Aeschylus

The Persians

Χορος
Χο.
Χο.
1
τάδε μὲν Περσῶν τῶν οἰχομένων
2
Ἑλλάδ’ἐς αἶαν πιστὰ καλεῖται,
3
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
4
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
5
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
6
Δαρειογενὴς
7
εἵλετο χώρας ἐφορεύειν.
8
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
9
καὶ πολυχρύσου στρατιᾶς ἤδη
10
κακόμαντις ἄγαν ὀρσολοπεῖται
11
θυμὸς ἔσωθεν.
12
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
13
ᾤχωκε, νέον δ’ἄνδρα βαΰζει,
14
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15
ἄστυ τὸ Περσῶν ἀφικνεῖται ·
16
οἵτε τὸ Σούσων ἠδ’Ἀγβατάνων
17
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
18
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ἵππων,
19
τοὶ δ’ἐπὶ ναῶν, πεζοίτε βάδην
20
πολέμου στῖφος παρέχοντες ·
21
οἷος Ἀμίστρης ἠδ’Ἀρταφρένης
22
καὶ Μεγαβάτης ἠδ’Ἀστάσπης,
23
ταγοὶ Περσῶν,
24
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
26
τοξοδάμαντέςτ’ἠδ’ἱπποβάται,
27
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
28
ψυχῆς εὐτλήμονι δόξῃ ·
29
Ἀρτεμβάρηςθ’ἱππιοχάρμης
30
καὶ Μασίστρης, τε τοξοδάμας
31
ἐσθλὸς Ἰμαῖος, Φαρανδάκηςθ’,
32
ἵππωντ’ἐλατὴρ Σοσθάνης.
33
ἄλλους δ’ μέγας καὶ πολυθρέμμων
34
Νεῖλος ἔπεμψεν · Σουσισκάνης,
35
Πηγασταγὼν Αἰγυπτογενής,
36
τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
37
μέγας Ἀρσάμης, τάςτ’ὠγυγίους
38
Θήβας ἐφέπων Ἀριόμαρδος,
39
καὶ ἑλειοβάται ναῶν ἐρέται
40
δεινοὶ πλῆθόςτ’ἀνάριθμοι.
41
ἁβροδιαίτων δ’ἕπεται Λυδῶν
42
ὄχλος, οἵτ’ἐπίπαν ἠπειρογενὲς
43
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
44
Ἀρκτεύςτ’ἀγαθός, βασιλῆς δίοποι,
45
καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
46
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
47
δίρρυμάτε καὶ τρίρρυμα τέλη,
48
φοβερὰν ὄψιν προσιδέσθαι.
49
στεῦται δ’ἱεροῦ Τμώλου πελάται
50
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
51
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
52
καὶ ἀκοντισταὶ Μυσοί · Βαβυλὼν δ’
53
πολύχρυσος πάμμικτον ὄχλον
54
πέμπει σύρδην, ναῶντ’ἐπόχους
55
καὶ τοξουλκῷ λήματι πιστούς ·
56
τὸ μαχαιροφόροντ’ἔθνος ἐκ πάσης
57
Ἀσίας ἕπεται
58
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
59
τοιόνδ’ἄνθος Περσίδος αἴας
60
οἴχεται ἀνδρῶν,
61
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
62
θρέψασα πόθῳ στένεται μαλερῷ,
63
τοκέεςτ’ἄλοχοίθ’ἡμερολεγδὸν
64
τείνοντα χρόνον τρομέονται.
65
πεπέρακεν μὲν περσέπτολις ἤδη
66
βασίλειος στρατὸς εἰς
67
ἀντίπορον γείτονα χώραν,
68
λινοδέσμῳ σχεδίᾳ
69
πορθμὸν ἀμείψας
70
Ἀθαμαντίδος Ἕλλας,
71
πολύγομφον ὅδισμα
72
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
73
πολυάνδρου δ’Ἀσίας θούριος ἄρχων
74
ἐπὶ πᾶσαν χθόνα
75
ποιμανόριον θεῖον ἐλαύνει
76
διχόθεν, πεζονόμοντ’ἔκ
77
τε θαλάσσας,
78
ἐχυροῖσι πεποιθὼς
79
στυφελοῖς ἐφέταις,
80
χρυσογόνου γενεᾶς ἰσόθεος φώς.
81
κυάνεον δ’ὄμμασι λεύσσων
82
φονίου δέργμα δράκοντος,
83
πολύχειρ καὶ πολυναύτας,
84
Σύριόνθ’ἅρμα διώκων,
85
ἐπάγει δουρικλύτοις
86
ἀνδράσι τοξόδαμνον Ἄρη.
87
δόκιμος δ’οὔτις ὑποστὰς
88
μεγάλῳ ῥεύματι φωτῶν
89
ἐχυροῖς ἕρκεσιν εἴργειν
90
ἄμαχον κῦμα θαλάσσας ·
91
ἀπρόσοιστος γὰρ Περσᾶν
92
στρατὸς ἀλκίφρωντε λαός.
93
θεόθεν γὰρ κατὰ Μοῖρ’
94
ἐκράτησεν τὸ
95
παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις
96
πολέμους πυργοδαΐκτους
97
διέπειν ἱππιοχάρμας
98
τε κλόνους
99
πόλεώντ’ἀναστάσεις.
100
ἔμαθον δ’
101
εὐρυπόροιο θαλάσσας
102
πολιαινομένας πνεύματι λάβρῳ
103
ἐσορᾶν πόντιον ἄλσος,
104
πίσυνοι λεπτοδόμοις
105
πείσμασι
106
λαοπόροιςτε μαχαναῖς.
107
δολόμητιν δ’ἀπάταν θεοῦ
108
τίς ἀνὴρ θνατὸς ἀλύξει;
109
τίς κραιπνῷ ποδὶ
110
πήδημα τόδ’εὐπετῶς ἀνᾴσσων;
111
φιλόφρων γὰρ παρασαίνει
112
βροτὸν εἰς ἄρκυας Ἄτα,
113
τόθεν οὐκ ἔστιν ὕπερθέν
114
νιν ἄνατον ἐξαλύξαι.
115
ταῦτά μοι μελαγχίτων
116
φρὴν ἀμύσσεται φόβῳ,
117
ὀᾶ, Περσικοῦ στρατεύματος
118
τοῦδε, μὴ πόλις
119
πύθηται κένανδρον μέγ’ἄστυ Σουσίδος,
120
καὶ τὸ Κισσίων πόλισμ’
121
ἀντίδουπον ᾄσεται,
122
ὀᾶ, τοῦτ’ἔπος
123
γυναικοπληθὴς ὅμιλος ἀπύων,
125
βυσσίνοις δ’ἐν πέπλοις πέσῃ λακίς.
126
πᾶς γὰρ ἱππηλάτας
127
καὶ πεδοστιβὴς λεὼς
128
σμῆνος ὣς ἐκλέλοιπεν
129
μελισσᾶν σὺν ὀρχάμῳ στρατοῦ,
130
τὸν ἀμφίζευκτον ἐξαμείψας
131
ἀμφοτέρας ἅλιον
132
πρῶνα κοινὸν αἴας.
133
λέκτρα δ’ἀνδρῶν πόθῳ
134
πίμπλαται δακρύμασιν ·
135
Περσίδες δ’ἁβροπενθεῖς
136
ἑκάστα πόθῳ φιλάνορι
137
τὸν αἰχμάεντα θοῦρον
138
εὐνατῆρ’ἀποπεμψαμένα
139
λείπεται μονόζυξ.
140
ἀλλ’ἄγε, Πέρσαι, τόδ’ἐνεζόμενοι
141
στέγος ἀρχαῖον,
142
φροντίδα κεδνὴν καὶ βαθύβουλον
143
θώμεθα, χρεία δὲ προσήκει,
144
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
145
Δαρειογενής,
146
τὸ πατρωνύμιον γένος ἡμέτερον ·
147
πότερον τόξου ῥῦμα τὸ νικῶν,
148
δορικράνου
149
λόγχης ἰσχὺς κεκράτηκεν.
150
ἀλλ’ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
151
φάος ὁρμᾶται μήτηρ βασιλέως,
152
βασίλεια δ’ἐμή · προσπίτνω ·
153
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
154
πάντας μύθοισι προσαυδᾶν.
155
βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
156
μῆτερ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι ·
157
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
158
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Ατοσσα
Ατ.
Ατ.
159
ταῦτα δὴ λιποῦσ’ἱκάνω χρυσεοστόλμους δόμους
160
καὶ τὸ Δαρείουτε κἀμὸν κοινὸν εὐνατήριον.
161
κἀμὲ καρδίαν ἀμύσσει φροντίς · ἐς δ’ὑμᾶς ἐρῶ
162
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ’ἀδείμαντος, φίλοι,
163
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
164
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
165
ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,
166
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
167
μήτ’ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
168
ἔστι γὰρ πλοῦτός γ’ἀμεμφής, ἀμφὶ δ’ὀφθαλμῷ φόβος ·
169
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
170
πρὸς τάδ’ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
171
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα ·
172
πάντα γὰρ τὰ κέδν’ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
Χορος
Χο.
Χο.
173
εὖ τόδ’ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
174
μήτ’ἔπος μήτ’ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ ·
175
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
Ατοσσα
Ατ.
Ατ.
176
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
177
ξύνειμ’, ἀφ’οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
178
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων ·
179
ἀλλ’οὔτι πω τοιόνδ’ἐναργὲς εἰδόμην
180
ὡς τῆς πάροιθεν εὐφρόνης · λέξω δέ σοι.
181
ἐδοξάτην μοι δύο γυναῖκ’εὐείμονε,
182
μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
183
δ’αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
184
μεγέθειτε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185
κάλλειτ’ἀμώμω, καὶ κασιγνήτα γένους
186
ταὐτοῦ · πάτραν δ’ἔναιον μὲν Ἑλλάδα
187
κλήρῳ λαχοῦσα γαῖαν, δὲ βάρβαρον.
188
τούτω στάσιν τιν’, ὡς ἐγὼ ’δόκουν ὁρᾶν,
189
τεύχειν ἐν ἀλλήλαισι · παῖς δ’ἐμὸς μαθὼν
190
κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ὕπο
191
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ἐπ’αὐχένων
192
τίθησι. χἠ μὲν τῇδ’ἐπυργοῦτο στολῇ
193
ἐν ἡνίαισίτ’εἶχεν εὔαρκτον στόμα,
194
δ’ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
195
διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
196
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
197
πίπτει δ’ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
198
Δαρεῖος οἰκτείρων σφε · τὸν δ’ὅπως ὁρᾷ
199
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
200
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
201
ἐπεὶ δ’ἀνέστην καὶ χεροῖν καλλιρρόου
202
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
203
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
204
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
205
ὁρῶ δὲ φεύγοντ’αἰετὸν πρὸς ἐσχάραν
206
Φοίβου · φόβῳ δ’ἄφθογγος ἐστάθην, φίλοι ·
207
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
208
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
209
τίλλονθ’· δ’οὐδὲν ἄλλο γ’ πτήξας δέμας
210
παρεῖχε. ταῦτ’ἔμοιγε δείματ’εἰσιδεῖν,
211
ὑμῖν δ’ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
212
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ἀνήρ,
213
κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,
214
σωθεὶς δ’ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
Χορος
Χο.
Χο.
215
οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ἄγαν φοβεῖν λόγοις
216
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
217
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ἀποτροπὴν τελεῖν,
218
τὰ δ’ἀγάθ’ἐκτελῆ γενέσθαι σοίτε καὶ τέκνοις σέθεν
219
καὶ πόλει φίλοιςτε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
220
Γῇτε καὶ φθιτοῖς χέασθαι · πρευμενῶς δ’αἰτοῦ τάδε,
221
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ’εὐφρόνην,
222
ἐσθλά σοι πέμπειν τέκνῳτε γῆς ἔνερθεν ἐς φάος,
223
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
224
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.
225
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
Ατοσσα
Ατ.
Ατ.
226
ἀλλὰ μὴν εὔνους γ’ πρῶτος τῶνδ’ἐνυπνίων κριτὴς
227
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ἐκύρωσας φάτιν.
228
ἐκτελοῖτο δὴ τὰ χρηστά · ταῦτα δ’, ὡς ἐφίεσαι,
229
πάντα θήσομεν θεοῖσι τοῖςτ’ἔνερθε γῆς φίλοις,
230
εὖτ’ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ἐκμαθεῖν θέλω,
231
φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
Χορος
Χο.
Χο.
232
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
Ατοσσα
Ατ.
Ατ.
233
ἀλλὰ μὴν ἵμειρ’ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
Χορος
Χο.
Χο.
234
πᾶσα γὰρ γένοιτ’ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
Ατοσσα
Ατ.
Ατ.
235
ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
Χορος
Χο.
Χο.
236
καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
Ατοσσα
Ατ.
Ατ.
237
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
Χορος
Χο.
Χο.
238
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
Ατοσσα
Ατ.
Ατ.
239
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
Χορος
Χο.
Χο.
240
οὐδαμῶς · ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
Ατοσσα
Ατ.
Ατ.
241
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
Χορος
Χο.
Χο.
242
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐ δ’ὑπήκοοι.
Ατοσσα
Ατ.
Ατ.
243
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χορος
Χο.
Χο.
244
ὥστε Δαρείου πολύντε καὶ καλὸν φθεῖραι στρατόν.
Ατοσσα
Ατ.
Ατ.
245
δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
Χορος
Χο.
Χο.
246
ἀλλ’ἐμοὶ δοκεῖν τάχ’εἴσῃ πάντα νημερτῆ λόγον.
247
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
248
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν κακὸν κλύειν.
Αγγελος
Αγ.
Αγ.
249
γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
250
Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
251
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
252
ὄλβος, τὸ Περσῶν δ’ἄνθος οἴχεται πεσόν.
253
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά ·
254
ὅμως δ’ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
255
Πέρσαι · στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
Χορος
Χο.
Χο.
256
ἄνι’ἄνια κακὰ
257
νεόκοτα καὶ δάι’. αἰαῖ,
258
διαίνεσθε, Πέρσαι,
259
τόδ’ἄχος κλύοντες.
Αγγελος
Αγ.
Αγ.
260
ὡς πάντα γ’ἔστ’ἐκεῖνα διαπεπραγμένα ·
261
αὐτὸς δ’ἀέλπτως νόστιμον βλέπω φάος.
Χορος
Χο.
Χο.
262
μακροβίοτος
263
ὅδε γέ τις αἰὼν ἐφάνθη
264
γεραιοῖς, ἀκούειν
265
τόδε πῆμ’ἄελπτον.
Αγγελος
Αγ.
Αγ.
266
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
267
Πέρσαι, φράσαιμ’ἂν οἷ’ἐπορσύνθη κακά.
Χορος
Χο.
Χο.
268
ὀτοτοτοῖ, μάταν
269
τὰ πολλὰ βέλεα παμμιγῆ
270
γᾶς ἀπ’Ἀσίδος ἦλθε
271
δᾴαν ἐφ’Ἑλλάδα χώραν.
Αγγελος
Αγ.
Αγ.
272
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
273
Σαλαμῖνος ἀκταὶ πᾶςτε πρόσχωρος τόπος.
Χορος
Χο.
Χο.
274
ὀτοτοτοῖ, φίλων
275
ἁλίδονα μέλεα πολυβαφῆ
276
κατθανόντα λέγεις
277
φέρεσθαι πλάγκτ’ἐν διπλάκεσσιν.
Αγγελος
Αγ.
Αγ.
278
οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ’ἀπώλλυτο
279
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
Χορος
Χο.
Χο.
280
ἴυζ’ἄποτμον Πέρσαις
281
δυσαιανῆ βοὰν
282
δᾴοις, ὡς πάντα παγκάκως
283
ἔφθισαν · αἰαῖ στρατοῦ φθαρέντος.
Αγγελος
Αγ.
Αγ.
284
πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.
285
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
Χορος
Χο.
Χο.
286
στυγναί γ’Ἀθᾶναι δᾴοις ·
287
μεμνῆσθαί τοι πάρα
288
ὡς πολλὰς Περσίδων μάταν
289
ἔκτισαν εὔνιδας ἠδ’ἀνάνδρους.
Ατοσσα
Ατ.
Ατ.
290
σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
291
κακοῖς · ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
292
τὸ μήτε λέξαι μήτ’ἐρωτῆσαι πάθη.
293
ὅμως δ’ἀνάγκη πημονὰς βροτοῖς φέρειν
294
θεῶν διδόντων · πᾶν δ’ἀναπτύξας πάθος
295
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.
296
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
297
τῶν ἀρχελείων, ὅστ’ἐπὶ σκηπτουχίᾳ
298
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
Αγγελος
Αγ.
Αγ.
299
Ξέρξης μὲν αὐτὸς ζῇτε καὶ βλέπει φάος.
Ατοσσα
Ατ.
Ατ.
300
ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
301
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
Αγγελος
Αγ.
Αγ.
302
Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
303
στύφλους παρ’ἀκτὰς θείνεται Σιληνιῶν.
304
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο ·
306
Τενάγωντ’ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
307
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
308
Λίλαιος, Ἀρσάμηςτε κἀργήστης τρίτος,
309
οἵδ’ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310
δινούμενοι ’κύρισσον ἰσχυρὰν χθόνα ·
311
πηγαῖςτε Νείλου γειτονῶν Αἰγυπτίου
312
Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
313
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
314
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
316
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
317
ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
318
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβηςτε Βάκτριος,
319
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
320
Ἄμιστρις Ἀμφιστρεύςτε πολύπονον δόρυ
321
νωμῶν, τ’ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
322
πένθος παρασχών, Σεισάμηςθ’ Μύσιος,
323
Θάρυβίςτε πεντήκοντα πεντάκις νεῶν
324
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
325
κεῖται θανὼν δείλαιος οὐ μάλ’εὐτυχῶς ·
326
Συέννεσίςτε πρῶτος εἰς εὐψυχίαν,
327
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
328
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
329
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330
πολλῶν παρόντων δ’ὀλίγ’ἀπαγγέλλω κακά.
Ατοσσα
Ατ.
Ατ.
331
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
332
αἴσχητε Πέρσαις καὶ λιγέα κωκύματα.
333
ἀτὰρ φράσον μοι τοῦτ’ἀναστρέψας πάλιν ·
334
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
335
ὥστ’ἀξιῶσαι Περσικῷ στρατεύματι
336
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Αγγελος
Αγ.
Αγ.
337
πλήθους μὲν ἂν σάφ’ἴσθ’ἕκατι βάρβαρον
338
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
339
πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
340
ναῶν, δεκὰς δ’ἦν τῶνδε χωρὶς ἔκκριτος ·
341
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
342
ὧν ἦγε πλῆθος, αἱ δ’ὑπέρκοποι τάχει
343
ἑκατὸν δὶς ἦσαν ἑπτάθ’· ὧδ’ἔχει λόγος.
344
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
345
ἀλλ’ὧδε δαίμων τις κατέφθειρε στρατόν,
346
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
347
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Ατοσσα
Ατ.
Ατ.
348
ἔτ’ἆρ’Ἀθηνῶν ἔστ’ἀπόρθητος πόλις;
Αγγελος
Αγ.
Αγ.
349
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Ατοσσα
Ατ.
Ατ.
350
ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον ·
351
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
352
παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Αγγελος
Αγ.
Αγ.
353
ἦρξεν μέν, δέσποινα, τοῦ παντὸς κακοῦ
354
φανεὶς ἀλάστωρ κακὸς δαίμων ποθέν.
355
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
356
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
357
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
358
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
359
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
360
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
361
δ’εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
362
Ἕλληνος ἀνδρὸς οὐ δὲ τὸν θεῶν φθόνον,
363
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
364
εὖτ’ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
365
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
366
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν
367
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
368
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ ·
369
ὡς εἰ μόρον φευξοίαθ’Ἕλληνες κακόν,
370
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
371
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
372
τοσαῦτ’ἔλεξε κάρθ’ὑπ’εὐθύμου φρενός ·
373
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
374
οἱ δ’οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
375
δεῖπνόντ’ἐπορσύνοντο, ναυβάτηςτ’ἀνὴρ
376
τροποῦτο κώπην σκαλμὸν ἀμφ’εὐήρετμον.
377
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
378
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
379
ἐς ναῦν ἐχώρει πᾶςθ’ὅπλων ἐπιστάτης ·
380
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς ·
381
πλέουσι δ’ὡς ἕκαστος ἦν τεταγμένος,
382
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
383
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
384
καὶ νὺξ ἐχώρει, κοὐ μάλ’Ἑλλήνων στρατὸς
385
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο ·
386
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
387
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
388
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
389
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ’ἅμα
390
ἀντηλάλαξε νησιώτιδος πέτρας
391
ἠχώ · φόβος δὲ πᾶσι βαρβάροις παρῆν
392
γνώμης ἀποσφαλεῖσιν · οὐ γὰρ ὡς φυγῇ
393
παιᾶν’ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
394
ἀλλ’ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει ·
395
σάλπιγξ δ’ἀϋτῇ πάντ’ἐκεῖν’ἐπέφλεγεν.
396
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
397
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
398
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
399
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
400
ἡγεῖτο κόσμῳ, δεύτερον δ’ πᾶς στόλος
401
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
402
πολλὴν βοήν, παῖδες Ἑλλήνων ἴτε,
403
ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ
404
παῖδας, γυναῖκας, θεῶντέ πατρῴων ἕδη,
405
θήκαςτε προγόνων · νῦν ὑπὲρ πάντων ἀγών.
406
καὶ μὴν παρ’ἡμῶν Περσίδος γλώσσης ῥόθος
407
ὑπηντίαζε, κοὐκέτ’ἦν μέλλειν ἀκμή.
408
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
409
ἔπαισεν · ἦρξε δ’ἐμβολῆς Ἑλληνικὴ
410
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
411
κόρυμβ’, ἐπ’ἄλλην δ’ἄλλος ηὔθυνεν δόρυ.
412
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
413
ἀντεῖχεν · ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
414
ἤθροιστ’ἀρωγὴ δ’οὔτις ἀλλήλοις παρῆν,
415
αὐτοὶ δ’ὑφ’αὑτῶν ἐμβόλοις χαλκοστόμοις
416
παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον,
417
Ἑλληνικαίτε νῆες οὐκ ἀφρασμόνως
418
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
419
σκάφη νεῶν, θάλασσα δ’οὐκέτ’ἦν ἰδεῖν,
420
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
421
ἀκταὶ δὲ νεκρῶν χοιράδεςτ’ἐπλήθυον,
422
φυγῇ δ’ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
423
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
424
τοὶ δ’ὥστε θύννους τιν’ἰχθύων βόλον
425
ἀγαῖσι κωπῶν θραύμασίντ’ἐρειπίων
426
ἔπαιον, ἐρράχιζον · οἰμωγὴ δ’ὁμοῦ
427
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
428
ἕως κελαινῆς νυκτὸς ὄμμ’ἀφείλετο.
