδον
305
τᾶσδ’ἄρειον, ἐχθροῖς
306
ἀφέντες τὰν βαθύχθον’αἶαν,
307
ὕδωρτε Διρκαῖον,
308
εὐτραφέστατον πωμάτων
309
ὅσων ἵησιν
310
Ποσειδᾶν γαιάοχος
311
Τηθύοςτε παῖδες.
312
πρὸς τάδ’, πολιοῦχοι
313
θεοί, τοῖσι μὲν ἔξω
314
πύργων ἀνδρολέτειραν
315
κῆρα, ῥίψοπλον ἄταν,
316
ἐμβαλόντες ἄροισθε
317
κῦδος τοῖσδε πολίταις.
318
καὶ πόλεως ῥύτορες ἔστ’
319
εὔεδροίτε στάθητ’
320
ὀξυγόοις λιταῖσιν.
321
οἰκτρὸν γὰρ πόλιν ὧδ’ὠγυγίαν
322
Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
323
δουλίαν ψαφαρᾷ σποδῷ
324
ὑπ’ἀνδρὸς Ἀχαιοῦ θεόθεν
325
περθομέναν ἀτίμως,
326
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
327
, νέαςτε καὶ παλαιὰς
328
ἱππηδὸν πλοκάμων,
329
περιρρηγνυμένων φαρέων. βοᾷ
330
δ’ἐκκενουμένα πόλις,
331
λαΐδος ὀλλυμένας μιξοθρόου ·
332
βαρείας τοι τύχας προταρβῶ.
333
κλαυτὸν δ’ἀρτιτρόποις ὠμοδρόποις
334
νομίμων προπάροιθεν διαμεῖψαι
335
δωμάτων στυγερὰν ὁδόν ·
336
τί; τὸν φθίμενον γὰρ προλέγω
337
βέλτερα τῶνδε πράσσειν ·
338
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
339
, δυστυχῆτε πράσσει.
340
ἄλλος δ’ἄλλον ἄγει,
341
φονεύει, τὰ δὲ πυρφορεῖ · καπνῷ
342
χραίνεται πόλισμ’ἅπαν ·
343
μαινόμενος δ’ἐπιπνεῖ λαοδάμας
344
μιαίνων εὐσέβειαν Ἄρης.
345
κορκορυγαὶ δ’ἀν’ἄστυ, προτὶ
345b
δ’ὁρκάνα
346
πυργῶτις · πρὸς ἀνδρὸς δ’ἀνὴρ
347
ἀμφὶ δορὶ κλίνεται ·
348
βλαχαὶ δ’αἱματόεσσαι
349
τῶν ἐπιμαστιδίων
350
ἀρτιτρεφεῖς βρέμονται.
351
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες ·
352
ξυμβολεῖ φέρων φέροντι,
353
καὶ κενὸς κενὸν καλεῖ,
354
ξύννομον θέλων ἔχειν,
355
οὔτε μεῖον οὔτ’ἴσον λελιμμένοι.
356
τἀκ τῶνδ’εἰκάσαι λόγος πάρα.
357
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
358
ἀλγύνει κυρήσας · πικρὸν δ’
359
ὄμμα θαλαμηπόλων ·
360
πολλὰ δ’ἀκριτόφυρτος
361
γᾶς δόσις οὐτιδανοῖς
362
ἐν ῥοθίοις φορεῖται.
363
δμωίδες δὲ καινοπήμονες νέαι ·
364
τλάμον’εὐνὰν αἰχμάλωτον
365
ἀνδρὸς εὐτυχοῦντος ὣς
366
δυσμενοῦς ὑπερτέρου
367
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
368
παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ημιχοριον Α
Ημ.
Ημ.
369
τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
370
πευθώ τιν’ἡμῖν, φίλαι, νέαν φέρει,
371
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ημιχοριον Β
Ημ.
Ημ.
372
καὶ μὴν ἄναξ ὅδ’αὐτὸς Οἰδίπου τόκος
373
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν ·
374
σπουδὴ δὲ καὶ τοῦδ’οὐκ ἀπαρτίζει πόδα.
Αγγελος
Αγ.
Αγ.
375
λέγοιμ’ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
376
ὥςτ’ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
377
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
378
βρέμει, πόρον δ’Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
379
μάντις · οὐ γὰρ σφάγια γίγνεται καλά.
380
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
381
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ ·
382
θείνει δ’ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
383
σαίνειν μόροντε καὶ μάχην ἀψυχίᾳ.
384
τοιαῦτ’ἀυτῶν τρεῖς κατασκίους λόφους
385
σείει, κράνους χαίτωμ’, ὑπ’ἀσπίδος δ’ἔσω
386
χαλκήλατοι κλάζουσι κώδωνες φόβον ·
387
ἔχει δ’ὑπέρφρον σῆμ’ἐπ’ἀσπίδος τόδε,
388
φλέγονθ’ὑπ’ἄστροις οὐρανὸν τετυγμένον ·
389
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
390
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
391
τοιαῦτ’ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
392
βοᾷ παρ’ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
393
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
394
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
395
τίν’ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
396
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ετεοκλης
Ετ.
Ετ.
397
κόσμον μὲν ἀνδρὸς οὔτιν’ἂν τρέσαιμ’ἐγώ,
398
οὐ δ’ἑλκοποιὰ γίγνεται τὰ σήματα ·
399
λόφοι δὲ κώδωντ’οὐ δάκνουσ’ἄνευ δορός.
400
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ’ἀσπίδος
401
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
402
τάχ’ἂν γένοιτο μάντις ἀνοία τινί.
403
εἰ γὰρ θανόντι νὺξ ἐπ’ὀφθαλμοῖς πέσοι,
404
τῷ τοι φέροντι σῆμ’ὑπέρκομπον τόδε
405
γένοιτ’ἂν ὀρθῶς ἐνδίκωςτ’ἐπώνυμον,
406
καὐτὸς καθ’αὑτοῦ τήνδ’ὕβριν μαντεύσεται.
407
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
408
τῶνδ’ἀντιτάξω προστάτην πυλωμάτων,
409
μάλ’εὐγενῆτε καὶ τὸν Αἰσχύνης θρόνον
410
τιμῶντα καὶ στυγοῦνθ’ὑπέρφρονας λόγους.
411
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ’εἶναι φιλεῖ.
412
σπαρτῶν δ’ἀπ’ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
413
ῥίζωμ’ἀνεῖται, κάρτα δ’ἔστ’ἐγχώριος,
414
Μελάνιππος · ἔργον δ’ἐν κύβοις Ἄρης κρινεῖ ·
415
Δίκη δ’ὁμαίμων κάρτα νιν προστέλλεται
416
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορος
Χο.
Χο.
417
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
418
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
419
πρόμαχος ὄρνυται · τρέμω δ’
420
αἱματηφόρους μόρους ὑπὲρ φίλων
421
ὀλομένων ἰδέσθαι.
Αγγελος
Αγ.
Αγ.
422
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί ·
423
Καπανεὺς δ’ἐπ’Ἠλέκτραισιν εἴληχεν πύλαις,
424
γίγας ὅδ’ἄλλος τοῦ πάρος λελεγμένου
425
μείζων, κόμπος δ’οὐ κατ’ἄνθρωπον φρονεῖ,
426
πύργοις δ’ἀπειλεῖ δείν’, μὴ κραίνοι τύχη ·
427
θεοῦτε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
428
καὶ μὴ θέλοντός φησιν, οὐ δὲ τὴν Διὸς
429
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430
τὰς δ’ἀστραπάςτε καὶ κεραυνίους βολὰς
431
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν ·
432
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
433
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη ·
434
χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
435
τοιῷδε φωτὶ πέμπε τίς ξυστήσεται,
436
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ετεοκλης
Ετ.
Ετ.
437
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
438
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
439
γλῶσσ’ἀληθὴς γίγνεται κατήγορος ·
440
Καπανεὺς δ’ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
441
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
442
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
443
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ’ἔπη ·
444
πέποιθα δ’αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
446
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
447
ἀνὴρ δ’ἐπ’αὐτῷ, κεἰ στόμαργός ἐστ’ἄγαν,
448
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
449
φερέγγυον φρούρημα, προστατηρίας
450
Ἀρτέμιδος εὐνοίαισι σύντ’ἄλλοις θεοῖς.
451
λέγ’ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορος
Χο.
Χο.
452
ὄλοιθ’ὃς πόλει μεγάλ’ἐπεύχεται,
453
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
454
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
455
θ’ἑδωλίων ὑπερκόπῳ
456
δορί ποτ’ἐκλαπάξαι.
Αγγελος
Αγ.
Αγ.
457
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
458
λέξω · τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
459
ἐξ ὑπτίου ’πήδησεν εὐχάλκου κράνους,
460
πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
461
ἵππους δ’ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
462
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
463
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
464
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
465
ἐσχημάτισται δ’ἀσπὶς οὐ σμικρὸν τρόπον ·
466
ἀνὴρ ὁπλίτης κλίμακος προσαμβάσεις
467
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
468
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
469
ὡς οὐ δ’ἂν Ἄρης σφ’ἐκβάλοι πυργωμάτων.
470
καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
471
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
Ετεοκλης
Ετ.
Ετ.
472
πέμποιμ’ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ ·
473
καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
474
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
474b
γένους,
475
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
476
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
477
ἀλλ’ θανὼν τροφεῖα πληρώσει χθονί,
478
καὶ δύ’ἄνδρε καὶ πόλισμ’ἐπ’ἀσπίδος
479
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
480
κόμπαζ’ἐπ’ἄλλῳ, μη δέ μοι φθόνει λέγων.
Χορος
Χο.
Χο.
481
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
482
πρόμαχ’ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
483
ὡς δ’ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
484
μαινομένᾳ φρενί, τώς νιν
485
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Αγγελος
Αγ.
Αγ.
486
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
487
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
488
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος ·
489
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
490
ἔφριξα δινήσαντος · οὐκ ἄλλως ἐρῶ.
491
σηματουργὸς δ’οὔ τις εὐτελὴς ἄρ’ἦν
492
ὅστις τόδ’ἔργον ὤπασεν πρὸς ἀσπίδι,
493
Τυφῶν’ἱέντα πύρπνοον διὰ στόμα
494
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν ·
495
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
496
προσηδάφισται κοιλογάστορος κύκλου.
497
αὐτὸς δ’ἐπηλάλαξεν, ἔνθεος δ’Ἄρει
498
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
499
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον ·
500
Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ετεοκλης
Ετ.
Ετ.
501
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ’ἀγχίπτολις,
502
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ’ὕβριν,
503
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον ·
504
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
505
ἀνὴρ κατ’ἄνδρα τοῦτον ᾑρέθη, θέλων
506
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
507
οὔτ’εἶδος οὔτε θυμὸν οὐ δ’ὅπλων σχέσιν
508
μωμητός, Ἑρμῆς δ’εὐλόγως ξυνήγαγεν.
509
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510
ξυνοίσετον δὲ πολεμίους ἐπ’ἀσπίδων
511
θεούς · μὲν γὰρ πύρπνοον Τυφῶν’ἔχει,
512
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ’ἀσπίδος
513
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων ·
514
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515
τοιάδε μέντοι προσφίλεια δαιμόνων ·
516
πρὸς τῶν κρατούντων δ’ἐσμέν, οἱ δ’ἡσσωμένων,
517
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ ·
519
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ’ἀντιστάτας,
518
Ὑπερβίῳτε πρὸς λόγον τοῦ σήματος
520
σωτὴρ γένοιτ’ἂν Ζεὺς ἐπ’ἀσπίδος τυχών.
