The Suppliants
Χορος
Χο.
Χο.
1Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
2στόλον ἡμέτερον νάιον ἀρθέντ’
3ἀπὸ προστομίων λεπτοψαμάθων
4Νείλου. Δίαν δὲ λιποῦσαι
5χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
6οὔτιν’ἐφ’αἵματι δημηλασίαν
7ψήφῳ πόλεως γνωσθεῖσαν,
8ἀλλ’αὐτογενεῖ φυξανορίᾳ
9γάμον Αἰγύπτου παίδων ἀσεβῆ
10’ξονοταζόμεναι.
11Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
12καὶ στασίαρχος τάδε πεσσονομῶν
13κύδιστ’ἀχέων ἐπέκρανε,
14φεύγειν ἀνέδην διὰ κῦμ’ἅλιον,
15κέλσαι δ’Ἄργους γαῖαν, ὅθεν δὴ
16γένος ἡμέτερον τῆς οἰστροδόνου
17βοὸς ἐξ ἐπαφῆς κα- κἀξ ἐπιπνοίας
18Διὸς εὐχόμενον τετέλεσται.
19τίν’ἂν οὖν χώραν εὔφρονα μᾶλλον
20τῆσδ’ἀφικοίμεθα
21σὺν τοῖσδ’ἱκετῶν ἐγχειριδίοις
22ἐριοστέπτοισι κλάδοισιν;
23ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
24ὕπατοίτε θεοί, καὶ βαρύτιμοι
25χθόνιοι θήκας κατέχοντες,
26καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
27ὁσίων ἀνδρῶν, δέξασθ’ἱκέτην
28τὸν θηλυγενῆ στόλον αἰδοίῳ
29πνεύματι χώρας · ἀρσενοπληθῆ δ’
30ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
31πρὶν πόδα χέρσῳ τῇδ’ἐν ἀσώδει
32θεῖναι, ξὺν ὄχῳ ταχυήρει
33πέμψατε πόντονδ’· ἔνθα δὲ λαίλαπι
34χειμωνοτύπῳ, βροντῇ στεροπῇτ’
35ὀμβροφόροισίντ’ἀνέμοις ἀγρίας
36ἁλὸς ἀντήσαντες, ὄλοιντο,
37πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
38σφετεριξάμενοι πατραδέλφειαν
39τήνδ’ἀεκόντων ἐπιβῆναι.
40νῦν δ’ἐπικεκλομένα
41Δῖον πόρτιν
42ὑπερπόντιον τιμάορ’, ἶνίντ’
43ἀνθονομούσας προγόνου
44βοὸς ἐξ ἐπιπνοίας
45Ζηνὸς ἔφαψιν · ἐπωνυμίᾳ δ’
46ἐπεκραίνετο μόρσιμος αἰὼν
47εὐλόγως,
48Ἔπαφόντ’ἐγέννασεν ·
49ὅντ’ἐπιλεξαμένα,
50νῦν ἐν ποιονόμοις
51ματρὸς ἀρχαίας τόποις τῶν
52πρόσθε πόνων μνασαμένα,
53τάτε νῦν ἐπιδείξω
54πιστὰ τεκμήρια γαιονόμοις,
55τὰ δ’ἄελπτά περ ὄντα φανεῖται.
56γνώσεται
57δὲ λόγους τις ἐν μάκει.
58εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
59ἔγγαιος οἶκτον ἀίων,
60δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας
61Μήτιδος οἰκτρᾶς ἀλόχου,
62κιρκηλάτουτ’ἀηδόνος,
63ἅτ’ἀπὸ χλωρῶν πετάλων ἐργομένα
64πενθεῖ μὲν οἶκτον ἠθέων ·
65ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
66ὤλετο πρὸς χειρὸς ἕθεν
67δυσμάτορος κότου τυχών ·
68τὼς καὶ ἐγὼ
69φιλόδυρτος Ἰαονίοισι νόμοισι
70δάπτω τὰν ἁπαλὰν
71Νειλοθερῆ παρειὰν
72ἀπειρόδακρύντε καρδίαν.
73γοεδνὰ δ’ἀνθεμίζομαι
74δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
75ἀερίας ἀπὸ γᾶς
76εἴ τις ἐστὶ κηδεμών.
77ἀλλά, θεοὶ γενέται
78κλύετ’εὖ τὸ δίκαιον ἰδόντες ·
79ἥβᾳ μὴ τέλεον
80δόντες ἔχειν παρ’αἶσαν,
81ὕβριν δ’ἑτοίμως στυγοῦντες,
82πέλοιτ’ἂν ἔνδικοι γάμοις.
83ἔστι δὲ κα- κἀκ πολέμου τειρομένοις
84βωμὸς ἀρῆς φυγάσιν
85ῥῦμα, δαιμόνων σέβας.
86εὖ δ’εἴη Διόθεν παναληθῶς.
87Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
88παντᾷ τοι φλεγέθει
89κα- κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
90μερόπεσσι λαοῖς.
91πίπτει δ’ἀσφαλὲς οὐ δ’ἐπὶ νώτῳ,
92κορυφᾷ Διὸς εἰ κρανθῇ, πρᾶγμα τέλειον.
93δαυλοὶ γὰρ πραπίδων
94δάσκιοίτε τείνουσιν πόροι
95κατιδεῖν ἄφραστοι.
96ἰάπτει δ’ἐλπίδων
97ἀφ’ὑψιπύργων πανώλεις
98βροτούς, βίαν δ’
99οὔτιν’ἐξοπλίζει ·
100πᾶν ἄπονον δαιμονίων.
101ἥμενος ὃν φρόνημά πως
102αὐτόθεν ἐξέπραξεν ἔμπας
103ἑδράνων ἐφ’ἁγνῶν.
104ἰδέσθω δ’εἰς ὕβριν
105βρότειον, οἵα νεάζει
106πυθμὴν δι’
107ἁμὸν γάμον τεθαλὼς
108δυσπαραβούλοισι φρεσίν,
109καὶ διάνοιαν μαινόλιν
110κέντρον ἔχων ἄφυκτον, ἄταν δ’
111ἀπάτᾳ μεταγνούς.
112τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
113λιγέα βαρέα δακρυοπετῆ,
114ἰὴ ἰή,
115ἰηλέμοισιν ἐμπρεπῆ ·
116ζῶσα γόοις με τιμῶ.
117ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
118καρβᾶνα δ’αὐδὰν
119εὖ, γᾶ, κοννεῖς.
120πολλάκι δ’ἐμπίτνω ξὺν λακίδι
121λινοσινεῖ
122Σιδονίᾳ καλύπτρᾳ.
123θεοῖς δ’ἐναγέα τέλεα πελομένων καλῶς
124ἐπίδρομ’, ὁπόθι θάνατος ἀπῇ.
125ἰὼ ἰώ,
126ἰὼ δυσάγκριτοι πόνοι.
127ποῖ τόδε κῦμ’ἀπάξει;
128ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
129καρβᾶνα δ’αὐδὰν
130εὖ, γᾶ, κοννεῖς.
131πολλάκι δ’ἐμπίτνω ξὺν λακίδι
132λινοσινεῖ
133Σιδονίᾳ καλύπτρᾳ.
134πλάτα μὲν οὖν λινορραφήςτε
135δόμος ἅλα στέγων δορὸς
136ἀχείματόν μ’ἔπεμπε σὺν πνοαῖς ·
137οὐ δὲ μέμφομαι ·
138τελευτὰς δ’ἐν χρόνῳ
139πατήρ μοι παντόπτας
140πρευμενεῖς κτίσειεν,
141σπέρμα σεμνᾶς μέγα ματρὸς
142εὐνὰς ἀνδρῶν, ἒ ἔ,
143ἄγαμον ἀδάματον ἐκφυγεῖν.
144θέλουσα δ’αὖ θέλουσαν ἁγνά μ’
145ἐπιδέτω Διὸς κόρα,
146ἔχουσα σέμν’ἐνώπι’ἀσφαλῶς,
147παντὶ δὲ σθένει
148διωγμοῖς ἀσχαλῶσ’
149ἀδμήτας ἀδμήτα
150ῥύσιος γενέσθω,
151σπέρμα σεμνᾶς μέγα ματρὸς
152εὐνὰς ἀνδρῶν, ἒ ἔ,
153ἄγαμον ἀδάματον ἐκφυγεῖν.
154εἰ δὲ μή, μελανθὲς
155ἡλιόκτυπον γένος
156τὸν γάιον,
157τὸν πολυξενώτατον
158Ζῆνα τῶν κεκμηκότων
159ἱξόμεθα σὺν κλάδοις
160ἀρτάναις θανοῦσαι,
161μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
162ἆ Ζήν, Ἰοῦς ἰῷ
163μῆνις μάστειρ’ἐκ θεῶν ·
164κοννῶ δ’ἄγαν
165γαμετᾶς οὐρανόνικον.
166χαλεποῦ γὰρ ἐκ
167πνεύματος εἶσι χειμών.
168καὶ τότ’οὐ δικαίοις
169Ζεὺς ἐνέξεται λόγοις,
170τὸν τᾶς βοὸς
171παῖδ’ἀτιμάσας, τὸν
172αὐτός ποτ’ἔκτισεν γόνῳ,
173νῦν ἔχων παλίντροπον
174ὄψιν ἐν λιταῖσιν;
175ὑψόθεν δ’εὖ κλύοι καλούμενος.
162aἆ Ζήν, Ἰοῦς ἰῶ,
163aμῆνις μάστειρ’ἐκ θεῶν ·
164aκοννῶ δ’ἄγαν
165aγαμετᾶς οὐρανόνικον
166aχαλεποῦ γὰρ ἐκ
167aπνεύματος εἶσι χειμών.
Δαναος
Δα.
Δα.
176παῖδες, φρονεῖν χρή · ξὺν φρονοῦντι δ’ἥκετε
177πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
178καὶ τα- τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
179αἰνῶ φυλάξαι τα- τἄμ’ἔπη δελτουμένας.
180ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ ·
181σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι ·
182ὄχλον δ’ὑπασπιστῆρα καὶ δορυσσόον
183λεύσσω, ξὺν ἵπποις καμπύλοιςτ’ὀχήμασιν ·
184τάχ’ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
185ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
186ἀλλ’εἴτ’ἀπήμων εἴτε καὶ τεθηγμένος
187ὠμῇ ξὺν ὀργῇ τόνδ’ἐπόρνυται στόλον,
188ἄμεινόν ἐστι παντὸς εἵνεκ’, ὦ κόραι,
189πάγον προσίζειν τόνδ’ἀγωνίων θεῶν.
190κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
191ἀλλ’ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
192ἱκετηρίας, ἁγάλματ’αἰδοίου Διός,
193σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
194αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ’ἔπη
195ξένους ἀμείβεσθ’, ὡς ἐπήλυδας πρέπει,
196τορῶς λέγουσαι τάσδ’ἀναιμάκτους φυγάς.
197φθογγῇ δ’ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
198τὸ μὴ μάταιον δ’ἐκ μετωποσωφρόνων
199ἴτω προσώπων ὄμματος παρ’ἡσύχου.
200καὶ μὴ πρόλεσχος μη δ’ἐφολκὸς ἐν λόγῳ
201γένῃ. τὸ τῇδε κάρτ’ἐπίφθονον γένος.
202μέμνησο δ’εἴκειν · χρεῖος εἶ ξένη φυγάς.
203θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορος
Χο.
Χο.
204πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
206κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι ·
Δαναος
Δα.
Δα.
207ἴδοιτο δῆτα πρευμενοῦς ἀπ’ὄμματος ·
Χορος
Χο.
Χο.
208θέλοιμ’ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναος
Δα.
Δα.
209μή νυν σχόλαζε, μηχανῆς δ’ἔστω κράτος.
Χορος
Χο.
Χο.
210ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
Δαναος
Δα.
Δα.
211κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορος
Χο.
Χο.
211b[…].
Δαναος
Δα.
Δα.
212καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορος
Χο.
Χο.
213καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους, —
Δαναος
Δα.
Δα.
214ἁγνόντ’Ἀπόλλω, φυγάδ’ἀπ’οὐρανοῦ θεόν.
Χορος
Χο.
Χο.
215εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναος
Δα.
Δα.
216συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορος
Χο.
Χο.
217τίν’οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
Δαναος
Δα.
Δα.
218ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορος
Χο.
Χο.
219ἀλλ’εὖτ’ἔπεμψεν εὖτε δεξάσθω χθονί.
Δαναος
Δα.
Δα.
220Ἑρμῆς ὅδ’ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορος
Χο.
Χο.
221ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναος
Δα.
Δα.
222πάντων δ’ἀνάκτων τῶνδε κοινοβωμίαν
223σέβεσθ’· ἐν ἁγνῷ δ’ἑσμὸς ὡς πελειάδων
224ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
225ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
226ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
227πῶς δ’ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
228ἁγνὸς γένοιτ’ἄν; οὐ δὲ μὴ ’ν Ἅιδου θανὼν
229φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
230κα- κἀκεῖ δικάζει τα- τἀπλακήμαθ’, ὡς λόγος,
231Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
232σκοπεῖτε, κα- κἀμείβεσθε τόνδε τὸν τρόπον,
233ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλευς
Βα.
Βα.
234ποδαπὸν ὅμιλον τόνδ’ἀνελληνόστολον
235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
236χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
237ἐσθὴς γυναικῶν οὐ δ’ἀφ’Ἑλλάδος τόπων.
238ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
239ἀπρόξενοίτε, νόσφιν ἡγητῶν, μολεῖν
240ἔτλητ’ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
241κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
242κεῖνται παρ’ὑμῖν πρὸς θεοῖς ἀγωνίοις ·
243μόνον τόδ’Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
244καὶ τα- τἄλλα πόλλ’ἔτ’εἰκάσαι δίκαιον ἦν,
245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορος
Χο.
Χο.
246εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
247ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
248ἢ ῥήτορ’ἱεροράβδον, ἢ πόλεως ἀγόν;
Βασιλευς
Βα.
Βα.
249πρὸς ταῦτ’ἀμείβου καὶ λέγ’εὐθαρσὴς ἐμοί.
250τοῦ γηγενοῦς γάρ εἰμ’ἐγὼ Παλαίχθονος
251ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
252ἐμοῦ δ’ἄνακτος εὐλόγως ἐπώνυμον
253γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
254καὶ πᾶσαν αἶαν, ἧς δι’ἁγνὸς ἔρχεται
255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
256ὁρίζομαι δὲ τήντε Περραίβων χθόνα,
257Πίνδουτε τα- τἀπέκεινα, Παιόνων πέλας,
258ὄρητε Δωδωναῖα. συντέμνει δ’ὅρος
259ὑγρᾶς θαλάσσης · τῶνδε τα- τἀπὶ τάδε κρατῶ.
260αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
261πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
262Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
263ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
264τήνδ’ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
266χρανθεῖσ’ἀνῆκε γαῖα μηνιταῖ’ἄχη
267δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
268τούτων ἄκη τομαῖα καὶ λυτήρια
269πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
270μνήμην ποτ’ἀντίμισθον ηὕρετ’ἐν λιταῖς.
271ἔχουσα δ’ἤδη τα- τἀπ’ἐμοῦ τεκμήρια
272γένοςτ’ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
273μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορος
Χο.
Χο.
274βραχὺς τορόςθ’ὁ μῦθος · Ἀργεῖαι γένος
275ἐξευχόμεσθα, σπέρματ’εὐτέκνου βοός ·
276καὶ ταῦτ’ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλευς
Βα.
Βα.
277ἄπιστα μυθεῖσθ’, ὦ ξέναι, κλύειν ἐμοί,
278ὅπως τόδ’ὑμῖν ἐστιν Ἀργεῖον γένος.
279Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
280γυναιξίν ἐστε κα- κοὐδαμῶς ἐγχωρίαις.
281καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
282Κύπριος χαρακτήρτ’ἐν γυναικείοις τύποις
283εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων ·
284τοίαςτ’ἀκούω νομάδας ἱπποβάμοσιν
285εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
286παρ’Αἰθίοψιν ἀστυγειτονουμένας.
287καὶ τὰς ἀνάνδρους κρεοβόρουςτ’Ἀμαζόνας,
288εἰ τοξοτευχεῖς ἦτε, κάρτ’ἂν ᾔκασα
289ὑμᾶς. διδαχθεὶς δ’ἂν τόδ’εἰδείην πλέον,
290ὅπως γένεθλον σπέρματ’Ἀργεῖον τὸ σόν.
Χορος
Χο.
Χο.
291κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
292Ἰὼ γενέσθαι τῇδ’ἐν Ἀργείᾳ χθονί;
Βασιλευς
Βα.
Βα.
293ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορος
Χο.
Χο.
295μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλευς
Βα.
Βα.
296κα- κἄκρυπτά γ’Ἥρας ταῦτα τα- τἀμπαλάγματα.
Χορος
Χο.
Χο.
297πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλευς
Βα.
Βα.
298βοῦν τὴν γυναῖκ’ἔθηκεν Ἀργεία θεός.
Χορος
Χο.
Χο.
300οὔκουν πελάζει Ζεὺς ἐπ’εὐκραίρῳ βοΐ;
Βασιλευς
Βα.
Βα.
301φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορος
Χο.
Χο.
302τί δῆτα πρὸς ταῦτ’ἄλοχος ἰσχυρὰ Διός;
Βασιλευς
Βα.
Βα.
303τὸν πάνθ’ὁρῶντα φύλακ’ἐπέστησεν βοΐ.
Χορος
Χο.
Χο.
304ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλευς
Βα.
Βα.
305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορος
Χο.
Χο.
306τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλευς
Βα.
Βα.
307βοηλάτην μύωπα κινητήριον.
Χορος
Χο.
Χο.
308οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλευς
Βα.
Βα.
309τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορος
Χο.
Χο.
310καὶ ταῦτ’ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλευς
Βα.
Βα.
311καὶ μὴν Κάνωβον κα- κἀπὶ Μέμφιν ἵκετο.
Χορος
Χο.
Χο.
312καὶ Ζεύς γ’ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλευς
Βα.
Βα.
313τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορος
Χο.
Χο.
315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλευς
Βα.
Βα.
315b[…].
Χορος
Χο.
Χο.
317Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
Βασιλευς
Βα.
Βα.
317b[…].
Χορος
Χο.
Χο.
317c[…].
Βασιλευς
Βα.
Βα.
318τίν’οὖν ἔτ’ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορος
Χο.
Χο.
319Βῆλον δίπαιδα πατέρα τοῦδ’ἐμοῦ πατρός.
Βασιλευς
Βα.
Βα.
320τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορος
Χο.
Χο.
321Δαναός, ἀδελφὸς δ’ἐστὶ πεντηκοντάπαις.
Βασιλευς
Βα.
Βα.
322καὶ τοῦδ’ἄνοιγε το- τοὔνομ’ἀφθόνῳ λόγῳ.
Χορος
Χο.
Χο.
323Αἴγυπτος. εἰδὼς δ’ἁμὸν ἀρχαῖον γένος
324πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
Βασιλευς
Βα.
Βα.
325δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
326τα- τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
327λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορος
Χο.
Χο.
328ἄναξ Πελασγῶν, αἰόλ’ἀνθρώπων κακά.
329πόνου δ’ἴδοις ἂν οὐδαμοῦ τα- ταὐτὸν πτερόν ·
330ἐπεὶ τίς ηὔχει τήνδ’ἀνέλπιστον φυγὴν
331κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
332ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλευς
Βα.
Βα.
333τί φὴς ἱκνεῖσθαι τῶνδ’ἀγωνίων θεῶν,
334λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορος
Χο.
Χο.
335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλευς
Βα.
Βα.
336πότερα κατ’ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορος
Χο.
Χο.
337τίς δ’ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλευς
Βα.
Βα.
338σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορος
Χο.
Χο.
339καὶ δυστυχούντων γ’εὐμαρὴς ἀπαλλαγή.
Βασιλευς
Βα.
Βα.
340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορος
Χο.
Χο.
341αἰτοῦσι μὴ ’κδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλευς
Βα.
Βα.
342βαρέα σύ γ’εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορος
Χο.
Χο.
343ἀλλ’ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλευς
βα.
βα.
344εἴπερ γ’ἀπ’ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορος
Χο.
Χο.
345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ’ἐστεμμένην.
Βασιλευς
Βα.
Βα.
346πέφρικα λεύσσων τάσδ’ἕδρας κατασκίους.
Χορος
Χο.
Χο.
347βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
348Παλαίχθονος τέκος, κλῦθί μου
349πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
350ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
351λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
352ἠλιβάτοις, ἵν’ἀλκᾷ πίσυνος
353μέμυκε φράζουσα βοτῆρι μόχθους.
Βασιλευς
Βα.
Βα.
354ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
355νεύονθ’ὅμιλον τόνδ’ἀγωνίων θεῶν.
356εἴη δ’ἄνατον πρᾶγμα τοῦτ’ἀστοξένων.
357μη δ’ἐξ ἀέλπτων κα- κἀπρομηθήτων πόλει
358νεῖκος γένηται · τῶν γὰρ οὐ δεῖται πόλις.
Χορος
Χο.
Χο.
359ἴδοιτο δῆτ’ἄνατον φυγὰν
360ἱκεσία Θέμις Διὸς κλαρίου.
361σὺ δὲ παρ’ὀψιγόνου μάθε γεραιόφρων ·
362ποτιτρόπαιον αἰδόμενος † οὖνπερ
363ἱεροδόκα † […]
364θεῶν λήματ’ἀπ’ἀνδρὸς ἁγνοῦ.
Βασιλευς
Βα.
Βα.
365οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
366ἐμῶν. τὸ κοινὸν δ’εἰ μιαίνεται πόλις,
367ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
368ἐγὼ δ’ἂν οὐ κραίνοιμ’ὑπόσχεσιν πάρος,
369ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
Χορος
Χο.
Χο.
370σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.
371πρύτανις ἄκριτος ὤν,
372κρατύνεις βωμόν, ἑστίαν χθονός,
373μονοψήφοισι νεύμασιν σέθεν,
374μονοσκήπτροισι δ’ἐν θρόνοις χρέος
375πᾶν ἐπικραίνεις · ἄγος φυλάσσου.
Βασιλευς
Βα.
Βα.
376ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
377ὑμῖν δ’ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.
378οὐ δ’αὖ τόδ’εὖφρον, τάσδ’ἀτιμάσαι λιτάς.
379ἀμηχανῶ δὲ καὶ φόβος μ’ἔχει φρένας
380δρᾶσαίτε μὴ δρᾶσαίτε καὶ τύχην ἑλεῖν.
Χορος
Χο.
Χο.
381τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
382φύλακα πολυπόνων
383βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
384δίκας οὐ τυγχάνουσιν ἐννόμου.
385μένει τοι Ζηνὸς ἱκταίου κότος
386δυσπαραθέλκτους παθόντος οἴκτοις.
Βασιλευς
Βα.
Βα.
387εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
388νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
389εἶναι, τίς ἂν τοῖσδ’ἀντιωθῆναι θέλοι;
390δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
391ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορος
Χο.
Χο.
392μή τί ποτ’οὖν γενοίμαν ὑποχείριος
393κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
394μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
395φυγάν · ξύμμαχον δ’ἑλόμενος δίκαν
396κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλευς
Βα.
