Flavius Arrianus

Array against the Alans

1ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς.
2συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππῆς, καὶ οὗτοι ἐπὶ δυοῖν, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου.
3πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵτε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Οὐήρῳ τῷ σφετέρῳ ἄρχοντι.
4ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλασσόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ Ἀκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἰόντων, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ τῆς φάλαγγος ἱππῆς, ἔπειτα οἱ καταπέλται, ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφ’αὐτῷ ὁ ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος καὶ οἱ χιλίαρχοι οἷς τέτακται, καὶ οἱ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρας ἐπιστάται.
5πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ τεσσάρων τεταγμένους ἰέναι.
6ἐπὶ δὲ τῇ πεντεκαιδεκάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλίαρχοι ἀμφ’αὐτῷ καὶ ἑκατόνταρχοι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.
7ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵτε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων, οἱ ὁπλῖται καὶ οἱ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν Ἀπλανῶν ἡγεῖται.
8ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ ἴλη τῶν Γετῶν καὶ ὁ ταύτης ἴλαρχος.
9τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν ἑκατόνταρχοι καὶ οἱ ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ἴλη ἡ Ἀλλακτικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππῆς. ὁ δὲ ἴλαρχος αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.
10ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω. οὕτω μὲν τεταγμένους ἰέναι.
11ἐλθόντας δὲ ἐς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆσαι ἐν κύκλῳ ἐς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι ἐς τὰ ὑπερδέξια χωρία σκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι σιγῇ, ὁπλισαμένους δὲ ἐς τάξιν καθίστασθαι.
12ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.
13προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτόςτε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόντε καὶ πεζικόν.
14ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵτε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ.
15τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι · τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ.
16τετάχθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ σύγκλεισις. καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστων κοντοφόρων, ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται. καὶ τούτους οἱ μὲν πρωτοστάται ἐς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον ·
17οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως ἐς ἀκοντισμὸν προβεβλήσθων τοὺς κοντοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες, καὶ ἱππότην κατακανοῦντες, ἢ θυρεῷ καὶ θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλθακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες. αἱ δὲ ἐφεξῆς τάξεις λογχοφόρων ἔστων.
18ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσπορανῶντε καὶ Ἰτουραίων.
19μηχαναὶ δὲ ἐφεστάντων τῷ κέρᾳ ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ αὗται κατόπιν τῆς πάσης φάλαγγος.
20τὸ δὲ ἱππικὸν σύμπαν κατὰ ἴλας καὶ λόχους ὀκτὼ συντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο · τὸ δὲ τῇ μέσῃ φάλαγγι, λόχοι ἕξ μημιον.
21τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστάντων, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτήν · ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι ἐς τὰ πλάγιάτε ἑκατέρωθεν ὁρώντων καὶ τὸ σύνθημα προσμενόντων.
22οἱ δὲ ἐπίλεκτοι ἱππῆς ἀμφ’αὐτὸν Ξενοφῶντα ἔστων, καὶ τῶν ἀπὸ τῆς φάλαγγος πεζῶν ὅσον ἐς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατόνταρχοι ὅσοι τοῖς ἐπιλέκτοις συντεταγμένοι, καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δέκαρχοι οἱ τῶν ἐπιλέκτων.
23ἔστων δὲ ἀμφ’αὐτὸν ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδῃ καὶ θεραπεύσῃ.
24ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς σὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν · τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχοι τῆς δωδεκάτης.
25οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ’ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι · πελαζόντων δὲ ἤδη ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλητε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵτε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίντε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων.
26καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας · εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόντε · τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας ·
27καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔςτε ἵππους καὶ αὐτούς. ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας ·
28τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι τοῖς ἐπιστρέφουσιν.
29ὁμοῦ δὲ οἵτε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων · μένειν δὲ μη δὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς φυγὴ κατάσχοι τοὺς ἐναντίους ·
30εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας · ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες δι’αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν.
31ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν, πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοίτε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες […]