Tactics
1.1G?ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλ’ἄλλος οὗτος Κλέαρχος. καὶ μὴν καὶ Παυσανίου ἐστὶ συγράμματα ὑπὲρ τούτων, εὕροις δ’ἂν καὶ Εὐαγγέλου ἄττα καὶ Πολυβίου τοῦ Ἀρκάδος, ὃς καὶ Σκηπίωνι τῷ Ῥωμαίῳ συνεγένετο, πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμοῦντι ἄλλουςτε καὶ ἐν ᾧ Καρχηδόνα τὴν ἐν Λιβύῃ εἷλέντε καὶ ἠνδραπόδισεν. συγγέγραπται δὲ ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει, οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλ’ἄλλῳ τούτῳ. Ποσειδώνιος δὲ ὁ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας κατέλιπεν.
1.2ἔστι δὲ σύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ μάλιστα οὐκ ὠφέλιμα, ὅτι ὡς πρὸς εἰδότας συγγέγραπται. καὶ τοίνυν τὰ ὀνόματα τῆςτε ὁπλίσεως ἑκάστης καὶ τῆς τάξεως οἳ μὲν ὡς γνώριμα ἀνέγραψαν, τὰ δέ ἐστιν εἰ μὴ ἐξηγήσαιο πάντη ἄγνωστα.
1.3τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν.
2.1ὡς οὖν εὐγνωστότατα ἔσται τοῖς ἐντυγχάνουσι τάτε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν ἐς τὸν πόλεμον ἣ μέν τις κατὰ γῆν τυγχάνει οὖσα, ἣ δὲ διὰ θαλάσσης · καὶ γὰρ οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δ’ἐν θαλάσσῃ. τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν ἢ καπηλικόν.
2.2τοῦ δὲ αὖ ἐν γῇ μαχίμου τὸ μέν ἐστι πεζικόν, τὸ δ’ἐπ’ὀχήματος ἄλλου καὶ ἄλλου. καὶ τῆς δευτέρας ἰδέας τὸ μὲν ἱππικόν, ὅπερ ἵπποις χρῆται, τὸ δ’ἐπὶ ἐλεφάντων, καθάπερ τὰ Ἰνδῶν στρατόπεδα καὶ τὰ Αἰθιοπικά, χρόνῳ δ’ὕστερον καὶ Μακεδόνες καὶ Καρχηδόνιοι καί που καὶ Ῥωμαῖοι.
2.3τοῦ δὲ ἀφ’ἵππων μαχητικοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἀφ’ἁρμάτων. καὶ τοῦ ἱππικοῦ οἳ ἱππῆς, οἳ δὲ ἄμφιπποι · ἱππῆς μὲν οἱ ἐφ’ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπ’ἄλλου ἐς ἄλλον. ἡ μὲν δὴ ἀπὸ τῶν ἐλεφάντων μάχη ἁπλῆ ἐστιν, πλήν γε δὴ ὅτι πύργους ἔφερον ἔστιν ὅτε οἱ ἐλέφαντες ·
2.4τῶν δὲ καὶ οἱ ὀδόντες σιδήρῳ ὀξεῖ ὡπλισμένοι ἦσαν, τοῦτε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀποθραύεσθαι εὐπετῶς. ἡ δὲ ἀπὸ τῶν ἁρμάτων μάχη πολυειδεστέρα ταύτης ·
2.5ἢ γὰρ ψιλὰ ἦν τὰ ἅρματα, καθάπερ τὰ Τρωϊκά, ἢ δρεπανηφόρα, ὡς ὕστερον τὰ Περσικά, καὶ ἢ πεφραγμένων τῶν ἵππων ἢ ἀφράκτων, καὶ ἢ ἁπλοῦ τοῦ ῥυμοῦ ἢ διπλοῦ, τὰ καὶ πολύρρυμα.
3.1αἱ δὲ πεζικαίτε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖςτε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ἡ ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέμηται, ἔςτε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας ἔχει καὶ ἀσπίδας ἢ θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, ἢ σαρίσας, ὡς Μακεδόνες.
3.2τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα, ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἢ ἀκοντίοις ἢ σφενδόναις ἢ λίθοις ἐκ χειρός.
3.4τὸ πελταστικόν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλιτικοῦ — ἡ γὰρ πέλτη σμικροτέρα τῆς ἀσπίδος καὶ ἐλαφροτέρα, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα —, βαρύτερον δὲ τοῦ ψιλοῦ τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, ἢ πῖλοι Λακωνικοὶ ἢ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλλησιν, ἢ ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.
4.1τῆς δ’ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγχάνει οὖσα, ἣ δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν ἡ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις ·
4.2ἄφρακτος δὲ ἡ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. καὶ δορατοφόροι μὲν οἱ πελάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομαχόμενοι, ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι.
4.4τῆς προτέρας δὲ ἰδέας οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφ’ὧν ξυστοφόροι.
4.5ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δ’ἕτεροι ἱπποτοξόται.
4.6αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν · οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον ὑπολειπόμενοι ἢ καὶ τῇ σπάθῃ διαχρώμενοι · καὶ οὗτοι καλοῦνται ἐλαφροί. — Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι.
4.7σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρτηται αὐτοῖς ἀπὸ τῶν ὤμων, καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς.
4.9λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι · συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.
5.1ἑκάστης δὲ τάξεως πεζικῆςτε καὶ ἱππικῆς συστήματάτ’ἐστὶ καὶ ἡγεμόνες καὶ ἀριθμὸς καὶ ὀνόματα, ὑπὲρ ὧν ἤδη λεκτέον.
5.2πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων παραλαβόντα πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι · τὸ δ’ἔστιν καταλοχίσαιτε καὶ συλλοχίσαι, ἀριθμόντε ἐπιθεῖναι τῷ πλήθει παντὶ σύμμετρον καὶ ἐπιτήδειον ἐς τὰς μάχας.
5.3τὸ γὰρ συντεταγμένον στράτευμα ἔντε τῇ πορείᾳ κουφότερον καὶ ἐν τῇ στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα δι’ἀταξίαν διαφθαρέντα ἴσμεν ὑπὸ ἐλάττονόςτε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλισμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατήσαντα περισσοῦ πλήθους τῇ εὐταξίᾳ.
5.4τὸ μὲν δὴ καταλοχίσαι ἐστὶν ἐς λόχους συντάξαι · ὁ δὲ λάχος ὀνομάζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. ἀριθμὸν δὲ τοῦ λόχου οἳ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν, οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα.
5.5κείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα. σύμμετρον γὰρ τοῦτο πρόςτε τὴν ἐπὶ μῆκος τάξιν καὶ πρὸς τὴν ἐς βάθος τῆς φάλαγγος καὶ πρὸς τὸ ὑπερτοξεύεσθαίτε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν τῶν ἐφεστηκότων.
5.6καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, ἡ τάξις σύμμετρος ἔσται · εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς ἡ φάλαγξ. τὴν δὲ ἐς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας, ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου τασσόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι · ὃ δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ ἡ γεμὼν καλεῖται.
6.1τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ δὲ δεκανίαν, τυχὸν οἷς ἐκ δέκα ὁ λόχος ἦν.
6.2ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν · οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο, οἳ δὲ τὸ τέταρτον τοῦ λάχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμόταρχον τὸν τούτου ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν ἡγούμενον τούτων διμοιρίτην.
6.3Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἡ ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ · ὅτι δὲ μεῖον πάντως γε τῷ ἡμίσει, δηλοῖ ἐν ᾧ λέγει ὅτι οἱ λοχαγοὶ κατ’ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν αὑτοῦ λόχον.
6.4ὁ μὲν δὴ τοῦ λοχαγοῦ κατόπιν ἑστὼς ἐπιστάτης καλεῖται, ὁ δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, ὁ δ’ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν τετάχθαι παραλλὰξ ἱσταμένων.
6.5χρὴ δὲ μὴ μόνον τὸν λοχαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι · πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπιτέτραπται.
6.6εἴη ἂν οὖν ὁ λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦτε καὶ οὐραγοῦ συντεταγμένος.
7.1συλλοχισμὸς δ’ἐστὶ παράθεσις λόχου ἑτέρῳ λόχῳ. γίγνεται δὲ εἰ τῷ τοῦ πρώτου στίχου λοχαγῷ ὁ τοῦ δευτέρου λοχαγὸς ἐπισταθείη, τῷ δὲ τούτου ἐπιστάτῃ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ ἐφεξῆς οὕτως. παραστάτης δὲ πᾶς ὁ συζυγῶν ὀνομάζεται, λοχαγὸς μὲν ὁ πρῶτος τῷ δευτέρῳ λοχαγῷ, ἐπιστάτης δὲ ὁ πρῶτος τῷ δευτέρῳ ἐπιστάτῃ, καὶ τοῦτο ἐφεξῆς ἔστε ἐπὶ τοὺς οὐραγοὺς τῶν λόχων. ἐπειδὰν οὖν πολλοὶ ἐφεξῆς λόχοι ταχθῶσι, συλλοχισμὸς τὸ τοιόνδε καλεῖται.
8.1τὸ δὲ σύμπαν σύνταγμα τοῦ πλήθους φάλαγξ ὀνομάζεται · ἧς μῆκος μὲν τὸ πρῶτον ἂν εἴη ἐκ τῶν λοχαγῶν σύνταγμα, ὅπερ καὶ μέτωπον ἤδη τινὲς ὀνομάζουσιν, ἔστιν δὲ οἳ πρόσωπον καὶ ζυγόν, καὶ στόμα δὲ ἄλλοι τα- ταὐτὸ τοῦτο, καὶ πρωτολοχίαν ἄλλοι.
8.2τὸ δὲ κατόπιν τοῦ μετώπου ἅπαν ἔστε ἐπὶ τοὺς οὐραγούς, βάθος ὀνομάζεται. καὶ τὸ μὲν κατὰ μῆκος ἐπ’εὐθείας εἶναι τοὺς πρωτοστάτας τοῖς πρωτοστάταις καὶ τοὺς ἐπιστάτας τοῖς ἐπιστάταις συζυγεῖν καλοῦσι, στοιχεῖν δὲ τὸ κατὰ βάθος ἐπ’εὐθείας εἶναι τοὺς οὐραγοὺς καὶ λοχαγούς. τέμνεται δὲ ἡ φάλαγξ ἐς μέρη τὰ μέγιστα δύο, δίχα διαιρουμένου τοῦ παντὸς μετώπου ἔστε ἐπὶ τὸ πᾶν βάθος.
8.3καὶ τούτου τὸ μὲν ἥμισυ τὸ ἐν δεξιᾷ δεξιὸν καλεῖται κέρας καὶ κεφαλή · τὸ δ’ἐν ἀριστερᾷ εὐώνυμον κέρας καὶ οὐρά.
8.4ἵνα δὲ ἡ διχοτομία γίγνεται τοῦ μήκους, ὀμφαλὸς ὀνομάζεται καὶ στόμα καὶ ἀραρός. ἐπὶ δὲ τοῖς ὁπλίταις τὸ πολὺ οἱ ψιλοὶ τάσσονται,
9.1ὡς τοῖς μὲν τὴν σκέπην ἐκ τῶν ὅπλων εἶναι, τοῖς δὲ ὁπλίταις αὖ τὴν ὠφέλειαν ἐκ τῶν κατόπιν ἀκοντισμάτων. οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλῃ χώρᾳ ἤδη ψιλοὶ ἐτάχθησαν, ὁπότε τούτου δέοι, ἢ ἐπὶ κέρως ἑκατέρου, ἢ εἰ πρόβλημα εἴη τοῦ ἑτέρου κέρως ποταμὸς ἢ τάφρος ἢ θάλασσα, ἐπὶ τοῦ ἑτέρου μόνον ἐν ὑπερδεξίῳ χωρίῳ τοῦ ἀποκρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον, ἢ ἐς κώλυσιν κυκλώσεως ·
9.2καὶ γὰρ αἱ τῶν ἱππέων τάξεις ἄλλοτε ἄλλῃ καθίστανται, ὅπου ἂν μέλλωσι ταχθέντες ὠφέλιμοι ἔσεσθαι.
9.3τὸ μὲν οὖν πᾶν πλῆθος τῆς στρατιᾶς ὁπόσον χρὴ εἶναι, οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι · τὸ δὲ παρὸν ὅπως συντάξειτε καὶ ἀσκήσει καὶ ἐκ τάξεως ἐς τάξιν ἄλλην εὐπετῶς μετακινήσει, τοῦτο ἐπασκητέον.
9.4τοσόνδε μέντοι συμβουλεύσαιμ’ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξαγαγεῖν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάςτε τῶν τάξεων καὶ τὰς μετακινήσεις, οἷον διπλασιασμοὺς καὶ πολυπλασιασμοὺς καὶ πτύξεις καὶ ἐξελιγμοὺς ἢ εἰ δή τινες ἄλλαι μεταβολαὶ τάξεων.
9.5ἔνθεν δὴ τούτους μάλιστα τοὺς ἀριθμοὺς ἐπελέξαντο οἱ δεινοὶ ἀμφὶ ταῦτα, ὅσοι ἀριθμοὶ μέχρι μονάδος οἷοίτε δίχα διαιρεῖσθαι, ὁποία ἐστὶν ἡ τῶν μυρίων καὶ ἑξακισχιλίων καὶ τριακοσίων καὶ ἐπὶ τούτοις τεσσάρων καὶ ὀγδοήκοντα τάξις εἰ τύχοι οὖσα ὁπλιτική · ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, καὶ ταύτης ἔτι ἡμίσειαν τὴν τῶν ἱππέων. οὗτος γὰρ τοι ὁ ἀριθμὸς μέχρι μονάδος δίχα τέμνεται, ὥστε διπλασιάζειν αὐτὸν ἐς βάθος συνάγοντα καὶ αὖ ἐκτείνειν ἀναπτύσσοντα εὐμαρὲς καθίστασθαι, ὁπότε τούτου δεήσειεν.
9.6αὐτίκα ἐπεὶ τῷ λόχῳ ἑκκαίδεκα ἀνδρῶν τὸ βάθος ὑπεθέμεθα, τέσσαρες καὶ εἴκοσι ἐπὶ τοῖς χιλίοις ἔσονται οἱ λόχοι ἐν τῷδε τῷ ἀριθμῷ, καὶ οὗτοι μεμερισμένοι ἐς τάγματα, ὧν ἑκάστῳ καὶ ὄνομα οἰκεῖον πρόσκειται.
10.1οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται, ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτων ἡγούμενος · οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.
10.2αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος ταξίαρχος.
10.3ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται. αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος συνταγμάταρχος. οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθ’ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ.
10.4καὶ τὸ πᾶν σύνταγμα ἐς τετράγωνον σχῆμα ταχθὲν ἐς ἑκκαίδεκα ἔχει τὸ μῆκος καὶ τὸ βάθος.
10.5τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσίαρχος. τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύομεραρχίαι φαλαγγαρχία, τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος φαλάγγαρχος.
10.6οἳ δὲ καὶ στρατηγίαν τοῦτο ὀνομάζουσι, καὶ τὸν ἡγούμενον στρατηγόν.
10.7αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντακοσίων. ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας.
10.8αἱ γάρ τοι δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχίατε καλεῖται καὶ λόχωνγίγνεται χιλίων καὶ εἴκοσι καὶ τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα ἐπόντων τεσσάρων, ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πεζικῇ τάξει ὑπεθέμεθα, καὶ εἴη ἂν ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξήκοντα, ταξιαρχίαι δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, τετραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.
11.1τάσσεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέρα, εἰ ἥτε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, κατὰ βάθος δὲ ὅπου πυκνοτέρα, εἰ αὐτῇ τῇ πυκνότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι — καθάπερ Ἐπαμεινώνδας ἔντε Λεύκτροις αὐτοὺς Θηβαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιωτούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν Λακεδαιμονίων —, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάταςτε καὶ τοὺς Σκύθας, χρὴ τάσσειν.
11.3καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παραστάτηντε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκόςτε καὶ βάθος ·
11.4συνασπισμὸς δὲ ἐπὰν ἐς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα, ὥστε διὰ τὴν συνέχειαν μη δὲ κλίσιν τὴν ἐφ’ἑκάτερα ἔτ’ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συνασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ μὲν τετράγωνον, ἔστι δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτερομήκη ἢ ὅπως ἂν προχωρῇ.
11.5οἱ μὲν ἐν κύκλῳ τοῦ πλινθίου ἢ τοῦ κύκλου ἑστηκότες τοὺς θυρεοὺς προβέβληνται πρὸ σφῶν, οἱ δ’ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κεφαλῶν ἄλλος ὑπὲρ ἄλλου ὑπεραιωρήσας προβάλλεται.
11.6καὶ τὸ πᾶν οὕτως ἀκριβῶς φράσσεται, ὥστε καὶ ἀκοντιστὰς ἄνωθεν καθάπερ ἐπὶ στέγης διαθέοντας δέχεσθαι, καὶ λίθου ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν, ἀλλὰ κατακυλιομένους τῇ ῥύμῃ ὑπερπίπτειν ἐς τὸ δάπεδον.
12.1ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ τοὺς λοχαγοὺς τοὺς μεγίστουςτε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον δαημονεστάτους ·
12.2τοῦτο γάρ τοι τὸ ζυγὸν συνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις ὅ τι περ τὸ στόμωμα τῷ σιδήρῳ · ὁκοῖον γὰρ ἡ τομὴ τοῦ σιδήρου, τα- ταὐτὸ τοῦτο καὶ ὁ πᾶς σίδηρος ἐργάζεται. ἡ μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνεται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως συνεπερείδει τῷ τέμνοντι · οὕτω καὶ τῆς φάλαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆθος.
12.3δευτέρους δ’ἐπὶ τούτοις κατ’ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας · καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι ἐδυνήθη, ὑπερενεγκὼν ὑπὲρ τὸν ἔμπροσθεν τεταγμένον τὴν πληγήν, καὶ πεσόντος ἡγεμόνος ἢ καὶ τρωθέντος ὡς ἀπόμαχον γενέσθαι, προπηδήσας ὁ πρῶτος ἐπιστάτης ἐς λοχαγοῦ τάξιντε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν φάλαγγα παρέσχετο.
12.5τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον, ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο.
12.6ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα.
12.7καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖράτε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.
12.8οἱ δ’ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας δέκα, οἱ δ’ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας ὀκτώ.
12.9καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ ἐς τέσσαρας, οἱ δ’ἐν τῷ ἕκτῳ ἐς δύο.
12.10καθ’ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δ’ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήντε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τῆς φάλαγγος οὐ φορητὴν γίγνεσθαι, καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.
12.11τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατ’ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπουτε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.
13.1τούς γε μὴν ψιλοὺς ἄλλοτε ἄλλῃ τακτέον · ἄλλοτε γὰρ ἄλλῃ ὠφέλιμοι γίγνονται τεταγμένοι, ὅπως ἂν ἢ τὰ τῆς χώρας ἔχῃ, ἵνα ἡ παράταξις γίγνεται, ἢ τῶν πολεμίων ἡ παρασκευή, πρὸς οὕστινας ἀντιτασσόμεθα.
13.2ποτὲ μὲν γὰρ προτετάχθαι δεήσει τῆς φάλαγγος, ἄλλοτε δὲ ἐν τοῖς δεξιοῖς νῦν δὲ ἐν τοῖς εὐωνύμοις τετάχθαι · τὸ πολὺ δὲ καὶ κατόπιν τῶν ὁπλιτῶν ἱστάμενοι ὠφελοῦσιν · ἤδη δὲ καὶ ἐς λόχους καταχωρισθέντων τῶν πεζῶν, λόχοι τῶν ψιλῶν παρενεβλήθησαν ἐναλλάξ.
14.1τὸν δὲ ἀριθμὸν τάξεώςτε ἑκάστης καὶ τὰ ὀνόματα αὐτῆςτε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον.
14.2πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν, εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς λόχους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλ’ὀκτώ, ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν.
14.3οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα · αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν · αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσιν ἀνδρῶν καὶ ἑκατόν.
14.4καθ’ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία · αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακοσίων.
14.5αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων · αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν ἐνενήκοντα δυοῖν ἐπόντοιν.
14.6δεῖ δὲ καὶ τούτοις συντετάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσονται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμμάταρχοι. ὠφέλιμοι δ’ἐν μάχῃ τοξόταιτε καὶ ἀκοντισταὶ
15.1καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις διαχρῶνται πολλαχῆ ·
15.2καὶ γὰρ ὅπλα συντρῖψαι τῶν πολεμίων ἱκανοί, μάλιστα δὲ οἱ τοῖς λίθοις ἀκροβολιζόμενοι, καὶ τραύματα ἐκ μακροῦ ἐμβαλεῖν, εἰ δὲ βιαιοτέρα πληγὴ γένοιτο, καὶ κατακανεῖν.
15.3χρήσιμοι δ’ἐκκαλέσασθαι ἐκ χωρίου ὀχυροῦ πολεμίους τῷ διὰ μακροῦ τὰ βέλη ἀφιέντες ἐλπίδα παρέχειν ὅτι ἐπιόντας οὐκ ἂν δέξαιντο.
15.4χρήσιμοι δὲ καὶ φάλαγγα τεταγμένην διαλῦσαι καὶ ἵππον ἐπιφερομένην ἀναστεῖλαι καὶ χωρία ὑπερδέξια καταλαβέσθαι τῷτε ταχεῖς εἶναι διὰ κουφότητα καὶ τῷ, εἰ καταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελάσαι αὐτοῖς ἄνευ πολλῶν τραυμάτων.
15.5χρήσιμοι δὲ καὶ ἀποκρούσασθαι ἀπὸ χωρίου τοὺς κατειληφότας, οὐχ ὑπομένοντας τὰ τραύματα, ἐπιτήδειοι δὲ καὶ τὰ ὕποπτα χωρία διερευνήσασθαι, ὠφέλιμοι δὲ καὶ ἐς ἐνέδραν ἐγκαθέζεσθαι, ἑνίτε λόγῳ καὶ προαγωνίσασθαι τῶν πεζῶν ἀγαθοὶ καὶ συναγωνίσασθαι ὠφέλιμοι καὶ ἐπιμαχόμενοι ἱκανοὶ τελέαν τὴν ἧσσαν τοῖς πρὸς τῶν πεζῶν τραπεῖσι βαρβάροις καταστῆσαι.
16.1τῶν δὲ δὴ ἱππέων ποικίλαι καὶ πολυειδεῖς αἱ τάξεις, αἳ μὲν τετράγωνοι, αἳ δὲ ἑτερομήκεις, αἳ δὲ ῥομβοειδεῖς, αἳ δὲ ἐς ἔμβολον συνηγμέναι.
16.2ἀγαθαὶ δὲ σύμπασαι αὗται αἱ τάξεις ἐν καιρῷ τασσόμεναι, καὶ μίαν οὐκ ἄν τις ἐπιλεξάμενος αὐτῶν προκρίνειεν τῶν ἄλλων, ὅτι ἐν ἄλλῳ χωρίῳ καὶ πρὸς ἄλλους πολεμίους καὶ ἐν καιρῷ ἄλλῳ εὕροι εὕροι ἂν τῆς προκριθείσης ἄλλην ὠφελιμωτέραν.
16.3τῇ μὲν δὴ ῥομβοειδεῖ τάξει τὸ πολὺ Θεσσαλοὶ ἐχρήσαντο, καὶ Ἰάσων, ὡς λόγος, ὁ Θεσσαλὸς τὸ σχῆμα τοῦτο πρῶτος ἐξεῦρεν, ἐμοὶ δὲ δοκεῖν, προεξευρημένῳ πολλῷ χρησάμενος ἀπ’αὐτοῦ ηὐδοκίμησεν. καὶ ἔστιν ἐς πᾶσάντε μεταβολὴν ἁρμοδιώτατον καὶ πρὸς τὸ ἥκιστα κατὰ νώτου ἢ πλαγίους ἁλίσκεσθαι ἀσφαλέστατον.
16.5κατὰ μὲν γὰρ τὰς γωνίας τοῦ ῥόμβου τοὺς ἡγεμόνας τεταγμένους ἔχει, ἐπὶ μὲν τῆς ἔμπροσθεν τὸν ἴλαρχον, ἐπὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου τοὺς καλουμένους πλαγιοφύλακας, ἐπὶ δὲ τῆς ὑπολοίπου τὸν οὐραγόν, κατὰ δὲ τὰς πλευρὰς τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων.
16.6ταῖς δὲ δὴ ἐμβολοειδέσι τάξεσι Σκύθας κεχρῆσθαι μάλιστα ἀκούομεν, καὶ Θρᾷκας, ἀπὸ Σκυθῶν μαθόντας. Φίλιππος δὲ ὁ Μακεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκησεν.
16.7ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ ἡ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπολῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέχει, καὶ τὰς ἐπιστροφάςτε καὶ ἀναστροφὰς ὀξείας ποιεῖσθαι δίδωσιν.
16.8αἱ γὰρ τετράγωνοι τάξεις δυσπεριάγωγοί εἰσιν · ἡ δ’ἐς ὀξὺ προηγμένη, εἰ καὶ προϊοῦσα ἐς βάθος προχωρεῖ, ἀλλ’αὐτῇ γε τῇ ἀρχῇ δι’ὀλίγου ἐπιστρέφουσα τὴν πᾶσαν τάξιν εὐμαρῶς ἐξελισσομένην παρέχεται.
16.9ταῖς δὲ δὴ τετραγώνοις τάξεσι Πέρσαι μάλιστα ἐχρήσαντο, καὶ οἱ ἐν Σικελίᾳ βάρβαροι καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι καὶ ἱππικώτατοι ·
16.10εὐσύντακτόςτε γὰρ ἥδε ἡ τάξις ἄλλης μᾶλλον, ἅτε καὶ κατὰ στίχον καὶ κατὰ ζυγὸν τεταγμένων, καὶ τὰς ἐπελάσειςτε καὶ ἀπελάσεις εὐμαρεστέρας παρέχεται, καὶ μόνον οὕτω πάντες οἱ ἡγεμόνες ἀθρόοι ἐμπίπτουσι τοῖς πολεμίοις.
