Prometheus Bound
Κρατος
Κρ.
Κρ.
1Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
2Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
3Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
4ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
6ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
7τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
8θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
11στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ηφαιστος
Ηφ.
Ηφ.
12Κράτος Βίατε, σφῷν μὲν ἐντολὴ Διὸς
13ἔχει τέλος δὴ κα- κοὐδὲν ἐμποδὼν ἔτι ·
14ἐγὼ δ’ἄτολμός εἰμι συγγενῆ θεὸν
15δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
16πάντως δ’ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν ·
17ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
18τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
19ἄκοντά σ’ἄκων δυσλύτοις χαλκεύμασι
20προσπασσαλεύσω τῷδ’ἀπανθρώπῳ πάγῳ
21ἵν’οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
22ὄψει, σταθευτὸς δ’ἡλίου φοίβῃ φλογὶ
23χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
24ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25πάχνηνθ’ἑῴαν ἥλιος σκεδᾷ πάλιν ·
26ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
27τρύσει σ’· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
28τοιαῦτ’ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
29θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
31ἀνθ’ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
32ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ ·
33πολλοὺς δ’ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
34φθέγξῃ · Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κρατος
Κρ.
Κρ.
36εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
37τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
38ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ηφαιστος
Ηφ.
Ηφ.
39τὸ συγγενές τοι δεινὸν ἥθ’ὁμιλία.
Κρατος
Κρ.
Κρ.
40σύμφημ’· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
41οἷόντε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ηφαιστος
Ηφ.
Ηφ.
42αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κρατος
Κρ.
Κρ.
43ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
44τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ηφαιστος
Ηφ.
Ηφ.
45ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κρατος
Κρ.
Κρ.
46τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
47τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ηφαιστος
Ηφ.
Ηφ.
48ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κρατος
Κρ.
Κρ.
49ἅπαντ’ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν ·
50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ηφαιστος
Ηφ.
Ηφ.
51ἔγνωκα τοῖσδε κα- κοὐδὲν ἀντειπεῖν ἔχω.
Κρατος
Κρ.
Κρ.
52οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
53ὡς μή σ’ἐλινύοντα προσδερχθῇ πατήρ;
Ηφαιστος
Ηφ.
Ηφ.
54καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κρατος
Κρ.
Κρ.
55βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
56ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ηφαιστος
Ηφ.
Ηφ.
57περαίνεται δὴ κα- κοὐ ματᾷ το- τοὔργον τόδε.
Κρατος
Κρ.
Κρ.
58ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
59δεινὸς γὰρ εὑρεῖν κα- κἀξ ἀμηχάνων πόρον.
Ηφαιστος
Ηφ.
Ηφ.
60ἄραρεν ἥδε γ’ὠλένη δυσεκλύτως.
Κρατος
Κρ.
Κρ.
61καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
62μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ηφαιστος
Ηφ.
Ηφ.
63πλὴν τοῦδ’ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κρατος
Κρ.
Κρ.
64ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
65στέρνων διαμπὰξ πασσάλευ’ἐρρωμένως.
Ηφαιστος
Ηφ.
Ηφ.
66αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
Κρατος
Κρ.
Κρ.
67σὺ δ’αὖ κατοκνεῖς τῶν Διόςτ’ἐχθρῶν ὕπερ
68στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ηφαιστος
Ηφ.
Ηφ.
69ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κρατος
Κρ.
Κρ.
70ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
71ἀλλ’ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ηφαιστος
Ηφ.
Ηφ.
72δρᾶν ταῦτ’ἀνάγκη, μηδὲν ἐγκέλευ’ἄγαν.
Κρατος
Κρ.
Κρ.
73ἦ μὴν κελεύσω κα- κἀπιθωύξω γε πρός.
74χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ηφαιστος
Ηφ.
Ηφ.
75καὶ δὴ πέπρακται το- τοὔργον οὐ μακρῷ πόνῳ.
Κρατος
Κρ.
Κρ.
76ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας ·
77ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ηφαιστος
Ηφ.
Ηφ.
78ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κρατος
Κρ.
Κρ.
79σὺ μαλθακίζου, τὴν δ’ἐμὴν αὐθαδίαν
80ὀργῆςτε τραχύτητα μὴ ’πίπλησσέ μοι.
Ηφαιστος
Ηφ.
Ηφ.
81στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ’ἔχει.
Κρατος
Κρ.
Κρ.
82ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
83συλῶν ἐφημέροισι προστίθει. τί σοι
84οἷοίτε θνητοὶ τῶνδ’ἀπαντλῆσαι πόνων;
85ψευδωνύμως σε δαίμονες Προμηθέα
86καλοῦσιν · αὐτὸν γάρ σε δεῖ προμηθέως,
87ὅτῳ τρόπῳ τῆσδ’ἐκκυλισθήσῃ τέχνης.
Προμηθευς
Πρ.
Πρ.
88ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
89ποταμῶντε πηγαί, ποντίωντε κυμάτων
90ἀνήριθμον γέλασμα, παμμῆτόρτε γῆ,
91καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
92ἴδεσθέ μ’οἷα πρὸς θεῶν πάσχω θεός.
93δέρχθηθ’οἵαις αἰκείαισιν
94διακναιόμενος τὸν μυριετῆ
95χρόνον ἀθλεύσω.
96τοιόνδ’ὁ νέος ταγὸς μακάρων
97ἐξηῦρ’ἐπ’ἐμοὶ δεσμὸν ἀεικῆ.
98φεῦ φεῦ, τὸ παρὸν τότ’ἐπερχόμενον
99πῆμα στενάχω, πῇ ποτε μόχθων
100χρὴ τέρματα τῶνδ’ἐπιτεῖλαι.
101καίτοι τί φημι; πάντα προυξεπίσταμαι
102σκεθρῶς τὰ μέλλοντ’, οὐ δέ μοι ποταίνιον
103πῆμ’οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
104αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ’ὅτι
105τὸ τῆς ἀνάγκης ἔστ’ἀδήριτον σθένος.
106ἀλλ’οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
107οἷόντέ μοι τάσδ’ἐστί. θνητοῖς γὰρ γέρα
108πορὼν ἀνάγκαις ταῖσδ’ἐνέζευγμαι τάλας.
109ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
111πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
112τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
113ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
114ἆ ἆ ἔα ἔα.
115τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ’ἀφεγγής,
116θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
117ἵκετο τερμόνιον ἐπὶ πάγον
118πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
119ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
120τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
121δι’ἀπεχθείας ἐλθόνθ’ὁπόσοι
122τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
123διὰ τὴν λίαν φιλότητα βροτῶν.
124φεῦ φεῦ, τί ποτ’αὖ κινάθισμα κλύω
125πέλας οἰωνῶν; αἰθὴρ δ’ἐλαφραῖς
126πτερύγων ῥιπαῖς ὑποσυρίζει.
127πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Χορος
Χο.
Χο.
128μηδὲν φοβηθῇς · φιλία
128bγὰρ ἅδε τάξις πτερύγων
129θοαῖς ἁμίλλαις προσέβα
130τόνδε πάγον, πατρῴας
131μόγις παρειποῦσα φρένας.
132κραιπνοφόροι δέ μ’ἔπεμψαν αὖραι ·
133κτύπου γὰρ ἀχὼ χάλυβος
130bδιῇξεν ἄντρων μυχόν, ἐκ
134δ’ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ ·
135σύθην δ’ἀπέδιλος ὄχῳ πτερωτῷ.
Προμηθευς
Πρ.
Πρ.
136αἰαῖ αἰαῖ,
137τῆς πολυτέκνου Τηθύος ἔκγονα,
138τοῦ περὶ πᾶσάνθ’εἱλισσομένου
139χθόν’ἀκοιμήτῳ ῥεύματι παῖδες
140πατρὸς, Ὠκεανοῦ,
141δέρχθητ’, ἐσίδεσθ’οἵῳ δεσμῷ,
142προσπορπατὸς τῆσδε φάραγγος
143σκοπέλοις ἐν ἄκροις
143bφρουρὰν ἄζηλον ὀχήσω.
Χορος
Χο.
Χο.
144λεύσσω, Προμηθεῦ · φοβερὰ
145δ’ἐμοῖσιν ὄσσοις ὀμίχλα
146προσῇξε πλήρης δακρύων
147σὸν δέμας εἰσιδούσᾳ
148πέτραις προσαυαινόμενον
149ταῖσδ’ἀδαμαντοδέτοισι λύμαις.
150νέοι γὰρ οἰακονόμοι
151κρατοῦσ’, Ὀλύμπου · νεοχμοῖς
150aδὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
151aτὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθευς
Πρ.
Πρ.
152εἰ γάρ μ’ὑπὸ γῆν νέρθενθ’Ἅιδου
153τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
154Τάρταρον ἧκεν,
155δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
156ὡς μήτε θεὸς μήτε τις ἄλλος
157τοῖσδ’ἐπεγήθει.
158νῦν δ’αἰθέριον κίνυγμ’ὁ τάλας
159ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορος
Χο.
Χο.
160τίς ὧδε τλησικάρδιος
161θεῶν, ὅτῳ τάδ’ἐπιχαρῆ;
162τίς οὐ ξυνασχαλᾷ κακοῖς
163τεοῖσι, δίχα γε Διός; ὁ δ’ἐπικότως ἀεὶ
164θέμενος ἄγναμπτον νόον
165δάμναται Οὐρανίαν
166γένναν, οὐ δὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
167τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθευς
Πρ.
Πρ.
168ἦ μὴν ἔτ’ἐμοῦ, καίπερ κρατεραῖς
169ἐν γυιοπέδαις αἰκιζομένου,
170χρείαν ἕξει μακάρων πρύτανις,
171δεῖξαι τὸ νέον βούλευμ’ὑφ’ὅτου
172σκῆπτρον τιμάςτ’ἀποσυλᾶται.
173καί μ’οὔτι μελιγλώσσοις πειθοῦς
174ἐπαοιδαῖσιν θέλξει, στερεάςτ’
175οὔποτ’ἀπειλὰς πτήξας τόδ’ἐγὼ
176καταμηνύσω,
177πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
178ποινάςτε τίνειν
179τῆσδ’αἰκείας ἐθελήσῃ.
Χορος
Χο.
Χο.
180σὺ μὲν θρασύςτε καὶ πικραῖς
181δύαισιν οὐδὲν ἐπιχαλᾷς,
182ἄγαν δ’ἐλευθεροστομεῖς.
183ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος ·
184δέδια δ’ἀμφὶ σαῖς τύχαις,
185πᾷ ποτε τῶνδε πόνων
186χρή σε τέρμα
187κέλσαντ’ἐσιδεῖν · ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
188ἀπαράμυθον ἔχει Κρόνου παῖς.
Προμηθευς
Πρ.
Πρ.
189οἶδ’ὅτι τραχὺς καὶ παρ’ἑαυτῷ
190τὸ δίκαιον ἔχων Ζεύς. ἀλλ’ἔμπας
191μαλακογνώμων
192ἔσται ποθ’, ὅταν ταύτῃ ῥαισθῇ ·
193τὴν δ’ἀτέραμνον στορέσας ὀργὴν
194εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
195σπεύδων σπεύδοντί ποθ’ἥξει.
Χορος
Χο.
Χο.
196πάντ’ἐκκάλυψον καὶ γέγων’ἡμῖν λόγον,
197ποίῳ λαβών σε Ζεὺς ἐπ’αἰτιάματι,
198οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται ·
199δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθευς
Πρ.
Πρ.
200ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
200bἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
201ἐπεὶ τάχιστ’ἤρξαντο δαίμονες χόλου
202στάσιςτ’ἐν ἀλλήλοισιν ὠροθύνετο,
203οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
204ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ το- τοὔμπαλιν
205σπεύδοντες, ὡς Ζεὺς μήποτ’ἄρξειεν θεῶν,
206ἐνταῦθ’ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207Τιτᾶνας, Οὐρανοῦτε καὶ Χθονὸς τέκνα,
208οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
209ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210ᾤοντ’ἀμοχθεὶ πρὸς βίαντε δεσπόσειν ·
211ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
212καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
213τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
214ὡς οὐ κατ’ἰσχὺν οὐ δὲ πρὸς τὸ καρτερόν
215χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
216τοιαῦτ’ἐμοῦ λόγοισιν ἐξηγουμένου
217οὐκ ἠξίωσαν οὐ δὲ προσβλέψαι τὸ πᾶν.
218κράτιστα δή μοι τῶν παρεστώτων τότε
219ἐφαίνετ’εἶναι προσλαβόντα μητέρα
220ἑκόνθ’ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
221ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223αὐτοῖσι συμμάχοισι. τοιάδ’ἐξ ἐμοῦ
224ὁ τῶν θεῶν τύραννος ὠφελημένος
225κακαῖσι ποιναῖς ταῖσδὲ μ’ἐξημείψατο.
226ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
228ὃ δ’οὖν ἐρωτᾶτ’, αἰτίαν καθ’ἥντινα
229αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
230ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
231καθέζετ’, εὐθὺς δαίμοσιν νέμει γέρα
232ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
233ἀρχήν · βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234οὐκ ἔσχεν οὐδέν’, ἀλλ’ἀιστώσας γένος
235τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
236καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
237ἐγὼ δ’ἐτόλμησ’· ἐξελυσάμην βροτοὺς
238τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
239τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ’ἰδεῖν ·
241θνητοὺς δ’ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
242οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
243ὧδ’ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορος
Χο.
Χο.
244σιδηρόφρωντε κα- κἀκ πέτρας εἰργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
246μόχθοις · ἐγὼ γὰρ οὔτ’ἂν εἰσιδεῖν τάδε
247ἔχρῃζον εἰσιδοῦσάτ’ἠλγύνθην κέαρ.
Προμηθευς
Πρ.
Πρ.
248καὶ μὴν φίλοις γ’ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορος
Χο.
Χο.
249μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθευς
Πρ.
Πρ.
250θνητούς γ’ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορος
Χο.
Χο.
251τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθευς
Πρ.
Πρ.
252τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορος
Χο.
Χο.
253μέγ’ὠφέλημα τοῦτ’ἐδωρήσω βροτοῖς.
Προμηθευς
Πρ.
Πρ.
254πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορος
Χο.
Χο.
255καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ’ἐφήμεροι;
Προμηθευς
Πρ.
Πρ.
256ἀφ’οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορος
Χο.
Χο.
257τοιοῖσδε δή σε Ζεὺς ἐπ’αἰτιάμασιν —
Προμηθευς
Πρ.
Πρ.
258αἰκίζεταίτε κα- κοὐδαμῇ χαλᾷ κακῶν.
Χορος
Χο.
Χο.
259οὐ δ’ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθευς
Πρ.
Πρ.
260οὐκ ἄλλο γ’οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορος
Χο.
Χο.
261δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
262ἥμαρτες; ὡς δ’ἥμαρτες οὔτ’ἐμοὶ λέγειν
263καθ’ἡδονὴν σοίτ’ἄλγος. ἀλλὰ ταῦτα μὲν
264μεθῶμεν, ἄθλου δ’ἔκλυσιν ζήτει τινά.
Προμηθευς
Πρ.
Πρ.
265ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
266ἔχει παραινεῖν νουθετεῖντε τὸν κακῶς
267πράσσοντ’· ἐγὼ δὲ ταῦθ’ἅπαντ’ἠπιστάμην.
268ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι ·
269θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
270οὐ μήν τι ποιναῖς γ’ᾠόμην τοίαισί με
271κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
272τυχόντ’ἐρήμου τοῦδ’ἀγείτονος πάγου.
273καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ’ἄχη,
274πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275ἀκούσαθ’, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
276πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
277τῷ νῦν μογοῦντι. τα- ταὐτά τοι πλανωμένη
278πρὸς ἄλλοτ’ἄλλον πημονὴ προσιζάνει.
Χορος
Χο.
Χο.
279οὐκ ἀκούσαις ἐπεθώυξας
280τοῦτο, Προμηθεῦ.
281καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
282θᾶκον προλιποῦσ’, αἰθέραθ’ἁγνὸν
283πόρον οἰωνῶν, ὀκριοέσσῃ
284χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ωκεανος
Ωκ.
Ωκ.
286ἥκω δολιχῆς τέρμα κελεύθου
287διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
288τὸν πτερυγωκῆ τόνδ’οἰωνὸν
289γνώμῃ στομίων ἄτερ εὐθύνων ·
290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
291τὸτε γάρ με, δοκῶ, συγγενὲς οὕτως
292ἐσαναγκάζει,
293χωρίςτε γένους οὐκ ἔστιν ὅτῳ
294μείζονα μοῖραν νείμαιμ’ἢ σοί.
295γνώσῃ δὲ τάδ’ὡς ἔτυμ’, οὐ δὲ μάτην
296χαριτογλωσσεῖν ἔνι μοι · φέρε γὰρ
297σήμαιν’ὅ τι χρή σοι συμπράσσειν ·
298οὐ γάρ ποτ’ἐρεῖς ὡς Ὠκεανοῦ
299φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθευς
Πρ.
Πρ.
300ἔα · τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
301ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
302ἐπώνυμόντε ῥεῦμα καὶ πετρηρεφῆ
303αὐτόκτιτ’ἄντρα, τὴν σιδηρομήτορα
304ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
305ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
306δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
307τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
308οἵαις ὑπ’αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ωκεανος
Ωκ.
Ωκ.
309ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
310θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
311γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
312νέους · νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
313εἰ δ’ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
314ῥίψεις, τάχ’ἄν σου καὶ μακρὰν ἀνωτέρω
315θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
316παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
317ἀλλ’, ὦ ταλαίπωρ’, ἃς ἔχεις ὀργὰς ἄφες,
318ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
319ἀρχαῖ’ἴσως σοι φαίνομαι λέγειν τάδε ·
320τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
321γλώσσης, Προμηθεῦ, τα- τἀπίχειρα γίγνεται.
322σὺ δ’οὐδέπω ταπεινὸς οὐ δ’εἴκεις κακοῖς,
323πρὸς τοῖς παροῦσι δ’ἄλλα προσλαβεῖν θέλεις.
324οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
325πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
326τραχὺς μόναρχος οὐ δ’ὑπεύθυνος κρατεῖ.
327καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
328ἐὰν δύνωμαι τῶνδέ σ’ἐκλῦσαι πόνων.
329σὺ δ’ἡσύχαζε μη δ’ἄγαν λαβροστόμει.
330ἢ οὐκ οἶσθ’ἀκριβῶς ὢν περισσόφρων ὅτι
331γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθευς
Πρ.
Πρ.
332ζηλῶ σ’ὁθούνεκ’ἐκτὸς αἰτίας κυρεῖς
333τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
334καὶ νῦν ἔασον μη δέ σοι μελησάτω.
335πάντως γὰρ οὐ πείσεις νιν · οὐ γὰρ εὐπιθής.
336πάπταινε δ’αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ωκεανος
Ωκ.
Ωκ.
337πολλῷ γ’ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
338ἢ σαυτόν · ἔργῳ κα- κοὐ λόγῳ τεκμαίρομαι.
340ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
341αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
342δώσειν Δί’, ὥστε τῶνδέ σ’ἐκλῦσαι πόνων.
Προμηθευς
Πρ.
Πρ.
343τὰ μὲν σ’ἐπαινῶ κα- κοὐδαμῇ λήξω ποτέ ·
343bπροθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
344μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
345ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
346ἀλλ’ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων ·
347ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ’εἵνεκα
348θέλοιμ’ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
349οὐ δῆτ’ἐπεί με καὶ κασιγνήτου τύχαι
350τείρουσ’Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
351ἕστηκε κίον’οὐρανοῦτε καὶ χθονὸς
352ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
353τὸν γηγενῆτε Κιλικίων οἰκήτορα
354ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας
355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
356Τυφῶνα θοῦρον · πᾶσιν ἀντέστη θεοῖς,
357σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον ·
358ἐξ ὀμμάτων δ’ἤστραπτε γοργωπὸν σέλας,
359ὡς τὴν Διὸς τυραννίδ’ἐκπέρσων βίᾳ ·
360ἀλλ’ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
361καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
362ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
363κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
364ἐφεψαλώθη κα- κἀξεβροντήθη σθένος.
365καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
366κεῖται στενωποῦ πλησίον θαλασσίου
367ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο ·
368κορυφαῖς δ’ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
369Ἥφαιστος · ἔνθεν ἐκραγήσονταί ποτε
370ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
371τῆς καλλικάρπου Σικελίας λευροὺς γύας ·
372τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
373θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
374καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375σὺ δ’οὐκ ἄπειρος, οὐ δ’ἐμοῦ διδασκάλου
376χρῄζεις · σεαυτὸν σῷζ’ὅπως ἐπίστασαι ·
377ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
378ἔστ’ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ωκεανος
Ωκ.
Ωκ.
379οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
380ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθευς
Πρ.
Πρ.
381ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
382καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ωκεανος
Ωκ.
Ωκ.
383ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
384ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθευς
Πρ.
Πρ.
385μόχθον περισσὸν κουφόνουντ’εὐηθίαν.
Ωκεανος
Ωκ.
Ωκ.
386ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
387κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθευς
Πρ.
Πρ.
388ἐμὸν δοκήσει τα- τἀμπλάκημ’εἶναι τόδε.
Ωκεανος
Ωκ.
Ωκ.
389σαφῶς μ’ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθευς
Πρ.
Πρ.
390μὴ γάρ σε θρῆνος ὁ- οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ωκεανος
Ωκ.
Ωκ.
391ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθευς
Πρ.
Πρ.
392τούτου φυλάσσου μή ποτ’ἀχθεσθῇ κέαρ.
Ωκεανος
Ωκ.
Ωκ.
393ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθευς
Πρ.
Πρ.
394στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ωκεανος
Ωκ.
Ωκ.
395ὁρμωμένῳ μοι τόνδ’ἐθώυξας λόγον.
396λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
397τετρασκελὴς οἰωνός · ἄσμενος δέ τα- τἂν
398σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Χορος
Χο.
Χο.
399στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ ·
400δακρυσίστακτα δ’ἀπ’ὄσσων
401ῥαδινὰν λειβομένα ῥέος παρειὰν
402νοτίοις ἔτεγξα παγαῖς ·
403ἀμέγαρτα γὰρ τάδε Ζεὺς
404ἰδίοις νόμοις κρατύνων
405ὑπερήφανον θεοῖς τοῖς
406πάρος ἐνδείκνυσιν αἰχμάν.
407πρόπασα δ’ἤδη στονόεν λέλακε χώρα,
408μεγαλοσχήμονά
409ἀρχαιοπρεπῆ στένουσι τὰν σὰν
410ξυνομαιμόνωντε τιμάν,
411ὁπόσοιτ’ἔποικον ἁγνᾶς
412Ἀσίας ἕδος νέμονται,
413μεγαλοστόνοισι σοῖς
414πήμασι συγκάμνουσι θνατοί.
415Κολχίδοςτε γᾶς ἔνοικοι
416παρθένοι, μάχας ἄτρεστοι,
417καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
418ἔσχατον τόπον ἀμφὶ
419Μαιῶτιν ἔχουσι λίμναν,
420† Ἀραβίας †τ’ἄρειον ἄνθος,
421ὑψίκρημνον οἳ πόλισμα
422Καυκάσου πέλας νέμονται,
423δάιος στρατός,
424ὀξυπρῴροισι βρέμων ἐν αἰχμαῖς.
425† μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
426δαμέντ’ἀδαμαντοδέτοις
427Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,
428Ἄτλαντος ὑπέροχον σθένος κραταιόν,
429ὃς οὐράνιόν πόλον
430νώτοις στέγων ὑποστενάζει †.
431βοᾷ δὲ πόντιος κλύδων
432ξυμπίτνων, στένει βυθός,
433κελαινὸς δ’Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
434παγαίθ’ἁγνορύτων ποταμῶν
435στένουσιν ἄλγος οἰκτρόν.
Προμηθευς
Πρ.
Πρ.
436μή τοι χλιδῇ δοκεῖτε μη δ’αὐθαδίᾳ
437σιγᾶν με · συννοίᾳ δὲ δάπτομαι κέαρ,
438ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
439καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440τίς ἄλλος ἢ ’γὼ παντελῶς διώρισεν;
441ἀλλ’αὐτὰ σιγῶ · καὶ γὰρ εἰδυίαισιν ἂν
442ὑμῖν λέγοιμι · τα- τἀν βροτοῖς δὲ πήματα
443ἀκούσαθ’, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
444ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445λέξω δέ, μέμψιν οὔτιν’ἀνθρώποις ἔχων,
446ἀλλ’ὧν δέδωκ’εὔνοιαν ἐξηγούμενος ·
447οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
448κλύοντες οὐκ ἤκουον, ἀλλ’ὀνειράτων
449ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450ἔφυρον εἰκῇ πάντα, κα- κοὔτε πλινθυφεῖς
451δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν ·
452κατώρυχες δ’ἔναιον ὥστ’ἀήσυροι
453μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
454ἦν δ’οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455οὔτ’ἀνθεμώδους ἦρος οὔτε καρπίμου
456θέρους βέβαιον, ἀλλ’ἄτερ γνώμης τὸ πᾶν
457ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
458ἄστρων ἔδειξα τάςτε δυσκρίτους δύσεις.
459καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
460ἐξηῦρον αὐτοῖς, γραμμάτωντε συνθέσεις,
461μνήμην ἁπάντων, μουσομήτορ’ἐργάνην.
462κα- κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
463ζεύγλαισι δουλεύοντα σάγμασὶνθ’, ὅπως
464θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465γένοινθ’, ὑφ’ἅρματ’ἤγαγον φιληνίους
466ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
467θαλασσόπλαγκτα δ’οὔτις ἄλλος ἀντ’ἐμοῦ
468λινόπτερ’ηὗρε ναυτίλων ὀχήματα.
469τοιαῦτα μηχανήματ’ἐξευρὼν τάλας
470βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ’ὅτῳ
471τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορος
Χο.
Χο.
472πέπονθας αἰκὲς πῆμ’· ἀποσφαλεὶς φρενῶν
473πλανᾷ, κακὸς δ’ἰατρὸς ὥς τις ἐς νόσον
474πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
475εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθευς
Πρ.
Πρ.
476τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
477οἵας τέχναςτε καὶ πόρους ἐμησάμην.
478τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
479οὐκ ἦν ἀλέξημ’οὐδέν, οὔτε βρώσιμον,
480οὐ χριστόν, οὐ δὲ πιστόν, ἀλλὰ φαρμάκων
481χρείᾳ κατεσκέλλοντο, πρίν γ’ἐγώ σφισιν
482ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
483αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
484τρόπουςτε πολλοὺς μαντικῆς ἐστοίχισα,
485κα- κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
486ὕπαρ γενέσθαι, κληδόναςτε δυσκρίτους
487ἐγνώρισ’αὐτοῖς ἐνοδίουςτε συμβόλους ·
488γαμψωνύχωντε πτῆσιν οἰωνῶν σκεθρῶς
489διώρισ’, οἵτινέςτε δεξιοὶ φύσιν
490εὐωνύμουςτε, καὶ δίαιταν ἥντινα
491ἔχουσ’ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
492ἔχθραιτε καὶ στέργηθρα καὶ συνεδρίαι ·
493σπλάγχνωντε λειότητα, καὶ χροιὰν τίνα
494ἔχουσ’ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
495χολή, λοβοῦτε ποικίλην εὐμορφίαν.
496κνίσῃτε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
497ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
498ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
499ἐξωμμάτωσα, πρόσθεν ὄντ’ἐπάργεμα.
500τοιαῦτα μὲν δὴ ταῦτ’· ἔνερθε δὲ χθονὸς
501κεκρυμμέν’, ἀνθρώποισιν ὠφελήματα,
502χαλκόν, σίδηρον, ἄργυρον, χρυσόντε τίς
503φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
504οὐδείς, σάφ’οἶδα, μὴ μάτην φλύσαι θέλων.
505βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
506πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορος
Χο.
Χο.
507μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
508σαυτοῦ δ’ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
509εὔελπίς εἰμι τῶνδέ σ’ἐκ δεσμῶν ἔτι
510λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθευς
Πρ.
Πρ.
511οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
512κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
513δύαιςτε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω ·
514τέχνη δ’ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορος
Χο.
Χο.
515τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθευς
Πρ.
Πρ.
516Μοῖραι τρίμορφοι μνήμονέςτ’Ἐρινύες
Χορος
Χο.
Χο.
517τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθευς
Πρ.
Πρ.
518οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορος
Χο.
Χο.
519τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθευς
Πρ.
Πρ.
520τοῦτ’οὐκέτ’ἂν πύθοιο μη δὲ λιπάρει.
Χορος
Χο.
Χο.
521ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθευς
Πρ.
Πρ.
522ἄλλου λόγου μέμνησθε, τόνδε δ’οὐδαμῶς
523καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
524ὅσον μάλιστα · τόνδε γὰρ σῴζων ἐγὼ
525δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Χορος
Χο.
Χο.
526μηδάμ’ὁ πάντα νέμων
527θεῖτ’ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
530μη δ’ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
531βουφόνοις παρ’Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
535μη δ’ἀλίτοιμι λόγοις ·
536ἀλλά μοι τόδ’ἐμμένοι καὶ μήποτ’ἐκτακείη ·
537ἁδύ τι θαρσαλέαις
538τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
539θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
540φρίσσω δέ σε δερκομένα
541μυρίοις μόχθοις διακναιόμενον.
542Ζῆνα γὰρ οὐ τρομέων
543ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
545φέρ’, ὅπως ἄχαρις χάρις, ὦ φίλος ·
546εἰπὲ ποῦ τίς ἀλκά;
547τίς ἐφαμερίων ἄρηξις; οὐ δ’ἐδέρχθης
548ὀλιγοδρανίαν ἄκικυν,
549ἰσόνειρον, ᾇ τὸ φωτῶν
550ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε
551τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
552ἔμαθον τάδε σὰς προσιδοῦσ’
553ὀλοὰς τύχας, Προμηθεῦ.
554τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555τόδ’ἐκεῖνόθ’, ὅτ’ἀμφὶ λουτρὰ
556καὶ λέχος σὸν ὑμεναίουν
557ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
560ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
Ιω
Ιω.
Ιω.
561τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
562τόνδε χαλινοῖς ἐν πετρίνοισιν
563χειμαζόμενον;
564τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
565σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.
566ἆ ἆ, ἒ ἔ,
567χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
568εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ’ἆ δᾶ · φοβοῦμαι
569τὸν μυριωπὸν εἰσορῶσα βούταν.
570ὁ δὲ πορεύεται δόλιον ὄμμ’ἔχων,
570aὃν οὐ δὲ κατθανόντα γαῖα κεύθει.
571ἀλλ’, ἐμὲ τὰν τάλαιναν
572ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ
573τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
574ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
575ἀχέτας ὑπνοδόταν νόμον ·
576ἰὼ ἰὼ πόποι, ποῖ μ’ἄγουσι
577τηλέπλαγκτοι πλάναι;
578τί ποτέ μ’, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ’
579ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
580πημοναῖσιν; ἓ ἕ,
581οἰστρηλάτῳ δὲ δείματι
582δειλαίαν παράκοπον ὧδε τείρεις;
583πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ
584ποντίοις δάκεσι δὸς βοράν,
585μη δέ μοι φθονήσῃς
586εὐγμάτων, ἄναξ.
585aἄδην με πολύπλανοι πλάναι
586aγεγυμνάκασιν, οὐ δ’ἔχω μαθεῖν ὅπα
587πημονὰς ἀλύξω.
588κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθευς
Πρ.
Πρ.
589πῶς δ’οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
590τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
591ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
592Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ιω
Ιω.
Ιω.
593πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ’ἀπύεις;
594εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
595τίς ἄρα μ’, ὦ τάλας, τὰν τάλαιναν ὧδ’
596ἔτυμα προσθροεῖς;
597θεόσυτόντε νόσον ὠνόμασας, ἃ
598μαραίνει με χρίουσα κέντροις, ἰώ,
599φοιταλέοισιν ἓ ἕ ·
600σκιρτημάτων δὲ νήστισιν
600aαἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας
601ἐπικότοισι μήδεσι δαμεῖσα.
602δυσδαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
603οἷ’ἐγὼ μογοῦσιν;
604ἀλλά μοι τορῶς
605τέκμηρον ὅ τι μ’ἐπαμμένει
606παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
607δεῖξον, εἴπερ οἶσθα ·
608θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
Προμηθευς
Πρ.
Πρ.
609λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610οὐκ ἐμπλέκων αἰνίγματ’, ἀλλ’ἁπλῷ λόγῳ,
611ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
612πυρὸς βροτοῖς δοτῆρ’ὁρᾷς Προμηθέα.
Ιω
Ιω.
Ιω.
613ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
614τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθευς
Πρ.
Πρ.
615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ιω
Ιω.
Ιω.
616οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθευς
Πρ.
Πρ.
617λέγ’ἥντιν’αἰτῇ · πᾶν γὰρ ἂν πύθοιό μου.
Ιω
Ιω.
Ιω.
618σήμηνον ὅστις ἐν φάραγγί σ’ὤχμασεν.
Προμηθευς
Πρ.
Πρ.
619βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ιω
Ιω.
Ιω.
620ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθευς
Πρ.
Πρ.
621τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ιω
Ιω.
Ιω.
622καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
623δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθευς
Πρ.
Πρ.
624τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ιω
Ιω.
Ιω.
625μήτοι με κρύψῃς τοῦθ’ὅπερ μέλλω παθεῖν.
Προμηθευς
Πρ.
Πρ.
626ἀλλ’οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ιω
Ιω.
Ιω.
627τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθευς
Πρ.
Πρ.
628φθόνος μὲν οὐδείς, σὰς δ’ὀκνῶ θράξαι φρένας.
Ιω
Ιω.
Ιω.
629μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθευς
Πρ.
Πρ.
630ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.
Χορος
Χο.
Χο.
631μήπω γε · μοῖραν δ’ἡδονῆς κα- κἀμοὶ πόρε.
632τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
633αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας ·
634τὰ λοιπὰ δ’ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθευς
Πρ.
Πρ.
635σὸν ἔργον, Ἰοῖ, ταῖσδ’ὑπουργῆσαι χάριν,
636ἄλλωςτε πάντως καὶ κασιγνήταις πατρός.
637ὡς τα- τἀποκλαῦσαι κα- κἀποδύρασθαι τύχας
638ἐνταῦθ’, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
639πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ιω
Ιω.
Ιω.
640οὐκ οἶδ’ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
641σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
642πεύσεσθε · καίτοι καὶ λέγουσ’αἰσχύνομαι
643θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
644μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
646ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
647λείοισι μύθοις “ὦ μέγ’εὔδαιμον κόρη,
648τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
649τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
650πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
651θέλει · σὺ δ’, ὦ παῖ, μὴ ’πολακτίσῃς λέχος
652τὸ Ζηνός, ἀλλ’ἔξελθε πρὸς Λέρνης βαθὺν
653λειμῶνα, ποίμνας βουστάσειςτε πρὸς πατρός,
654ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου”.
655τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
656συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
657ἔτλην γεγωνεῖν νυκτίφοιτ’ὀνείρατα.
658ὁ δ’ἔςτε Πυθὼ κα- κἀπὶ Δωδώνης πυκνοὺς
659θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
660δρῶντ’ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
661ἧκον δ’ἀναγγέλλοντες αἰολοστόμους
662χρησμοὺς ἀσήμους δυσκρίτωςτ’εἰρημένους.
663τέλος δ’ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
664σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665ἔξω δόμωντε καὶ πάτρας ὠθεῖν ἐμέ,
666ἄφετον ἀλᾶσθαι γῆς ἐπ’ἐσχάτοις ὅροις ·
667κα- κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
668κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
669τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670ἐξήλασέν με κα- κἀπέκλῃσε δωμάτων
671ἄκουσαν ἄκων · ἀλλ’ἐπηνάγκαζέ νιν
672Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
673εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
674ἦσαν, κεραστὶς δ’, ὡς ὁρᾶτ’, ὀξυστόμῳ
675μύωπι χρισθεῖσ’ἐμμανεῖ σκιρτήματι
676ᾖσσον πρὸς εὔποτόντε Κερχνείας ῥέος
677Λέρνηςτε κρήνην · βουκόλος δὲ γηγενὴς
678ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
679ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680ἀπροσδόκητος δ’αὐτὸν ἀφνίδιος μόρος
681τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ’ἐγὼ
682μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
683κλύεις τὰ πραχθέντ’· εἰ δ’ἔχεις εἰπεῖν ὅ τι
684λοιπὸν πόνων, σήμαινε · μη δέ μ’οἰκτίσας
685ξύνθαλπε μύθοις ψευδέσιν · νόσημα γὰρ
686αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορος
Χο.
Χο.
687ἔα ἔα, ἄπεχε, φεῦ ·
688οὔποτ’οὔποτ’ηὔχουν ὧδε ξένους
689μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
690οὐ δ’ὧδε δυσθέατα καὶ δύσοιστα
691πήματα, λύματα,
692ἀμφάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
693ἰὼ μοῖρα μοῖρα,
695πέφρικ’εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθευς
Πρ.
Πρ.
696πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ ·
697ἐπίσχες ἔστ’ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορος
Χο.
Χο.
698λέγ’, ἐκδίδασκε · τοῖς νοσοῦσί τοι γλυκὺ
699τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθευς
Πρ.
Πρ.
