Pseudo-Scymnus
To King Nicomedes, vv. 1-980
πάντων ἀναγκαιότατον ἡ κωμῳδία, θειότατε βασιλεῦ Νικόμηδες, τοῦτ’ἔχει τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς καὶ ψυχαγωγεῖν πάντα τὸν ὑγιῆ κριτήν. διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως σοίτε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα καὶ διαλεγῆναι βραχέα, τότε συνηγμένον εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τόδε σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν. βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως, αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον μὴ πολύν · ἐμοὶ γὰρ κρίνεται λακωνικῶς περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν. “ἐστι δ’ἃ γράφω τοιαῦτα. τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, τῶν Ἀττικῶν τις γνησίωντὲ φιλολόγων γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωϊκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατ’ἀπὸ τῆς Τρωϊκῆς ἁλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους περαιώσειςτε ναυτικῶν στόλων, θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας, πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους, φυγὰς στρατείας, καταλύσεις τυραννίδων · πάντων ἐπιτομὴν τῶν χύδην εἰρημένων · μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο, τῷ κωμικῷ δὲ, τῆς σαφηνίας χάριν, εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν. τὸ δ’ὅμοιον ἔλαβεν εἰκάσας ἐκ τοῦ βίου · ὥσπερ γὰρ εἴ τις ἀναλαβὼν θέλοι φέρειν ξύλων λελυμένων πλῆθος, οὐκ ἂν εὐχερῶς τούτων κρατήσαι, δεδεμένων δὲ ῥᾳδίως · οὕτω λελυμένην λέξιν ἁναλαβεῖν ταχύ οὐκ ἔστι, τῷ μέτρῳ δὲ περιειλημμένην ἔστιν κατασχεῖν εὐσκόπως καὶ πιστικῶς · ἔχει γὰρ ἐπιτρέχουσαν ἐν ἑαυτῇ χάριν, ὅταν ἱστορία καὶ λέξις ἔμμετρος πλεκῇ. κεῖνος μὲν οὖν κεφάλαια συναθροίσας χρόνων εἰς βασιλέως ἀπέθετο φιλαδέλφου χάριν, ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης, ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι. ἐγὼ δ’ἁκούων, διότι τῶν νῦν βασιλέων μόνος βασιλικὴν χρηστότητα προσφέρεις, πεῖραν ἐπεθύμησ’αὐτὸς ἐπ’ἐμαυτοῦ λαβεῖν καὶ παραγενὲσθαι καὶ τί βασιλεύς ἐστ’ἰδεῖν, ἵν’αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω. διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν, παρὰ σοίτε, βασιλεῦ, γνησίως τιμώμενον κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω, τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην. οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος πρὸς σὴν κατὰ λόγον ἧκα (κοινὴν γὰρ σχεδόν τοῖς φιλομαθοῦσιν ἀναδέδειχας) ἑστίαν · Θεὸς δὲ συνεφάψαιτο τῇ προαιρέσει Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας κτίσειςτε πόλεων, τῆς ὅληςτε γῆς σχεδόν ὅσ’ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων. τούτων δ’ὅσα μὲν εὔσημάτ’ἐστὶ καὶ σαφῆ ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι, ὅσα δ’ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα, ὁ κατὰ μέρος ταῦτ’ἐξακριβώσει λόγος, ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης ἔχειν σε περιορισμὸν ἐπιτετμημένον, ποταμῶντε μεγάλων ἰδιότητας καὶ ῥύσεις, τὴν τῶν δύ’ἠπείρωντε κατὰ μέρος θέσιν, ἐν ἑκατέρᾳ τὶνες εἰσὶν Ἑλλήνων πόλεις, τίνες ἔκτισαν, κατὰ τίνας ᾤκησαν χρόνους, τοὺς ὁμοεθνεῖς ὄνταςτε τούςτ’αὐτόχθονας, τίν’ἔστι πλησιόχωρα βαρβάρων γένη, τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά, τίνες ἥμεροι, τίνες εἰσὶν ἀξενὼτατοι ἔθεσι, τρόποιςτ’ἔργοιςτε βαρβαρώτατοι, τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντάτε, τίσιν νόμοις ἕκαστα χρῆται καὶ βὶοις, τῶν ἐμπορίων ὅσατ’ἐστὶν εὐτυχέστατα, νήσωντε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν, ἑξῆςτε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων, κτίσειςτε πόλεων τῶν ἐν αὐταῖς φερομένων, ἁπλῶςθ’ἁπάντων χωρίων διέξοδον καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγοις στίχοις · ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται, ἅμα δ’ὠφελίαν ἀποίσετ’εὔχρηστον μαθών, εἰ μηθὲν ἕτερον, φασί, ποῦ ποτ’ἐστὶ γῆς κάν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει τίνωντε πρότερον γενομένην οἰκητόρων πόλεσίτε ποίαις συγγένειαν ἀναφέρει · συνελόντι δ’εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην, ἐπὶ τῆς ἰδίας δε καταμένων εὐδαιμόνως, οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον, ἐθνῶν ὅλων δὲ γνώσετ’ἄστη καὶ νόμους. λαβοῦσα δ’ἡ σύνταξις ἐπιφανέστατον ἀρχηγέτην σε φιλάγαθοντε προστάτην ἥξει διὰ λόχους ἐπιμελεῖς εἰς τὸν βίον τὸ σόντε, βασιλεῦ, πᾶσι κηρύξει κλέος διαπεμπομένη πρὸς ἕτερον ἀφ’ἐτέρου τόπον καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν. ἤδη δ’ἐπ’ἀρχὴν εἶμι τῆς συντάξεως τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον · τῷ τὴν γεωγραφίαν γὰρ ἐπιμελέστατα γεγραφότι τοῖςτε κλίμασι καὶ τοῖς σχήμασιν Ἐρατοσθένει μάλιστα συμπεπεισμένος, Ἐφόρῳτε καὶ τῷ τὰς κτίσεις εἰρηκότι ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ, Δημητρίῳτε Καλλατιανῷ συγγραφεῖ καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει, τὴν τῆς θαλάττης, ὅς γ’ὀρίζεται θέσιν, καὶ τὸν πολίτην δ’ἐκG8 G2πGψG3ασιν GγνωGριGμενG2 εἰσὶ GφG2 καί ὀγεG2φιτG7 παρ’ἱστορεῖν ἐGπιG2λλομέν G3 τόπους G4 G4 ἀκολουθῶν δὲ καὶ Καλλισθένη G3ἰληφα καὶ κG3χGχGενίων δὲ καί Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου, ἐκ τῶν ὑφ’Ἡροδότουτε συντεταγμένων · ἃ δ’αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακὼς αὐτοπτικὴν πίστιντε προσενηνεγμένος, ὡς ὢν θεατής οὐ μόνον τῆς Ἑλλάδος ἢ τῶν κατ’Ἀσὶαν κειμένων πολισμάτων, ἴστωρ δὲ γεγονὼς τῶντε περὶ τὸν Ἀδρὶαν καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων, ἐπεληλυθὼς δὲ τοὺςτε τῆς Τυρρηνὶας καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἑσπέραν ὅρους καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος. τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων, πρῶτον δὲ τάξω τοὺς κατ’Εὐρώπην τόπους. τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν · ἡ περιέχουσα δ’αὐτὸ χώρα πλησίον ἡ μὲν Λιβύης ἡ δ’ἐστὶν Εὐρώπης ἄκρα. νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι διέχουσ’ἀπ’ἀλλήλων τριάκοντα σχεδὸν σταδίους · καλοῦνται δ’ὑπό τινων Ἡρακλέους στῆλαι. μιᾶς τούτων δὲ Μασσαλιωτικὴ πὸλις ἐστὶν ἐγγὺς Μαινάκη καλουμένη · αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν. κάμψαντι τήν ἄκραν δὲ τὴν κατ’ἀντικρὺ πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθ’ἡμέρας · εἶτ’ἐχομένη” στὶ νῆσος ἡ καλουμένη Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς, βοῶν δ’ἀγέλας ἔχουσα καὶ βοσκημάτων προσεμφερεῖς ταύροιςτε τοῖς Αἰγυπτίοις καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις · προσεσπερίους δ’Αἰθίοπας οἰκητὰς ἔχειν λέγουσιν αὐτὴν γενομένης ἀποικίας. ταύτης σύνεγγυς δ’ἐστὶ G4 πόλις λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν, Γαδειρ’, ὅπου μέγιστα γίνεσθαι λόγος κήτη. μετὰ ταύτην δ’ἐστὶν ἡμερῶν δυοῖν τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις, ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς χρυσόντε καὶ χαλκὸν φέρουσα πλείονα, Ἔπειτα χώρα Κελτική καλουμένη μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης, ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς · τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν καὶ χειμερινῶν οἰκοῦσι · Κελτοὶ δ’ἀνάπαλιν ὑπ’ἰσημερινῆς θερινῆςτε δύσεως, ὡς λόγος. τὰ μὲν οὖν ἔθνη τὰ τέτταρ’ἐστὶ τοῖς ὄχλοις τοῖς πλήθεσιντε τῶν κατοικούντων ἴσα · ἡ δ’Αἰθιόπων πλέον’ἐστὶ χώραν καὶ Σκυθῶν ἐρημίαν δ’ἔχουσα πλείστην, διὰ τὸ καί τὰ μὲν ἔμπυρ’εἶναι μᾶλλον αὐτῶν τὰ δ’ἕνυγρα. χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς, ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων συν μουσικῇ δ’ἄγουσι τὰς ἐκκλησίας, ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν. τούτων δὲ κεῖται λεγομένη τις ἐσχάτη στήλη βόρειος · ἔστι δ’ὑψηλὴ πάνυ εἰς κυματῶδες πέλαγος ἀνατείνουσ’ἄκραν. οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι Ἔνετοίτε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν Ἴστρων καθηκόντων · λέγουσι δ’αὐτόθεν τὸν Ἴστρον ἀρχὴν λαμβάνειν τοῦ ῥεύματος. τῶν πρὸς τὸ Σαρδῷον δὲ πέλαγος κειμένων οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος ἀποικίαν λαβόντες · ἑξῆς δ’, ὡς λόγος, Ταρτήσσιοι κατέχουσιν · εἶτ’Ἴβηρες οἱ προσεχεῖς. ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων Βέβρυκες. ἔπειτα παραθαλάττιοι κάτω Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες, ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν · πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα ταύτην οἱ πρὶν ναυκρατοῦντες ἔκτισαν Ῥόδιοι. μεθ’οὓς ἐλθόντες εἰς Ἰβηρίαν οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς Ἀγάθην Ῥοδανουσίαντε, Ῥοδανὸς ἣν μέγας ποταμὸς παραρρεῖ, Μασσαλία δ’ἐστ’ἐχομένη, πόλις μεγίστη, Φωκαέων ἀποικία. ἐν τῇ Λιγυστίκῃ δὲ ταύτην ἔκτισαν πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι. Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν. εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον πόλις Ὀλβία κα- κἀντίπολις αὐτῶν ἐσχάτη. μετὰ τήν Λιγυστίκην Πελασγοὶ δ’εἰσὶν οἱ πρότερον κατοικίσαντες ἐκ τῆς Ἑλλάδος, κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι. Τυρρηνίαν δ’ὁ Λυδὸς Ἄτυος ἔκτισεν Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε. ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι, Κύρνοςτε καὶ Σαρδὼ, μεγίστη λεγομένη μετὰ τὴν Σικελίαν νῆσον, αἵτε πρίν ποτε Σειρηνίδες Κίρκηςτε νῆσοι λεγόμεναι. εἰσὶ δ’ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοὶ, οὓς ᾤκισ’οὑκ Κίρκης Ὀδυσσεῖ γενόμενος Λατῖνος, Αὔσονέςτε μεσόγειον τόπον ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ, Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος. ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη “στὶν πόλις ἔχουσ’ἐφάμιλλον τῇ δυνάμει καί τοῦνομα, ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης, ἐν τῇ Λατίνῃ · Ῥωμύλον δ’αὐτὴν κτίσαι θέμενον ἀφ’αὑτοῦ φασι τοῦτο τοῦνομα. μετὰ δὲ Λατίνους ἐστὶν ἐν Ὀπικοῖς πόλις τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν, εἶτ’Αἰολεῖς · οὗ Κερβέριόν τι δείκνυται ὑποχθόνιον μαντεῖον · ἐλθεῖν φασι δέ. δεῦρο παρὰ Κίρκης ἑπανάγοντ’Ὀδυσσέα Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένης κτίσιν κατὰ χρησμὸν ἔλαβεν ἡ Νεάπολις. τούτοις δὲ Σαυνῖται παροικοῦσ’ἐχόμενοι τῶν Αὐσόνων · μεθ’οὓς μεσόγειοι κείμενοι οἰκοῦσι Λευκανοίτε Καμπανοίθ’ἅμα. προσεχεῖς δε τούτοις εἰσὶ πάλιν Οἰνώτριοι μὲχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης, ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ, καὶ Μασσαλιωτῶν Φωκαέωντ’Ἐλέα πόλις, ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικὰ οἱ Φωκαεῖς · μάλιστα δ’εύανδρουμένη κατὰ τὴν Ἀσίαν Φώκαια κειμένη πόλις. ἐν τῷ πόρῳ κεῖνται δε τῷ Τυρρηνικῷ νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω, ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου, ὧν ἐστιν Ἱερὰ λεγομένη τις εὐλόγως · καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων, καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων ἔργατε σιδήρειόςτε ῥαιστήρων κτύπος. μία δ’ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν ἔχουσα, Λιπάρα δ’ὄνομα, συγγενὶς Κνίδου. ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη, ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα λέγουσι πλήθη κατανέμεσθ’Ἰβηρικά, διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν, Σικελοῦ δυναστεύσαντος · εἶθ’Ἑλληνικὰς ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν δεκάτῃ γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον παρὰ Χαλκιδέων λαβόντος · ἦν δ’οὗτος γένει ἐκ τῶν Ἀθηνῶν · καὶ συνῆλθον, ὡς λόγος, Ἴωνες, εἶτα Δωριεῖς οἰκήτορες. στάσεως δ’ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν, τὸ δ’ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς κατέσχον · Ἀρχίας δὲ τούτους προσλαβὼν ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας το- τοὔνομα τὰς νῦν Συρακούσας παρ’αὐτοῖς λεγομένας. μετὰ ταῦτα δ’ἀπὸ Νάξου Λεοντίνοι πόλις ἡ τὴν θέσιντ’ἔχουσα Ῥηγίου πέραν, ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας, Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχ’ἀποικίαν. πάλιν δ’ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι, εἶθ’Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη · εἰσὶν δὲ πᾶσαι Χαλκιδέων αὗται πόλεις. τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι. Μεγαρεῖς Σελινοῦνθ’, οἱ Γελῷοι δ’ἔκτισαν Ἀκράγαντα, Μεσσήνην δ’Ἴωνες ἐκ Σάμου, Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην · αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν, πρὸς ἓξ ἔτη καὶ τετταράκοντ’ᾠκημένην. αὗται μέν οὖν εἰσ’αἱ πόλεις Ἑλληνίδες · τὰ δὲ λοιπὰ βάρβαρ’ἐστὶ τῶν πολισμάτων, Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους. ἡ δ’Ἰταλία προσεχὴς μέν ἐστ’Οἰνωτρίᾳ, μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους, ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ το- τοὔνομα λαβοῦσα, μεγάλη δ’ὕστερον πρὸς ἑσπέραν Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις. Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει πόλεις · Τέριναν πρῶτον, ἣν ἀπῴκισαν Κροτωνιᾶται πρότερον, ἅςθ’οἱ πλησίον Ἱππώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί. εἶτ’εἰσὶ Ῥηγῖνοι πόλιςτε Ῥήγιον, ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις εἰς τὴν Σικελίαν · Χαλκιδεῖς δὲ Ῥήγιον ἀποικίσαι δοκοῦσιν. οἱ δὲ λεγόμενοι Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί. τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ · εἰσὶν δ’ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν · ἔνιοι δὲ Λοκρῶν φασι τῶν έν Ὀζόλαις. ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία, ἐκ τοῦ Κρότωνος ἥτις ἔσχ’ἀποικίαν · ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει αὐλῶνος αὕτη το- τοὔνομα σχοῦσ’ὕστερον μετωνομάσθη τῷ χρόνῳ Καυλωνία. ἑξῆς δὲ ταύτης ἡ πρὶν εὐτυχεστάτη εὐανδροτάτη πόλιςτε γενομένη Κρότων, Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ. μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι · ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον. ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι ἀφικομένους λέγουσι πάσας τὰς πόλεις. εἶτεν μεγίστη τῶν ἐν Ἰταλίᾳ Τάρας, ἀπό τινος ἥρωος Τάραντος λεγομένη, Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις · οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ εὔκαιρον, ὀχυράν, φυσικὸν εὐτύχημά τι · συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν πάσῃ σκεπεινὴν νηὶ καταγωγὴν ἔχει. ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή, ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη, Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία, δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδὸν περιουσίᾳ πλείστῃτε κεχορηγημένη · οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν, τα- τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν. λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι τοῖς τοῦ Ζαλεύκου τα- τἀκόλουθα συντελεῖν, τρυφὴν δὲ καὶ ῥᾴθυμον ἑλομένους βίον χρόνῳ προελθεῖν εἰς ὕβριντε καὶ κόρον, σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως ἀγῶνα καταλύσωσι, τάςτε τοῦ Διός ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει · ἁδρόμισθον Διὶ γυμνικόν τιν’ἐπετέλουν Κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα. Κροτωνιᾶται πλησίον δὲ κείμενοι κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι. μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος κεῖται · καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν οἰκοῦσ’Ἰάπυγες · μεθ’οὓς Οἰνώτριοι Βρεντέσιον ἐπίνειόντε τῶν Μεσσαπίων. πέραν δὲ τούτων ἔστ’ὄρη Κεραύνια. Μεσσαπίων δ’οἰκοῦσι G8 G14 Ὀμβρικοί οὕς φασιν ἀβροδίαιτον αἱρεῖθαι βίον Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα. εἶτ’ἐστὶν Ἀδριανὴ Θάλαττα λεγομένη. Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν, ὡς δὴ συνισθμίζουσα πρὸς τήν Ποντικὴν νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας, τούτων δέ τὰς μὲν λεγομένας Ἀψυρτίδας Ἠλεκτρίδαςτε, τὰς δὲ καὶ Λιβυρνίδας. τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντάτε χώραν ἀρίστην νεμομένων καὶ καρπίμην · διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα · ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν ἐστὶν ὑπὲρ αὐτούς, καίπερ ὄντας πλησίον · οὐ γὰρ νιφετώδης οὐ δ’ἄγαν ἐψυγμένος, ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει · ὀξὺς ταραχώδηςτε πρὸς τὰς μεταβολάς, μάλιστα τοῦ θέρους δέ, πρηστήρωντε καὶ βολὰς κεραυνῶν τούςτε λεγομένους ἔχει τυφῶνας. Ἐνετῶν δ’εἰσὶ πεντήκοντά που πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ, οὓς δή μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων χώρας κατοικῆσαίτε περὶ τὸν Ἀδρίαν, Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι. δύο δὲ κατ’αὐτούς εἰσι νῆσοι κείμεναι, κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν · ὑπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες. Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει, ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον, διαυγὲς αἰγείρων ἀποστάλαγμά τι. λέγουσι γὰρ δὴ τήν κεραύνωσιν προτοῦ τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές · διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων μελανειμονεῖντε πενθικάςτ’ἔχειν στολάς. ἡ πλησίον χώρα δὲ τούτων κειμένη ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται. τούτοις συνάπτον δ’ἐστὶ Βουλινῶν ἔθνος, Ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλικὴ πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη πόλεις δ’ἐν αὐτῇ φασι πέντε καὶ δέκα Ὕλλους κατοικεῖν ὄντας Ἕλληνας γένει · τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν, ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον, ὥς φασι Τίμαιόςτε κα- κἀρατοσθένης. νῆσος κατ’αὐτοὺς δ’ἐστὶν Ἴσσα λεγομένη Συρακοσίων ἔχουσα τὴν ἀποικίαν. ἡ δ’Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ ἔθνη περιέχει πολλά · πλήθη γὰρ συχνὰ τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μὲν αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα, ἃ δε τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου, καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις ὑπήκο’εἶναι, τινὰ δὲ καὶ μοναρχίαις, ἃ δ’αὐτονομεῖσθαι · θεοσεβεῖς δ’αὐτοὺς ἄγαν καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους, κοινωνικὴν διάθεσιν ἠγαπηκότας εἶναι, βίον ζηλοῦντε κοσμιώτατον. Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη νῆσος Παρίων κτίσις ἐστὶν ἥτε λεγομένη Μέλαινα Κόρκυρ’, ἣν Κνίδιοι κατῴκισαν. ἔχει δὲ λίμνην εὖ μάλ’ἡ χώρα τινὰ μεγάλην παρ’αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην. προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον · ὅθεν ἐστὶ Διομήδεια ταύτῃ το- τοὔνομα. ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι. πρὸς τῇ θαλάττῃ δ’ἐστὶν Ἐπίδαμνος, πόλις Ἑλληνίς, ἣν Κόρκυρ’ἀποικίσαι δοκεῖ. ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ. οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία, Κορκυραίωντε καὶ Κορινθίων κτίσις, Ἑλληνὶς Ὠρικόςτε παράλιος πόλις · ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς κτίζουσι κατενεχθέντες ὑπὸ τῶν πνευμάτων. ἔπειτα Θεσπρωτῶντε καὶ τῶν Χαόνων ἔθνη κατοικεῖ βάρβαρ’οὐ πολὺν τόπον. Κόρκυρα νῆσος δ’ἐστὶ κατὰ Θεσπρωτίαν. μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ, ὁ Νεοπτολέμου παῖς, ἥτε Δωδώνη Διὸς μαντεῖον · ἵδρυμ’ἐστὶ δ’οὖν Πελασγικόν. ἐν τῇ μεσογείῳ δ’εἰσὶ μιγάδες βάρβαροι, οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ. μετὰ τοὺς Μολοττοὺς δ’Ἀμβρακία Κορινθίων ἄποικός ἐστιν · ᾤκισεν δ’ὁ Κυψέλου αὐτὴν πρότερον παῖς Γόργο · εἶτ’Ἀμφιλοχικὸν Ἄργος λεγόμενον · τοῦτο δὲ κτίσαι δοκεῖ Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως. εἰσὶ δ’ἐπάνω τούτων ἔποικοι βάρβαροι. ἐν τῇ παραλίᾳ δ’ἐστ’Ἀνακτόριον πόλις · ταύτην δ’Ἀκαρνᾶνέςτε καὶ Κορίνθιοι ἀπῴκισαν · μετέπειτα δ’Ἁκαρνανία · ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι, τοὺς δὲ τὸν ἐκείνου παῖδ’Ἀκαρνᾶνα κτίσαι. κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες · Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις, εἷθ’ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον, ἥτε Πελοποννήσῳ σύνεγγυς κειμένη Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δ’Ἐχινάδες. ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα ἐπὶ κεφαλαίου τούςτε περὶ αὐτὴν τόπους ἐθνικῶς ἅπαντας κατ’Ἔφορον δηλώσομεν. μετὰ τοὺς Ἀκαρνᾶνας μὲν ἐστ’Αἰτωλία ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν · Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον, ἀφικόμενος δ’Αἰτωλὸς ἑκ τῆς Ἤλιδος Αἰτωλίαν ὠνόμασ’ἐκείνους ἐκβαλών. πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις, ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ. ἔπειτ’ἀπ’Αἰτωλῶν παροικοῦσιν Λοκροί, οὓς Ὀζόλας καλοῦσ’, ἀποίκους γενομὲνους ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι τότε Πυθικὸν μαντεῖον ἀψευδέστατον. ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ. γενεαλογεῖται δ’Ὀρνύτου τοῦ Σισύφου. ταύτης δὲ κεῖται πλησίον Βοιωτία, χώρα μεγίστη καιρίατε τῇ θέσει · χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος, ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν τὸ Σικελικόντ’ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον καὶ τὸν κατ’Αἴγυπτόντε τὰς νήσουςτε πλοῦν · (οὗτοι δὲ περὶ τὴν Αὖλίν εἰσιν οἱ τόποι, ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις, ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί) · τὸν δὲ τρίτον ἔξω τοῦ κατ’Εὔριπον δρόμου εἰς τὴν Μακεδόνων Θετταλῶνθ’ἱκνούμενον, ἐφ’οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις. Θῆβαι μέγισται δ’εἰσὶ τῆς Βοιωτίας. εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις · σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς, πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι. λέγουσι δ’Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ Μεγαρέ’ἀφ’αὑτοῦ τοῦτο θέσθαι το- τοὔνομα. ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν. ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος ὅτε Κεγχρεάτης, οἳ τὸν ἰσθμὸν εἰς στενὸν συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον. εἶτ’ἐστὶ Πελοπόννησος ἑξῆς κειμένη κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας, Μαλέαν μεγίστην Ταίναρόντε λεγομένην · ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον ὑπὸ τῶν Λακώνων ἐνθάδ’ἐσθ’ἱδρυμένον. τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη Σικυώνιοι κατέχουσιν οἵτε πρίν ποτε Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν ἄλλοιτ’Ἀχαιοί · τοὺς πρὸς ἑσπέραν δ’ὅρους καὶ ζέφυρον Ἠλεῖοίτε καὶ Μεσσήνιοι · τὸ πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα Λάκωνες Ἀργεῖοίτε · πρὸς ἀνιόντα δὲ ἥλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις · ἐν τῇ μεσογείᾳ δ’ἐστὶν ἡ Φλειασία τότ’Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος. τοὺς Ἀρκάδας μὲν οὖν λέγουσ’αὐτόχθονας, ὕστερον Ἀλήτην δ’οἰκίσαι Κορινθίους, Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δ’Ἀχαΐαν Τισαμενόν, Ἤλιδος δ’ὑπάρχειν Ὄξυλον ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας, Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος, Ἄργους δὲ Κίσσον καὶ μετ’αὐτοῦ Τήμενον, τῶν δὲ περὶ τήν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος, καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου. Κρήτη δέ νῆσος τῆς Πελοποννήσου πέραν κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμωντ’ἄγαν, ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας κατὰ μῆκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδὸν ὄχλοις ἀπ’ἀρχῆς καὶ πόλεσιν οἰκουμένη. ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας τοὺς δὴ παρ’αὐτοῖς Ἐτεόκρητας λεγομένους. πρώτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς ἄρξαι Θαλάττης τάςτε νησιώτιδας πόλεις κατασχεῖν · ἃς δὲ καὶ συνοικίσαι αὐτῶν Ἔφορος εἴρηκεν, εἷναί φησίτε ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος, τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος, πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων, νῆσος πελαγία · πρὸς δὲ τῇ Λακωνικῇ Κύθηρα · μετὰ δέ ταῦτα κατ’Ἐπίδαυρον ἣ πρότερον μὲν Οἰνώνη προσηγορεύετο, ὕστερον ἀπ’Αἰγίνης δὲ τῆς Ἀσωπίδος Αἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός · καὶ πλησὶον ταύτῃ Σαλαμίς, ἐν ᾗ λόγος τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε. ἑξῆς Ἀθῆναι · φασὶ δ’οἰκητὰς λαχεῖν ταύτας Πελασγοὺς πρῶτον, οὓς δὴ καὶ λόγος Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας, Κέκροπος δυναστεύσαντος, ὑστέροισι δὲ χρόνοις Ἐρεχθέως τῆς πόλεως ἡγουμένου ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν. Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων. τὸ Σούνιον κάμψαντι δ’ἀπὸ τῆς Ἀττικῆς Εὔβοια κεῖται νῆσος ἡ καλουμένη διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις, ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος χρόνῳ λαβοῦσα το- τοὔνομ’Εὐβοίας πάλιν. πρώτους δ’ἐν αὐτῇ φασιν οἰκῆσαι προτοῦ μιγάδας συνοίκους Λέλεγας · ἐκ τῆς δ’Ἀττικῆς τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα, Αἴκλον δ’Ἐρέτριαν ὄντ’Ἀθηναῖον γένει, τὴν δ’ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον, Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην · ἡ δ’Ἑστίαια γέγονε Περραιβῶν κτίσις. κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον, Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε Πεπάρηθον ἐγγὺς κειμένηντ’αὐτῆς Ἴκον νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καὶ τὴν Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος, Πελασγιῶται · πάλι δ’ἐρήμους γενομένας αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν. ἀπέναντι δ’Εὐβοίας κατοικοῦσιν Λοκροί, ὧν πρῶτος ἦρξεν, ὡς λέγουσ’, Ἀμφικτύων ὁ Δευκαλίωνος, ἐχόμενος δ’ἀφ’αἵματος Αἰτωλός, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν, ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφ’ἑαυτοῦ Λοκρούς. ἑξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις, Ἐρινεὸν Βοιόντε καὶ Κυτίνιον, ἀρχαιοτάτας ἔχουσι Πίνδοντ’ἐχομένην, ἃς Δῶρος Ἕλληνος γενόμενος ᾤκισεν · τούτων δ’ἄποικοι πάντες εἰσὶ Δωριεῖς. εἶτεν παρ’αὐτὰς Ἡράκλει’ἐστὶν πόλις, ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας πέμψαντες εἰς Τραχῖνα, πρότερον ἔκτισαν. ταύτης Πύλαια δ’ἐστὶν ἑξῆς παράλιος · ἀγορὰ δ’ἐν αὐτῇ γίνετ’Ἀμφικτυονική. κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ, Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις. ἔπειτ’Ἀχαιοὶ παράλιοι Φθιωτικοί. Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον. ὑπὲρ δὲ τούτους ἐστὶν εὐβοτωτάτη χώρα κράτιστα πεδία καὶ τελεσφόρα ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην πόλιν συχνὰς ἄλλαςτε, Πηνειὸς δι’ἧς μέγας διαρρεῖ ποταμὸς ἐπίτε τὰ στενὰ Τέμπη διήκων τήντε πρὸς τῷ Πηλίῳ λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα. τῇ Θετταλίᾳ δ’ἐσθ’ὅμορος Ἀθαμανία, Δολόπωντε Περραιβῶντε συνορίζοντ’ἔθνη τάτ’Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων δοκοῦσι Λαπιθῶν Μυρμιδόνωντε γεγονέναι. ὑπὲρ τὰ Τέμπη δ’ἐστὶν ἡ τῶν Μακεδόνων χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη, ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ, ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον καὶ Βοττεατῶν τῶντε παρὰ τὸν Στρυμόνα. ἐν τῇ μεσογείῳ δ’εἰσὶ μὲν πολλαὶ πόλεις, ἡ Πέλλα καὶ Βέροια δ’ἐπιφανέσταται · ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνατε. κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων κτίσις Ποτίδαι’ἐστὶ, Δωρικὴ πόλις, μετὰ ταῦτα Κασάνδρεια δ’ὠνομασμένη. ἐν τῇ μεσογείῳ δ’Ἀντιγόνεια λεγομένη · Ὀλύνθου ὕστερον δὲ γενομένη πόλις, ἣν ἑξανέστησεν Φίλιππος ὁ Μακεδὼν δόρατι κρατήσας. μετὰ δὲ τὴν Ὀλυνθίαν Ἀρέθουσα Παλλήνητ’ἐπ’ἰσθμοῦ κειμένη. ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος, μετὰ ταῦτα Πελληνεῖς δ’ἀφ’αὑτῶν ὀνομάσαι λέγουσιν ὁρμηθέντας ἐξ Ἀχαΐας. εἶτ’ἐστὶ κόλπος λεγόμενος Τορωνικός, οὗ πρότερον ἦν τις Μηκύβερνα κειμένη · ἑξῆς Τορώνη τοῖς τόποις ὁμώνυμος. εἶτεν πελαγία Λῆμνος, Ἡφαίστου τροφός, ἣν ὁ Διονύσου πρῶτος οἰκίζει Θόας, μετὰ ταῦτα δ’ἔσχεν Ἀττικὴν ἀποικίαν. τὸν Ἄθω δὲ παραπλεύσαντι παράλιος πόλις Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία, παρ’ἣν διῶρυξ δείκνυται τετμημένη έπταστάδιος · Ξέρξην δὲ λέγετ’αὐτὴν τεμεῖν · εἶτ’Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας ποταμὸς παραρρεῖ μέχρι θαλάττης φερόμενος κατὰ τοὺς λεγομένους κεῖσε Νηρῄδων χορούς · ἐφ’οὗ κατὰ μεσόγειον Ἀντιφάνου πατρὶς κεῖται λεγομένη Βέργα τοῦ δὴ γεγραφότος ἄπιστον ἱστορίαςτε μυθικῆς γέλων. μετ’Ἀμφίπολιν δ’ἡ πρότερον Οἰσύμη πόλις Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων, ἀπὸ τῆς Μακέσσης Ἠμαθίαςτε λεγομένη. ἑξῆς Νεάπολίς ἐστι καὶ νῆσος Θάσος, ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος, ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου ἐκ τῆς Ἀσίας διαβάντες · ἔλαβε δ’ἡ Θάσος ἀπὸ τοῦ Θάσου καὶ τοῦνομ’, ὡς καὶ νῦν ἔχει. τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι. τῶν δ’ἐπὶ θαλάττῃ κειμένων ἐστὶν πόλις Ἄβδηρ’ἀπ’Ἀβδήρου μὲν ὠνομασμένη τοῦ καὶ κτίσαντος πρότερον αὐτήν, ὃς δοκεῖ ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων ἵππων φθαρῆναι · Τήϊοι δὲ τὴν πόλιν συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά. ταύτης δ’ἐπίταδε ποταμός ἐστι κείμενος Νέστος λεγόμενος · ἐκ δὲ τῶν πρὸς ἀνατολὴν μερῶν λαβοῦσα το- τοὔνομ’ἀπὸ τῶν Βιστόνων Θρᾳκῶν προμήκης ἐστὶ λίμνη Βιστονίς. εἶτεν Μαρώνει’, οὗ κατοικῆσαι τὸ πρὶν τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ · αὕτη δὲ Χίων ἐγένεθ’ὕστερον κτίσις. πέραν Σαμοθρᾴκη δ’ἐστὶ νῆσος Τρωϊκὴ ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην · πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινὲς τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον τῆς λεγομένης Ἄτλαντος Ἰασίωνάτε, ὧν τὸν μεν Ἰασίωνα δυσσέβημά τι πρᾶξαι περὶ Δήμητρος λέγουσ’ἄγαλμα καὶ πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν, τὸν Δάρδανον δὲ δὴ λιπόντα τοὺς τόπους πρὸς ταῖς ὑπωρείαισι τῆς Ἴδης κτίσαι πόλιν ἀφ’ἑαυτοῦ Δαρδανίαν καλουμένην · τοὺς δὲ Σαμοθρᾷκας, Τρῶας ὄντας τῷ γένει, ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐπικαλουμένους, δι’εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ. ἐν σιτοδείᾳ τῶν Σαμίων δ’αὐτοῖς ποτε ἐπαρκεσάντων τηνικαῦτ’ἐκ τῆς Σάμου ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν. μετὰ τὴν Μαρώνειαν δὲ κεῖτ’Αἶνος πόλις ἔχουσ’ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς. ἡ Θρᾳκία δὲ Χερρόνησος ἐχομένη κεῖται, καθ’ἣν πόλις ἐστὶ πρώτη Καρδία ἀρχὴν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καὶ Κλαζομενίων, πάλιν δ’Ἀθηναίων ὕπο, ὅτε Μιλτιάδης ἐκράτησε Χερρονησίων. προσεχὴς δὲ Λυσιμάχεια · ταύτην δ’ἔκτισεν ἐπώνυμον Λυσίμαχος ἀφ’ἑαυτοῦ πόλιν. λίμναι δ’ἐφεξῆς εἰσὶν αἱ Μιλησίων · εἶτ’Αἰολέων Ἀλωπεκόννησος πόλις · ἑξῆς Ἐλαιοῦς Ἀττικὴν ἀποικίαν ἔχουσα, Φορβας ἣν συνοικίσαι δοκεῖ. ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι ἐπὶ τοῦ στενωποῦ Λεσβίων δ’οὖσαι κτίσεις. εἶτ’ἐστὶ Κριθώτη πόλιςτε Πακτύη · λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι. μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδι Θρᾴκη παρήκει, καὶ Σαμίων ἀποικία Πέρινθός ἐστιν · ἐχομένως Σηλυμβρία, ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου · ἑξῆς Μεγαρέων εὐτυχοῦν Βυζάντιον. μετὰ ταῦτα δ’ἐσθ’ὸ Πόντος, οὗ δὴ τὴν θέσιν ὁ Καλλατιανὸς συγγράφων Δημήτριος ἔοικεν ἐπιμελεστάτως πεπυσμένος. κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν. τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον Βυζαντίων χώρα Φιλία καλουμένη. εἶτ’αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος ἐφ’ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενόςτε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος. εἶτ’εὐλίμενος ἄκρα συνάπτει Θυνιὰς τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσ’ἐσχάτη, μεθ’ἣν πόλις ἐστὶ σύνορος Ἀπολλωνία · ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι. πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνὶας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν. παρὰ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία τῇ Θρᾳκίᾳ Γετικῇτε συνορίζουσα γῇ · Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖςτ’ᾤκισαν ὅτ’ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. Αἷμος μέγιστον δ’ἐστὶν ὑπὲρ αὐτὴν ὄρος τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερὴς τῇτε κατὰ μῆκος τῶν τόπων παρεκτάσει · ἀπὸ γὰρ Κροβύζων τῶντε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων. Ὀδησσὸς, ἣν Μιλήσιοι κτίζουσιν, Ἀστυάγης ὅτ’ἦρχε Μηδίας · αὕτη Κροβύζους Θρᾷκας ἐν κύκλῳ δ’ἔχει. Διονυσόπολις δ’, ἣ πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις · Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Σκυθῶν χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει. G3 Βιζώνη G4 Τοῦτο δέ τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων, τινὲς δ’ἄποικον γεγονέναι Μεσημβρίας. Κάλλατις, ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη κατὰ χρησμόν · ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν. τόμοι δ’ἄποικοι γενόμενοι Μιλησίων, ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι. πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα το- τοὔνομα. ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκὺθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου. Ἴστρος ὁ ποταμός · κατέρχετ’ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος · καὶ δυσὶ ὃς ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν. ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται, καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον · χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὅμβροισιν, ἐν δὲ τῷ θέρει ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τηκομένωντε λαμβάνων ἀεὶ πάγων, τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον, Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας πολλάςτε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος, ὧν ἡ μεταξὺ τῆς Θαλάττης κειμένη καὶ τῶν στομάτων οὐκ ἔστ’ἐλάττων μὲν Ῥόδου, Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν · ἐπ’εὐθείας κατ’αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη. ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων θέαν ἱεροπρεπῆτε τοῖς ἀφικνουμένοις. οὐ δυνατὸν ἀπὸ ταύτης δ’ἰδεῖν χώραν τινά καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον τετρακόσι’, ὡς δὴ συγγράφει Δημήτριος. (οὗτοι δὲ Θρᾷκες Βαστάρναιτ’ἐπήλυδες). ὁ ποταμός Τύρας βαθύςτ’ὢν εὐβοτόςτε ταῖς νομαῖς, τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσιντε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας, ἄποικος γενομένη Μιλησίων. ἐπὶ ταῖς δὲ καθ’Ὕπανίντε καὶ Βορυσθένην ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλις κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη, μετὰ ταῦθ’ὑφ’Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα · ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν · διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει ἔχει ποταμῷ. οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους νομάςτε τοῖς βοσκήμασιν. ῥεῖν δ’αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὥς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι κα- κοὐ περάσιμος · ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται. Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακράτε καὶ στενή. ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσ’Ἑλληνίδα, ἣν Ἡρακλεῶται Δήλιοίτ’ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι. τοῦτον εἰς τόπον τινές τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί, βίον δ’ἐνόρειον νομάδατ’ἐζηλωκότες, τὴν δ’ὡμότητα βαρβαροίτε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν. ἕπετ’ἐπ’αὐτοῦ τοῦ στόματος Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον. ἄνωθε τούτων ἡ Σκυθὶς γῆ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσ’ἐστὶ γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος, εἶτεν Ἀροτῆρας πρόσω Νευρούςτε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον, πρὸς ἀνατολὰς δ’ἐκβάντι τὸν Βορυσθένην τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δ’ἐχομένους τούτων ἄνω, ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον, ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος, ἐπέκεινα δ’εἶναι πάλιν ἔρημον ἐχομένην. τὸν Παντικάπην διαβάντι, Λιμναίων ἔθνος ἕτεράτε πλείον’οὐ διωνομασμένα, Νομαδικὰ δ’ἐπικαλούμεν’, εὐσεβῆ πάνυ, ὧν ούδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτ’ἄν · οἰκοφόρα δ’, ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι ταῖς Σκυθικαῖσίθ’ἱππομολγίαις · ζῶσιν δὲ τήντε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων τήνθ’ὅλην συνουσίαν. καὶ τὸν σοφὸν δ’Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶν γενέσθαι τῶν σφόδρ’εὐσεβεστάτων. καὶ κατοικῆσαι τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν · εὐσημότατον εἶναί φησι δέ τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος. ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα το- τοὔνομα Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη, εἰς ἣν ὁ Τάναϊς ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμ’Ἀράξεως ἐπιμίσγεθ’, ὡς Ἑκαταῖος εἶφ’ὁ Τήϊος, ὡς δ’Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός, ἧς τὸ πέρας ἔστ’ἄφραστον. ἐξίησι δέ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομὲνην Μαιῶτιν εἰς τὸν Κιμμερικόντε Βόσπορον. τὸν Τάναϊν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος, τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδι’ἐπέχοντες · εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος ὁ συγγραφεὺς εἴρηκεν, ὡς Ἔφορος λέγει Σαυροματῶν λέγεται ἔθνος. τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης, ἐφ’οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι. εἶτ’ἔστιν Ἑρμώνασσα Φαναγόρειάτε, ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ, καὶ Σινδικὸς λιμήν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. ταύτας περιέχει τὰς πόλεις διακειμένας νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις ἀδιάβατος τοῖς τενάγεσίτ’ἐν τῷ πέραν, ἃ δὲ τῇ θαλάττῃ τῇτε λίμνῃ γίνεται. τὸ δὲ στόμ’ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη, κτίσις τυράννων δ’οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπόςτ’ἀποικισθεῖσα διὰ Μιλησίων. […] Μοσύνοικοι […] ἔθεσι νόμοις ἔργοιςτε βαρβαρώτατοι · φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖςτ’ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δ’ἀεὶ ἕκαστα πράττειν, τὸν δ’ἑαυτῶν βασιλέα δεδεμένον ἐν πύργῳτε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα, τοῖς φρουροῦσι δ’αὐτὸν ἐπιμελές εἶναι, νὸμίμως ἵνα πάντα προστάττῃ ποιεῖν · εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν. Κερασοῦς Σινωπέων ἄποικος καθ’ἣν ἔρημος κειμένη παρήκει νῆσος Ἄρεως λεγομένη. Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον, γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν ταύτην μεγίστην κεκρικότες. Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη Φωκαέων ἀποικία, τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ τῆς Ἡρακλείας ἐλαβ’Ἰωνικὴν κτίσιν, Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἄσίας σχεδόν στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν κόλπον διήκων τήντ’Ἀλεξανδρούπολιν, τῷ Μακεδόνι κτισθεῖσαν · ἡμερῶν δ’ὁδόν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει · τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. ὁ δ’Ἡρόδοτος ἔοικεν ἀγνοεῖν, λέγων ἐκ τῆς Κιλικίας ἀνδρί γ’εὐζώνῳ μολεῖν πένθ’ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. ἔθνη δ’ἔχει τὰ πάντα πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν εἶτ’Ἰωνικὸν καὶ Δωρικόν, τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα. Κίλικες μὲν οὖν Λύκιοίτε πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοίτε παραθαλάττιοι οἰκοῦσι Παφλαγόνεςτε καὶ Παμφύλιοι · Χάλυβες δὲ τὴν μεσόγειον οἵτε πλησίον Καππάδοκες οἵτε νεμόμενοι τὴν Πισιδικήν Λυδοίτε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες. εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶς Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον, ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι, μετὰ ταῦτα δ’, ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπ’Ἀμαζόνας διέβησαν, Αὐτόλυκόςτε καί σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί, ἔπειτα δ’Ἁβρώνδας γένει Μιλήσιος · ὑπὸ Κιμμερίων οὗτος δ’ἀναιρεῖσθαι δοκεῖ · μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες · ὅρων Μιλησίων · οὗτοι συνοικίζουσι δ’αὐτήν, ἡνίκα ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός. καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν κεῖται μέγιστον ἀπότομον εἰς θάλατταν ὑψηλόντ’ὄρος, Κριοῦ μέτωπον λεγόμενον, νυχθήμερον πλοῦν ἀπέχον ἐκ Καράμβεως. ὧν δὴ τόπων λέγουσιν ἄρξαι Φινέα, τὸν τοῦ Τυρίου Φοίνικος, ὑστέροισι δέ χρόνοις κατέλθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων κτίσαιτε ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν ἐπὶ τῶν τόπων κτίσασ’ὁμώνυμον πόλιν Ἄμιστρις, Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ, τοῦ δ’Ἡρακλείας γενομένη Διονυοίου γυνὴ τυράννου. Παρθένιος […]. οὗτος ὁ ποταμός πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον. ἐν δ’αὐτῷ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον. εἶτ’ἔστιν Ἡράκλεια, Βοιωτῶν κτίσις καὶ Μεγαρέων · ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος, καθ’οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας. Σαγγάριος […]. οὗτος ὁ ποταμός ἐκ τῆς ὑπὲρ Θυνῶντε καὶ Φρυγῶν χθονός φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος. Ὕπιος · ἐφ’αὐτῷ δ’ἔχει μεσηγὺ τὴν Προυσιάδα λεγομένην πόλιν.