Βα.
397οὐκ εὔκριτον τὸ κρῖμα. μή μ’αἱροῦ κριτήν.
398εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
399πράξαιμ’ἄν, οὐ δέ περ κρατῶν, μὴ καί ποτε
400εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,
401“ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν”.
Χορος
Χο.
Χο.
402ἀμφοτέρους ὁμαίμων τάδ’ἐπισκοπεῖ
403Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
404ἄδικα μὲν κακοῖς, ὅσια δ’ἐννόμοις.
405τί τῶνδ’ἐξ ἴσου ῥεπομένων
406μεταλγεῖς τὸ δίκαιον ἔρξας;
Βασιλευς
Βα.
Βα.
407δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
408δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν
409δεδορκὸς ὄμμα, μη δ’ἄγαν ᾠνωμένον,
410ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
411αὐτοῖσίθ’ἡμῖν ἐκτελευτήσει καλῶς,
412καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
413μήτ’ἐν θεῶν ἕδραισιν ὧδ’ἱδρυμένας
414ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
415βαρὺν ξύνοικον θησόμεσθ’ἀλάστορα,
416ὃς οὐ δ’ἐν Ἅιδου τὸν θανόντ’ἐλευθεροῖ.
417μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Χορος
Χο.
Χο.
418φρόντισον καὶ γενοῦ
419πανδίκως εὐσεβὴς
420πρόξενος · τὰν φυγάδα μὴ προδῷς,
421τὰν ἕκαθεν ἐκβολαῖς
422δυσθέοις ὀρμέναν ·
423μη δ’ἴδῃς μ’ἐξ ἑδρᾶν
424πολυθέων
425ῥυσιασθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
426γνῶθι δ’ὕβριν ἀνέρων
427καὶ φύλαξαι κότον.
428μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
429ἀπὸ βρετέων βίᾳ
430δίκας ἀγομέναν
431ἱππηδὸν ἀμπύκων,
432πολυμίτων πέπλωντ’ἐπιλαβὰς ἐμῶν.
433ἴσθι γάρ · παισὶ τάδε καὶ δόμοις,
434ὁπότερ’ἂν κτίσῃς,
435μένει ἄρ ἐκτίνειν
436ὁμοιΐαν θέμιν.
437τάδε φράσαι δίκαια Διόθεν κράτη.
Βασιλευς
Βα.
Βα.
438καὶ δὴ πέφρασμαι. δεῦρο δ’ἐξοκέλλεται.
439ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
440πᾶσ’ἔστ’ἀνάγκη, καὶ γεγόμφωται σκάφος
441στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
442ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
443καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
444† ἄτην γε μείζω καὶ μέγ’ἐμπλήσας γόμου †
445γένοιτ’ἂν ἄλλα Κτησίου Διὸς χάριν ·
446καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
447γένοιτο μύθου μῦθος ἂν θελκτήριος
448.
449ὅπως δ’ὅμαιμον αἷμα μὴ γενήσεται,
450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
451θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
452ἦ κάρτα νείκους τοῦδ’ἔσω παροίχομαι
453θέλω δ’ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
454εἶναι. γένοιτο δ’εὖ παρὰ γνώμην ἐμήν.
Χορος
Χο.
Χο.
455πολλῶν ἄκουσον τέρματ’αἰδοίων λόγων.
Βασιλευς
Βα.
Βα.
456ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορος
Χο.
Χο.
457ἔχω στρόφους ζώναςτε, συλλαβὰς πέπλων.
Βασιλευς
Βα.
Βα.
458τάχ’ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορος
Χο.
Χο.
459ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή —
Βασιλευς
Βα.
Βα.
460λέξον τίν’αὐδὴν τήνδε γηρυθεῖσ’ἔσῃ.
Χορος
Χο.
Χο.
461εἰ μή τι πιστὸν τῷδ’ὑποστήσεις στόλῳ —
Βασιλευς
Βα.
Βα.
462τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορος
Χο.
Χο.
463νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλευς
Βα.
Βα.
464αἰνιγματῶδες το- τοὔπος · ἀλλ’ἁπλῶς φράσον.
Χορος
Χο.
Χο.
465ἐκ τῶνδ’ὅπως τάχιστ’ἀπάγξασθαι θεῶν.
Βασιλευς
Βα.
Βα.
466ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορος
Χο.
Χο.
467ξυνῆκας · ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλευς
Βα.
Βα.
468καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
469κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται ·
470ἄτης δ’ἄβυσσον πέλαγος οὐ μάλ’εὔπορον
471τόδ’ἐσβέβηκα, κα- κοὐδαμοῦ λιμὴν κακῶν.
472εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ἐκπράξω χρέος,
473μίασμ’ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
474εἰ δ’αὖθ’ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
476πῶς οὐχὶ τα- τἀνάλωμα γίγνεται πικρόν,
477ἄνδρας γυναικῶν οὕνεχ’αἱμάξαι πέδον;
478ὅμως δ’ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
479ἱκτῆρος · ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
481κλάδουςτε τούτους αἶψ’ἐν ἀγκάλαις λαβὼν
482βωμοὺς ἐπ’ἄλλους δαιμόνων ἐγχωρίων
483θές, ὡς ἴδωσι τῆσδ’ἀφίξεως τέκμαρ
484πάντες πολῖται, μη δ’ἀπορριφθῇ ψόγος
485ἐμοῦ · κατ’ἀρχῆς γὰρ φιλαίτιος λεώς.
486καὶ γὰρ τάχ’ἄν τις οἰκτίσας ἰδὼν τάδε
487ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
488ὑμῖν δ’ἂν εἴη δῆμος εὐμενέστερος ·
489τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναος
Δα.
Δα.
490πολλῶν τάδ’ἡμῖν ἐστιν ἠξιωμένα,
491αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
492ὀπάονας δὲ φράστοράςτ’ἐγχωρίων
493ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
494βωμοὺς προνάους καὶ † πολισσούχων † ἕδρας
495εὕρωμεν, ἀσφάλεια δ’ᾖ δι’ἄστεως
496στείχουσι · μορφῆς δ’οὐχ ὁμόστολος φύσις.
497Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
498τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον ·
499καὶ δὴ φίλον τις ἔκταν’ἀγνοίας ὕπο.
Βασιλευς
Βα.
Βα.
500στείχοιτ’ἄν, ἄνδρες · εὖ γὰρ ὁ ξένος λέγει.
501ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας ·
502καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
503ναύτην ἄγοντας τόνδ’ἐφέστιον θεῶν.
Χορος
Χο.
Χο.
504τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι ·
505ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
Βασιλευς
Βα.
Βα.
506κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορος
Χο.
Χο.
507καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλευς
Βα.
Βα.
508λευρὸν κατ’ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορος
Χο.
Χο.
509καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλευς
Βα.
Βα.
510οὔτοι πτερωτῶν ἁρπαγαῖς σ’ἐκδώσομεν.
Χορος
Χο.
Χο.
511ἀλλ’εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλευς
Βα.
Βα.
512εὔφημον εἴη το- τοὔπος εὐφημουμένῃ.
Χορος
Χο.
Χο.
513οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλευς
Βα.
Βα.
514ἀεί γ’ἄναρκτόν ἐστι δεῖμ’ἐξαίσιον.
Χορος
Χο.
Χο.
515σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
Βασιλευς
Βα.
Βα.
516ἀλλ’οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
517ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
518στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ ·
519καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
520πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
521λιταῖς παραιτοῦ τῶν σ’ἔρως ἔχει τυχεῖν.
522ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.
523πειθὼ δ’ἕποιτο καὶ τύχη πρακτήριος.
Χορος
Χο.
Χο.
524ἄναξ ἀνάκτων, μακάρων
525μακάρτατε καὶ τελέων
526τελειότατον κράτος, ὄλβιε Ζεῦ,
527πιθοῦτε καὶ γένει σῷ
528ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.