16.11ἄρισται δέ εἰσιν αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι · οἷον εἰ ἐπὶ δέκα κατὰ μέτωπον τεταγμένοι εἶεν καὶ ἐπὶ πέντε ἐς βάθος, ἢ ἐπὶ εἴκοσι μὲν κατὰ μέτωπον, ἐπὶ δέκα δ’ἐς βάθος.
16.12αἱ γὰρ τοιαῦται τάξεις τῷ μὲν ἀριθμῷ ἑτερομήκεις εἰσί, τῷ δὲ σχήματι ἐς τετράγωνον καθίστανται. τὸ γὰρ τοῦ ἵππου μῆκος ἀπὸ κεφαλῆς ἐπ’οὐρὰν ἐκπίμπλησι τοῦ τετραγώνου ὅ τι περ ἐς βάθος τῷ ἀριθμῷ ἐνδέον · ὥστε ἤδη τινὲς καὶ τριπλασίονα τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τασσομένων ἐποίησαν πρὸς τὸ βάθος, οὕτως οἰόμενοι ἐς ἀκριβὲς τετράγωνον καταστήσειν στήσειν τὸ σχῆμα, ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους ἐπέχον, ὥστε ἐννέα κατὰ μῆκος ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ἐπέτασσον.
16.13ἐπεὶ οὐ δ’ἐκεῖνο χρὴ ἀγνοεῖν, ὅτι οἱ ἐς βάθος τεταγμένοι ἱππῆς οὐ τὴν ἴσην ὠφέλειαν παρέχουσιν, ἥνπερ τὸ ἐπὶ τῶν πεζῶν βάθος · οὔτε γὰρ ἐπωθοῦσι τοὺς πρὸ σφῶν, διὰ τὸ μὴ δύνασθαι ἐπερείδειν ἵππον ἵππῳ, καθάπερ ἐκεῖ κατὰ τοὺς ὤμους καὶ τὰς πλευρὰς αἱ ἐνερείσεις γίγνονται τῶν πεζῶν, οὔτε συνεχεῖς γιγνόμενοι τοῖς πρὸ σφῶν τεταγμένοις ἕν τι βάρος τοῦ παντὸς πλήθους ἀποτελοῦσιν, ἀλλ’εἰ συνερείδοιεν καὶ πυκνοῖντο, ἐκταράσσουσι μᾶλλον τοὺς ἵππους.
17.1ὁ δὲ ῥόμβος ὧδε ἔχει. ὁ μὲν ἴλαρχος πρῶτος τάσσεται, οἱ δ’ἐφ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλ’ἐς τοσόνδε ὑποβεβηκότες, ὥστε τὰς κεφαλὰς κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου τετάχθαι, ὅτῳ ὁ ἴλαρχος ἐποχεῖται. καὶ οὕτω τοὺς ἐφεξῆς στίχους πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ τα- ταὐτὰ ἐς στενὸν συνάγοντες τὸν ῥόμβον ἐκπληροῦσι.
17.3τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστ’ἐν τα- ταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα. ἑτερομήκης δ’ἐστὶ τάξις ἡ τὸ βάθος τοῦ μετώπου μεῖζον ἔχουσα ἢ τοῦ βάθους τὸ μέτωπον, ἥπερ ἀμείνων τῆς προτέρας ἐς τοὺς ἀγῶνας, εἰ μή που διεκπεσεῖν διὰ πολεμίας τάξεως ἐθέλοιμεν — τότε γὰρ ἡ βαθυτάτητε καὶ κατὰ μέτωπον στενοτάτη τάξις ἂν εἴη ὠφελιμωτάτη —, ἢ εἴ που ἀποκρύψαι δέοι τῶν ἱππέων τὸ πλῆθος, ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς θάρσος ἀσύμφορον.
17.5ἡ δ’ἐφ’ἑνὸς ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, ἢ εἴ που καταπατῆσαί τι ἤ ἀφανίσαι ἐθέλοιμεν · ἐς δὲ τοὺς ἀγῶνας τὸ πολὺ ἀσύμφορος.
18.1εἰ τοίνυν ὁ ἀριθμὸς εἴη τῶν ἱππέων ἐς ὅσον ὑπεθέμεθα, ἀποδεόντων τῶντε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν πλήθους, εἴη ἂν ἐς τετρακισχιλίους καὶ ἓξ καὶ ἐνενήκοντα ἱππέας.
18.2ἴλην δ’ἑκάστην ἐποίουν ἐκ τοσοῦδε ἀριθμοῦ ἑξήκοντα καὶ τεσσάρων ἱππέων, καὶ ἰλάρχους τοὺς ἐφ’ἑκάστῃ ἴλῃ τεταγμένους. αἱ δὲ δύο ἶλαι ἐπιλαρχία αὐτοῖς ὠνομάζετο, καὶ ἦν ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν ἱππέων · αἱ δὲ δύο ἐπιλαρχίαι ταραντιναρχία, ἓξ καὶ πεντήκοντα ἱππέων ἐπὶ τοῖς διακοσίοις ·
18.3αἱ δὲ δύο ταραντιναρχίαι ἱππαρχία, δώδεκα καὶ πεντακοσίων ἱππέων, ἥντινα Ῥωμαῖοι ἴλην καλοῦσιν ·
18.4αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, τεσσάρων καὶ εἴκοσιν ἀνδρῶν καὶ χιλίων · τέλος δὲ αἱ δύο ἐφιππαρχίαι, ὀκτὼ καὶ τεσσαράκοντα καὶ δισχιλίων · τὰ δὲ δύο τέλη ἐπίταγμα ἤδη ὠνόμαζον, ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίων. τὸ δὲ τῶν ἁρμάτων καὶ τῶν ἐλεφάντων τὰςτε
19.1τάξεις καὶ τὰ ὀνόματα τῶν τάξεων καὶ τὰ ἡγεμονίας καὶ τὰ τούτων αὖ ὀνόματα ἐπεξιέναι ματαίου πόνου εἶναί μοι ἔδοξεν, ὅτι ἐκλελειμμένα ἐκ παλαιοῦ ἤδη λέξειν ἔμελλον.
19.2Ῥωμαῖοι μὲν γὰρ οὐ δὲ ἐπήσκησάν ποτε τὴν ἀπὸ τῶν ἁρμάτων μάχην, οἱ βάρβαροι δὲ οἱ μὲν Εὐρωπαῖοι οὐ δὲ αὐτοὶ διεχρήσαντο ἅρμασιν, πλήν γε δὴ οἱ ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς καλουμέναις. οὗτοι γὰρ συνωρίσι τὸ πολὺ χρῶνται ἵππων καὶ σμικρῶν καὶ πονηρῶν, οἱ δίφροι δὲ αὐτοῖς ἐπιτήδειοί εἰσιν ἐς τὸ ἐλαύνεσθαι κατὰ χωρίων παντοίων.
19.4τῶν δὲ Ἀσιανῶν πάλαι μὲν Πέρσαι ἐπήσκησαν τὴν τῶν δρεπανηφόρωντε ἁρμάτων καὶ καταφράκτων ἵππων διφρείαν, ἀπὸ Κύρου ἀρξάμενοι, ἔτι δὲ πρὸ τούτων οἱ σὺν Ἀγαμέμνονι Ἕλληνες καὶ οἱ σὺν Πριάμῳ Τρῶες τὴν τῶν ἀφράκτων.
19.5καὶ Κυρηναῖοι δ’ἐπὶ πολὺ ἀπὸ ἁρμάτων ἐμάχοντο.
19.6ἀλλὰ σύμπαντα ταῦτα τὰ ἐπασκήματα ἐκλέλειπται, καὶ ἡ τῶν ἐλεφάντων δὲ χρεία ἡ ἐς τούς πολέμους ὅτι μὴ παρ’Ἰνδοῖς τυχὸν ἢ τοῖς ἄνω Αἰθίοψιν καὶ αὕτη ἐκλέλειπται.
20.1νυνὶ δὲ τὰ ὀνόματα ἐπέξιμεν τῶν κινήσεων κατ’ἰδέαν ἄλλου καὶ ἄλλου στρατοπέδου, καὶ τὸν νοῦν ἑκάστου τοῦ ὀνόματος.
20.2καλεῖται δὲ τὸ μέν τι κλίσις, καὶ ταύτης ἰδέαι δισσαί, ἣ μὲν ἐπὶ δόρυ, ἣ δ’ἐπ’ἀσπίδα · τὸ δὲ μεταβολή, τὸ δέ τι ἐπιστροφή, καὶ ἀναστροφὴ ἄλλο. καὶ περισπασμὸς δέ τι ὀνομάζεται, καὶ ἐκπερισπασμὸς ἄλλο, καὶ στοιχεῖν καὶ ζυγεῖν, καὶ ἐς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασάζειν.
20.3λέγεται δέ τις καὶ ἐπαγωγή, καὶ δεξιὰ παραγωγή, καὶ ἄλλη εὐώνυμος παραγωγή, καὶ πλαγία δὲ φάλαγξ ἐστί τις, καὶ ὀρθία φάλαγξ ἄλλη, καὶ λοξὴ φάλαγξ, καὶ παρεμβολή, ἔτι γε μὴν πρόσταξις καὶ ἔνταξις καὶ ὑπόταξις.
21.1κλίσις μὲν δή ἐστιν ἡ κατ’ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἡ ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπ’ἀσπίδα δὲ ἡ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα.
21.2καὶ εἰ μὲν ἁπλῆ ἡ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν · εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται.
21.3ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ’ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶντε ἐπιστατῶν καὶ παραστατῶν.
21.4ἀναστροφὴ δέ ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἡ ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον ·
21.5ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπ’ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπ’εὐθείας ἰέναι τῷ λοχαγῷ
22.1καὶ τῷ οὐραγῷ, σῴζοντας τὰ ἴδια διαστήματα · ζυγεῖν δὲ τὸ ἐπ’εὐθείας ἰέναι κατὰ μῆκος ἕκαστον τῶν ἐν τῷ λόχῳ τῷ συζυγοῦντι.
22.2συζυγοῦσι δὲ τῷ μὲν λοχαγῷ οἱ λοχαγοὶ πάντες, τῷ δὲ τούτου ἐπιστάτῃ οἱ τῶν ἄλλων λοχαγῶν ἐπιστάται, καὶ ἐφεξῆς ὡσαύτως.
22.3καὶ μὴν ἐς ὀρθὸν ἀποδοῦναι λέγεται τὸ ἐς τὴν καθεστῶσαν ἐξ ἀρχῆς ἐπιφάνειαν καταστῆσαι τὴν ὄψιν, οἷον εἴ τις ἐπὶ τοὺς πολεμίους τετραμμένος κελευσθείη ἐπὶ δόρυ κλῖναι, ἔπειτα αὖ παραγγελθείη ἐς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει πάλιν αὐτὸν ἐπὶ τοὺς πολεμίους τετράφθαι. ἐξελιγμῶν δὲ δισσαὶ ἰδέαι, ἣ μὲν κατὰ λόχους, ἣ
23.1δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται · τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον.
23.2Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν · Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
23.3ὁ δὲ Κρητικόςτε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δ’ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθ’οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
23.5οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν · ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
23.6εἰ δὲ μὴ παρέχοι κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.
24.1καὶ ὁ μὲν κατὰ στίχους ἐξελιγμὸς Μακεδὼν αὖ καλεῖται, ἐπειδὰν ὁ λοχαγὸς μὲν μεταβάλληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος παραπορευόμενοι ἐφεξῆς ἀλλήλων ἱστῶνται.
24.2Λάκων δ’ἐξελιγμὸς ὀνομάζεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον μεταλλάξῃ ἐς ἄλλον ἴσον τῷ πρόσθεν τόπον, οἱ δὲ λοιποὶ ἑπόμενοι ἐφεξῆς αὐτῷ τάσσωνται · ἢ ὁπόταν ὁ μὲν οὐραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος ἔμπροσθεν αὐτοῦ τάσσηται, καὶ οἱ λοιποὶ ὡσαύτως ἄλλος πρὸς ἄλλου ταχθεὶς τὸν λοχαγὸν αὖ πρωτοστάτην ποιήσωνται.
24.3χόριος δ’ἐξελιγμὸς γίγνεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐπὶ δόρυ προΐῃ ἐπὶ τοῦ λόχου, ἔστ’ἂν κατάσχῃ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ λοχαγοῦ.
24.4οὗτοι μὲν οὖν κατὰ λόχους γίγνονται · ὡσαύτως δὲ καὶ οἱ κατὰ ζυγὰ συντελούμενοι, οὐ χαλεποὶ γνωσθῆναι.
25.1διπλασιασμῶν δὲ δισσὰ γένη τυγχάνει ὄντα, ἤτοι κατὰ ζυγὰ ἢ κατὰ βάθος.
25.2καὶ τούτων ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ. ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσσαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπεχούσης τῆς πάσης φάλαγγος.
25.3γίγνεται δὲ τοῦτο, παρεμβαλλόντων ἡμῶν ἐς τὰ μεταξὺ τῶν ὁπλιτῶν τοὺς ἐν τῷ βάθει ἐπιστάτας. καὶ οὕτω πυκνοῦται ἡμῖν τὸ μέτωπον τῆς φάλαγγος.
25.4ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν ὧδε · ὁ ἐς τὸ μῆκος ἐντεταγμένος, ἐπάνιθι ἐς τάξιν.
25.5εἰ δὲ καὶ τῷ τόπῳ διπλασιάσαι ἐθέλοιμεν τὸ μῆκος, ὡς ἀντὶ σταδίων πέντε ἐς δέκα ἐκτεῖναι τὴν τάξιν, τοὺς ἐκ τοῦ βάθους παρεμβληθέντας ἐς τὸ κατὰ μῆκος μέσον τῶν ὁπλιτῶν διάστημα ἐπὶ τὰ δεξιὰ κελεύσομεν ἐξελίσσεσθαι, τοὺς δὲ λοιποὺς καὶ ἡμίσεας αὐτῶν ἐπὶ τὰ εὐώνυμα, ἀπὸ τῶν πρὸς τοῖς κέρασι δευτέρων λόχων ἀρχόμενοι, καὶ οὕτω διπλάσιον ἐφέξει χῶρον ἡ πᾶσα τάξις.
25.6ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν αὖ ἐξελίσσειν τοὺς κατὰ τὰ κέρατα τεταγμένος ἐς οὕστινας πρότερον εἶχον τόπους. οὐ πάνυ δὲ ὠφέλιμοι οἱ διπλασιασμοὶ ἐγγὺς ὄντων πολεμίων, ὅτι ταραχῆςτε τοῦ ἡμετέρου στρατεύματος δόξαν παρέξουσιν ἐκείνοις, καὶ αὐτὸ τὸ στράτευμα ἐν τῇ μετακινήσει ἀσθενέστερον ἅμα καὶ ἀτακτότερον καθιστᾶσιν.
25.7ἀλλὰ τοὺς ψιλοὺς ἐπεκτείνειν ἄμεινον καὶ τοὺς ἱππέας, ὡς τὴν ἐκ τοῦ διπλασιασμοῦ ἔκπληξιν ἄνευ κινήσεως τῆς πεζικῆς φάλαγγος τοῖς πολεμίοις ἐμποιῆσαι.
25.8γίγνεται δὲ τὸ διπλασιάζειν ἀναγκαῖον, ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων ὑπὲρ τὸ τῶν πολεμίων κέρας, ἢ κωλῦσαι ὑπερφαλαγγῆσαι ἐκείνους.
25.10τὸ βάθος δὲ διπλασιάζεται, εἰ ὁ δεύτερος λόχος τῷ πρώτῳ ἐπιταχθείη, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ἐπιστάτην τοῦ πρώτου λοχαγοῦ γενέσθαι, τὸν δ’ἐπιστάτην τὸν πρῶτον τοῦ ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέσθαι · οὕτω γὰρ ὁ μὲν πρόσθεν πρῶτος ὢν τοῦ δευτέρου λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτερος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστ’ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τον πρῶτον ἐπ’εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος.
25.11οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι ἐς τοὺς περισσοὺς ἐνταχθήσονται.
25.12οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ τοῦ κατὰ βάθος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀποκατάστασις.
26.1καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν ἡ τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται · οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλάσιον παρέχεται.
26.2ὅλωςτε παράμηκες μὲν τάγμα ὀνομάζεται ὅ τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλέον τοῦ βάθους, ὄρθιον δὲ ὅ τι περ ἂν τὸ βάθος τοῦ μήκους.
26.3λοξὴ δὲ ὀνομάζεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν ὁ στρατηγὸς βούληται, τοῖς πολεμίοις πελάζον ἔχουσα καὶ αὐτῷ μόνῳ ἀγωνιζομένη, τὸ ἕτερον δὲ δι’ὑποστολῆς σῴζουσα.
26.4παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπειδὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπ’εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς φάλαγγος ·
26.5πρόσταξιν δέ, ὅταν ἢ ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ τα- θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατ’εὐθὺ τοῦ μετώπου τῆς τάξεως.
26.6ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παρ’ἄνδρα ἱστάντες ·
26.7ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ἐπὶ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.
27.1χρὴ δὲ τὰ παραγγέλματα ἐθίζεσθαι τὴν στρατιὰν ὀξέως δέχεσθαι, τὰ μὲν φωνῇ, τὰ δὲ ὁρατοῖς σημείοις, τὰ δὲ τῇ σάλπιγγι.
27.2καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δηλούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ ἡ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτὸ μόνον ὁρᾶται ἢ ἀκούεται.
27.3ἀλλ’ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις τὰς διὰ φωνῆς δηλώσεις, ὁ κτύποςτε ὁ ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρωσκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς, προσεθιστέον τὴν στρατιὰν καὶ τοῖς ὁρατοῖς σημείοις. οὐ μὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἤδη ἄπορα ἔστιν ἃ γίγνεται, οἷν ὁμίχλη ἢ κονιορτὸς πολὺς ἄνω φερόμενος ἢ ἥλιος κατὰ προσώπου ἀντιλάμπων ἢ νιφετὸς συνεχὴς ἢ ὕδωρ λάβρον ἐξ οὐρανοῦ ἢ τόποι σύνδενδροι ἢ γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα.
27.5ὁπότε μὲν δὴ γήλοφοι διακλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον · πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια ἡ σάλπιγξ ὠφέλιμος. ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα,
28.1ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ παραγωγὴ καλεῖται.
28.2καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπ’εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνίτε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.
28.3παραγωγὴ δ’ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κα- κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.
28.4ὅπως δ’ἂν ἡ πορεία γίγνηται, εἴτε κατ’ἐπαγωγὴν εἴτ’ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ · μονοπλεύρῳ μέν, ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός ·
28.5διπλεύρῳ δέ, ἐπειδὰν δύο · τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς · τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν τριφαλαγγίᾳτε καὶ τετραφαλαγγίᾳ.
28.6καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.
29.1ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι ·
29.2διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἄχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ παραγωγῇ, τοὺς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους · ἀντίστομος δὲ διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς οὐραγοὺς ἔξω τετραμμένους ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς.
29.3ἑτερόστομος δὲ φάλαγξ ἐστὶν ἡ τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτ’ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ.
29.4ὁμοιόστομος δ’ἐν τῇ πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἢ ἐκ τῶν δεξιῶν ἢ ἐκ τῶν εὐωνύμων ἑκατέρας τῆς φάλαγγος.
29.5ὅταν δὲ ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον καλεῖται.
29.6ἐπὰν δὲ ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε κοιλέμβολον καλεῖται.
29.7πλαίσιον δὲ ὀνομάζεται ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει σχήματι ·
29.8πλινθίον δέ, ὅταν ἐν τετραγώνῳ σχήματι τα- ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου πλαίσιον ἰσόπλευρον καλεῖ. καὶ ὑπερφαλάγγησιν μὲν ὀνομάζουσι τὴν καθ’ἑκάτερον τὸ πέρας τῆς φάλαγγος ὑπεροχὴν ὑπὲρ τοὺς πολεμίους, ὑπερκέρασιν δὲ τὴν καθ’ἓν ὁπότερον οὖν κέρας.
29.9καὶ τῇ μὲν ὑπερφαλαγγήσει ἡ ὑπερκέρασις ἑπομένη ἐστίν, ἀνάπαλιν δὲ οὔ.
29.10οὕτω τοι κέρᾳ μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάσσους κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυλάσσοντας τὴν πᾶσαν τάξιν · ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει ἢ καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα, οὐχ οἷόντε. αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ σὺν ἡγεμόνι γιγνέσθων.
30.1τρόποι δὲ αὐτῶν πέντε · ἢ γὰρ ἡγεῖσθαι αὐτὰ χρὴ τῆς στρατιᾶς σὺν οἰκείᾳ φυλακῇ, ἢ ἕπεσθαι, ἢ ἐκ πλαγίου ἰέναι — καὶ τοῦτο δισσόν · ἢ γὰρ ἐκ δεξιῶν, ἢ ἐξ ἀριστερῶν —, ἢ ἐντὸς τῶν ὅπλων ἄγεσθαι.
30.2πρὸ μὲν δὴ τῆς φάλαγγος χρὴ ἄγειν τὰ σκευοφόρα, ἐπειδὰν ἐκ πολεμίας ἀπάγῃς · ἑπόμενα δὲ τῇ φάλαγγι, ἐπειδὰν ἐς πολεμίαν ἐμβάλλῃς · παράγειν δὲ ἐν ὁποτέρᾳ οὖν, ἐπειδὰν τὰ πλάγια φοβώμεθα · ἐντὸς δὲ τῆς φάλαγγος, ἐὰν τὰ πανταχόθεν ὕποπτα ᾖ. τὰ δὲ παραγγέλματα χρὴ συντομώτατάτε ὡς οἷόν
31.1τε καὶ σαφέστατα ποιεῖσθαι. ἔστα δὲ τοῦτο, εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα.
31.2αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπ’ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν. οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπ’ἀσπίδα, ἀλλ’ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνον ἤ ἐπ’ἀσπίδα κλῖνον · οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταίτε καὶ δράσουσιν.
31.3οὔκουν οὐ δὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν · ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπ’ἀσπίδα.
31.4καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπ’ἄλλον ἐξελιγμὸν ἥξουσιν.
31.5οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔντε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν · περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν “κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων” περὶ δὲ τῆς στρατιᾶς “οἱ δ’ἄλλοι ἀκὴν ἴσαν (οὐ δέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ἐν στήθεσιν αὐδήν) σιγῇ δειδιότες σημάντορας”. τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι “τῶν δ’ὥστ’ὀρνίθων πετεηνῶν” φησίν “ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων”. καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον “ὣς Τρώων ἀλαλητός” φησίν “ἀνὰ στρατὸν εὐρὺν ὀρώρει · οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐ δ’ἴα γῆρυς”. ὑπὲρ δὲ τῶν Ἑλλήνων “οἳ δ’ἄρ’ἴσαν σιγῇ” φησίν “μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν”. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.
32.1τὰ παραγγέλματα δὲ ἔστω τοιάδε. ἄγε ἐς τὰ ὅπλα. ὁ ὁπλοφόρος ἀπίτω ἀπὸ τῆς φάλαγγος. σίγα καὶ πρόσεχε τῷ παραγγελλομένῳ. ἄνω τὰ δόρατα. κάθες τὰ δόρατα. ὁ οὐραγὸς τὸν λόχον ἀπευθυνέτω. τήρει τά διαστήματα. ἐπὶ δόρυ κλῖνον. ἐπ’ἀσπίδα κλῖνον. πρόαγε. ἐχέτω οὕτως. ἐς ὀρθὸν ἀπόδος. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον. τάδε μέν, ὥσπερ ἐν τέχνῃ, δι’ὀλίγων ἐδήλωσα ἱκανὰ ὑπέρ γε τῶν πάλαι Ἑλληνικῶντε καὶ Μακεδονικῶν τάξεων, ὅστις μη δὲ τούτων ἀπείρως ἐθέλοι ἔχειν ·
32.2ἐγὼ δὲ τὰ ἱππικὰ γυμνάσια, ὅσα Ῥωμαῖοι ἱππῆς γυμνάζονται, ἐν τῷ παρόντι ἐπεξελθών, ὅτι τὰ πεζικὰ ἔφθην δηλῶσαι ἐν τῇ συγγραφῇ ἥντινα ὑπὲρ αὐτοῦ τοῦ βασιλέως συνέγραψα, τέλος ποιήσομαι τοῦ λόγου τοῦ τακτικοῦ.
32.3καίτοι οὐκ ἀγνοῶ χαλεπὴν ἐσομένην τὴν δήλωσιν
33.1τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐ δὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλ’ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.
33.2εἰ γάρ τοι ἐπ’ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο.
33.3οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρ’ἄλλων λαβόντας — καὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰπαρ’ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρ’ἄλλων λαβόντες ὡς οἰκείους σέβουσιν.
33.4τὰ γοῦν ἐπ’αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων. δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια · καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὂν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δ’ἡ Ῥέα, ἀφ’οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται.
33.5καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, τοὺς πολλοὺς εὕροις ἂν παρ’Ἀθηναίων λαβόντας.
33.6καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπωςτε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα · ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.
34.1τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλ’ἐς τοσόνδε προσεξεργάζονται, ὥστε σκάπτειντε τὸ μέσον αὐτοῦ ἐς βάθος αύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητάτε καὶ μαλθακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα.
34.2αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς ἢ χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατ’ἀξίωσιν αὐτῶν διαπρεπεῖς ἢ καθ’ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις.
34.3τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ ἐς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλ’ἴσα πάντη τοῖς προσώποις πεποίηται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει.
34.4χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἢ ἐς κάλλος τοῦ ἔργου · καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, ἡδίους φαίνονται ἀπαιωρούμεναι.
34.5καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ ἐς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπ’ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποικιλμένους · ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια, ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χρόαν οἳ μὲν κόκκου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα ·
34.7ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ προσεσφιγμένας τοῖν σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρίβειαν πεφραγμένοι εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέονται · ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων κακόν τι ἂν ἀπεργάσαιτο, ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλωςτε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῆ προσπίπτει. πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον
35.1πεδίον γίγνεται ὡς διαπρεπέστατα ἐς κάλλος καὶ λαμπρότητα ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐξελαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλ’ὡς ἔνι ποικίλην τὴν ἐκδρομὴν ποιεῖσθαι.