Χορος
Χο.
Χο.
521
πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντ’
522
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
523
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖςτε καὶ
524
δαροβίοισι θεοῖσιν,
525
πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
Αγγελος
Αγ.
Αγ.
526
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
527
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
528
τύμβον κατ’αὐτὸν Διογενοῦς Ἀμφίονος ·
529
ὄμνυσι δ’αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530
σέβειν πεποιθὼς ὀμμάτωνθ’ὑπέρτερον,
531
μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
532
Διός · τόδ’αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
533
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ ·
534
στείχει δ’ἴουλος ἄρτι διὰ παρηίδων,
535
ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
536
δ’ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
537
φρόνημα, γοργὸν δ’ὄμμ’ἔχων, προσίσταται.
538
οὐ μὴν ἀκόμπαστός γ’ἐφίσταται πύλαις ·
539
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540
σάκει, κυκλωτῷ σώματος προβλήματι,
541
Σφίγγ’ὠμόσιτον προσμεμηχανημένην
542
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
543
φέρει δ’ὑφ’αὑτῇ φῶτα Καδμείων ἕνα,
544
ὡς πλεῖστ’ἐπ’ἀνδρὶ τῷδ’ἰάπτεσθαι βέλη.
545
ἐλθὼν δ’ἔοικεν οὐ καπηλεύσειν μάχην,
546
μακρᾶς κελεύθου δ’οὐ καταισχυνεῖν πόρον,
547
Παρθενοπαῖος Ἀρκάς · δὲ τοιόσδ’ἀνὴρ
548
μέτοικος, Ἄργει δ’ἐκτίνων καλὰς τροφάς,
549
πύργοις ἀπειλεῖ τοῖσδ’ μὴ κραίνοι θεός.
Ετεοκλης
Ετ.
Ετ.
550
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
551
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν ·
552
τἂν πανώλεις παγκάκωςτ’ὀλοίατο.
553
ἔστιν δὲ καὶ τῷδ’, ὃν λέγεις τὸν Ἀρκάδα,
554
ἀνὴρ ἄκομπος, χεὶρ δ’ὁρᾷ τὸ δράσιμον,
555
Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου ·
556
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
557
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
558
οὐ δ’εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
559
εἰκὼ φέροντα πολεμίας ἐπ’ἀσπίδος ·
560
’ξωθεν εἴσω τῷ φέροντι μέμψεται,
561
πυκνοῦ κροτησμοῦ τυγχάνουσ’ὑπὸ πτόλιν.
562
θεῶν θελόντων τἂν ἀληθεύσαιμ’ἐγώ.
Χορος
Χο.
Χο.
563
ἱκνεῖται λόγος διὰ στηθέων,
564
τριχὸς δ’ὀρθίας πλόκαμος ἵσταται,
565
μεγάλα μεγαληγόρων κλυούσᾳ
566
ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
567
θεοὶ τοῦδ’ὀλέσειαν ἐν γᾷ.
Αγγελος
Αγ.
Αγ.
568
ἕκτον λέγοιμ’ἂν ἄνδρα σωφρονέστατον,
569
ἀλκήντ’ἄριστον μάντιν, Ἀμφιάρεω βίαν ·
570
Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
571
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν ·
572
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
573
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
574
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
575
κακῶντ’Ἀδράστῳ τῶνδε βουλευτήριον.
576
καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
577
ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
578
δίςτ’ἐν τελευτῇ τοὔνομ’ἐνδατούμενος,
579
καλεῖ. λέγει δὲ τοῦτ’ἔπος διὰ στόμα ·
580
τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
581
καλόντ’ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
582
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
583
πορθεῖν, στράτευμ’ἐπακτὸν ἐμβεβληκότα;
584
μητρόςτε πηγὴν τίς κατασβέσει δίκη;
585
πατρίςτε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
586
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
587
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
588
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
589
μαχώμεθ’, οὐκ ἄτιμον ἐλπίζω μόρον.
590
τοιαῦθ’ μάντις ἀσπίδ’εὐκήλως ἔχων
591
πάγχαλκον ηὔδα · σῆμα δ’οὐκ ἐπῆν κύκλῳ.
592
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ’εἶναι θέλει,
593
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
594
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
595
τούτῳ σοφούςτε κἀγαθοὺς ἀντηρέτας
596
πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
Ετεοκλης
Ετ.
Ετ.
597
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
598
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
599
ἐν παντὶ πράγει δ’ἔσθ’ὁμιλίας κακῆς
600
κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος ·
601
ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
602
γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
603
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
604
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
605
ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
606
ἐχθροξένοιςτε καὶ θεῶν ἀμνήμοσιν,
607
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
608
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ’δάμη.
609
οὕτως δ’ μάντις, υἱὸν Οἰκλέους λέγω,
610
σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
611
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
612
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
613
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
614
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615
δοκῶ μὲν οὖν σφε μη δὲ προσβαλεῖν πύλαις
616
οὐχ ὡς ἄθυμος οὐ δὲ λήματος κάκῇ,
617
ἀλλ’οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
618
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου ·
619
φιλεῖ δὲ σιγᾶν λέγειν τὰ καίρια.
620
ὅμως δ’ἐπ’αὐτῷ φῶτα, Λασθένους βίαν,
621
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
622
γέροντα τὸν νοῦν, σάρκα δ’ἡβῶσαν φύει,
623
ποδῶκες ὄμμα, χεῖρα δ’οὐ βραδύνεται
624
παρ’ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
625
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Χορος
Χο.
Χο.
626
κλύοντες θεοὶ δικαίας λιτὰς
627
ἁμετέρας τελεῖθ’, ὡς πόλις εὐτυχῇ,
628
δορίπονα κάκ’ἐκτρέποντες ἐς γᾶς
629
ἐπιμόλους · πύργων δ’ἔκτοθεν
630
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Αγγελος
Αγ.
Αγ.
631
τὸν ἕβδομον δὴ τόνδ’ἐφ’ἑβδόμαις πύλαις
632
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
633
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας ·
634
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
635
ἁλώσιμον παιᾶν’ἐπεξιακχάσας,
636
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
637
ζῶντ’ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
638
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
639
τοιαῦτ’ἀυτεῖ καὶ θεοὺς γενεθλίους
640
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
641
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
642
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
643
διπλοῦντε σῆμα προσμεμηχανημένον.
644
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645
ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
646
Δίκη δ’ἄρ’εἶναί φησιν, ὡς τὰ γράμματα
647
λέγει κατάξω δ’ἄνδρα τόνδε καὶ πόλιν
648
ἕξει πατρῴων δωμάτωντ’ἐπιστροφάς.
649
τοιαῦτ’ἐκείνων ἐστὶ τἀξευρήματα.
650
651
ὡς οὔποτ’ἀνδρὶ τῷδε κηρυκευμάτων
652
μέμψῃ, σὺ δ’αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ετεοκλης
Ετ.
Ετ.
653
θεομανέςτε καὶ θεῶν μέγα στύγος,
654
πανδάκρυτον ἁμὸν Οἰδίπου γένος ·
655
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
656
ἀλλ’οὔτε κλαίειν οὔτ’ὀδύρεσθαι πρέπει,
657
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
658
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
659
τάχ’εἰσόμεσθα τοὐπίσημ’ὅποι τελεῖ,
660
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
661
ἐπ’ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
662
εἰ δ’ Διὸς παῖς παρθένος Δίκη παρῆν
663
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ’ἂν τόδ’ἦν ·
664
ἀλλ’οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665
οὔτ’ἐν τροφαῖσιν, οὔτ’ἐφηβήσαντά πω,
666
οὔτ’ἐν γενείου ξυλλογῇ τριχώματος,
667
Δίκη προσεῖδε καὶ κατηξιώσατο ·
668
οὐ δ’ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
669
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670
δῆτ’ἂν εἴη πανδίκως ψευδώνυμος
671
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
672
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
673
αὐτός · τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
674
ἄρχοντίτ’ἄρχων καὶ κασιγνήτῳ κάσις,
675
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ’ὡς τάχος
676
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
Χορος
Χο.
Χο.
677
μή, φίλτατ’ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
678
ὀργὴν ὁμοῖος τῷ κάκιστ’αὐδωμένῳ ·
679
ἀλλ’ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
680
ἐς χεῖρας ἐλθεῖν · αἷμα γὰρ καθάρσιον.
681
ἀνδροῖν δ’ὁμαίμοιν θάνατος ὧδ’αὐτοκτόνος,
682
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ετεοκλης
Ετ.
Ετ.
683
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
684
ἔστω · μόνον γὰρ κέρδος ἐν τεθνηκόσι ·
685
κακῶν δὲ κᾀσχρῶν οὔτιν’εὐκλείαν ἐρεῖς.
Χορος
Χο.
Χο.
686
τί μέμονας, τέκνον; μή τί σε
687
θυμοπληθὴς δορίμαργος ἄτα φερέτω · κακοῦ δ’
688
ἔκβαλ’ἔρωτος ἀρχάν.
Ετεοκλης
Ετ.
Ετ.
689
ἐπεὶ τὸ πρᾶγμα κάρτ’ἐπισπέρχει θεός,
690
ἴτω κατ’οὖρον κῦμα Κωκυτοῦ λαχὸν
691
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Χορος
Χο.
Χο.
692
ὠμοδακής σ’ἄγαν ἵμερος
693
ἐξοτρύνει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
694
αἵματος οὐ θεμιστοῦ.
Ετεοκλης
Ετ.
Ετ.
695
φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν’ἀρὰ
696
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
697
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Χορος
Χο.
Χο.
698
ἀλλὰ σὺ μὴ ’ποτρύνου · κακὸς οὐ
699
κεκλήσῃ βίον εὖ κυρήσας · μελάναιγις οὐκ
700
εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
701
θεοὶ θυσίαν δέχωνται;
Ετεοκλης
Ετ.
Ετ.
702
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
703
χάρις δ’ἀφ’ἡμῶν ὀλομένων θαυμάζεται ·
704
τί οὖν ἔτ’ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Χορος
Χο.
Χο.
705
νῦν ὅτε σοι παρέστακεν · ἐπεὶ δαίμων
706
λήματος ἐν τροπαίᾳ χρονίᾳ
707
μεταλλακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
708
πνεύματι · νῦν δ’ἔτι ζεῖ.
Ετεοκλης
Ετ.
Ετ.
709
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα ·
710
ἄγαν δ’ἀληθεῖς ἐνυπνίων φαντασμάτων
711
ὄψεις, πατρῴων χρημάτων δατήριοι.
Χορος
Χο.
Χο.
712
πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
Ετεοκλης
Ετ.
Ετ.
713
λέγοιτ’ἂν ὧν ἄνη τις · οὐ δὲ χρὴ μακράν.
Χορος
Χο.
Χο.
714
μὴ ’λθῃς ὁδοὺς σὺ τάσδ’ἐφ’ἑβδόμαις πύλαις.
Ετεοκλης
Ετ.
Ετ.
715
τεθηγμένον τοί μ’οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορος
Χο.
Χο.
716
νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ετεοκλης
Ετ.
Ετ.
717
οὐκ ἄνδρ’ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορος
Χο.
Χο.
718
ἀλλ’αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ετεοκλης
Ετ.
Ετ.
719
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
Χορος
Χο.
Χο.
720
πέφρικα τὰν ὠλεσίοικον
721
θεόν, οὐ θεοῖς ὁμοίαν,
722
παναλαθῆ κακόμαντιν
723
πατρὸς εὐκταίαν Ἐρινὺν
724
τελέσαι τὰς περιθύμους
725
κατάρας Οἰδιπόδα βλαψίφρονος ·
726
παιδολέτωρ δ’ἔρις ἅδ’ὀτρύνει.
727
ξένος δὲ κλήρους ἐπινωμᾷ,
728
Χάλυβος Σκυθᾶν ἄποικος,
729
κτεάνων χρηματοδαίτας
730
πικρός, ὠμόφρων σίδαρος,
731
χθόνα ναίειν διαπήλας,
732
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
733
τῶν μεγάλων πεδίων ἀμοίρους.
734
ἐπεὶ δ’ἂν αὐτοκτόνως
735
αὐτοδάικτοι θάνωσι,
736
καὶ γαΐα κόνις πίῃ
737
μελαμπαγὲς αἷμα φοίνιον,
738
τίς ἂν καθαρμοὺς πόροι,
739
τίς ἄν σφε λούσειεν;
740
πόνοι δόμων νέοι
741
παλαιοῖσι συμμιγεῖς κακοῖς.
742
παλαιγενῆ γὰρ λέγω
743
παρβασίαν ὠκύποινον ·
744
αἰῶνα δ’ἐς τρίτον μένει ·
745
Ἀπόλλωνος εὖτε Λάιος
746
βίᾳ, τρὶς εἰπόντος ἐν
747
μεσομφάλοις Πυθικοῖς
748
χρηστηρίοις θνᾴσκοντα
749
γέννας ἄτερ σῴζειν πόλιν,
750
κρατηθεὶς δ’ἐκ φίλων ἀβουλιᾶν
751
ἐγείνατο μὲν μόρον αὑτῷ,
752
πατροκτόνον Οἰδιπόδαν,
753
ὅστε ματρὸς ἁγνὰν
754
σπείρας ἄρουραν, ἵν’ἐτράφη,
755
ῥίζαν αἱματόεσσαν
756
ἔτλα · παράνοια συνᾶγε
757
νυμφίους φρενώλεις.
758
κακῶν δ’ὥσπερ θάλασσα κῦμ’ἄγει ·
759
τὸ μὲν πίτνον, ἄλλο δ’ἀείρει
760
τρίχαλον, καὶ περὶ
761
πρύμναν πόλεως καχλάζει.
762
μεταξὺ δ’ἀλκὰ δι’ὀλίγου
763
τείνει, πύργος ἐν εὔρει.
764
δέδοικα δὲ σὺν βασιλεῦσι
765
μὴ πόλις δαμασθῇ.
766
τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
767
βαρεῖαι καταλλαγαί · τὰ δ’ὀλοὰ
768
πελόμεν’οὐ παρέρχεται.
769
πρόπρυμνα δ’ἐκβολὰν φέρει
770
ἀνδρῶν ἀλφηστᾶν
771
ὄλβος ἄγαν παχυνθείς.
772
τίν’ἀνδρῶν γὰρ τοσόνδ’ἐθαύμασαν
773
θεοὶ καὶ ξυνέστιοι πόλεος
774
πολύβατόςτ’ἀγὼν βροτῶν,
775
ὅσον τότ’Οἰδίπουν τίον,
776
τὰν ἁρπαξάνδραν
777
κῆρ’ἀφελόντα χώρας;
778
ἐπεὶ δ’ἀρτίφρων
779
ἐγένετο μέλεος ἀθλίων
780
γάμων, ἐπ’ἄλγει δυσφορῶν
781
μαινομένᾳ κραδίᾳ
782
δίδυμα κάκ’ἐτέλεσεν ·
783
πατροφόνῳ χερὶ τῶν
784
κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη ·
785
τέκνοις δ’ἀγρίας
786
ἐφῆκεν ἐπικότους τροφᾶς,
787
αἰαῖ, πικρογλώσσους ἀράς,
788
καί σφε σιδαρονόμῳ
789
διὰ χερί ποτε λαχεῖν
790
κτήματα · νῦν δὲ τρέω
791
μὴ τελέσῃ καμψίπους Ἐρινύς.
Αγγελος
Αγ.
Αγ.
792
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
793
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν ·
794
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα ·
795
πόλις δ’ἐν εὐδίᾳτε καὶ κλυδωνίου
796
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
797
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
798
ἐφραξάμεσθα μονομάχοισι προστάταις ·
799
καλῶς ἔχει τὰ πλεῖστ’, ἐν ἓξ πυλώμασι ·
800
τὰς δ’ἑβδόμας σεμνὸς ἑβδομαγέτης
801
ἄναξ Ἀπόλλων εἵλετ’, Οἰδίπου γένει
802
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορος
Χο.
Χο.
803
τί δ’ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Αγγελος
Αγ.
Αγ.
804
πόλις σέσωσται · βασιλέες δ’ὁμόσποροι
Χορος
Χο.
Χο.
805
τίνες; τί δ’εἶπας; παραφρονῶ φόβῳ λόγου.
Αγγελος
Αγ.
Αγ.
806
φρονοῦσα νῦν ἄκουσον · Οἰδίπου τόκοι
Χορος
Χο.
Χο.
807
οἲ ’γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Αγγελος
Αγ.
Αγ.
808
οὐ δ’ἀμφιλέκτως μὴν κατεσποδημένοι
Χορος
Χο.
Χο.
809
ἐκεῖθι κεῖσθον; βαρέα δ’οὖν ὅμως φράσον.
Αγγελος
Αγ.
Αγ.
810
ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορος
Χο.
Χο.
811
οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ’ἅμα;
812
οὕτως δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
813
αὐτὸς δ’ἀναλοῖ δῆτα δύσποτμον γένος.
814
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα ·
815
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ’ἐπιστάται,
816
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
817
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
818
ἕξουσι δ’ἣν λάβωσιν ἐν ταφῇ χθονός,
819
πατρὸς κατ’εὐχὰς δυσπότμως φορούμενοι.
820
821
822
μεγάλε Ζεῦ καὶ πολιοῦχοι
823
δαίμονες, οἳ δὴ Κάδμου πύργους
824
τούσδε ῥύεσθε,
825
πότερον χαίρω κἀπολολύξω
826
πόλεως ἀσινεῖ σωτῆρι ,
827
τοὺς μογεροὺς καὶ δυσδαίμονας
830
ἀτέκνους κλαύσω πολεμάρχους;
831
οἳ δῆτ’ὀρθῶς κατ’ἐπωνυμίαν
832
καὶ πολυνεικεῖς
832b
ὤλοντ’ἀσεβεῖ διανοίᾳ.
833
μέλαινα καὶ τελεία
833b
γένεος Οἰδίπουτ’ἀρά,
834
κακόν με καρδίαν τι περιπίτνει κρύος.
835
ἔτευξα τύμβῳ μέλος
836
Θυιὰς αἱματοσταγεῖς
837
νεκροὺς κλύουσα δυσμόρως
838
θανόντας · δύσορνις
839
ἅδε ξυναυλία δορός.
840
ἐξέπραξεν, οὐ δ’ἀπεῖπεν
841
πατρόθεν εὐκταία φάτις ·
842
βουλαὶ δ’ἄπιστοι Λαΐου διήρκεσαν.
843
μέριμνα δ’ἀμφὶ πτόλιν ·
844
θέσφατ’οὐκ ἀμβλύνεται.
845
ἰὼ πολύστονοι, τόδ’
846
ἠργάσασθ’ἄπιστον · ἦλθε δ’
847
αἰακτὰ πήματ’οὐ λόγῳ.
848
τάδ’αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος ·
849
διπλαῖ μέριμναι, διδυμάνορα
850
κάκ’αὐτοφόνα, δίμοιρα
851
τέλεια τάδε πάθη. τί φῶ;
852
τί δ’ἄλλο γ’ πόνοι πόνων
853
δόμων ἐφέστιοι;
854
ἀλλὰ γόων, φίλαι, κατ’οὖρον
855
ἐρέσσετ’ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
856
πίτυλον, ὃς αἰὲν δι’Ἀχέροντ’ἀμείβεται
857
τὰν ἄστολον μελάγκροκον θεωρίδα,
858
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
860
πάνδοκον εἰς ἀφανῆτε χέρσον.
861
ἀλλὰ γὰρ ἥκουσ’αἵδ’ἐπὶ πρᾶγος
862
πικρὸν Ἀντιγόνητ’ἠδ’Ἰσμήνη,
863
θρῆνον ἀδελφοῖν · οὐκ ἀμφιβόλως
864
οἶμαί σφ’ἐρατῶν ἐκ βαθυκόλπων
865
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
866
ἡμᾶς δὲ δίκη πρότερον φήμης
867
τὸν δυσκέλαδόνθ’ὕμνον Ἐρινύος
868
ἰαχεῖν Ἀίδατ’
870
ἐχθρὸν παιᾶν’ἐπιμέλπειν.
871
ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
872
στρόφον ἐσθῆσιν περιβάλλονται,
873
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
874
μὴ ’κ φρενὸς ὀρθῶς με λιγαίνειν.
875
ἰὼ ἰὼ δύσφρονες,
876
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
877
δόμους πατρῴους
878
ἑλόντες μέλεοι σὺν αἰχμᾷ.
879
μέλεοι δῆθ’οἳ μελέους θανάτους
880
εὕροντο δόμων ἐπὶ λύμῃ.
881
ἰὼ ἰὼ δωμάτων
882
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
883
ἰδόντες, ἤδη
885
διήλλαχθε σὺν σιδάρῳ.
886
κάρτα δ’ἀληθῆ πατρὸς Οἰδιπόδα
887
πότνι’Ἐρινὺς ἐπέκρανεν.
888
δι’εὐωνύμων τετυμμένοι,
889
τετυμμένοι δῆθ’,
890
ὁμοσπλάγχνωντε πλευρωμάτων
891
[…]
892
αἰαῖ δαιμόνιοι,
893
αἰαῖ δ’ἀντιφόνων
894
θανάτων ἀραί.
895
διανταίαν λέγεις δόμοισι καὶ
896
σώμασιν πεπλαγμένους,
897
ἀναυδάτῳ μένει
898
ἀραίῳτ’ἐκ πατρὸς
899
οὐ διχόφρονι πότμῳ.
900
διήκει δὲ καὶ πόλιν στόνος,
901
στένουσι πύργοι,
902
στένει πέδον φίλανδρον · μένει
903
κτέανα δ’ἐπιγόνοις,
904
δι’ὧν αἰνομόροις,
905
δι’ὧν νεῖκος ἔβα
906
καὶ θανάτου τέλος.
907
ἐμοιράσαντο δ’ὀξυκάρδιοι
908
κτήμαθ’, ὥστ’ἴσον λαχεῖν.
909
διαλλακτῆρι δ’οὐκ
909b
ἀμεμφεία φίλοις,
910
οὐ δ’ἐπίχαρις Ἄρης.
911
σιδαρόπλακτοι μὲν ὧδ’ἔχουσιν,
912
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
913
τάχ’ἄν τις εἴποι, τίνες;
914
τάφων πατρῴων λαχαί.
915
ὅδ’ἁμῶν μάλ’ἀχέτας τοὺς
916
προπέμπει δαϊκτὴρ γόος
917
αὐτόστονος, αὐτοπήμων,
918
δαϊόφρων, οὐ φιλογαθής, ἐτύμως
919
δακρυχέων ἐκ φρενός,
920
κλαιομένας μου μινύθει
921
τοῖνδε δυοῖν ἀνάκτοιν.
922
πάρεστι δ’εἰπεῖν ἐπ’ἀθλίοισιν
923
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
924
ξένωντε πάντων στίχας
925
πολυφθόρους ἐν δαΐ.