529λίμνᾳ δ’ἔμβαλε πορφυροειδεῖ
530τὰν μελανόζυγ’ἄταν.
531τὸ πρὸς γυναικῶν δ’ἐπιδὼν
532παλαίφατον ἁμέτερον
533γένος φιλίας προγόνου γυναικὸς
534νέωσον εὔφρον’αἶνον,
535γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς ·
536Δῖαί τοι γένος εὐχόμεθ’εἶναι
537γᾶς ἀπὸ τᾶσδ’ἄποικοι.
538παλαιὸν, δ’εἰς ἴχνος μετέσταν
539ματέρος ἀνθονόμους ἐπωπάς,
540λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
541οἴστρῳ ἐρεθομένα
542φεύγει ἁμαρτίνοος,
543πολλὰ βροτῶν διαμειβομένα
544φῦλα, διχῇ δ’ἀντίπορον
545γαῖαν ἐν αἴσᾳ
546διατέμνουσα πόρον κυματίαν ὁρίζει ·
547ἰάπτει δ’Ἀσίδος δι’αἴας
548μηλοβότου Φρυγίας διαμπάξ.
549περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
550Λύδιάτε γύαλα,
551καὶ δι’ὀρῶν Κιλίκων
552Παμφύλωντε διορνυμένα
553καί ποταμοὺς ἀενάους
554καὶ βαθύπλουτον χθόνα καὶ
555τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
556ἱκνεῖται δὴ σινουμένα βέλει
557βουκόλου πτερόεντος
558Δῖον πάμβοτον ἄλσος,
559λειμῶνα χιονόβοσκον, ὅντ’ἐπέρχεται
560Τυφῶ μένος,
561ὕδωρτε Νείλου νόσοις ἄθικτον,
562μαινομένα πόνοις
563ἀτίμοις ὀδύναιςτε
564κεντροδαλήτισι, θυιὰς Ἥρας.
565βροτοὶ δ’, οἳ γᾶς τότ’ἦσαν ἔννομοι
566χλωρῷ δείματι θυμὸν
567πάλλοντ’ὄψιν ἀήθη,
568βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
569τὰν μὲν βοός,
570τὰν δ’αὖ γυναικός · τέρας δ’ἐθάμβουν.
571καὶ τότε δὴ τίς ἦν ὁ
572θέλξας πολύπλαγκτον ἀθλίαν
573οἰστροδόνητον Ἰώ;
574δι’αἰῶνος κρέων ἀπαύστου
575Ζεὺς […]
576Διὸς δ’ἀπημάντῳ σθένει
577καὶ θείαις ἐπιπνοίαις
578παύεται, δακρύων δ’
579ἀποστάζει πένθιμον αἰδῶ.
580λαβοῦσα δ’ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
581γείνατο παῖδ’ἀμεμφῆ,
582δι’αἰῶνος μακροῦ πάνολβον ·
583ἔνθεν πᾶσα βοᾷ χθών, “
584φυσιζόου γένος τόδε
585Ζηνός ἐστιν ἀληθῶς ·
586τίς γὰρ ἂν κατέπαυσεν
587Ἥρας νόσους ἐπιβούλους”;
588Διὸς τόδ’ἔργον καὶ τόδ’ἂν γένος λέγων
589ἐξ Ἐπάφου κυρήσαις.
590τίν’ἂν θεῶν ἐνδικωτέροισιν
591κεκλοίμαν εὐλόγως ἐπ’ἔργοις;
592αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
593γένους παλαιόφρων μέγας
594τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
595ὑπ’ἀρχᾶς δ’οὔ τινος θοάζων
596τὸ μεῖον κρεισσόνων κρατύνει.
597οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
598πάρεστι δ’ἔργον ὡς ἔπος
599σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναος
Δα.
Δα.
600θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων ·
601δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορος
Χο.
Χο.
602ὦ χαῖρε πρέσβυ, φίλτατ’ἀγγέλλων ἐμοί
603ἔνισπε δ’ἡμῖν ποῖ κεκύρωται τέλος,
604δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναος
Δα.
Δα.
605ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
606ἀλλ’ὥστ’ἀνηβῆσαί με γηραιᾷ φρενί ·
607πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
608ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον ·
609ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
610κα- κἀρρυσιάστους ξύντ’ἀσυλίᾳ βροτῶν ·
611καὶ μήτ’ἐνοίκων μήτ’ἐπηλύδων τινὰ
612ἄγειν · ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
613τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
614ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
615τοιάνδ’ἔπειθεν ῥῆσιν ἀμφ’ἡμῶν λέγων
616ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
617μέγαν προφωνῶν μήποτ’εἰσόπιν χρόνου
618πόλιν παχῦναι, ξενικὸν ἀστικόνθ’ἅμα
619λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620ἀμήχανον βόσκημα πημονῆς πέλειν.
621τοιαῦτ’ἀκούων χερσὶν Ἀργεῖος λεὼς
622ἔκραν’ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
623δημηγόρους δ’ἤκουσεν εὐπιθὴς στροφὰς
624δῆμος Πελασγῶν · Ζεὺς δ’ἐπέκρανεν τέλος
Χορος
Χο.
Χο.
625ἄγε δή, λέξωμεν ἐπ’Ἀργείοις
626εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
627Ζεὺς δ’ἐφορεύοι ξένιος ξενίου
628στόματος τιμὰς ἐπ’ἀληθείᾳ,
629τέρμον’ἄμεμπτον προσαπαντᾶν.
630νῦν ὅτε καί, θεοὶ
631διογενεῖς, κλύοιτ’
632εὐκταῖα γένει χεούσας ·
633μήποτε πυρίφατον
634γᾶν Πελασγίαν
635τὸν ἄκορον βοᾶς,
636κτίσαι μάχλον Ἄρη,
637τὸν ἀρότοις
638θερίζοντα βροτοὺς ἐν ἄλλοις,
639οὕνεκ’ᾤκτισαν ἡμᾶς,
640ψῆφον δ’εὔφρον’ἔθεντο,
641αἰδοῦνται δ’ἱκέτας Διός,
642ποίμναν τάνδ’ἀμέγαρτον ·
643οὐ δὲ μετ’ἀρσένων
644ψῆφον ἔθεντ’
645ἀτιμώσαντες ἔριν γυναικῶν,
646Δῖον ἐπιδόμενοι
647πράκτορα σκοπὸν
648δυσπολέμητον, ὃν
649τίς ἂν δόμος ἔχοι
650ἐπ’ὀρόφων
651μιαίνοντα; βαρὺς δ’ἐφίζει.
652ἅζονται γὰρ ὁμαίμους
653Ζηνὸς ἵκτορας ἁγνοῦ.
654τοιγάρτοι καθαροῖσι
655βωμοῖς θεοὺς ἀρέσονται.
656τοιγὰρ ὑποσκίων
657ἐκ στομάτων
658ποτάσθω φιλότιμος εὐχά,
659μήποτε λοιμὸς ἀνδρῶν
660τάνδε πόλιν κενώσαι ·
661μη δ’ἐπιχωρίοις ἔρις
662πτώμασιν αἱματίσαι πέδον γᾶς.
663ἥβας δ’ἄνθος ἄδρεπτον
664ἔστω, μη δ’Ἀφροδίτας
665εὐνάτωρ βροτολοιγὸς
666Ἄρης κέρσειεν ἄωτον.
667† καὶ γεραροῖσι
668πρεσβυτοδόκοι
669γεμόντων † θυμέλαι φλεγόντων.
670τὼς πόλις εὖ νέμοιτο
671Ζῆνα μέγαν σεβόντων,
672τὸν ξένιον δ’ὑπερτάτως,
673ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
674τίκτεσθαι δ’ἐφόρους γᾶς
675ἄλλους εὐχόμεθ’ἀεί,
676Ἄρτεμιν δ’Ἑκάταν
677γυναικῶν λόχους ἐφορεύειν.