35.2σημείοις δὲ διακεκριμένοις ἐπελαύνουσιν, οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθικοῖς, τοῦ ποικιλωτέραντε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν.
35.3τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κοντῶν ἐν μήκει συμμέτρῳ δράκοντες ἀπαιωρούμενοι. ποιοῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάςτε κεφαλὰς καὶ τὸ σῶμα τᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι ὄφεσιν, ὡς φοβερώτατα οἷόντε εἰκασθῆναι. καὶ τὰ σοφίσματα ταῦτα.
35.4ἀτρεμούντων μὲν τῶν ἵππων οὐδὲν πλέον ἢ ῥάκη ἄν ἴδοις πεποικιλμένα ἐς τὸ κάτω ἀποκρεμάμενα, ἐλαυνομένων δὲ ἐμπνεόμενα ἐξογκοῦται, ὥστε ὡς μάλιστα τοῖς θηρίοις ἐπεοικέναι, καί τι καὶ ἐπισυρίζειν πρὸς τὴν ἄγαν κίνησιν ὑπὸ τῇ πνοῇ βιαίᾳ διερχομένῃ. μένῃ.
35.5καὶ ταῦτα τὰ σημεῖα οὐ τῇ ὄψει μόνον ἡδονὴν ἢ ἔκπληξιν παρέχει, ἀλλὰ καὶ ἐς διάκρισιν τῆς ἐπελάσεως καὶ τὸ μὴ ἐμπίπτειν ἀλλήλαις τὰς τάξεις ὠφέλιμα γίγνεται. οἱ μὲν γὰρ φέροντες αὐτά, οἱ δαημονέστατοι τῶν ἐξελιγμῶντε καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἄλλας ἐπ’εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν, ὅτι μὴ ἕπεσθαι τῷ οἰκείῳ ἕκαστοι σημείῳ.
35.7καὶ οὕτω ποικίλαι μὲν αἱ ἐπιστροφαί, πολυειδεῖς δὲ οἱ ἐξελιγμοί, πολύτροποι δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται. συνενεχθὲν δὲ σημεῖον σημείῳ ἢ ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξειεν ἂν τὴν πᾶσαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείρειε τοῦ ἔργου.
36.1ὁμοῦ δὲ ἥτε ἐπέλασις αὐτοῖς ἀποπαύεται καὶ κατὰ τὰ ἀριστερὰ τοῦ βήματος ὑπομένουσιν ἐπάλληλοι ἱππῆς, τὰς μὲν κεφαλὰς τῶν ἵππων ἐς το- τοὐπίσω ἀποστρέψαντες, τοὺς θυρεοὺς δὲ πρὸ τῶν νώτων τῶν σφετέρων καὶ πρὸ τῶν ἱππείων νώτων προβεβλημένοι. καὶ ἡ τάξις αὕτη, καθάπερ ὁ συνασπισμὸς τῶν πεζῶν, χελώνη ὀνομάζεται.
36.2δύο δὲ ἱππῆς, τοῦδε τοῦ στοίχου διέχοντες ὅσον ἐκδρομὰς παρέχειν τοῖς φιλίοις ἱππεῦσι, προβέβληνται πρὸ τοῦ δεξιοῦ κέρως τῆς χελώνης, τοῦ ἐκδέχεσθαι τοὺς ἐξακοντισμοὺς τῶν ἐπ’εὐθὺ ἐπελαυνόντων.
36.3οὕτω μὲν οἱ ἡμίσεες τῶν ἱππέων πεφραγμένοι ἵστανται ἐς προβολήν · ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι, οἱ ἡμίσεες αὖ ἐπελαύνουσιν, ὡς πλεῖστα καὶ συνεχέστατα ἀκόντια ἐξακοντίζοντες, πρῶτος ὁ πρῶτος κατ’ἀρετήν, καὶ ἐπὶ τούτῳ ὁ δεύτερος, καὶ οἱ ἐφεξῆς ὡσαύτως.
36.4τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ συνεχέστατα ἀκόντια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προβεβλημένους πρὸ τοῦ ἀριστεροῦ κέρως τῆς χελώνης κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας.
36.5ἐπελάσαντες δὲ ἐπ’εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ ἔγκλισις δὲ αὐτοῖς ἐπὶ τὰ δεξιὰ σφῶν γίγνεται ·
36.6οὕτω γὰρ τῷτε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.
37.1καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦτε ἀκροβολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ ἀνέκλειπτον ὥσπερ τι ἄλλο ἐκπληκτικὸν φαίνεται.
37.2μεταξὺ δὲ δὴ τοῦτε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύοντες μὲν τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς τοὺς παριππεύοντας. καὶ τούτοις ἐπ’ἀσπίδα ἡ ἔγκλισις γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ ἱππέως, ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατόςτε γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ ὅπλου.
37.4καὶ ἐν μὲν τῇ παρελάσει ὁ κατὰ δεξιὰν ἐπιστροφὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παντελεῖ ἐπιστροφῇ ὁ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελτῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος.
37.5χρὴ γὰρ ἐπιστραφέντα, ὅση δύναμις μαλακαῖν ταῖν πλευραῖν, ἐς τὸ κατ’οὐρὰν τοῦ ἵππου ὡς ἔνι μάλιστα εὐθὺ ἐς το- τοὐπίσω ἀκοντίσαι, καὶ τοῦτο δράσαντα ὀξέως αὖ ἐπιστρέψαντα κατὰ νώτου βαλεῖν τὸ ὅπλον, ὅτι τὰ γυμνὰ οὕτω γε παραδίδοται τοῖς πολεμίοις, εἰ ἄνευ προβολῆς ἐπιστρέψειεν. ὁμοῦ δὲ ἥτε ἐπέλασις ἤδη ἀποπαύεται καὶ οἱ πρόσθεν
38.1ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος, καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς διέχοντες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται, καὶ αὖ οἱ μεταξὺ αὐτοῖντε τούτοιν καὶ τῆς πάσης τάξεως ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς παριππεύοντας. ἔνθα δὴ ὅ τι περ κράτιστον τῶν ἱππέων ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται.
38.2οἱ μέν γε ἀπὸ τῶν δεξιῶν τοῦ βήματος ἀρχόμενοι οὐδὲν ἄλλο ἢ τὸ συνεχὲς τῆς ἀκροβολίσεως καὶ τὸ ἐπάλληλον τοῦ κτύπου παρέχονται · οὐ δὲ γὰρ ἄλλου τινὸς θέαν παρέχουσι τοῖς ἐπὶ τοῦ βήματος ὁρῶσιν, ἅτε ἀποστρόφου ἀπ’αὐτῶν τῆς δεξιᾶς τῶν ἱππέων ἐν τῇ τοιᾷδε ἐπελάσει γιγνομένης.
38.3ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν, τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. ἥτε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτηςτε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων.
38.4αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι · τόντε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν.
38.5ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόντε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.
39.1δὶς δὲ ἀμείψαντες τὰς τάξειςτε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούςτε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραντε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλ’οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο.
39.2καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή κιστόντε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν, ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς το- τοὐπίσω σφῶν ἐξηκόντισαν.
39.3ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις
40.1γίγνεται, ὡς δοκεῖν ἔμοιγε ἀπὸ Καντάβρων Ἰβηρικοῦ γένους τοῦτο ὀνομασθεῖσα, ὅτι ἐκεῖθεν αὐτὴν προσεποίησαν σφίσι Ῥωμαῖοι.
40.2ἔχει ὧδε. ἡ προβολὴ μὲν ἡ τῶν ἱππίων, καθάπερ ἐξ ἀρχῆς, ἐν ἀριστερᾷ τοῦ βήματος πεφραγμένη ἐκτέτακται, πλήν γε δὴ τῶν δύο ἱππέων τῶν ἐκδεχομένων τὰ ἐπ’εὐθὺ ἀκόντια.
40.3ἐπελαύνουσι δὲ ἀπὸ τῶν δεξιῶν ὥσπερ καὶ τὸ πρόσθεν ἐγκλίνοντες ἐπὶ δόρυ, ἐπελαυνόντων δὲ αὐτῶν ἐν ἀριστερᾷ τοῦ βήματος ἄρξαμένη ἄλλη ἐπέλασις γίγνεται ἐς κύκλον ἐπιστρέφουσα.
40.4οἱ δὲ ἱππῆς οὗτοι οὐκ ἀκοντίοις κούφοις διαχρῶνται ἔτι, ἀλλὰ ξυστοῖς δόρασιν, ἀσιδήροις μέν, τῷ βάρει δὲ οὔτε τοῖς ἐξακοντίζουσιν εὐφόροις, οὔτε ἐφ’οὕς ἐκπέμπεται ἀκινδύνοις.