926
δυσδαίμων σφιν τεκοῦσα
927
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
928
τεκνογόνοι κέκληνται.
929
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930
τούσδ’ἔτεχ’, οἱ δ’ὧδ’
931
ἐτελεύτασαν ὑπ’ἀλλαλοφόνοις
932
χερσὶν ὁμοσπόροισιν.
933
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
934
διατομαῖς οὐ φίλαις,
935
ἔριδι μαινομένᾳ,
936
νείκεος ἐν τελευτᾷ.
937
πέπαυται δ’ἔχθος, ἐν δὲ γαίᾳ
938
ζόα φονορύτῳ
939
μέμεικται · κάρτα δ’εἴσ’ὅμαιμοι.
940
πικρὸς λυτὴρ νεικέων πόντιος
941
ξεῖνος ἐκ πυρὸς συθεὶς
942
θακτὸς σίδαρος · πικρὸς δὲ χρημάτων
943
κακὸς δατητὰς Ἄρης ἀρὰν
944
πατρῴαν τιθεὶς ἀλαθῆ.
945
ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
946
διοδότων ἀχθέων ·
947
ὑπὸ δὲ σώματι γᾶς
948
πλοῦτος ἄβυσσος ἔσται.
949
ἰὼ πολλοῖς ἐπανθίσαντες
950
πόνοισι γενεάν ·
951
τελευταῖαι δ’ἐπηλάλαξαν
952
Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
953
παντρόπῳ φυγᾷ γένους.
954
ἕστακε δ’Ἄτας τροπαῖον ἐν πύλαις,
955
ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν
956
κρατήσας ἔληξε δαίμων.
Αντιγονη
Αν.
Αν.
957
παισθεὶς ἔπαισας.
Ισμηνη
Ισ.
Ισ.
957b
σὺ δ’ἔθανες κατακτανών.
Αντιγονη
Αν.
Αν.
958
δορὶ δ’ἔκανες
Ισμηνη
Ισ.
Ισ.
959
δορὶ δ’ἔθανες
Αντιγονη
Αν.
Αν.
960
μελεοπόνος.
Ισμηνη
Ισ.
Ισ.
961
μελεοπαθής.
Αντιγονη
Αν.
Αν.
962
ἴτω γόος.
Ισμηνη
Ισ.
Ισ.
963
ἴτω δάκρυ.
Αντιγονη
Αν.
Αν.
964
πρόκεισαι
Ισμηνη
Ισ.
Ισ.
965
κατακτάς.
Αντιγονη
Αν.
Αν.
966
ἠέ.
Ισμηνη
Ισ.
Ισ.
966b
ἠέ.
Αντιγονη
Αν.
Αν.
967
μαίνεται γόοισι φρήν.
Ισμηνη
Ισ.
Ισ.
968
ἐντὸς δὲ καρδία στένει.
Αντιγονη
Αν.
Αν.
969
ἰὼ ἰὼ πάνδυρτε σύ.
Ισμηνη
Ισ.
Ισ.
970
σὺ δ’αὖτε καὶ πανάθλιε.
Αντιγονη
Αν.
Αν.
971
πρὸς φίλου ἔφθισο.
Ισμηνη
Ισ.
Ισ.
972
καὶ φίλον ἔκτανες.
Αντιγονη
Αν.
Αν.
973
διπλᾶ λέγειν
Ισμηνη
Ισ.
Ισ.
974
διπλᾶ δ’ὁρᾶν
Αντιγονη
Αν.
Αν.
975
ἄχθεα τῶνδε τάδ’ἐγγύθεν.
Ισμηνη
Ισ.
Ισ.
976
πέλας ἀδελφέ’ἀδελφεῶν.
Χορος
Χο.
Χο.
977
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
978
πότνιάτ’Οἰδίπου σκιά,
979
μέλαιν’Ἐρινύς, μεγασθενής τις εἶ.
Αντιγονη
Αν.
Αν.
980
ἠέ.
Ισμηνη
Ισ.
Ισ.
980b
ἠέ.
Αντιγονη
Αν.
Αν.
981
δυσθέατα πήματα
Ισμηνη
Ισ.
Ισ.
982
ἔδειξεν ἐκ φυγᾶς ἐμοί.
Αντιγονη
Αν.
Αν.
983
οὐ δ’ἵκεθ’ὡς κατέκτανεν.
Ισμηνη
Ισ.
Ισ.
984
σωθεὶς δὲ πνεῦμ’ἀπώλεσεν.
Αντιγονη
Αν.
Αν.
985
ὤλεσε δῆτ’ἄγαν.
Ισμηνη
Ισ.
Ισ.
986
καὶ τὸν ἐνόσφισεν.
Αντιγονη
Αν.
Αν.
987
τάλαν γένος.
Ισμηνη
Ισ.
Ισ.
988
τάλαν πάθος.
Αντιγονη
Αν.
Αν.
989
δύστονα κήδε’ὁμαίμονα.
Ισμηνη
Ισ.
Ισ.
990
δίυγρα τριπάλτων πημάτων.
Χορος
Χο.
Χο.
991
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
992
πότνιάτ’Οἰδίπου σκιά,
993
μέλαιν’Ἐρινύς, μεγασθενής τις εἶ.
Αντιγονη
Αν.
Αν.
994
σὺ τοί νιν οἶσθα διαπερῶν
Ισμηνη
Ισ.
Ισ.
995
σὺ δ’οὐδὲν ὕστερος μαθών
Αντιγονη
Αν.
Αν.
996
ἐπεὶ κατῆλθες ἐς πόλιν
Ισμηνη
Ισ.
Ισ.
997
δορός γε τῷδ’ἀντηρέτας.
Αντιγονη
Αν.
Αν.
998
ὀλοὰ λέγειν.
Ισμηνη
Ισ.
Ισ.