678μη δέ τις ἀνδροκμὴς
679λοιγὸς ἐπελθέτω
680τάνδε πόλιν δαΐζων,
681ἄχορον ἀκίθαριν
682δακρυογόνον Ἄρη
683βοάντ’ἔνδημον ἐξοπλίζων.
684νούσων δ’ἑσμὸς ἀπ’ἀστῶν
685ἵζοι κρατὸς ἀτερπής ·
686εὐμενὴς δ’ὁ Λύκειος
687ἔστω πάσᾳ νεολαίᾳ.
688καρποτελῆ δέ τοι
689Ζεὺς ἐπικραινέτω
690φέρματι γᾶν πανώρῳ.
691πρόνομα δὲ βότ’ἀγροῖς
692πολύγονα τελέθοι ·
693τὸ πᾶντ’ἐκ δαιμόνων λάχοιεν.
694εὔφαμον δ’ἐπὶ βωμοῖς
695μοῦσαν θείατ’ἀοιδοί.
696ἁγνῶντ’ἐκ στομάτων
697φερέσθω φάμα φιλοφόρμιγξ.
698φυλάσσοιτ’ἀτρεμαῖα τιμὰς
699τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
700προμαθὶς εὐκοινόμητις ἀρχά.
701ξένοισίτ’εὐξυμβόλους,
702πρὶν ἐξοπλίζειν Ἄρη,
703δίκας ἄτερ πημάτων διδοῖεν.
704θεοὺς δ’, οἳ γᾶν ἔχουσιν ἀεὶ
705τίοιεν ἐγχωρίοις πατρῴαις
706δαφνηφόροις βουθύτοισι τιμαῖς.
707τὸ γὰρ τεκόντων σέβας
708τρίτον τόδ’ἐν θεσμίοις
709Δίκας γέγραπται μεγιστοτίμου.
Δαναος
Δα.
Δα.
710εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.
711ὑμεῖς δὲ μὴ τρέσητ’ἀκούσασαι πατρὸς
712ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
713ἱκεταδόκου γὰρ τῆσδ’ἀπὸ σκοπῆς ὁρῶ
714τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει ·
715στολμοίτε λαίφους καὶ παραρρύσεις νεώς,
716καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ’ὁδόν,
717οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
718ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
719πρέπουσι δ’ἄνδρες νάιοι μελαγχίμοις
720γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
721καὶ τα- τἄλλα πλοῖα πᾶσάθ’ἡ ’πικουρία
722εὔπρεπτος · αὐτὴ δ’ἡγεμὼν ὑπὸ χθόνα
723στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
724ἀλλ’ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
725πρὸς πρᾶγμ’ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
726ἐγὼ δ’ἀρωγοὺς ξυνδίκουςθ’ἥξω λαβών.
727ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,
728ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
729ἀλλ’οὐδὲν ἔσται τῶνδε · μὴ τρέσητέ νιν.
730ὅμως δ’ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
731ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
732θάρσει · χρόνῳ τοι κυρίῳτ’ἐν ἡμέρᾳ
733θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορος
Χο.
Χο.
734πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
735ἥκουσι · μῆκος δ’οὐδὲν ἐν μέσῳ χρόνου.
736περίφοβόν μ’ἔχει τάρβος ἐτητύμως
737πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
738παροίχομαι, πάτερ, δείματι.
Δαναος
Δα.
Δα.
739ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
740θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ’οἶδ’ἐγώ.
Χορος
Χο.
Χο.
741ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
742μάχηςτ’ἄπληστον · καὶ λέγω πρὸς εἰδότα.
743δοριπαγεῖς δ’ἔχοντες κυανώπιδας
744νῆας ἔπλευσαν ὧδ’ἐπιτυχεῖ κότῳ
745πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
Δαναος
Δα.
Δα.
746πολλοὺς δέ γ’εὑρήσουσιν ἐν μεσημβρίας
747θάλπει βραχίον’εὖ κατερρινημένους.
Χορος
Χο.
Χο.
748μόνην δὲ μὴ πρόλειπε · λίσσομαι, πάτερ.
749γυνὴ μονωθεῖσ’οὐδέν · οὐκ ἔνεστ’Ἄρης.
750οὐλόφρονες, δὲ καὶ δολιομήτιδες
751δυσάγνοις φρεσίν, κόρακες ὥστε,
752βωμῶν ἀλέγοντες οὐδέν.
Δαναος
Δα.
Δα.
753καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ’ὦ τέκνα,
754εἰ σοίτε καὶ θεοῖσιν ἐχθαιροίατο.
Χορος
Χο.
Χο.
755οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
756δείσαντες ἡμῶν χεῖρ’ἀπόσχωνται, πάτερ.
757περίφρονες δ’ἄγαν ἀνιέρῳ μένει
758μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
759οὐδὲν ἐπαΐοντες.
Δαναος
Δα.
Δα.
760ἀλλ’ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
761εἶναι · βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορος
Χο.
Χο.
762ὡς καὶ ματαίων ἀνοσίωντε κνωδάλων
763ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
Δαναος
Δα.
Δα.
764οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
765οὐ δ’ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
766ἐς γῆν ἐνεγκεῖν, οὐ δ’ἐν ἀγκυρουχίαις
767θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
768ἄλλωςτε καὶ μολόντες ἀλίμενον χθόνα
769ἐς νύκτ’ἀποστείχοντος ἡλίου. φιλεῖ
770ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
771οὕτω γένοιτ’ἂν οὐ δ’ἂν ἔκβασις στρατοῦ
772καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
773φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν ·
774[…]
774bπράξας ἀρωγήν · ἄγγελον δ’οὐ μέμψεται
775πόλις γέρονθ’, ἡβῶντα δ’εὐγλώσσῳ φρενί.
Χορος
Χο.
Χο.
776ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
777τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
778χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
779μέλας γενοίμαν καπνὸς
780νέφεσσι γειτονῶν Διός ·
781τὸ πᾶν δ’ἄφαντος
782ἀμπετὴς ἀιδνὸς ὡς
783κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
784ἄφυκτον δ’οὐκέτ’ἂν πέλοι κακόν ·
785κελαινόχρως δὲ πάλλεταί μου καρδία.
786πατρὸς σκοπαὶ δέ μ’εἷλον · οἴχομαι φόβῳ.
787θέλοιμι δ’ἂν μορσίμου
788βρόχου τυχεῖν ἐν ἀρτάναις,
789πρὶν ἄνδρ’ἀπευκτὸν
790τῷδε χριμφθῆναι χροΐ.
791πρόπαρ θανούσας δ’Ἀίδας ἀνάσσοι.
792πόθεν δέ μοι γένοιτ’ἂν αἰθέρος θρόνος,
793πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
794ἢ λισσὰς αἰγίλιψ
795ἀπρόσδεικτος οἰόφρων κρεμὰς
796γυπιὰς πέτρα, βαθὺ
797πτῶμα μαρτυροῦσά μοι,
798πρὶν δαΐκτορος βίᾳ
799καρδίας γάμου κυρῆσαι;
800κυσὶν δ’ἔπειθ’ἕλωρα κα- κἀπιχωρίοις
801ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν ·
802τὸ γὰρ θανεῖν
803ἐλευθεροῦται φιλαιάκτων κακῶν.
804ἐλθέτω μόρος, πρὸ
805κοίτας γαμηλίου τυχών.
806ἀμφυγᾶς τίν’ἔτι πόρον
807τέμνω γάμου λυτῆρα;
808ἴυζε δ’ὀμφὰν οὐρανίαν
809μέλεα μέλη λιτανὰ θεοῖς ·
810τέλεα δέ πως πελόμενά μοι
811λύσιμάτ’ἄχιμάτ’ἔπιδε, πάτερ,
812βίαια μὴ φαιδρῶς ὁρῶν
813ὄμμασιν ἐνδίκοις.