40.5καὶ ἐπὶ τῷδε παραγγέλλεται μήτε τοῦ κράνους στοχάζεσθαι τῶν παριππευόντων μήτε ἐς τὸν ἵππον τὸ δόρυ μεθιέναι, ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα καὶ παραγυμνῶσαί τι τῆς πλευρᾶς ἢ ἐκφῆναι τοῦ νώτου ἐπιστραφέντα, αὐτοῦ δὴ τοῦ θυρεοῦ στοχαζόμενον ὡς Βιαιότατα ἐναράξαι τὸ δόρυ. καὶ τὸ ἀκριβὲς τοῦδε τοῦ ἔργου ἐν τοῖσδ’ἐστίν, εἰ ὡς ἐγγυτάτω τοῖς παριππεύουσι πελάσας ὁ ἐς τὸν Κανταβρικὸν τοῦτον κύκλον καθεστηκὼς ὡς μάλιστα κατὰ μέσου τοῦ θυρεοῦ τὸ δόρυ ἐξακοντίσειεν, τὸ δ’ἐμπεσὸν τῷ θυρεῷ κτυπήσειεν ἢ καὶ διέλθοι δι’αὐτοῦ διαμπάξ, καὶ ὁ δεύτερος ἐπὶ τούτῳ τοῦ δευτέρου ἐξίκοιτο, καὶ ὁ τρίτος ὡσαύτως τοῦ τρίτου, καὶ οἱ ἐφεξῆς τῶν ἐφεξῆς ἐν στοίχῳ κατὰ τὰ αὐτά.
40.7ὅτε γὰρ κτύπος ἀμέλει ἐκπληκτικός, καὶ ὁ ἐξελιγμὸς ἐν τῷ τοιῷδε εὐσχήμων φαίνεται, καὶ τοῖς μὲν εὐστοχίαςτε καὶ σφοδρότητος ἐν τῷ ἀκοντισμῷ μελέτη γίγνεται, τοῖς δὲ ἀσφαλείαςτε καὶ φυλακῆς πρὸς τοὺς ἐπιόντας.
40.8ἐπὶ τούτοις δὲ τῆς συνεχείας τοῦ ἐξακοντισμοῦ μελέτητε καὶ ἐπίδειξις ποιεῖται ἐκ τῶν ἱππέων οὐ πάντων — οὐ γὰρ πάντες ἐπιτήδειοι ἐς τήνδε τὴν ὀξύτητα —, ἀλλὰ γὰρ ὅσοι αὐτῶν ἄκροι ἐς ἱππικήν.
40.9οὗτοι καθιστᾶσι μὲν τοὺς ἵππους, ἐν δεξιᾷ ἔχοντες ἄκρον τὸ βῆμα, ἐκεῖθεν δὲ ἀτρέμα προϊόντος τοῦ ἵππου ἔστε ἐπὶ τὴν ὀφρῦν τοῦ ἐσκαμμένου χωρίου, χρὴ ὡς πλεῖστα καὶ ὡς συνεχέστατα καὶ ὡς ἐπὶ μήκιστόντε καὶ ἅμα κραδαινόμενα ἐς τὸ ἀνώμαλον μεθιέναι τὰ ἀκόντια.
40.10καὶ ἀγαθὸς μὲν ὅστις πεντεκαίδεκα ἀκόντια μεθιέναι ὡς χρὴ πρὶν ἐκβῆναι τοῦδε τοῦ χωρίου τὸν ἵππον ἐξήνυσεν. πολὺ δὲ τούτου ἐνδικώτερον ἐπαινοῖτο ἂν ὅστις καὶ ἐς τὰ εἴκοσι προύβη.
40.11ὡς τό γε ὑπὲρ ταῦτα οὐκέτι τῆς ἀκριβείας ἐχομένων γίγνεται, ἀλλὰ κλεπτόντων τὸ πολὺ κατὰ τὴν στάσιν τοῦ ἵππου ἐπὶ πλέον γιγνομένην, ὡς ἔτι ἑστηκότος φθάσαι δύο ἢ τρία ἀκοντίσαι, ἢ ὑπερβάντος τὴν ὀφρῦν τοῦ ἐσκαμμένου, ἀλλ’ἔγωγε πολὺ μᾶλλον ἐπαινῶ τὸ ἐννόμως δρώμενον ἤπερ τὸ ἐς ἔκπληξιν τῶν ὁρώντων σοφιζόμενον.
41.1ἐνθένδε ἤδη ὡς ἐς μάχην ὁπλίζονται θώραξίτε σιδηροῖς καὶ κράνεσι καὶ θυρεοῖς οὐ τοῖς κούφοις ἔτι.
41.2καὶ πρῶτα μὲν αἱ τάξεις σπουδῇ ἐπελαύνουσι τοὺς ἵππους · μίαν δὲ λόγχην φέροντας, τήνδε πρὶν πελάσαι τῷ βήματι χρὴ ὡς οἷόντε κραδαινομένηντε καὶ ἅμα ἐπανακτυποῦσαν ἐξακοντίσαι τοῦ σκοποῦ στοχαζομένους, ὃς δὴ ἐν ἀριστερᾷ τοῦ βήματος ἐπ’αὐτῷ τούτῳ τῷ ἔργῳ πέπηγεν.
41.3καὶ ὅσοι γε ἀγαθοὶ αὐτῶν, καὶ δεύτερον ἐπελαύνουσιν οὗτοι καὶ τρίτον, οὐ πρὸς ἀνάγκην ἀλλ’αὐτῷ τῷ ἔργῳ καὶ τῷ ἐξ αὐτοῦ ἐπαίνῳ ἀγαλλόμενοι.
41.4ἡ δευτέρα δὲ ἐπέλασις σὺν δυοῖν λόγχαιν γίγνεται, καὶ ταύτας χρὴ ἐξακοντίσαι ὀρθῷ ἐπελαύνοντα τῷ ἵππῳ ὡς μάλιστα οἷόντε ἐπίσκοπα. ἐπὰν δὲ ἐκπεριέλθῃ καὶ τοῦδε τοῦ ἀκοντισμοῦ τὸ
42.1ἑκούσιον, ἐνταῦθα δὴ ὅσοι ἀγαθοὶ στρατιᾶς ἡγεμόνες, ὀνομαστὶ ἀνακαλεῖσθαι κελεύουσι πάντας ἐφεξῆς τοὺς ἱππέας, δεκάδαρχον πρῶτον καὶ διμοιρίτην ἐπὶ τούτῳ καὶ ὅστις ἐν ἡμιολίᾳ μισθοφορᾷ, ἔπειτα τοὺς ἐφεξῆς τῆς δεκαδαρχίας. καὶ οὕτω διὰ πασῶν τῶν δεκαδαρχιῶν ἡ κλῆσις γίγνεται.
42.2τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι “πάρειμι”, ὁμοῦ δ’ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα. καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου τοῦ ἐσκαμμένου ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν δὲ ἀπὸ αὐτοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ ἵππῳ · τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς τοῦ βασιλέως τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου, ἐς τὸν ἄλλον σκοπόν, ὃν ἐπ’αὐτῷ δὴ τούτῳ κατὰ πρόσταξιν τοῦ βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης ἱστᾶσιν.
42.3ἥδ’ἔστιν βολὴ ἡ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ ἐπικαμπῇ γίγνοιτο. ἡ γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐ δὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι.
42.4ἤδη δέ τις ὑπὸ ὀξύτητόςτε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς ὁ βασιλεὺς ἔταξεν, ἔνθα δὴ ὅτε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐ δὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου.
42.5καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα ἄλλην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.
43.1ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλ’ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὅ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι.
43.2οὐ μὴν οὐ δὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι · οἳ δὲ ὡς ἐπ’ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούςτε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται.
43.3καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἷόντε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες. ἐπὶ τούτῳ μέντοιπηδήσεις ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως ·
43.4καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.
44.1ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ συνήθητε καὶ ἐκ παλαιοῦ ἀσκούμενα · ὁ βασιλεὺς δὲ προσεξεῦρεν καὶ τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσατε Παρθυαίων ἢ Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι, καὶ ὅσας οἱ Σαυροματῶν ἢ Κελτῶν κοντοφόροι ἐπιστροφάςτε καὶ ἀποστροφὰς τῶν ἵππων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβολισμοὺς ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους καὶ ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς Γέταις, Ῥαιτικοὺς δὲ ὅσοι ἐκ Ῥαιτῶν.
44.2καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλλεσθαι, καὶ ἐνὶ λόγῳ, οὐκ ἐστιν ὅτι Ῥωμαίοις τῶντε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται ἐκ τοῦ βασιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκπληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ.
44.3ὥστε ἐς τήνδε τὴν παροῦσαν βασιλείαν, ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτ’ἔτος βασιλεύει, πολὺ μᾶλλον συμβαίνειν μοι δοκεῖ τὰ ἔπη ταῦτα ἤπερ ἔς τὴν πάλαι Λακεδαίμονα “ἔνθ’αἰχμάτε νέων θάλλει καὶ μῶσα λίγεια, καὶ δίκα εὐρυάγυια καλῶν ἐπιτάρροθος ἔργων”.