Pseudo-Scymnus

To King Nicomedes, vv. 722-1026

τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον Βυζαντίων χώρα Φιλία καλουμένη. εἶτ’αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος ἐφ’ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενόςτε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος. εἶτ’εὐλίμενος ἄκρα συνάπτει Θυνιάς, τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσ’ἐσχάτη, μεθ’ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία · ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι. πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν. περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία, τῇ Θρᾳκίᾳ Γετικῇτε συνορίζουσα γῇ · Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖςτ’ᾤκισαν ὅτ’ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. Αἷμος μέγιστον δ’ἐστὶν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερὴς τῇτε κατὰ μῆκος τῶν τόπων παρεκτάσει · ἀπὸ γὰρ Κροβύζων τῶντε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων. Ὀδησσὸς πόλις. Μιλήσιοι κτίζουσιν Ἀστυάγης ὅτ’ἦρχε Μηδίας · Θρᾷκας Κροβύζους ἐν κύκλῳ δ’αὑτῆς ἔχει. Διονυσόπολις. πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις · Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν · ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας μιγάδας Ἕλληνας οἰκητὰς ἔχει. Βιζώνη πόλις. φασίν τινες μὲν βαρβάρων, τινὲς δ’ἄποικον γεγονέναι Μεσημβρίας. Κάλλατις πόλις. ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη κατὰ χρησμόν · ἔκτισαν δὲ ταύτην ἡνίκα τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν. τομέοι πόλις. ἄποικοι γενόμενοι Μιλησίων, ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι. Ἴστρος πόλις. ἀπὸ τοῦ ποταμοῦ λαβοῦσαν Ἴστρου τοὔνομα Μιλήσιοι κτίζουσιν ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου. Ἴστρος ποταμός. ἀπὸ τῶν μὲν ἑσπερίων τόπων κατέρχεται, τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος, δύσιν δὲ πέρι σχιζόμενος εἰς τὸν Ἀδρίαν · ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται, καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον · χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τηκομένωντε λαμβάνων ἀεὶ πάγων τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας πολλάςτε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος, ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων οὐκ ἔστ’ἐλάττων μὲν Ῥόδου, Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν · ἔπειθ’† οὕτως μετ’αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη. ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων θέαν ἱεροπρεπῆτε τοῖς ἀφικνουμένοις. οὐ δυνατόν ἐστ’ἤπειρον ἀπὸ ταύτης ἰδεῖν, καίπερ ἀπεχούσης στάδια τῆς χώρας ἄπο τετρακόσι’, ὡς δὴ συγγράφει Δημήτριος […]. Θρᾷκέςτε Βαστάρναιτ’ἐπήλυδες […]. […] Τύρας ποταμός. βαθύςτ’ὢν εὔβοτόςτε ταῖς νομαῖς, τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων ταῖς ὁλκάσιντε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας ἄποικος γενομένη Μιλησίων. Βορυσθένης ποταμός. οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους νομάςτε τοῖς βοσκήμασι. ῥεῖν δ’αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τετταράκοντα πλωτόν, εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι κοὐ περάσιμος · ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται. ἐπὶ ταῖς δὲ καθ’Ὕπανίντε καὶ Βορυσθένην ποταμῶν διπλαῖσι συμβολαῖς ἐστὶν πόλις κτισθεῖσα, πρὶν μὲν Ὀλβία καλουμένη, μετὰ ταῦθ’ὑφ’Ἑλλήνων δὲ πάλι Βορυσθένης κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν · διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει ἔχει ποταμῷ Ἀχιλλέως δρόμος. ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακράτε καὶ στενή. Ταῦροι ἔθνος. τινὲς λέγουσιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί, βίον δ’ἐνόρειον νομάδατ’ἐζηλωκότες, τὴν δ’ὠμότητα βάρβαροίτε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν. ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσ’Ἑλληνίδα, ἣν Ἡρακλεῶται Δήλιοίτ’ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι. Θεοδοσία πόλις. † λέγεταί ποτε καὶ φυγάδας ἐκ τῶν Βοσπόρου οἰκῆσαι. Κιμμερικὸν πόλις. ἐν τῇ θαλάττῃ δ’ἄντικρυς νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο † ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Παντικάπαιον πόλις. ἔσχατον, τοῖς Βοσπόρου βασίλει’ἐπωνομασμένον. ἄνωθε τούτων ἡ Σκυθικὴ δὲ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσ’ἐστὶ γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Κάρπιδας εἴρηκεν Ἔφορος, εἶτεν Ἀροτῆρας πρόσω Νευρούςτε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον · πρὸς ἀνατολὰς δ’ἐκβάντι τὸν Βορυσθένην τοὺς τὴν λεγομένην Ὕβλαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δ’ἐχομένους τούτων ἄνω, ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον, ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος, ἐπέκεινα δ’εἶναι πάλιν ἔρημον ἐχομένην · τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος ἕτεράτε πλείον’οὐ διωνομασμένα, νομαδικὰ δ’ἐπικαλούμεν’, εὐσεβῆ πάνυ, ὧν οὐ δὲ εἷς ἔμψυχον ἀδικήσαι ποτ’ἄν, οἰκοφόρα δ’, ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι ταῖς Σκυθικαῖσιν ἱππημολγίαις, ζῶσιν δὲ τήντε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων τὴνθ’ὅλην συνουσίαν. καὶ τὸν σοφὸν δ’Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶν γενέσθαι τῶν σφόδρ’εὐσεβεστάτων. […] καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. εὐσημότατον εἶναί φησι δὲ τὸ Σαυροματῶν καὶ τῶν Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος. ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη, † εἰς ἣν ὁ Τάναϊς ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμ’Ἀράξεω ἐπιμίσγεθ’, ὡς Ἑκαταῖος εἶφ’ὁ Τήϊος, ὡς δ’Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός, ἧς τὸ πέρας ἔστ’ἄφραστον · ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην Μαιῶτιν εἰς τὸν Κιμμερικόντε Βόσπορον. τὸν Τάναϊν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος, τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδι’ἐπέχοντες · εἶτα Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν, ὡς Ἔφορος δέ, Σαυροματῶν ἔθνος. τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης, ἐφ’οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι. εἶτ’ἔστιν Ἑρμώνασσα Φαναγόρειάτε, ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ, καὶ Σινδικὸς λιμήν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. ταύτας περιέχει τὰς πόλεις διακειμένας νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις ἀδιάβατος τενάγεσίτε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῇ θαλάττῃ τῇτε λίμνῃ γίνεται. τὸ δὲ στόμ’ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη, κτίσις τυράννων δ’οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπόςτ’ἀποικισθεῖσα διὰ Μιλησίων. Σίνδοι ἔθνος. Μαιωτῶν τινες, † βάρβαροι μέν εἰσι, τοῖς δὲ ἔθεσιν ἥμεροι. Κερκέται. δίκαιον ἐπιεικέςτ’ἔθνος καὶ ναυτικὸν μάλιστα. τὴν δ’ὅμορον πάλιν τούτων ἔχουσι γῆν Ἀχαιοὶ λεγόμενοι, οὓς δὴ λέγουσιν ὄντας Ἕλληνας γένει καλεῖσθ’Ἀχαιοὺς ἐκβαρβαρωμένους. τὸν Ὀρχομενίων φασὶ γὰρ λαόν ποτε τὸν Ἰαλμένου † μηνύεσθαι παντὶ τῷ στόλῳ ἐξ Ἰλίου πλέοντας ὑπὸ τῶν πνευμάτων ἄκοντας εἰς τὴν Ποντικὴν καὶ βάρβαρον χώραν κατελθεῖν · ὅθεν ἀπεξενωμένους εἶναι παρανόμους φασὶ καὶ τοῖς ἤθεσιν μάλιστα τοῖς Ἕλλησι δυσμενεστάτους, † πολλοὶ δὲ ἐναντίοι εἰσὶν οἱ Ἀχαιοὶ τοῖς Κερκέταις. Ἡνίοχοι ἔθνος. μισόξενον. τούτους δὲ κληθῆναί τινες ἀπὸ τῶν Πολυδεύκους ἡνιόχων καὶ Κάστορος λέγουσιν Ἀμφίτουτε καὶ τοῦ Τέλχιος. ἐν τῷ μετ’Ἰάσονος γὰρ ἀφικέσθαι στόλῳ δοκοῦσιν οὗτοι, περὶ δὲ τούτους τοὺς τόπους ᾤκησαν ἀπολειφθέντες, ὡς μυθεύεται. ὑπὲρ Ἡνιόχους ἄνω δὲ κεῖται Κασπία καλουμένη θάλαττα, βαρβάρων γένη ἱπποφάγα περὶ αὑτὴν ἔχουσ’οἰκούμενα, ἧς δὴ τὰ Μήδων ἐστὶν ὅρια πλησίον. Φᾶσις ποταμός. τὸ ῥεῦμ’ἔχει φερόμενον ἐκ τῆς Ἀρμενίας, οὗ πλησίον οἰκοῦσι μεταναστάντες ἐξ Ἰβηρίας εἰς Ἀρμενίαν