429
κακῶν δὲ πλῆθος, οὐ δ’ἂν εἰ δέκ’ἤματα
430
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
431
εὖ γὰρ τόδ’ἴσθι, μηδάμ’ἡμέρᾳ μιᾷ
432
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
Ατοσσα
Ατ.
Ατ.
433
αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
434
Πέρσαιςτε καὶ πρόπαντι βαρβάρων γένει.
Αγγελος
Αγ.
Αγ.
435
εὖ νυν τόδ’ἴσθι, μηδέπω μεσοῦν κακόν ·
436
τοιάδ’ἐπ’αὐτοῖς ἦλθε συμφορὰ πάθους
437
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Ατοσσα
Ατ.
Ατ.
438
καὶ τίς γένοιτ’ἂν τῆσδ’ἔτ’ἐχθίων τύχη;
439
λέξον τίν’αὖ φὴς τήνδε συμφορὰν στρατῷ
440
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Αγγελος
Αγ.
Αγ.
441
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
442
ψυχήντ’ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
443
αὐτῷτ’ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
444
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Ατοσσα
Ατ.
Ατ.
445
οἲ ’γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
446
ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;
Αγγελος
Αγ.
Αγ.
447
νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
448
βαιά, δύσορμος ναυσίν, ἣν φιλόχορος
449
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
450
ἐνταῦθα πέμπει τούσδ’, ὅπως, ὅταν νεῶν
451
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
452
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
453
φίλους δ’ὑπεκσῴζοιεν ἐναλίων πόρων,
454
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
455
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
456
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
457
ὅπλοισι ναῶν ἐξέθρῳσκον · ἀμφὶ δὲ
458
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ’ἀμηχανεῖν
459
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
460
πέτροισιν ἠράσσοντο, τοξικῆςτ’ἄπο
461
θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν ·
462
τέλος δ’ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
463
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
464
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
465
Ξέρξης δ’ἀνῴμωξεν κακῶν ὁρῶν βάθος ·
466
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
467
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός ·
468
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
469
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
470
ἵησ’ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
471
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
Ατοσσα
Ατ.
Ατ.
472
στυγνὲ δαῖμον, ὡς ἄρ’ἔψευσας φρενῶν
473
Πέρσας · πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
474
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
475
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν ·
476
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
477
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
478
σὺ δ’εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
479
ποῦ τάσδ’ἔλειπες · οἶσθα σημῆναι τορῶς;
Αγγελος
Αγ.
Αγ.
480
ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
481
κατ’οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν ·
482
στρατὸς δ’ λοιπὸς ἔντε Βοιωτῶν χθονὶ
483
διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
484
δίψῃ πονοῦντες, οἱ δ’ὑπ’ἄσθματος κενοὶ
485
διεκπερῶμεν ἔςτε Φωκέων χθόνα
486
καὶ Δωρίδ’αἶαν, Μηλιᾶτε κόλπον, οὗ
487
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ ·
488
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
489
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490
βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι ’θάνον
491
δίψῃτε λιμῷτ’· ἀμφότερα γὰρ ἦν τάδε.
492
Μαγνητικὴν δὲ γαῖαν ἔςτε Μακεδόνων
493
χώραν ἀφικόμεσθ’, ἐπ’Ἀξίου πόρον,
494
Βόλβηςθ’ἕλειον δόνακα, Πάγγαιόντ’ὄρος,
495
Ἠδωνίδ’αἶαν · νυκτὶ δ’ἐν ταύτῃ θεὸς
496
χειμῶν’ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
497
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
498
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ηὔχετο
499
λιταῖσι, γαῖαν οὐρανόντε προσκυνῶν.
500
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
501
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον ·
502
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
503
ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
504
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505
μέσον πόρον διῆκε, θερμαίνων φλογί.
506
πῖπτον δ’ἐπ’ἀλλήλοισιν · ηὐτύχει δέ τοι
507
ὅστις τάχιστα πνεῦμ’ἀπέρρηξεν βίου.
508
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
509
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
511
ἐφ’ἑστιοῦχον γαῖαν · ὡς στένειν πόλιν
512
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
513
ταῦτ’ἔστ’ἀληθῆ · πολλὰ δ’ἐκλείπω λέγων
514
κακῶν Πέρσαις ἐγκατέσκηψεν θεός.
Χορος
Χο.
Χο.
515
δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
516
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Ατοσσα
Ατ.
Ατ.
517
οἲ ’γὼ τάλαινα διαπεπραγμένου στρατοῦ ·
518
νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
519
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
520
ὑμεῖς δὲ φαύλως αὔτ’ἄγαν ἐκρίνατε.
521
ὅμως δ’, ἐπειδὴ τῇδ’ἐκύρωσεν φάτις
522
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω ·
523
ἔπειτα Γῇτε καὶ φθιτοῖς δωρήματα
524
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,
525
ἐπίσταμαι μὲν ὡς ἐπ’ἐξειργασμένοις,
526
ἀλλ’ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
527
ὑμᾶς δὲ χρὴ ’πὶ τοῖσδε τοῖς πεπραγμένοις
528
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα ·
529
καὶ παῖδ’, ἐάν περ δεῦρ’ἐμοῦ πρόσθεν μόλῃ,
530
παρηγορεῖτε, καὶ προπέμπετ’ἐς δόμους,
531
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
Χορος
Χο.
Χο.
532
Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν
533
τῶν μεγαλαύχων καὶ πολυάνδρων
534
στρατιὰν ὀλέσας
535
ἄστυ τὸ Σούσων ἠδ’Ἀγβατάνων
536
πένθει δνοφερῷ κατέκρυψας ·
537
πολλαὶ δ’ἀταλαῖς χερσὶ καλύπτρας
538
κατερεικόμεναι
539
διαμυδαλέοις δάκρυσι κόλπους
540
τέγγουσ’, ἄλγους μετέχουσαι.
541
αἱ δ’ἁβρόγοοι Περσίδες ἀνδρῶν
542
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
543
λέκτρων εὐνὰς ἁβροχίτωνας,
544
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
545
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
546
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
547
αἴρω δοκίμως πολυπενθῆ.
548
νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖ’
549
Ἀσιὰς ἐκκενουμένα.
550
Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
551
Ξέρξης δ’ἀπώλεσεν, τοτοῖ,
552
Ξέρξης δὲ πάντ’ἐπέσπε δυσφρόνως
553
βαρίδεσσι ποντίαις.
554
τίπτε Δαρεῖος μὲν
555
οὕτω τότ’ἀβλαβὴς ἐπῆν
556
τόξαρχος πολιήταις,
557
Σουσίδαις φίλος ἄκτωρ;
558
πεζούςτε γὰρ καὶ θαλασσίους
559
λινόπτεροι κυανώπιδες
560
νᾶες μὲν ἄγαγον, ποποῖ,
561
νᾶες δ’ἀπώλεσαν, τοτοῖ,
562
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
563
αἵτ’Ἰαόνων χέρες.
564
τυτθὰ δ’ἐκφυγεῖν ἄνακτ’
565
αὐτὸν εἰσακούομεν
566
Θρῄκης ἂμ πεδιήρεις
567
δυσχίμουςτε κελεύθους.
568
τοὶ δ’ἄρα πρωτόμοιροι, φεῦ,
569
λειφθέντες πρὸς ἀνάγκας, ἠέ,
570
ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,
571
σύρονται · στένε καὶ
572
δακνάζου, βαρὺ δ’ἀμβόασον
573
οὐράνι’ἄχη, ὀᾶ ·
574
τεῖνε δὲ δυσβάυκτον
575
βοᾶτιν τάλαιναν αὐδάν.
576
γναπτόμενοι δὲ δίνᾳ, φεῦ,
577
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
578
παίδων τᾶς ἀμιάντου, ὀᾶ.
579
πενθεῖ δ’ἄνδρα δόμος
580
στερηθείς τοκέεςτ’ἄπαιδες
581
δαιμόνι’ἄχη, ὀᾶ,
582
δυρόμενοι γέροντες
583
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
584
τοὶ δ’ἀνὰ γᾶν Ἀσίαν δὴν
585
οὐκέτι περσονομοῦνται,
586
οὐ δ’ἔτι δασμοφοροῦσιν
587
δεσποσύνοισιν ἀνάγκαις,
588
οὐ δ’ἐς γᾶν προπίτνοντες
589
ἅζονται · βασιλεία
590
γὰρ διόλωλεν ἰσχύς.
591
οὐ δ’ἔτι γλῶσσα βροτοῖσιν
592
ἐν φυλακαῖς · λέλυται γὰρ
593
λαὸς ἐλεύθερα βάζειν,
594
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
595
αἱμαχθεῖσα δ’ἄρουραν
596
Αἴαντος περικλύστα
597
νᾶσος ἔχει τὰ Περσᾶν.
Ατοσσα
Ατ.
Ατ.
598
φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
599
ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
600
κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ ·
601
ὅταν δ’ δαίμων εὐροῇ, πεποιθέναι
602
τὸν αὐτὸν αἰεὶ δαίμον’οὐριεῖν τύχην.
603
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
604
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
605
βοᾷ δ’ἐν ὠσὶ κέλαδος οὐ παιώνιος ·
606
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
607
τοιγὰρ κέλευθον τήνδ’ἄνευτ’ὀχημάτων
608
χλιδῆςτε τῆς πάροιθεν ἐκ δόμων πάλιν
609
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
610
φέρουσ’, ἅπερ νεκροῖσι μειλικτήρια,
611
βοόςτ’ἀφ’ἁγνῆς λευκὸν εὔποτον γάλα,
612
τῆςτ’ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
613
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
614
ἀκήρατόντε μητρὸς ἀγρίας ἄπο
615
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε ·
616
τῆςτ’αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
617
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
618
ἄνθητε πλεκτά, παμφόρου γαίας τέκνα,
619
ἀλλ’, φίλοι, χοαῖσι ταῖσδε νερτέρων
620
ὕμνους ἐπευφημεῖτε, τόντε δαίμονα
621
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ’ἐγὼ
622
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Χορος
Χο.
Χο.
623
βασίλεια γύναι, πρέσβος Πέρσαις,
624
σύτε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625
ἡμεῖςθ’ὕμνοις αἰτησόμεθα
626
φθιμένων πομποὺς
627
εὔφρονας εἶναι κατὰ γαίας.
628
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
629
Γῆτε καὶ Ἑρμῆ, βασιλεῦτ’ἐνέρων,
630
πέμψατ’ἔνερθεν ψυχὴν ἐς φῶς ·
631
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
632
μόνος ἂν θνητῶν πέρας εἴποι.
633
ῥ’ἀίει μου μακαρίτας
634
ἰσοδαίμων βασιλεὺς
635
βάρβαρ’ἀσαφηνῆ
636
ἱέντος τὰ παναίολ’
637
αἰανῆ δύσθροα βάγματ’,
638
παντάλαν’ἄχη διαβοάσω;
639
νέρθεν ἆρα κλύει μου;
640
ἀλλὰ σύ μοι Γᾶτε καὶ ἄλλοι
641
χθονίων ἁγεμόνες
642
δαίμονα μεγαυχῆ
643
ἰόντ’αἰνέσατ’ἐκ δόμων,
644
Περσᾶν Σουσιγενῆ θεόν ·
645
πέμπετε δ’ἄνω οἷον οὔπω
646
Περσὶς αἶ’ἐκάλυψεν.
647
φίλος ἁνήρ, φίλος ὄχθος ·
648
φίλα γὰρ κέκευθεν ἤθη.
649
Ἀιδωνεὺς δ’
650
ἀναπομπὸς ἀνείης, Ἀιδωνεύς,
651
θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
652
οὐ δὲ γὰρ ἄνδρας ποτ’ἀπώλλυ
653
πολεμοφθόροισιν ἄταις,
654
θεομήστωρ δ’
655
ἐκικλήσκετο Πέρσαις, θεομήστωρ δ’
656
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
657
βαλήν, ἀρχαῖος βαλήν,
658
ἴθι, ἱκοῦ ·
659
ἔλθ’ἐπ’ἄκρον κόρυμβον ὄχθου,
660
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
661
βασιλείου τιάρας
662
φάλαρον πιφαύσκων.
663
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
664
ὅπως αἰανῆ κλύῃς
665
νέατ’ἄχη,
666
δέσποτα δεσπότου φάνηθι.
667
Στυγία γάρ τις ἐπ’ἀχλὺς πεπόταται ·
668
νεολαία γὰρ ἤδη
670
κατὰ πᾶσ’ὄλωλεν.
671
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
673
αἰαῖ αἰαῖ ·
674
πολύκλαυτε φίλοισι θανών,
675
τί τάδε δυνάτα δυνάτα
676
περὶ τᾷ σᾷ δίδυμα ἁμάρτια ;
677
πᾶσαι γᾷ τᾷδ’
678
ἐξέφθινται τρίσκαλμοι
680
νᾶες ἄναες ἄναες.
Ειδωλον Δαρειου
Ει.
Ει.
681
πιστὰ πιστῶν ἥλικέςθ’ἥβης ἐμῆς
682
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
683
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
684
λεύσσων δ’ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
685
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
686
ὑμεῖς δὲ θρηνεῖτ’ἐγγὺς ἑστῶτες τάφου
687
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
688
οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’οὐκ εὐέξοδον,
689
ἄλλωςτε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
690
λαβεῖν ἀμείνους εἰσὶν μεθιέναι.
691
ὅμως δ’ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
692
ἥκω. τάχυνε δ’ὡς ἄμεμπτος χρόνου.
693
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν ·
Χορος
Χο.
Χο.
694
σέβομαι μὲν προσιδέσθαι,
695
σέβομαι δ’ἀντία λέξαι
696
σέθεν ἀρχαίῳ περὶ τάρβει.
Δαρειος
Δα.
Δα.
697
ἀλλ’ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
698
μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
699
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
Χορος
Χο.
Χο.
700
δίεμαι μὲν χαρίσασθαι,
701
δίεμαι δ’ἀντία φάσθαι,
702
λέξας δύσλεκτα φίλοισιν.
Δαρειος
Δα.
Δα.
703
ἀλλ’ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
704
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ’εὐγενὲς γύναι,
705
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
706
λέξον · ἀνθρώπεια δ’ἄν τοι πήματ’ἂν τύχοι βροτοῖς.
707
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ἐκ χέρσου κακὰ
708
γίγνεται θνητοῖς, μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
Ατοσσα
Ατ.
Ατ.
709
βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
710
ὡς ἕωςτ’ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
711
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
712
νῦντέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
713
πάντα γάρ, Δαρεῖ’ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
714
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος.