815σεβίζου δ’ἱκέτας σέθεν,
816γαιάοχε παγκρατὲς Ζεῦ.
817γένος γὰρ Αἰγύπτειον ὕβριν
818δύσφορον ἀρσενογενὲς
819μετά με δρόμοισι διόμενοι
820φυγάδα μάταισι πολυθρόοις
821βίαια δίζηνται λαβεῖν.
822σὸν δ’ἐπίπαν ζυγὸν
823ταλάντου. τί δ’ἄνευ σέθεν
824θνατοῖσι τέλειόν ἐστιν;
825ὄ ὄ ὄ, ἆ ἆ ἆ ·
826ὅδε μάρπτις νάιος γάιος.
827τῶν πρό, μάρπτι, κάμνοις ·
828† ἰόφG2 ὀμG2 αὖθι κάκκας νυ
829δυϊαν βοᾶν ἀμφαίνω †.
830† ὁρῶ τάδε φροίμια † πράξαν πόνων
831βιαίων ἐμῶν. ἠὲ ἠέ.
832βαῖνε φυγᾷ πρὸς ἀλκάν ·
833† βλοσυρόφρονα χλιδᾷ
834δύσφορα ναῒ κα- κἀν γᾷ.
835γαϊάναξ προτάσσου †.
Κηρυξ
Κη.
Κη.
836σοῦσθε σοῦσθ’ἐπὶ
837βᾶριν ὅπως ποδῶν ἔχετε
838† οὐκοῦν οὐκοῦν †
839τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
840πολυαίμων φόνιος
841ἀποκοπὰ κρατός.
842σοῦσθε σοῦσθ’† ὀλύμεναι † ὀλόμεν’ἐπαμίδα.
Χορος
Χο.
Χο.
843εἴθ’ἀνὰ πολύρυτον
844ἁλμήεντα πόρον
845δεσποσίῳ ξὺν ὕβρει,
846γομφοδέτῳτε δόρει διώλου.
847† αἵμονες ὡς ἐπάμιδα
848ησυδουπιάπιτα †
Κηρυξ
Κη.
Κη.
849† κελεύω βοᾶν μεθέσθαι
850ἴχαρ φρενίτ’ἄταν †.
851ἰοὺ ἰού.
852λεῖφ’ἕδρανα, κί’ἐς δόρυ.
853ἀτίετον ἄπολιν οὐ σέβω.
Χορος
Χο.
Χο.
854μήποτε πάλιν ἴδοιμ’
855ἀλφεσίβοιον ὕδωρ,
856ἔνθεν ἀεξόμενον
857ζώφυτον αἷμα βροτοῖσι θάλλει.
858ἔγγαιος ἐγὼ βαθυχαῖος
860† βαθρείας βαθρείας, γέρον †.
Κηρυξ
Κη.
Κη.
861σὺ δ’ἐν ναῒ ναῒ βάσῃ
862τάχα θέλεος ἀθέλεος,
863βίᾳ βίᾳτε πολλᾷ φροῦδα.
864† βάτεαι βαθυμιτροκακὰ παθῶν †
865.
Χορος
Χο.
Χο.
866αἰαῖ αἰαῖ.
867αἲ γὰρ δυσπαλάμως ὄλοιο
868δι’ἁλίρρυτον ἄλσος,
869κατὰ Σαρπηδόνιον
870χῶμα πολύψαμμον ἀλαθεὶς
871Εὐρεΐαισιν αὔραις.
Κηρυχ
Κη.
Κη.
872ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
873Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.
874875
βόα, χέον πικρότερον οἰζύος νόμον.
Χορος
Χο.
Χο.
876οἰοῖ οἰοῖ,
877λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων
878περί, χάμψα, βρυάζεις ·
879ὃς ἐπωπᾷ σ’, ὁ μέγας
880Νεῖλος, ὑβρίζοντά σ’
881ἀποτρέψειεν ἄιστον ὕβριν.
Κηρυξ
Κη.
Κη.
882βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
883ὅσον τάχιστα · μη δέ τις σχολαζέτω.
884ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ’ἅζεται.
Χορος
Χο.
Χο.
885οἰοῖ, πάτερ, βρέτεος ἄρος
886ἀτᾷ μ’. ἅλαδ’ἄγει
887ἄραχνος ὡς βάδην.
888ὄναρ ὄναρ μέλαν,
889ὀτοτοτοτοῖ,
890μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν
891φοβερὸν ἀπότρεπε,
892ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.
Κηρυξ
Κη.
Κη.
893οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε ·
894οὐ γάρ μ’ἔθρεψαν, οὐ δ’ἐγήρασαν τροφῇ.
Χορος
Χο.
Χο.
895μαιμᾷ πέλας δίπους ὄφις ·
896ἔχιδνα δ’ὥς μέ τις
897πόδα δακοῦσ’ἔχει.
898ὀτοτοτοτοῖ,
899μᾶ Γᾶ μᾶ Γᾶ βοὰν
900φοβερὸν ἀπότρεπε,
901ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.
Κηρυξ
Κη.
Κη.
902εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
903λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορος
Χο.
Χο.
904διωλόμεσθ’· ἄσεπτ’, ἄναξ, πάσχομεν —
Κηρυξ
Κη.
Κη.
905πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
906ὄψεσθε · θαρσεῖτ’, οὐκ ἐρεῖτ’ἀναρχίαν.
Χορος
Χο.
Χο.
907ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
Κηρυχ
Κη.
Κη.
909ἕλξειν ἔοιχ’ὑμᾶς ἀποσπάσας κόμης,
910ἐπεὶ οὐκ ἀκούετ’ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλευς
Βα.
Βα.
911οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
912ἀνδρῶν Πελασγῶν τήνδ’ἀτιμάζεις χθόνα;
913ἀλλ’ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
914κάρβανος ὢν δ’Ἕλλησιν ἐγχλίεις ἄγαν ·
915καὶ πόλλ’ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κηρυξ
Κη.
Κη.
916τί δ’ἠμπλάκηται τῶνδ’ἐμοὶ δίκης ἄτερ;
Βασιλευς
Βα.
Βα.
917ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κηρυξ
Κη.
Κη.
918πῶς δ’οὐχί; τα- τἄμ’ὀλωλόθ’εὑρίσκων ἄγω.
Βασιλευς
Βα.
Βα.
919ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κηρυξ
Κη.
Κη.
920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλευς
Βα.
Βα.
921θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κηρυξ
Κη.
Κη.
922τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλευς
Βα.
Βα.
923οἱ δ’ἐνθάδ’οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κηρυξ
Κη.
Κη.
924ἄγοιμ’ἄν, εἴ τις τάσδε μὴ ’ξαιρήσεται.
Βασιλευς
Βα.
Βα.
925κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ’ἐς μακράν.
Κηρυξ
Κη.
Κη.
926ἤκουσα το- τοὔπος δ’οὐδαμῶς φιλόξενον.
Βασιλευς
Βα.
Βα.
927οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κηρυξ
Κη.
Κη.
928λέγοιμ’ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλευς
Βα.
Βα.
929ἀβουκόλητον τοῦτ’ἐμῷ, φρονήματι.
Κηρυξ
Κη.
Κη.
930ἀλλ’ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον, —
931καὶ γὰρ πρέπει κήρυκ’ἀπαγγέλλειν τορῶς
932ἕκαστα, — πῶς φῶ, πρὸς τίνοςτ’ἀφαιρεθεὶς
933ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
934οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
935Ἄρης · τὸ νεῖκος δ’οὐκ ἐν ἀργύρου λαβῇ
936ἔλυσεν · ἀλλὰ πολλὰ γίγνεται πάρος
937πεσήματ’ἀνδρῶν κα- κἀπολακτισμοὶ βίου.
Βασιλευς
Βα.
Βα.
938τί σοι λέγειν χρὴ το- τοὔνομ’; ἐν χρόνῳ μαθὼν
939εἴσῃ σύτ’αὐτὸς κα- χοἰ ξυνέμποροι σέθεν.
940ταύτας δ’ἑκούσας μὲν κατ’εὔνοιαν φρενῶν
941ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
942τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
943ψῆφος κέκρανται, μήποτ’ἐκδοῦναι βίᾳ
944στόλον γυναικῶν · τῶνδ’ἐφήλωται τορῶς
945γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
946ταῦτ’οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
947οὐ δ’ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
948σαφῆ δ’ἀκούεις ἐξ ἐλευθεροστόμου
949γλώσσης. κομίζου δ’ὡς τάχιστ’ἐξ ὀμμάτων.
Κηρυξ
Κη.
Κη.
950ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
951εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
Βασιλευς
Βα.
Βα.
952ἀλλ’ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
953εὑρήσετ’οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
954ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
955θράσος λαβοῦσαι στείχετ’εὐερκῆ πόλιν,
956πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
957καὶ δώματ’ἐστὶ πολλὰ μὲν τὰ δήμια,
958δεδωμάτωμαι δ’οὐ δ’ἐγὼ σμικρᾷ χερί.
959ἔνθ’ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
960πολλῶν μετ’ἄλλων · εἰ δέ τις μείζων χάρις,
961πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
962τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
963πάρεστι, λωτίσασθε. προστάτης δ’ἐγὼ
964ἀστοίτε πάντες, ὧνπερ ἥδε κραίνεται
965ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορος
Χο.
Χο.
966ἀλλ’ἀντ’ἀγαθῶν ἀγαθοῖσι βρύοις,
967δῖε Πελασγῶν.
968πέμψον δὲ πρόφρων δεῦρ’ἡμέτερον
969πατέρ’εὐθαρσῆ Δαναόν, πρόνοον
970καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
971μῆτις, ὅπου χρὴ δώματα ναίειν
972καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
973ψόγον ἀλλοθρόοις
974εὔτυκος · εἴη δὲ τὰ λῷστα.
975σύντ’εὐκλείᾳ καὶ ἀμηνίτῳ
976βάξει λαῶν ἐγχώρων
977τάσσεσθε, φίλαι δμωίδες, οὕτως
978ὡς ἐφ’ἑκάστῃ διεκλήρωσεν
979Δαναὸς θεραποντίδα φερνήν.
Δαναος
Δα.
Δα.
980ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
981θύειντε λείβεινθ’, ὡς θεοῖς, Ὀλυμπίοις,
982σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
983καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
984φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις ·
985ἐμοὶ δ’ὀπαδοὺς τούσδε καὶ δορυσσόους
986ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
987καὶ μὴ ’ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
988λάθοιμι, χώρᾳ δ’ἄχθος ἀείζων πέλοι.
989τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
990χάριν σέβεσθαι τιμιωτέραν χρεών.
991καὶ ταῦθ’ἅμ’ἐγγράψασθε πρὸς γεγραμμένοις
992πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
993ἀγνῶθ’ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
994πᾶς δ’ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
995κακήν, τότ’εἰπεῖν εὐπετὲς μύσαγμά πως.
996ὑμᾶς δ’ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
997ὥραν ἐχούσας τήνδ’ἐπίστρεπτον βροτοῖς.
998τέρειν’ὀπώρα δ’εὐφύλακτος οὐδαμῶς ·
999θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
1000καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
1001† καρπώματα στάζοντα κηρύσσει Κύπρις
1002καλωρα κωλύουσαν θωσμένειν ἐρῶ †,
1003καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
1004πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
1005τόξευμ’ἔπεμψεν, ἱμέρου νικώμενος.
1006πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
1007πολὺς δὲ πόντος οὕνεκ’ἠρόθη δορί,
1008μη δ’αἶσχος ἡμῖν, ἡδονὴν δ’ἐχθροῖς ἐμοῖς
1009πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
1010τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
1011οἰκεῖν λάτρων ἄτερθεν · εὐπετῆ τάδε.
1012μόνον φύλαξαι τάσδ’ἐπιστολὰς πατρός,
1013τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορος
Χο.
Χο.
1014τα- τἄλλ’εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.
1015ἐμῆς δ’ὀπώρας οὕνεκ’εὖ θάρσει, πάτερ.
1016εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
1017ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Χορος Δαναιδων
Χο.
Χο.
1018ἴτε μὰν ἀστυάνακτας
1019μάκαρας θεοὺς γανάοντες πολιούχους
1020τε καὶ οἳ χεῦμ’Ἐρασίνου
1021περιναίουσιν παλαιόν.
1022ὑποδέξασθε δ’ὀπαδοὶ
1023μέλος · αἶνος δὲ πόλιν τήνδε Πελασγῶν
1024ἐχέτω, μη δ’ἔτι Νείλου
1025προχοὰς σέβωμεν ὕμνοις.
1026ποταμοὺς δ’οἳ διὰ χώρας
1027θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,
1028λιπαροῖς χεύμασι γαίας
1029τόδε μειλίσσοντες οὖδας.
1030ἐπίδοι δ’Ἄρτεμις ἁγνὰ
1031στόλον οἰκτιζομένα, μη δ’ὑπ’ἀνάγκας
1032γάμος ἔλθοι Κυθερείας ·
1033στυγίων πέλοι τόδ’ἆθλον.
Χορος Θεραπαινων
Χο.
Χο.
1034Κύπριδος δ’οὐκ ἀμελεῖ θεσμὸς ὅδ’εὔφρων
1035δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ.
1036τίεται δ’αἰολόμητις
1037θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
1038μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
1039Πόθος ᾇτ’οὐδὲν ἄπαρνον
1040τελέθει θέλκτορι Πειθοῖ.
1041δέδοται δ’Ἁρμονίᾳ μοῖρ’Ἀφροδίτας
1042ψεδυρᾷ τρίβῳτ’Ἐρώτων.
1043φυγάδεσσιν δ’ἐπιπνοίας κακάτ’ἄλγη
1044πολέμουςθ’αἱματόεντας προφοβοῦμαι.
1045τί ποτ’εὔπλοιαν ἔπραξαν
1046ταχυπόμποισι διωγμοῖς;
1047ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ’ἄν.
1048Διὸς οὐ παρβατός ἐστιν
1049μεγάλα φρὴν ἀπέρατος ·
1050μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
1051προτερᾶν πέλοι γυναικῶν.
Δαναις
Δα.
Δα.
1052ὁ μέγας Ζεὺς ἀπαλέξαι
1053γάμον Αἰγυπτογενῆ μοι.
Θεραπαινα
Θε.
Θε.
1054τὸ μὲν ἂν βέλτατον εἴη ·
Δαναις
Δα.
Δα.
1055σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
Θεραπαινα
Θε.
Θε.
1056σὺ δέ γ’οὐκ οἶσθα τὸ μέλλον.
Δαναις
Δα.
Δα.
1057τί δὲ μέλλω φρένα Δίαν
1058καθορᾶν, ὄψιν ἄβυσσον;
Θεραπαινα
Θε.
Θε.
1059μέτριον νῦν ἔπος εὔχου ·
Δαναις
Δα.
Δα.
1060τίνα καιρόν με διδάσκεις;
Θεραπαινα
Θε.
Θε.
1061τὰ θεῶν μηδὲν ἀγάζειν.
Χορος
Χο.
Χο.
1062Ζεὺς ἄναξ
1063ἀποστεροίη γάμον δυσάνορα
1064δάιον, ὅσπερ Ἰὼ
1065πημονᾶς ἐλύσατ’εὖ
1066χειρὶ παιωνίᾳ κατασχεθών,
1067εὐμενῆ βίαν κτίσας.
1068καὶ κράτος νέμοι
1069γυναιξίν · τὸ βέλτερον κακοῦ
1070καὶ τὸ δίμοιρον αἰνῶ,
1071καὶ δίκᾳ δίκας
1072ἕπεσθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
1073μαχαναῖς θεοῦ πάρα.