700τὴν πρίν γε χρείαν ἠνύσασθ’ἐμοῦ πάρα
701κούφως · μαθεῖν γὰρ τῆσδε πρῶτ’ἐχρῄζετε
702τὸν ἀμφ’ἑαυτῆς ἆθλον ἐξηγουμένης ·
703τὰ λοιπὰ νῦν ἀκούσαθ’, οἷα χρὴ πάθη
704τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
705σύτ’Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
706θυμῷ βάλ’, ὡς ἂν τέρματ’ἐκμάθῃς ὁδοῦ.
707πρῶτον μὲν ἐνθένδ’ἡλίου πρὸς ἀντολὰς
708στρέψασα σαυτὴν στεῖχ’ἀνηρότους γύας ·
709Σκύθας δ’ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
710πεδάρσιοι ναίουσ’ἐπ’εὐκύκλοις ὄχοις
711ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι ·
712οἷς μὴ πελάζειν, ἀλλ’ἁλιστόνοις πόδας
713χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
714λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
715οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
716ἀνήμεροι γὰρ οὐ δὲ πρόσπλατοι ξένοις.
717ἥξεις δ’Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
718ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
719πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
720ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
721κροτάφων ἀπ’αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
722κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
723βῆναι κέλευθον, ἔνθ’, Ἀμαζόνων στρατὸν
724ἥξεις στυγάνορ’, αἳ Θεμίσκυράν ποτε
725κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ’, ἵνα
726τραχεῖα πόντου Σαλμυδησσία γνάθος
727ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν ·
728αὗταί σ’ὁδηγήσουσι καὶ μάλ’ἀσμένως.
729ἰσθμὸν δ’ἐπ’αὐταῖς στενοπόροις λίμνης πύλαις
730Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
731λιποῦσαν αὐλῶν’ἐκπερᾶν Μαιωτικόν ·
732ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
733τῆς σῆς πορείας, Βόσπορος δ’ἐπώνυμος
734κεκλήσεται. λιποῦσα δ’Εὐρώπης πέδον
735ἤπειρον ἥξεις Ἀσιάδ’. ἆρ’, ὑμῖν δοκεῖ
736ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ’ὁμῶς
737βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
738χρῄζων μιγῆναι τάσδ’ἐπέρριψεν πλάνας.
739πικροῦ δ’ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
740μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
741εἶναι δόκει σοι μηδέπω ’ν προοιμίοις.
Ιω
Ιω.
Ιω.
742ἰώ μοί μοι, ἒ ἔ.
Προμηθευς
Πρ.
Πρ.
743σὺ δ’αὖ κέκραγας κα- κἀναμυχθίζῃ; τί που
744δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορος
Χο.
Χο.
745ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθευς
Πρ.
Πρ.
746δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ιω
Ιω.
Ιω.
747τί δῆτ’ἐμοὶ ζῆν κέρδος, ἀλλ’οὐκ ἐν τάχει
748ἔρριψ’ἐμαυτὴν τῆσδ’ἀπὸ στύφλου πέτρας,
749ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
751ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθευς
Πρ.
Πρ.
752ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
753ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον ·
754αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή ·
755νῦν δ’οὐδέν ἐστι τέρμα μοι προκείμενον
756μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ιω
Ιω.
Ιω.
757ἦ γάρ ποτ’ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθευς
Πρ.
Πρ.
758ἥδοι’ἄν, οἶμαι, τήνδ’ἰδοῦσα συμφοράν.
Ιω
Ιω.
Ιω.
759πῶς δ’οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθευς
Πρ.
Πρ.
760ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ιω
Ιω.
Ιω.
761πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθευς
Πρ.
Πρ.
762πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ιω
Ιω.
Ιω.
763ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθευς
Πρ.
Πρ.
764γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ’ἀσχαλᾷ.
Ιω
Ιω.
Ιω.
765θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθευς
Πρ.
Πρ.
766τί δ’ὅντιν’; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ιω
Ιω.
Ιω.
767ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθευς
Πρ.
Πρ.
768ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ιω
Ιω.
Ιω.
769οὐ δ’ἔστιν αὐτῷ τῆσδ’ἀποστροφὴ τύχης;
Προμηθευς
Πρ.
Πρ.
770οὐ δῆτα, πλὴν ἔγωγ’ἂν ἐκ δεσμῶν λυθείς.
Ιω
Ιω.
Ιω.
771τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθευς
Πρ.
Πρ.
772τῶν σῶν τιν’αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ιω
Ιω.
Ιω.
773πῶς εἶπας; ἦ ’μὸς παῖς σ’ἀπαλλάξει κακῶν;
Προμηθευς
Πρ.
Πρ.
774τρίτος γε γένναν πρὸς δέκ’ἄλλαισιν γοναῖς.
Ιω
Ιω.
Ιω.
775ἥδ’οὐκέτ’εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθευς
Πρ.
Πρ.
776καὶ μη δὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ιω
Ιω.
Ιω.
777μή μοι προτείνων κέρδος εἶτ’ἀποστέρει.
Προμηθευς
Πρ.
Πρ.
778δυοῖν λόγοιν σε τα- θατέρῳ δωρήσομαι.
Ιω
Ιω.
Ιω.
779ποίοιν; πρόδειξον, αἵρεσίντ’ἐμοὶ δίδου.
Προμηθευς
Πρ.
Πρ.
780δίδωμ’· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
781φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ’ἐμέ.
Χορος
Χο.
Χο.
782τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ’ἐμοὶ χάριν
783θέσθαι θέλησον, μη δ’ἀτιμάσῃς λόγου ·
784καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785ἐμοὶ δὲ τὸν λύσοντα · τοῦτο γὰρ ποθῶ.
Προμηθευς
Πρ.
Πρ.
786ἐπεὶ προθυμεῖσθ’, οὐκ ἐναντιώσομαι
787τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
788σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
789ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
790ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
791πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
793πόντου περῶσα φλοῖσβον, ἔστ’ἂν ἐξίκῃ
794πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
795αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
795aτρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ’ἐκτημέναι,
796μονόδοντες, ἃς οὔθ’ἥλιος προσδέρκεται
797ἀκτῖσιν οὔθ’ἡ νύκτερος μήνη ποτέ.
798πέλας δ’ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
799δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
801τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω ·
802ἄλλην δ’ἄκουσον δυσχερῆ θεωρίαν ·
803ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
804γρῦπας φύλαξαι, τόντε μουνῶπα στρατὸν
805Ἀριμασπὸν ἱπποβάμον’, οἳ χρυσόρρυτον
806οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου ·
807τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
808ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
809ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
810τούτου παρ’ὄχθας ἕρφ’, ἕως ἂν ἐξίκῃ
811καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
812ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
813οὗτός σ’ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
814Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
815Ἰοῖ, πέπρωται σοίτε καὶ τέκνοις κτίσαι.
816τῶν δ’εἴ τί σοι ψελλόντε καὶ δυσεύρετον,
817ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε ·
818σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορος
Χο.
Χο.
819εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
820ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
821λέγ’· εἰ δὲ πάντ’εἴρηκας, ἡμῖν αὖ χάριν
822δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθευς
Πρ.
Πρ.
823τὸ πᾶν πορείας ἥδε τέρμ’ἀκήκοεν.
824ὅπως δ’ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
825ἃ πρὶν μολεῖν δεῦρ’ἐκμεμόχθηκεν φράσω,
826τεκμήριον τοῦτ’αὐτὸ δοὺς μύθων ἐμῶν.
827ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
828πρὸς αὐτὸ δ’εἶμι τέρμα σῶν πλανημάτων.
829ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
830τὴν αἰπύνωτόντ’ἀμφὶ Δωδώνην, ἵνα
831μαντεῖα θᾶκόςτ’ἐστὶ Θεσπρωτοῦ Διός,
832τέραςτ’ἄπιστον, αἱ προσήγοροι δρύες,
833ὑφ’ὧν σὺ λαμπρῶς κα- κοὐδὲν αἰνικτηρίως
834προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
835μέλλουσ’ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι;
836ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
837κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
838ἀφ’οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις ·
839χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
840σαφῶς ἐπίστασ’, Ἰόνιος κεκλήσεται,
841τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
842σημεῖά σοι τάδ’ἐστὶ τῆς ἐμῆς φρενός,
843ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
844τὰ λοιπὰ δ’ὑμῖν τῇδέτ’ἐς κοινὸν φράσω,
845ἐς τα- ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
846ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
847Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι ·
848ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
849ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
850ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
851τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
852ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα ·
853πέμπτη δ’ἀπ’αὐτοῦ γέννα πεντηκοντάπαις
854πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ’ἐλεύσεται
855θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
856ἀνεψιῶν · οἱ δ’ἐπτοημένοι φρένας,
857κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
858ἥξουσι θηρεύοντες οὐ θηρασίμους
859γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός ·
860Πελασγία δὲ δέξεται θηλυκτόνῳ
861Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.
862γυνὴ γὰρ ἄνδρ’ἕκαστον αἰῶνος στερεῖ,
863δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος ·
864τοιάδ’ἐπ’ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
865μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
866κτεῖναι σύνευνον, ἀλλ’ἀπαμβλυνθήσεται
867γνώμην · δυοῖν δὲ τα- θάτερον βουλήσεται,
868κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος ·
869αὕτη κατ’Ἄργος βασιλικὸν τέξει γένος.
870μακροῦ λόγου δεῖ ταῦτ’ἐπεξελθεῖν τορῶς.
871σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
872τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ’ἐμὲ
873λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
874μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις ·
875ὅπως δὲ κα- χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
876εἰπεῖν, σύτ’οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ιω
Ιω.
Ιω.
877ἐλελεῦ ἐλελεῦ,
878ὑπό μ’αὖ σφάκελος καὶ φρενοπληγεῖς
879μανίαι θάλπουσ’, οἴστρου δ’ἄρδις
880χρίει μ’ἄπυρος ·
881κραδία δὲ φόβῳ φρένα λακτίζει.
882τροχοδινεῖται δ’ὄμμαθ’ἑλίγδην,
883ἔξω δὲ δρόμου φέρομαι λύσσης
884πνεύματι μάργῳ, γλώσσης ἀκρατής ·
885θολεροὶ δὲ λόγοι παίουσ’εἰκῆ
886στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορος
Χο.
Χο.
887ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς
888πρῶτος ἐν γνώμᾳ τόδ’ἐβάστασε καὶ
889γλώσσᾳ διεμυθολόγησεν,
890ὡς τὸ κηδεῦσαι καθ’ἑαυτὸν ἀριστεύει μακρῷ,
891καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
892μήτε τῶν γέννᾳ μεγαλυνομένων
893ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
894μήποτε μήποτέ μ’, ὦ
895πότνιαι Μοῖραι, λεχέων Διὸς
896εὐνάτειραν ἴδοισθε πέλουσαν ·
897μη δὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
898ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
899εἰσορῶσ’Ἰοῦς ἀμαλαπτομέναν
900δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
901ἐμοὶ δ’ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
902ἄφοβος · μη δὲ κρεισσόνων θεῶν
903ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
904ἀπόλεμος ὅδε γ’ὁ πόλεμος, ἄπορα πόριμος ·
905οὐ δ’ἔχω τίς ἂν γενοίμαν.
906τὰν Διὸς γὰρ οὐχ ὁρῶ
906bμῆτιν ὅπα φύγοιμ’ἄν.
Προμηθευς
Πρ.
Πρ.
907ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
908ἔσται ταπεινός, οἷον ἐξαρτύεται
909γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
910θρόνωντ’ἄιστον ἐκβαλεῖ · πατρὸς δ’ἀρὰ
911Κρόνου τότ’ἤδη παντελῶς κρανθήσεται,
912ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
913τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
914δύναιτ’ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915ἐγὼ τάδ’οἶδα κα- χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
916θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
917πιστός, τινάσσωντ’ἐν χεροῖν πύρπνουν βέλος.
918οὐδὲν γὰρ αὐτῷ ταῦτ’ἐπαρκέσει τὸ μὴ οὐ
919πεσεῖν ἀτίμως πτώματ’οὐκ ἀνασχετά ·
920τοῖον παλαιστὴν νῦν παρασκευάζεται
921ἐπ’αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας ·
922ὃς δὴ κεραυνοῦ κρείσσον’εὑρήσει φλόγα,
923βροντῆςθ’ὑπερβάλλοντα καρτερὸν κτύπον ·
924θαλασσίαντε γῆς τινάκτειραν νόσον
925τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
926πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
927ὅσον τότ’ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορος
Χο.
Χο.
928σύ θην ἃ χρῄζεις, ταῦτ’ἐπιγλωσσᾷ Διός.
Προμηθευς
Πρ.
Πρ.
929ἅπερ τελεῖται, πρὸς δ’ἃ βούλομαι λέγω.
Χορος
Χο.
Χο.
930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθευς
Πρ.
Πρ.
931καὶ τῶνδέ γ’, ἕξει δυσλοφωτέρους πόνους.
Χορος
Χο.
Χο.
932πῶς δ’οὐχὶ ταρβεῖς τοιάδ’ἐκρίπτων ἔπη;
Προμηθευς
Πρ.
Πρ.
933τί δ’ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορος
Χο.
Χο.
934ἀλλ’ἆθλον ἄν σοι τοῦδ’ἔτ’ἀλγίω πόροι.
Προμηθευς
Πρ.
Πρ.
935ὁ δ’οὖν ποιείτω · πάντα προσδοκητά μοι.
Χορος
Χο.
Χο.
936οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθευς
Πρ.
Πρ.
937σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ’ἀεί.
938ἐμοὶ δ’ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
939δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940ὅπως θέλει · δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
941ἀλλ’εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
942τὸν τοῦ τυράννου τοῦ νέου διάκονον ·
943πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ερμης
Ερ.
Ερ.
944σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945τὸν ἐξαμαρτόντ’εἰς θεοὺς ἐφημέροις
946πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω ·
947πατὴρ ἄνωγέ σ’οὕστινας κομπεῖς γάμους
948αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
949καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950ἀλλ’αὔθ’ἕκαστα φράζε · μη δέ μοι διπλᾶς
951ὁδούς, Προμηθεῦ, προσβάλῃς · ὁρᾷς δ’ὅτι
952Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθευς
Πρ.
Πρ.
953σεμνόστομός γε καὶ φρονήματος πλέως
954ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
956ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶνδ’ἐγὼ
957δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
958τρίτον δὲ τὸν νῦν κοιρανοῦντ’ἐπόψομαι
959αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
960ταρβεῖν ὑποπτήσσειντετε τοὺς νέους θεούς;
961πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
962κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν ·
963πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ερμης
Ερ.
Ερ.
964τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
965ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
Προμηθευς
Πρ.
Πρ.
966τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
967σαφῶς ἐπίστασ’, οὐκ ἂν ἀλλάξαιμ’ἐγώ.
Ερμης
Ερ.
Ερ.
968κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
969ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθευς
Πρ.
Πρ.
970οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ερμης
Ερ.
Ερ.
971χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθευς
Πρ.
Πρ.
972χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
973ἐχθροὺς ἴδοιμι · καὶ σὲ δ’ἐν τούτοις λέγω.
Ερμης
Ερ.
Ερ.
974ἦ κα- κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθευς
Πρ.
Πρ.
975ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
976ὅσοι παθόντες εὖ κακοῦσί μ’ἐκδίκως.
Ερμης
Ερ.
Ερ.
977κλύω σ’ἐγὼ μεμηνότ’οὐ σμικρὰν νόσον.
Προμηθευς
Πρ.
Πρ.
978νοσοῖμ’ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ερμης
Ερ.
Ερ.
979εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθευς
Πρ.
Πρ.
980ὤμοι.
Ερμης
Ερ.
Ερ.
980aὤμοι; τόδε Ζεὺς το- τοὔπος οὐκ ἐπίσταται.
Προμηθευς
Πρ.
Πρ.
981ἀλλ’ἐκδιδάσκει πάνθ’ὁ γηράσκων χρόνος.
Ερμης
Ερ.
Ερ.
982καὶ μὴν σύ γ’οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθευς
Πρ.
Πρ.
983σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ’ὑπηρέτην.
Ερμης
Ερ.
Ερ.
984ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθευς
Πρ.
Πρ.
985καὶ μὴν ὀφείλων γ’ἂν τίνοιμ’αὐτῷ χάριν.
Ερμης
Ερ.
Ερ.
986ἐκερτόμησας δῆθεν ὡς παῖδ’ὄντα με.
Προμηθευς
Πρ.
Πρ.
987οὐ γὰρ σὺ παῖςτε κα- κἄτι τοῦδ’ἀνούστερος
988εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
989οὐκ ἔστιν αἴκισμ’οὐ δὲ μηχάνημ’ὅτῳ
990προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
991πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
992πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
993λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
994χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
995γνάμψει γὰρ οὐδὲν τῶνδέ μ’ὥστε καὶ φράσαι
996πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ερμης
Ερ.
Ερ.
997ὅρα νυν εἴ σοι ταῦτ’ἀρωγὰ φαίνεται.
Προμηθευς
Πρ.
Πρ.
998ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ερμης
Ερ.
Ερ.
999τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
1000πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
Προμηθευς
Πρ.
Πρ.
1001ὀχλεῖς μάτην με κῦμ’ὅπως παρηγορῶν.
1002εἰσελθέτω σε μήποθ’ὡς ἐγὼ Διὸς
1003γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
1004καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
1005γυναικομίμοις ὑπτιάσμασιν χερῶν
1006λῦσαί με δεσμῶν τῶνδε · τοῦ παντὸς δέω.
Ερμης
Ερ.
Ερ.
1007λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν ·
1008τέγγῃ γὰρ οὐδὲν οὐ δὲ μαλθάσσῃ λιταῖς
1009ἐμαῖς · δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
1010πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.
1011ἀτὰρ σφοδρύνῃ γ’ἀσθενεῖ σοφίσματι ·
1012αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
1013αὐτὴ καθ’αὑτὴν οὐδενὸς μεῖζον σθένει.
1014σκέψαι δ’, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
1015οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
1016ἔπεισ’ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
1017φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
1018πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
1019τὸ σόν, πετραία δ’ἀγκάλη σε βαστάσει.
1020μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
1021ἄψορρον ἥξεις εἰς φάος · Διὸς δέ τοί
1022πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
1023διαρταμήσει σώματος μέγα ῥάκος,
1024ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
1025κελαινόβρωτον δ’ἧπαρ ἐκθοινήσεται.
1026τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
1027πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
1028φανῇ, θελήσῃτ’εἰς ἀναύγητον μολεῖν
1029Ἅιδην κνεφαῖάτ’ἀμφὶ Ταρτάρου βάθη.
1030πρὸς ταῦτα βούλευ’· ὡς ὅδ’οὐ πεπλασμένος
1031ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·
1032ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
1033τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ · σὺ δὲ
1034πάπταινε καὶ φρόντιζε, μη δ’αὐθαδίαν
1035εὐβουλίας ἀμείνον’ἡγήσῃ ποτέ.
Χορος
Χο.
Χο.
1036ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
1037λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν
1038μεθέντ’ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
1039πιθοῦ · σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθευς
Πρ.
Πρ.
1040εἰδότι τοί μοι τάσδ’ἀγγελίας
1041ὅδ’ἐθώυξεν · πάσχειν δὲ κακῶς
1042ἐχθρὸν ὑπ’ἐχθρῶν οὐδὲν ἀεικές.
1043πρὸς ταῦτ’ἐπ’ἐμοὶ ῥιπτέσθω μὲν
1044πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ’
1045ἐρεθιζέσθω βροντῇ σφακέλῳτ’
1046ἀγρίων ἀνέμων · χθόνα δ’ἐκ πυθμένων
1047αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
1048κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
1049συγχώσειεν τῶν οὐρανίων
1050ἄστρων διόδους · εἴςτε κελαινὸν
1051Τάρταρον ἄρδην ῥίψειε δέμας
1052το- τοὐμὸν ἀνάγκης στερραῖς δίναις ·
1053πάντως ἐμέ γ’οὐ θανατώσει.
Ερμης
Ερ.
Ερ.
1054τοιάδε μέντοι τῶν φρενοπλήκτων
1055βουλεύματ’ἔπητ’ἔστιν ἀκοῦσαι.
1056τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν
1057ἡ τοῦδ’εὐχή; τί χαλᾷ μανιῶν;
1058ἀλλ’οὖν ὑμεῖς γ’αἱ πημοσύναις
1059συγκάμνουσαι ταῖς τοῦδε τόπων
1060μετά ποι χωρεῖτ’ἐκ τῶνδε θοῶς,
1061μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
1062βροντῆς μύκημ’ἀτέραμνον.
Χορος
Χο.
Χο.
1063ἄλλο τι φώνει καὶ παραμυθοῦ μ’
1064ὅ τι καὶ πείσεις · οὐ γὰρ δή που
1065τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
1066πῶς με κελεύεις κακότητ’ἀσκεῖν;
1067μετὰ τοῦδ’ὅ τι χρὴ πάσχειν ἐθέλω ·
1068τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
1069κα- κοὐκ ἔστι νόσος
1070τῆσδ’ἥντιν’ἀπέπτυσα μᾶλλον.
Ερμης
Ερ.
Ερ.
1071ἀλλ’οὖν μέμνησθ’ἁ- ἁγὼ προλέγω
1072μη δὲ πρὸς ἄτης θηραθεῖσαι
1073μέμψησθε τύχην, μη δέ ποτ’εἴπηθ’
1074ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
1075πῆμ’εἰσέβαλεν · μὴ δῆτ’αὐταὶ δ’
1076ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ
1077κα- κοὐκ ἐξαίφνης οὐ δὲ λαθραίως
1078εἰς ἀπέρατον δίκτυον ἄτης
1079ἐμπλεχθήσεσθ’ὑπ’ἀνοίας.
Προμηθευς
Πρ.
Πρ.
1080καὶ μὴν ἔργῳ κα- κοὐκέτι μύθῳ
1081χθὼν σεσάλευται ·
1082βρυχία δ’ἠχὼ παραμυκᾶται
1083βροντῆς, ἕλικες δ’ἐκλάμπουσι
1084στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
1085εἱλίσσουσι · σκιρτᾷ δ’ἀνέμων
1086πνεύματα πάντων εἰς ἄλληλα
1087στάσιν ἀντίπνουν ἀποδεικνύμενα ·
1088ξυντετάρακται δ’αἰθὴρ πόντῳ.
1089τοιάδ’ἐπ’ἐμοὶ ῥιπὴ Διόθεν
1090τεύχουσα φόβον στείχει φανερῶς.
1091ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
1092αἰθὴρ κοινὸν φάος εἱλίσσων,
1093ἐσορᾷς μ’ὡς ἔκδικα πάσχω.