Δαρειος
Δα.
Δα.
715
τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς στάσις πόλει;
Ατοσσα
Ατ.
Ατ.
716
οὐδαμῶς · ἀλλ’ἀμφ’Ἀθήνας πᾶς κατέφθαρται στρατός.
Δαρειος
Δα.
Δα.
717
τίς δ’ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Ατοσσα
Ατ.
Ατ.
718
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δαρειος
Δα.
Δα.
719
πεζὸς ναύτης δὲ πεῖραν τήνδ’ἐμώρανεν τάλας;
Ατοσσα
Ατ.
Ατ.
720
ἀμφότερα · διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Δαρειος
Δα.
Δα.
721
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
Ατοσσα
Ατ.
Ατ.
722
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ’ἔχειν πόρον.
Δαρειος
Δα.
Δα.
723
καὶ τόδ’ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν ·
Ατοσσα
Ατ.
Ατ.
724
ὧδ’ἔχει · γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
Δαρειος
Δα.
Δα.
725
φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
Ατοσσα
Ατ.
Ατ.
726
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
Δαρειος
Δα.
Δα.
727
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ἐπιστενάζετε;
Ατοσσα
Ατ.
Ατ.
728
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
Δαρειος
Δα.
Δα.
729
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
Ατοσσα
Ατ.
Ατ.
730
πρὸς τάδ’ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
Δαρειος
Δα.
Δα.
731
πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Ατοσσα
Ατ.
Ατ.
732
Βακτρίων δ’ἔρρει πανώλης δῆμος, οὐ δέ τις γέρων.
Δαρειος
Δα.
Δα.
733
μέλεος, οἵαν ἄρ’ἥβην ξυμμάχων ἀπώλεσεν.
Ατοσσα
Ατ.
Ατ.
734
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα
Δαρειος
Δα.
Δα.
735
πῶςτε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
Ατοσσα
Ατ.
Ατ.
736
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
Δαρειος
Δα.
Δα.
737
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ’ἐτήτυμον;
Ατοσσα
Ατ.
Ατ.
738
ναί · λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’, οὐ δ’ἔνι στάσις.
Δαρειος
Δα.
Δα.
739
φεῦ, ταχεῖά γ’ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ’ἐμὸν
740
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων · ἐγὼ δέ που
741
διὰ μακροῦ χρόνου τάδ’ηὔχουν ἐκτελευτήσειν θεούς ·
742
ἀλλ’ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
743
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
744
παῖς δ’ἐμὸς τάδ’οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει ·
745
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
746
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ ·
747
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
748
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
749
θνητὸς ὢν θεῶντε πάντων ᾤετ’, οὐκ εὐβουλίᾳ,
750
καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ’οὐ νόσος φρενῶν
751
εἶχε παῖδ’ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
752
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Ατοσσα
Ατ.
Ατ.
753
ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
754
θούριος Ξέρξης · λέγουσι δ’ὡς σὺ μὲν μέγαν τέκνοις
755
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ’ἀνανδρίας ὕπο
756
ἔνδον αἰχμάζειν, πατρῷον δ’ὄλβον οὐδὲν αὐξάνειν.
757
τοιάδ’ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
758
τήνδ’ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ἐφ’Ἑλλάδα.
Δαρειος
Δα.
Δα.
759
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
760
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
761
τόδ’ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
762
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ὤπασεν,
763
ἕν’ἄνδρ’ἁπάσης Ἀσίδος μηλοτρόφου
764
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
765
Μῆδος γὰρ ἦν πρῶτος ἡγεμὼν στρατοῦ ·
766
ἄλλος δ’ἐκείνου παῖς τόδ’ἔργον ἤνυσεν ·
767
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
768
τρίτος δ’ἀπ’αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
769
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις ·
770
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
771
Ἰωνίαντε πᾶσαν ἤλασεν βίᾳ.
772
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
773
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
774
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
775
θρόνοισίτ’ἀρχαίοισι · τὸν δὲ σὺν δόλῳ
776
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
777
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ἦν χρέος.
778
779
κἀγὼ πάλουτ’ἔκυρσα τοῦπερ ἤθελον,
780
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ ·
781
ἀλλ’οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
782
Ξέρξης δ’ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
783
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς ·
784
εὖ γὰρ σαφῶς τόδ’ἴστ’, ἐμοὶ ξυνήλικες,
785
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ἔσχομεν,
786
οὐκ ἂν φανεῖμεν πήματ’ἔρξαντες τόσα.
Χορος
Χο.
Χο.
787
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
788
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
789
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δαρειος
Δα.
Δα.
790
εἰ μὴ στρατεύοισθ’ἐς τὸν Ἑλλήνων τόπον,
791
μη δ’εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.
792
αὐτὴ γὰρ γῆ ξύμμαχος κείνοις πέλει.
Χορος
Χο.
Χο.
793
πῶς τοῦτ’ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
Δαρειος
Δα.
Δα.
794
κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
Χορος
Χο.
Χο.
795
ἀλλ’εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
Δαρειος
Δα.
Δα.
796
ἀλλ’οὐ δ’ μείνας νῦν ἐν Ἑλλάδος τόποις
797
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
Χορος
Χο.
Χο.
798
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
799
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
Δαρειος
Δα.
Δα.
800
παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
801
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
802
βλέψαντα · συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ’οὔ.
803
κεἴπερ τάδ’ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
804
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
805
μίμνουσι δ’ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
806
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί ·
807
οὗ σφιν κακῶν ὕψιστ’ἐπαμμένει παθεῖν,
808
ὕβρεως ἄποινα κἀθέων φρονημάτων ·
809
οἳ γῆν μολόντες Ἑλλάδ’οὐ θεῶν βρέτη
810
ᾐδοῦντο συλᾶν οὐ δὲ πιμπράναι νεώς ·
811
βωμοὶ δ’ἄιστοι, δαιμόνωνθ’ἱδρύματα
812
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
813
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
814
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
815
κρηνὶς ἀπέσβηκ’ἀλλ’ἔτ’ἐκπιδύεται.
816
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
817
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο ·
818
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
819
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
820
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
821
ὕβρις γὰρ ἐξανθοῦσ’ἐκάρπωσεν στάχυν
822
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
823
τοιαῦθ’ὁρῶντες τῶνδε τἀπιτίμια
824
μέμνησθ’Ἀθηνῶν Ἑλλάδοςτε, μη δέ τις
825
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
826
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
827
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
828
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
829
πρὸς ταῦτ’ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
830
πινύσκετ’εὐλόγοισι νουθετήμασιν,
831
λῆξαι θεοβλαβοῦνθ’ὑπερκόμπῳ θράσει.
832
σὺ δ’, γεραιὰ μῆτερ Ξέρξου φίλη,
833
ἐλθοῦσ’ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
834
λαβοῦσ’ὑπαντίαζε παιδί. πάντα γὰρ
835
κακῶν ὑπ’ἄλγους λακίδες ἀμφὶ σώματι
836
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
837
ἀλλ’αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις ·
838
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
839
ἐγὼ δ’ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
840
ὑμεῖς δέ, πρέσβεις, χαίρετ’, ἐν κακοῖς ὅμως
841
ψυχῇ διδόντες ἡδονὴν καθ’ἡμέραν,
842
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
Χορος
Χο.
Χο.
843
πολλὰ καὶ παρόντα καὶ μέλλοντ’ἔτι
844
ἤλγησ’ἀκούσας βαρβάροισι πήματα.
Ατοσσα
Ατ.
Ατ.
845
δαῖμον, ὥς με πόλλ’ἐσέρχεται κακὰ
846
ἄλγη, μάλιστα δ’ἥδε συμφορὰ δάκνει,
847
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
848
ἐσθημάτων κλύουσαν, νιν ἀμπέχει.
849
ἀλλ’εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
850
ὑπαντιάζειν παιδί μου πειράσομαι.
851
οὐ γὰρ τὰ φίλτατ’ἐν κακοῖς προδώσομεν.
Χορος
Χο.
Χο.
852
πόποι μεγάλας ἀγαθᾶςτε
853
πολισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
854
εὖθ’ γηραιὸς
855
πανταρκὴς ἀκάκας
856
ἄμαχος βασιλεὺς
857
ἰσόθεος Δαρεῖος ἆρχε χώρας.
858
πρῶτα μὲν εὐδοκίμους στρατιὰς
859
ἀπεφαινόμεθ’, ἠδὲ νομίσματα πύργινα
860
πάντ’ἐπηύθυνε,
861
νόστοι δ’ἐκ πολέμων
862
ἀπόνους ἀπαθεῖς
863
ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.
864
ὅσσας δ’εἷλε πόλεις πόρον
865
οὐ διαβὰς Ἅλυος ποταμοῖο,
866
οὐ δ’ἀφ’ἑστίας συθείς,
867
οἷαι Στρυμονίου
868
πελάγους Ἀχελωίδες εἰσὶ πάροικοι
870
Θρῃκίων ἐπαύλων,
871
λίμναςτ’ἔκτοθεν αἳ κατὰ
872
χέρσον ἐληλαμέναι πέρι πύργον
873
τοῦδ’ἄνακτος ἄιον,
875
Ἕλλαςτ’ἀμφὶ πόρον πλατὺν
876
εὐχόμεναι, μυχίατε Προποντίς,
877
καὶ στόμωμα Πόντου ·
879
νᾶσοίθ’αἳ κατὰ πρῶν’
880
ἅλιον περίκλυστοι
881
τᾷδε γᾷ προσήμεναι
882
οἵα Λέσβος
883
ἐλαιόφυτόςτε Σάμος, Χίος
884
ἠδὲ Πάρος, Νάξος,
885
Μύκονος, Τήνῳτε συνάπτουσ’
886
Ἀνδρος ἀγχιγείτων,
888
καὶ τὰς ἀγχιάλους
889
ἐκράτυνε μεσάκτους,
890
Λῆμνον, Ἰκάρουθ’ἕδος,
891
καὶ Ῥόδον ἠδὲ Κνίδον
892
Κυπρίαςτε πόλεις, Πάφον,
893
ἠδὲ Σόλους, Σαλαμῖνάτε,
895
τᾶς νῦν ματρόπολις τῶνδ’
896
αἰτία στεναγμῶν.
898
καὶ τὰς εὐκτεάνους κατὰ
899
κλῆρον Ἰαόνιον πολυάνδρους
900
Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.
901
ἀκάματον δὲ παρῆν σθένος
902
ἀνδρῶν τευχηστήρων
903
παμμίκτωντ’ἐπικούρων.
904
νῦν δ’οὐκ ἀμφιλόγως
905
θεότρεπτα τάδ’αὖ
906
φέρομεν πολέμοισι
907
δμαθέντες μεγάλως
908
πλαγαῖσι ποντίαισιν.
Ξερξης
Ξε.
Ξε.
909
ἰώ,
909b
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
910
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
911
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
912
Περσῶν γενεᾷ · τί πάθω τλήμων;
913
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
914
τήνδ’ἡλικίαν ἐσιδόντ’ἀστῶν.
915
εἴθ’ὄφελεν, Ζεῦ, κἀμὲ μετ’ἀνδρῶν
916
τῶν οἰχομένων
917
θανάτου κατὰ μοῖρα καλύψαι.
Χορος
Χο.
Χο.
918
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
919
καὶ περσονόμου τιμῆς μεγάλης,
920
κόσμουτ’ἀνδρῶν,
921
οὓς νῦν δαίμων ἐπέκειρεν.
922
γᾶ δ’αἰάζει τὰν ἐγγαίαν
923
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
924
σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ
925
πολλοὶ φῶτες, χώρας ἄνθος,
926
τοξοδάμαντες, πάνυ ταρφύς τις
927
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
928
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.
929
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
930
αἰνῶς αἰνῶς
931
ἐπὶ γόνυ κέκλιται.
Ξερξης
Ξε.
Ξε.
932
ὅδ’ἐγώ, οἰοῖ, αἰακτὸς
933
μέλεος γέννᾳ γᾷτε πατρῴᾳ
934
κακὸν ἄρ’ἐγενόμαν.
Χορος
Χο.
Χο.
935
πρόσφθογγόν σοι νόστου τὰν
936
κακοφάτιδα βοάν,
937
κακομέλετον ἰὰν
938
Μαριανδυνοῦ θρηνητῆρος
939
πέμψω πέμψω,
940
πολύδακρυν ἰαχάν.
Ξερξης
Ξε.
Ξε.
941
ἵετ’αἰανῆ πάνδυρτον
942
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ’αὖ
943
μετάτροπος ἐπ’ἐμοί.
Χορος
Χο.
Χο.
944
ἥσω τοι τὰν πάνδυρτον,
945
σὰ πάθητε σέβων
946
ἁλίτυπάτε βάρη,
947
πόλεως γέννας πενθητῆρος ·
948
κλάγξω κλάγξω
949
δὲ γόον ἀρίδακρυν.
Ξερξης
Ξε.
Ξε.
950
Ἰάνων γὰρ ἀπηύρα,
951
Ἰάνων ναύφρακτος
952
Ἄρης ἑτεραλκὴς
953
νυχίαν πλάκα κερσάμενος
954
δυσδαίμονάτ’ἀκτάν.
Χορος
Χο.
Χο.
955
οἰοιοῖ βόα καὶ πάντ’ἐκπεύθου.
956
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
957
ποῦ δέ σοι παραστάται,
958
οἷος ἦν Φαρανδάκης,
959
Σούσας, Πελάγων, Δοτάμας, ἠδ’
960
Ἀγδαβάτας, Ψάμμις, Σουσισκάνηςτ’
961
Ἀγβάτανα λιπών;
Ξερξης
Ξε.
Ξε.
962
ὀλοοὺς ἀπέλειπον
963
Τυρίας ἐκ ναὸς
964
ἔρροντας ἐπ’ἀκταῖς
965
Σαλαμινιάσι στυφελοῦ
966
θείνοντας ἐπ’ἀκτᾶς.
Χορος
Χο.
Χο.
967
οἰοιοῖ, βόα · ποῦ σοι Φαρνοῦχος
968
Ἀριόμαρδόςτ’ἀγαθός,
969
ποῦ δὲ Σευάλκης ἄναξ,
970
Λίλαιος εὐπάτωρ,
971
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
972
Ἀρτεμβάρηςτ’ἠδ’Ὑσταίχμας;
973
τάδε σ’ἐπανερόμαν.
Ξερξης
Ξε.
Ξε.
974
ἰὼ ἰώ μοί μοι
975
τὰς ὠγυγίους κατιδόντες
976
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
977
ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χορος
Χο.
Χο.
978
καὶ τὸν Περσᾶν αὐτοῦ
979
τὸν σὸν πιστὸν πάντ’ὀφθαλμὸν
980
μυρία μυρία πεμπαστὰν
981
Βατανώχου παῖδ’Ἄλπιστον
982
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
983
Πάρθοντε μέγαντ’Οἰβάρην
984
ἔλιπες ἔλιπες;
985
δᾴων.
986
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
Ξερξης
Ξε.
Ξε.
988
ἰὼ ἰὼ δῆτα
989
ἴυγγ’ἀγαθῶν ἑτάρων μοι
990
κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.
991
βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.
Χορος
Χο.
Χο.
992
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
993
Μάρδων ἀνδρῶν μυριοταγὸν
994
Ξάνθιν ἄρειόντ’Ἀγχάρην,
995
Δίαιξίντ’ἠδ’Ἀρσάκην
996
ἱππιάνακτας,
997
Κηγδαδάταν καὶ Λυθίμναν
998
Τόλμοντ’αἰχμᾶς ἀκόρεστον.
999
ἔταφον ἔταφον,
1000
οὐκ ἀμφὶ σκηναῖς
1001
τροχηλάτοισιν ὄπιθεν ἑπομένους.
Ξερξης
Ξε.
Ξε.
1002
βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
Χορος
Χο.
Χο.
1003
βεβᾶσιν, οἴ, νώνυμοι.
Ξερξης
Ξε.
Ξε.
1004
ἰὴ ἰή, ἰὼ ἰώ.
Χορος
Χο.
Χο.
1005
ἰὼ ἰώ, δαίμονες,
1006
ἔθεθ’ἄελπτον κακὸν
1007
διαπρέπον, οἷον δέδορκεν Ἄτα.
Ξερξης
Ξε.
Ξε.
1008
πεπλήγμεθ’οἵᾳ δι’αἰῶνος τύχᾳ ·
Χορος
Χο.
Χο.
1009
πεπλήγμεθ’· εὔδηλα γάρ ·
Ξερξης
Ξε.
Ξε.
1010
νέᾳ νέᾳ δύᾳ δύᾳ.
Χορος
Χο.
Χο.
1012
κύρσαντες οὐκ εὐτυχῶς
1011
Ἰάνων ναυβατᾶν.
1013
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
Ξερξης
Ξε.
Ξε.
1014
πῶς δ’οὔ; στρατὸν μὲν
1015
τοσοῦτον τάλας πέπληγμαι.
Χορος
Χο.
Χο.
1016
τί δ’οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.
Ξερξης
Ξε.
Ξε.
1017
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορος
Χο.
Χο.
1018
ὁρῶ ὁρῶ.
Ξερξης
Ξε.
Ξε.
1020
τόνδετ’ὀιστοδέγμονα
Χορος
Χο.
Χο.
1021
τί τόδε λέγεις σεσωσμένον;
Ξερξης
Ξε.
Ξε.
1022
θησαυρὸν βελέεσσιν;
Χορος
Χο.
Χο.
1023
βαιά γ’ὡς ἀπὸ πολλῶν.
Ξερξης
Ξε.
Ξε.
1024
ἐσπανίσμεθ’ἀρωγῶν.
Χορος
Χο.
Χο.
1025
Ἰάνων λαὸς οὐ φυγαίχμας.
Ξερξης
Ξε.
Ξε.
1026
ἀγανόρειος ·
1027
κατεῖδον δὲ πῆμ’ἄελπτον.
Χορος
Χο.
Χο.
1028
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξερξης
Ξε.
Ξε.
1030
πέπλον δ’ἐπέρρηξ’ἐπὶ συμφορᾷ κακοῦ.
Χορος
Χο.
Χο.
1031
παπαῖ παπαῖ.
Ξερξης
Ξε.
Ξε.
1032
καὶ πλέον παπαῖ μὲν οὖν.
Χορος
Χο.
Χο.
1033
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ
Ξερξης
Ξε.
Ξε.
1034
λυπρά, χάρματα δ’ἐχθροῖς.
Χορος
Χο.
Χο.
1035
καὶ σθένος γ’ἐκολούσθη
Ξερξης
Ξε.
Ξε.
1036
γυμνός εἰμι προπομπῶν.
Χορος
Χο.
Χο.
1037
φίλων ἄταισι ποντίαισιν ·
Ξερξης
Ξε.
Ξε.
1038
δίαινε δίαινε πῆμα · πρὸς δόμους δ’ἴθι.
Χορος
Χο.
Χο.
1039
αἰαῖ αἰαῖ, δύα δύα.
Ξερξης
Ξε.
Ξε.
1040
βόα νυν ἀντίδουπά μοι.
Χορος
Χο.
Χο.
1041
δόσιν κακὰν κακῶν κακοῖς.
Ξερξης
Ξε.
Ξε.
1042
ἴυζε μέλος ὁμοῦ τιθείς.
Χορος
Χο.
Χο.
1043
ὀτοτοτοτοῖ.
1044
βαρεῖά γ’ἅδε συμφορά.
1045
οἲ μάλα καὶ τόδ’ἀλγῶ.
Ξερξης
Ξε.
Ξε.
1046
ἔρεσσ’ἔρεσσε καὶ στέναζ’ἐμὴν χάριν.
Χορος
Χο.
Χο.
1047
διαίνομαι γοεδνὸς ὤν.
Ξερξης
Ξε.
Ξε.
1048
βόα νυν ἀντίδουπά μοι.
Χορος
Χο.
Χο.
1049
μέλειν πάρεστι, δέσποτα.
Ξερξης
Ξε.
Ξε.
1050
ἐπορθίαζέ νυν γόοις.
Χορος
Χο.
Χο.
1051
ὀτοτοτοτοῖ.
1052
μέλαινα δ’ἀμμεμείξεται,
1053
οἴ, στονόεσσα πλαγά.
Ξερξης
Ξε.
Ξε.
1054
καὶ στέρν’ἄρασσε κἀπιβόα τὸ Μύσιον.
Χορος
Χο.
Χο.
1055
ἄνι’ἄνια.
Ξερξης
Ξε.
Ξε.
1056
καί μοι γενείου πέρθε λευκήρη τρίχα.
Χορος
Χο.
Χο.
1057
ἄπριγδ’ἄπριγδα μάλα γοεδνά.
Ξερξης
Ξε.
Ξε.
1058
ἀύτει δ’ὀξύ.
Χορος
Χο.
Χο.
1059
καὶ τάδ’ἔρξω.
Ξερξης
Ξε.
Ξε.
1060
πέπλον δ’ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
Χορος
Χο.
Χο.
1061
ἄνι’ἄνια.
Ξερξης
Ξε.
Ξε.
1062
καὶ ψάλλ’ἔθειραν καὶ κατοίκτισαι στρατόν.
Χορος
Χο.
Χο.
1063
ἄπριγδ’ἄπριγδα μάλα γοεδνά.
Ξερξης
Ξε.
Ξε.
1064
διαίνου δ’ὄσσε.
Χορος
Χο.
Χο.
1065
τέγγομαί τοι.
Ξερξης
Ξε.
Ξε.
1066
βόα νυν ἀντίδουπά μοι.
Χορος
Χο.
Χο.
1067
οἰοῖ οἰοῖ.
Ξερξης
Ξε.
Ξε.
1068
αἰακτὸς ἐς δόμους κίε.
Χορος
Χο.
Χο.
1070
ἰὼ ἰώ.
Ξερξης
Ξε.
Ξε.
1071
ἰωὰ δὴ κατ’ἄστυ.
Χορος
Χο.
Χο.
1072
ἰωὰ δῆτα, ναὶ ναί.
Ξερξης
Ξε.
Ξε.
1073
γοᾶσθ’ἁβροβάται.
Χορος
Χο.
Χο.
1074
ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξερξης
Ξε.
Ξε.
1074b
ἰὴ ἰὴ τρισκάλμοισιν,
1075
ἰὴ ἰή, βάρισιν ὀλόμενοι.
Χορος
Χο.
Χο.
1076
πέμψω τοί σε δυσθρόοις γόοις.