999
ὀλοὰ δ’ὁρᾶν.
Αντιγονη
Αν.
Αν.
1000
ἰὼ πόνος
Ισμηνη
Ισ.
Ισ.
1001
ἰὼ κακά
Αντιγονη
Αν.
Αν.
1002
δώμασι καὶ χθονί.
Ισμηνη
Ισ.
Ισ.
1003
πρὸ πάντων δ’ἐμοί.
Αντιγονη
Αν.
Αν.
1004
καὶ τὸ πρόσω γ’ἐμοί.
Ισμηνη
Ισ.
Ισ.
1005
ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ.
Αντιγονη
Αν.
Αν.
1006
ἰὼ πάντων πολυστονώτατοι.
Ισμηνη
Ισ.
Ισ.
1007
ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.
Αντιγονη
Αν.
Αν.
1008
ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;
Ισμηνη
Ισ.
Ισ.
1009
ἰώ, ὅπου ’στὶ τιμιώτατον.
Αντιγονη
Αν.
Αν.
1010
ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
Κηρυξ
Κη.
Κη.
1011
δοκοῦντα καὶ δόξαντ’ἀπαγγέλλειν με χρὴ
1012
δήμου προβούλοις τῆσδε Καδμείας πόλεως ·
1013
Ἐτεοκλέα μὲν τόνδ’ἐπ’εὐνοίᾳ χθονὸς
1014
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς ·
1015
στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ’ἐν πόλει
1016
ἱερῶν πατρῴων δ’ὅσιος ὢν μομφῆς ἄτερ
1017
τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
1018
οὕτω μὲν ἀμφὶ τοῦδ’ἐπέσταλται λέγειν ·
1019
τούτου δ’ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020
ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
1021
ὡς ὄντ’ἀναστατῆρα Καδμείων χθονός,
1022
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
1023
τῷ τοῦδ’· ἄγος δὲ καὶ θανὼν κεκτήσεται
1024
θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
1025
στράτευμ’ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
1026
οὕτω πετηνῶν τόνδ’ὑπ’οἰωνῶν δοκεῖ
1027
ταφέντ’ἀτίμως τοὐπιτίμιον λαβεῖν,
1028
καὶ μήθ’ὁμαρτεῖν τυμβοχόα χειρώματα
1029
μήτ’ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
1030
ἄτιμον εἶναι δ’ἐκφορᾶς φίλων ὕπο.
1031
τοιαῦτ’ἔδοξε τῷδε Καδμείων τέλει.
Αντιγονη
Αν.
Αν.
1032
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω ·
1033
ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
1034
ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
1035
θάψασ’ἀδελφὸν τὸν ἐμόν, οὐ δ’αἰσχύνομαι
1036
ἔχουσ’ἄπιστον τήνδ’ἀναρχίαν πόλει.
1037
δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
1038
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
1039
τοιγὰρ θέλουσ’ἄκοντι κοινώνει κακῶν
1040
ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
1041
τούτου δὲ σάρκας οὐ δὲ κοιλογάστορες
1042
λύκοι σπάσονται · μὴ δοκησάτω τινί.
1043
τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
1044
γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
1045
κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
1046
καὐτὴ καλύψω, μη δέ τῳ δόξῃ πάλιν ·
1047
θάρσει, παρέσται μηχανὴ δραστήριος.
Κηρυξ
Κη.
Κη.
1048
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
Αντιγονη
Αν.
Αν.
1049
αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κηρυξ
Κη.
Κη.
1050
τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Αντιγονη
Αν.
Αν.
1051
τράχυν’· ἄθαπτος δ’οὗτος οὐ γενήσεται.
Κηρυξ
Κη.
Κη.
1052
ἀλλ’ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;
Αντιγονη
Αν.
Αν.
1053
ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κηρυξ
Κη.
Κη.
1054
οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Αντιγονη
Αν.
Αν.
1055
παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κηρυξ
Κη.
Κη.
1056
ἀλλ’εἰς ἅπαντας ἀνθ’ἑνὸς τόδ’ἔργον ἦν.
Αντιγονη
Αν.
Αν.
1057
ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
1058
ἐγὼ δὲ θάψω τόνδε · μὴ μακρηγόρει.
Κηρυξ
Κη.
Κη.
1059
ἀλλ’αὐτόβουλος ἴσθ’, ἀπεννέπω δ’ἐγώ.
Χορος
Χο.
Χο.
1059b
φεῦ φεῦ.
1060
μεγάλαυχοι καὶ φθερσιγενεῖς
1061
Κῆρες Ἐρινύες, αἵτ’Οἰδιπόδα
1062
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
1063
τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;
1064
πῶς τολμήσω μήτε σὲ κλαίειν
1065
μήτε προπέμπειν ἐπὶ τύμβον ·
1066
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
1067
δεῖμα πολιτῶν.
1068
σύ γε μὴν πολλῶν πενθητήρων
1069
τεύξει · κεῖνος δ’ τάλας ἄγοος
1070
μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
1071
εἶσιν · τίς ἂν οὖν τὰ πίθοιτο;
Ημιχοριον Α
Ημ.
Ημ.
1072
δράτω τι πόλις καὶ μὴ δράτω
1073
τοὺς κλαίοντας Πολυνείκη.
1074
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
1075
αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
1076
κοινὸν τόδ’ἄχος, καὶ πόλις ἄλλως
1077
ἄλλοτ’ἐπαινεῖ τὰ δίκαια.
Ημιχοριον Β
Ημ.
Ημ.
1078
ἡμεῖς δ’ἅμα τῷδ’, ὥσπερτε πόλις
1079
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
1080
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
1081
ὅδε Καδμείων ἤρυξε πόλιν
1082
μὴ ’νατραπῆναι μη δ’ἀλλοδαπῷ
1083
κύματι φωτῶν
1084
κατακλυσθῆναι τὰ μάλιστα.