Ἴβηρες. εἰσιόντι δὲ ἀριστερὰ τοῦ Φάσιδος παρακειμένη Μιλησίων πόλις ἐστὶ Φᾶσις λεγομένη Ἑλληνίς · εἰς ταύτην δὲ καταβαίνειν λόγος φωναῖς διαφόροις χρώμεν’ἐξήκοντ’ἔθνη, ἐν οἷς τινας λέγουσιν ἀπὸ τῆς Ἰνδικῆς καὶ Βακτριανῆς γῆς συναφικνεῖσθαι βαρβάρους. μεταξὺ τούτων βάρβαρος Κοραξική, ἧς ἐχομένη ’στὶ Κωλικὴ καλουμένη, τὰ τῶν Μελαγχλαίνωντε καὶ Κόλχων ἔθνη. Μάκρωνες ἔθνος. Μοσύνοικοι ἔθνος. ὠμοῖς ἔθεσιν ἔργοιςτε βαρβαρώτατοι. φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖςτ’ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δ’ἀεὶ ἕκαστα πράττειν, τὸν δ’ἑαυτῶν βασιλέα δεδεμένον ἐν πύργῳτε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα, τοῖς φρουροῦσι δ’αὐτὸν ἐπιμελὲς εἶναι νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν, ἂν δὲ παραβαίνῃ, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας διατροφήν. Φαρνακία πόλις. † κτισθεῖσα καὶ αὐτὴ καθὼς ἔρημος κειμένη, † ἧς ἄντικρυς παρήκει νῆσος Ἄρεος λεγομένη. Τιβαρηνοὶ ἔθνος. ὁμόχωροι […]. παίζειν γελᾶν σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν ταύτην μεγίστην κεκρικότες. Ἀμισὸς πόλις. ἐν τῇ Λευκοσύρων γῇ κειμένη, Μιλησίων καὶ Φωκαέων ἀποικία · τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γὰρ τῆς Ἡρακλείας ἔλαβ’Ἰωνικὴν κτίσιν. κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδὸν στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικὸν κόλπον διήκων τήντ’Ἀλεξάνδρου πόλιν τῷ Μακεδόνι κτισθεῖσαν · ἡμερῶν δ’ὁδὸν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει. τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον εἰς τὸν περὶ αὐτὴν ὄντα συνάγεσθαι μυχόν. ὁ δ’Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων ἐκ τῆς Κιλικίας πένθ’ὑπάρχειν ἡμερῶν εὐθεῖαν ὁδόν, ὡς αὐτὸς ἱστορεῖ γράφων, εἰς τὴν Σινώπην τὴν προσωτέρω πόλιν. κεκραμένη δ’ἄριστα τῆς Ἀσίας σχεδὸν χωρία γένητε κατέχει πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικόν, εἶτ’Ἰωνικὸν καὶ Δωρικόν, τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα. Κίλικες μὲν οὖν Λύκιοίτε καὶ πρὸς τοῖσδ’ἅμα Κᾶρες Μαριανδυνοίτε παραθαλάττιοι οἰκοῦσι Παφλαγόνεςτε καὶ Παμφύλιοι · Χάλυβες δὲ τὴν μεσόγειον οἵτε πλησίον Καππάδοκες οἵτε νεμόμενοι τὴν Πισιδικὴν Λυδοίτε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες. Ἅλυς ποταμός. † τριακοσίοις σταδίοις ἀπέχων τῆς Ἀμισοῦ μεταξὺ τῶν Σύρωντε καὶ τῶν Παφλαγόνων φερόμενος εἰς τὸν Πόντον ἐξίησιν. Σινώπη πόλις. ἐπώνυμος Ἀμαζόνων τῶν πλησιοχώρων ἀπὸ μιᾶς, ἥν ποτε μὲν ᾤκουν ἐγγενεῖς ὄντες Σύροι, μετὰ ταῦτα δ’, ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπ’Ἀμαζόνων διέβησαν, Αὐτόλυκόςτε καὶ σὺν Δηιλέοντι Φλόγιος, ὄντες Θετταλοί · ἔπειτα δ’Ἄβρων τῷ γένει Μιλήσιος, ὑπὸ Κιμμερίων οὗτος δ’ἀναιρεῖσθαι δοκεῖ · μετὰ Κιμμερίους Κῷος πάλιν δὲ Κρητίνης οἱ γενόμενοι φυγάδεςτε τῶν Μιλησίων. οὗτοι συνοικίζουσι δ’αὐτὴν ἡνίκα ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός. Κάραμβις, Κριοῦ μέτωπον, ἀκρωτήρια. ἀπότομον εἰς θάλατταν ὑψηλόντ’ὄρος, νυχθήμερον πλοῦν ἀπὸ Καράμβεως ἔχον. Ἄμαστρις πόλις. ὧν δὴ τόπων λέγουσιν ἄρξαι Φινέα, τὸν τοῦ Τυρίου Φοίνικος, ὑστέροισι δὲ χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων κτίσαιτε ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν ἐπὶ τῶν τόπων κτίσασα πόλιν ὁμώνυμον Ἄμαστρις, Ὀξάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ, τοῦ δ’Ἡρακλείας γενομένη Διονυσίου γυνὴ τυράννου. Παρθένιος ποταμός. πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον […] ἐν δ’αὐτῷ λόγος Ἀρτέμιδος εἶναι λοετρὸν ἐπιφανέστατον. Ἡράκλεια πόλις. Βοιωτῶν κτίσις καὶ Μεγαρέων, ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος καθ’οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας. Ὕπιος ποταμός. ἐφ’αὑτῷ δ’ἔχει πόλιν μεσόγειον Προυσιάδα καλουμένην. Σαγγάριος ποταμός. ἐκ τῆς ὑπὲρ Θυνῶντε καὶ Φρυγῶν χθονὸς φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος. Ἀπολλωνία νῆσος. † ἔχει ἐν αὑτῇ † πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον.