Scylax

Periplus of Scylax

1ἄρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῃ μέχρι Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Λιβύῃ, καὶ μέχρι Αἰθιόπων τῶν μεγάλων. εἰσὶ δὲ ἀλλήλων καταντικρὺ αἱ Ἡράκλειοι στῆλαι, καὶ ἀπέχουσιν ἀλλήλων πλοῦν ἡμέρας. ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῃ ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ τενάγη.
2τῆς Εὐρώπης εἰσὶ πρῶτοι Ἴβηρες, Ἰβηρίας ἔθνος, καὶ ποταμὸς Ἴβηρ καὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς ὄνομα Γάδειρα. τούτων ἑτέρα πόλιν ἔχει ἀπέχουσαν ἡμέρας πλοῦν ἀπὸ Ἡρακλείων στηλῶν. εἶτα ἐμπόριον καὶ πόλις Ἕλληνὶς ὄνομα Ἐμπόριον · εἰσὶ δὲ οὗτοι Μασσαλιωτῶν ἄποικοι. παράπλους τῆς Ἰβηρίας ἑπτὰ ἡμερῶν καὶ ἑπτὰ νυκτῶν.
3ἀπὸ δὲ Ἰβήρων ἔχονται Λίγυες καὶ Ἴβηρες μιγάδες μέχρι ποταμοῦ Ῥοδανοῦ. παράπλους Λιγύων ἀπὸ Ἐμπορίου μέχρι Ῥοδανοῦ ποταμοῦ δύο ἡμερῶν καὶ μιᾶς νυκτός.
4ἀπὸ Ῥοδανοῦ ποταμοῦ ἔχονται Λίγυες μέχρι Ἀντίου. ἐν ταύτῃ τῇ χώρᾳ πόλις ἐστὶν Ἑλληνίς, Μασσαλία καὶ λιμήν. καὶ Ὀλβία καὶ Ἀντιον καὶ λιμήν. ἄποικοι αὗται Μασσαλίας εἰσίν. παράπλους δ’ἐστὶ ταύτης ἀπὸ Ῥοδανοῦ ποταμοῦ μέχρι Ἀντίου ἡμερῶν δύο καὶ νυκτῶν δύο. ἀπὸ δὲ Ἡρακλείων στηλῶν μέχρι Ἀντίου χώρα πᾶσα αὕτη εὐλίμενος.
5ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.
6κατὰ δὲ Τυρρηνίαν κεῖται νῆσος Κύρνος. ἔστι δὲ ἀπὸ Τυρρηνίας πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως · καὶ νῆσος ἐν μέσῳ τῷ πλῷ τούτῳ οἰκουμένη, ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι.
7ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. καὶ νῆσος ἐρήμη ἐν τῷ μεταξύ. ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτός, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν εἰς τὴν Κύρνον ἐξετραπόμην.
8Τυρρηνίας ἔχονται Λατῖνοι μέχρι τοῦ Κιρκαίου. καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.
9Λατίνων δὲ ἔχονται Ὀλσοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.
10Ὀλσῶν δὲ ἔχονται Καμπανοί. καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ · Κύμη, Νεάπολις. κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πόλις Ἑλληνίς. παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.
11Καμπανῶν δὲ ἔχονται Σαυνῖται · καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ.
12Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. πλοῦς δέ ἐστι παρὰ Λευκανίαν ἡμερῶν ϝʹ καὶ νυκτῶν ϝʹ. δὲ Λευκανία ἐστὶν ἀκτή. ἐν ταύτῃ πόλεις εἰσὶν Ἑλληνίδες αἵδε · Ποσειδωνία, Ἐλέα, Λᾶος Θουρίων ἀποικία, Πανδοσία, Καμπλέτεια, Τερίνα, Ἱππώνιον, Μέσμα, Ῥήγιον ἀκρωτήριον καὶ πόλις.
13κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀπὸ τῆς Εὐρώπης ἀπέχουσα στάδια ιβʹ εἰς Πελωριάδα ἀπὸ Ῥηγίου. ἐν δὲ Σικελίᾳ ἔθνη βάρβαρα τάδε ἐστίν · Ἐλυμοι, Σικανοί, Σικελοί, Φοίνικες, Τρῶες. οὗτοι μὲν βάρβαροι, οἰκοῦσι δὲ καὶ Ἕλληνες. ἀκρωτήριον δὲ Σικελίας Πελωριάς. πόλεις δ’εἰσὶν ἀπὸ Πελωριάδος Ἑλληνίδες αἵδε · Μεσσήνη καὶ λιμήν, Ταυρομένιον, Νάξος, Κατάνη, Λεοντῖνοι · εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους κʹ σταδίων · Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος. ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῇ δύο · τούτων ἕτερος ἐντὸς τείχους, δ’ἄλλος ἔξω. μετὰ δὲ ταύτην πόλις Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. ἀπὸ Πανύχου δὲ πόλεις Ἑλληνίδες αἵδε · Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. ἀπὸ δὲ Λιλυβαίου πόλις ἐστὶν Ἑλληνὶς Ἱμέρα. ἔστι δὲ Σικελία τρίγωνος · τὸ δὲ κῶλον ἕκαστον αὐτῆς ἐστὶ μάλιστα σταδίων ͵αφʹ. μετὰ δὲ Ἱμέραν πόλιν Λιπάρα νῆσός ἐστι, καὶ πόλις Ἑλληνὶς Μύλαι καὶ λιμήν. ἔστι δὲ ἀπὸ Μυλῶν ἐπὶ Λιπάραν νῆσον πλοῦς ἡμέρας ἥμισυ. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε · Λοκροί, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν Ὀδυσσεὺς ᾤκει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. οὗτοι ἐν τῇ Λευκανίᾳ Ἕλληνες.
14μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εἰσιν ἔθνος μέχρι Ὑρίωνος ὄρους τοῦ ἐν τῷ κόλπῳ τῷ Ἀδρίᾳ. παράπλους παρὰ τὴν Ἰαπυγίαν ἓξ ἡμερῶν καὶ ἓξ νυκτῶν. ἐν δὲ τῇ Ἰαπυγίᾳ οἰκοῦσιν Ἕλληνες, καὶ πόλεις εἰσὶν αἵδε · Ἡράκλειον, Μεταπόντιον, Τάρας καὶ λιμὴν Ὑδροῦς ἐπὶ τῷ τοῦ Ἀδρίου τῷ τοῦ Ἰονίου κόλπου στόματι.
15μετὰ δὲ Ἰάπυγας ἀπὸ Ὑριῶνος Δαυνῖται ἔθνος ἐστίν. ἐν δὲ τούτῳ τῷ ἔθνει γλῶσσαι ἤτοι στόματα αἵδε · Ἀλφατέρνιοι, Ὀπικοί, Καρακῶνες, Βορεοντῖνοι, Πευκετιεῖς, διήκοντες ἀπὸ δὲ τοῦ Τυρσηνικοῦ πελάγους εἰς τὸν Ἀδρίαν. παράπλους τῆς Δαυνίτιδος χώρας ἡμερῶν δύο καὶ νυκτός.
16μετὰ δὲ Δαυνίτας ἔθνος ἐστὶν Ὀμβρικοί, καὶ πόλις ἐν αὐτῇ Ἀγκών ἐστι. τοῦτο δὲ τὸ ἔθνος τιμᾷ Διομήδην, εὐεργετηθὲν ὑπ’αὐτοῦ · καὶ ἱερόν ἐστιν αὐτοῦ. παράπλους δὲ τῆς Ὀμβρικῆς ἐστὶν ἡμερῶν δύο καὶ νυκτός.
17μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. διήκουσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν · καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς Σπῖνα, καὶ ποταμός · καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς εἴκοσι σταδίων. αὐτῆς ἀπὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν.
18μετὰ δὲ Τυρρηνούς εἰσι Κελτοὶ ἔθνος, ἀπολειφθέντες τῆς στρατείας, ἐπὶ στενῶν μέχρι Ἀδρίου, διήκοντες ἀπὸ τῆς ἔξωθεν θαλάττης ἕως εἰς τὸν Ἄδριαν κόλπον. ἐνταῦθα δέ ἐστιν μυχὸς τοῦ Ἀδρίου κόλπου.
19μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς.
20μετὰ δὲ Ἐνετούς εἰσιν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. οὗτος ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει […] εἰς Αἴγυπτον. παράπλους δὲ τῆς Ἰστρίων χώρας ἡμέρας καὶ νυκτός.
21μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. ἐν δὲ τούτῳ τῷ ἔθνει πόλεις εἰσὶ παρὰ θάλατταν Ἀρσίας, Δασσάτικα, Σενίτης, Ἀψύρτα, Λουψοί, Ὀρτοπελῆται, Ἡγῖνοι. οὗτοι γυναικοκρατοῦνται καὶ εἰσὶν αἱ γυναῖκες ἀνδρῶν ἐλευθέρων · μίσγονται δὲ τοῖς ἑαυτῶν δούλοις καὶ τοῖς πλησιοχώροις ἀνδράσι. κατὰ ταύτην τὴν χώραν αἵδε νῆσοί εἰσιν, ὧν ἔχω εἰπεῖν τὰ ὀνόματα, εἰσὶ δὲ καὶ ἄλλαι ἀνώνυμοι πολλαί · Ἴστρις νῆσος σταδίων τιʹ, πλάτος δὲ ρκʹ · ἠλεκτρίδες, Μεντορίδες. αὗται δὲ αἱ νῆσοί εἰσι μεγάλαι. Καταιβάτης ποταμός. παράπλους τῆς Λιβυρνίδος χώρας ἡμερῶν δύο.
22μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ ἔθνος, καὶ παροικοῦσιν οἱ Ἰλλυριοὶ παρὰ θάλατταν μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου νῆσον. καὶ πόλις ἐστὶν Ἑλληνὶς ἐνταῦθα, ὄνομα Ἡράκλεια, καὶ λιμήν. εἰσὶ δὲ καὶ οἱ λωτοφάγοι καλούμενοι βάρβαροι οἵδε · Ἱαδασιναί, Βουλινοὶ, Ὕλλοι · Βουλινῶν ὁμοτέρμονες Ὕλλοι. οὗτοι δέ φασιν Ὕλλον τὸν Ἡρακλέους αὐτοὺς κατοικίσαι · εἰσὶ δὲ βάρβαροι. κατοικοῦσι δὲ χερρόνησον ὀλίγῳ ἐλάσσω τῆς Πελοποννήσου. ἀπὸ δὲ χερρονήσου […] · ταύτην παροικοῦσι Βουλινοί. Βουλινοὶ δ’εἰσὶν ἔθνος Ἰλλυρικόν. παράπλους δ’ἐστὶ τῆς Βουλινῶν χώρας ἡμέρας μακρᾶς ἐπὶ Νέστον ποταμόν.
23ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης. καλεῖται δὲ Μανιὸς ἅπας οὗτος κόλπος. παράπλους δέ ἐστιν ἡμέρας μιᾶς. εἰσὶ δὲ ἐν τούτῳ τῷ κόλπῳ νῆσοι, Τραγυράς, Βραττία, Ὀλύντα. αὗται δὲ ἀπ’ἀλλήλων ἀπέχουσι στάδια βʹ, ὀλίγῳ πλέον, κατὰ Φάρον καὶ Ἴσσαν. ἐνταῦθα γάρ ἐστι Φάρος, καὶ πόλις Ἑλληνίς, καὶ Ἴσσα νῆσος, καὶ πόλεις Ἑλληνίδες αὗται. πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παραπλεῦσαι, πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν. καὶ νῆσος τῆς παραλίας χώρας ἐγγύς, ὄνομα Μελίτη, καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ὄνομα Κέρκυρα Μέλαινα · καὶ ἐξέχει τῷ ἑνὶ τῶν ἀκρωτηρίων νῆσος αὕτη τῆς παραλίας χώρας σφόδρα, τῷ δὲ ἑτέρῳ ἀκρωτηρίῳ καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. ἀπὸ δὲ τῆς Μελίτης ἀπέχει στάδια κʹ, τῆς δὲ παραλίας χώρας ἀπέχει στάδια ηʹ.
24ἀπὸ δὲ Νέστων ἐστὶν Νέστων ποταμός · δὲ εἴσπλους εἰς τὸν Νάρωνά ἐστιν οὐ στενός · εἰσπλεῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια πʹ. οὗτοι δέ εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. λίμνη ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. καὶ νῆσος ἐν τῇ λίμνῃ ἔνεστι σταδίων ρκʹ · δὲ νῆσος αὕτη ἐστὶ εὐγέωργος σφόδρα. ἀπὸ δὲ ταύτης τῆς λίμνης Νάρων ποταμὸς ἀπορρεῖ. καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς · ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ ἐπὶ τὸν Ῥιζοῦντα ποταμὸν πλοῦς ἡμέρας ἥμισυ · καὶ Κάδμου καὶ Ἁρμονίας οἱ λίθοι εἰσιν ἐνταῦθα, καὶ ἱερὸν ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ. ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην πλοῦς καὶ τὸ ἐμπόριον.
25Ἰλλυριῶν ἔθνος εἰσὶν οἱ Ἐγχελεῖς, ἐχόμενοι τοῦ Ῥιζοῦντος. ἐκ Βουθόης δὲ εἰς Ἐπίδαμνον, πόλιν Ἑλληνίδα, πλοῦς ἡμέρας καὶ νυκτός, ὁδὸς δὲ τριῶν ἡμερῶν.
26Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν ἔθνος, ἐν Ἐπίδαμνός ἐστι, καὶ ποταμὸς παρὰ τὴν πόλιν παραρρεῖ, ὄνομα Πάλαμνος. ἐκ δὲ Ἐπιδάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα ὁδὸς ἡμερῶν δύο. δὲ Ἀπολλωνία ἀπὸ τῆς θαλάττης ἀπέχει στάδια νʹ, καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν. ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίαν ἐστὶ στάδια τκʹ. καὶ Αἴας ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν Ἀπολλωνίαν παραρρεῖ […] πρὸς Ὠρικὸν εἴσω μᾶλλον εἰς τὸν κόλπον. τῆς Ὠρικίας καθήκει εἰς θάλατταν στάδια πʹ, τῆς δὲ Ἀμαντίας στάδια ξʹ. ἅμασιν ὅμοροι ἐν μεσογείᾳ Ἀτιντᾶνες ὑπὲρ τῆς Ὠρικίας καὶ Καρίας μέχρι Ἰδωνίας. ἐν τῇ Κάστιδι χώρᾳ εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. ἐνταῦθα Γηρυόνης λέγεται οἰκεῖν, καὶ τοὺς βοῦς βουκολεῖν. κατὰ ταῦτά ἐστι τὰ Κεραύνια ὄρη ἐν τῇ ἠπείρῳ, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρά, ὄνομα Σάσων. ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους ἡμέρας τρίτον μέρος.
27οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαντίας χώρας. οἱ δὲ Ἀμαντιεῖς εἰσὶ μέχρι ἐνταῦθα Ἰλλυριοὶ ἀπὸ Βουλινῶν. τὸ δὲ στόμα τοῦ Ἰονίου κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυγίας. ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῇ Ἰαπυγίᾳ ἀπὸ τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φʹ, ἐστι τὸ στόμα τοῦ κόλπου · τὰ δὲ ἐντὸς Ἰόνιος. λιμένες εἰσὶ πολλοὶ ἐν τῷ Ἀδρίᾳ · τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.
28μετὰ δὲ Ἰλλυριοὺς Χάονες. δὲ Χαονία ἐστὶν εὐλίμενος · οἰκοῦσι δὲ κατὰ κώμας οἱ Χάονες. παράπλους δ’ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.
29κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν · τούτων εἷς κλειστός. ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἐπὶ τὴν Χαονίαν. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
30μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. οἰκοῦσι δὲ καὶ κατὰ κώμας · ἔστι δὲ καὶ αὕτη εὐλίμενος. ἐνταῦθά ἐστι λιμήν, ὄνομα Ἐλαία. εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων · καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς Ἀχέρων ῥεῖ ποταμός. παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.
31μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. παράπλους δ’ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. μικρῷ δὲ ἐλάττων Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκʹ. τὸ δὲ στόμα εὖρος σταδίων δʹ.
32μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας · καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογείαν δὲ πολλῇ. παράπλους δ’ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μʹ.
33μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς · ἀπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια πʹ. ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. ἐντεῦθεν ἄρχεται Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἐστι παρὰ τὸν ποταμόν. παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκʹ.
34μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστί, καὶ πρώτη πόλις αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Εὔριπος […] καὶ ἔξω τοῦ Ἀνακορικοῦ κόλπου αἵδε · Ἀνακτόριον καὶ λίμην · ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν · αὕτη ἀπέχει ἐπὶ τὸν Λευκάταν, ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῇ θαλάττῃ […] αὕτη πόλις τὸ πρὶν καὶ Ἐπιλευκάδιοι ὠνομάζοντο. Ἀκαρνᾶνες δὲ στασιάσαντες ἔλαβον ἐκ Κορίνθου ἐποίκους χιλίους · οἱ δὲ ἔποικοι ἀποκτείναντες, τούτων τὴν χώραν αὐτοὶ ἔχουσιν. αὕτη δ’ἐστὶ νῦν νῆσος τὸν ἰσθμὸν ἀποτεταφρευμένη. μετὰ δὲ ταῦτα πόλις Φαρὰ καὶ κατὰ ταῦτα νῆσός ἐστιν Ἰθάκη, καὶ πόλις καὶ λιμήν · μετὰ ταῦτα νῆσος Κεφαληνία. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἀπέλιπον. μετὰ δὲ ταῦτα πόλις Ἀλυζία, καὶ κατὰ ταύτην νῆσος Κάρνος, καὶ πόλις Ἀστακὸς καὶ λιμὴν καὶ ποταμὸς Ἀχελῷος καὶ Οἰνιάδαι πόλις · καὶ εἰς ταύτας τὰς πόλεις ἀνάπλους ἐστὶ κατὰ τὸν Ἀχελῷον. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀκαρνάνων ἐν μεσογείᾳ. παράπλους δὲ Ἀκαρνανίας ἐστὶν ἡμερῶν δύο. δὲ Ἀκαρνανία ἐστὶ πᾶσα εὐλίμενος · καὶ κατὰ ταῦτα νῆσοι παράκεινται πολλαί, ἃς Ἀχελῷος προσχωννύων ἤπειρον ποεῖ. καλοῦνται Ἐχινάδες οἱ νῆσοι · εἰσὶ δὲ ἔρημοι.
35μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε · Καλυδών, Ἁλίκαρνα, Μολύκρεια · καὶ Δελφικὸς κόλπος · στόμα δὲ τοῦ κόλπου ἐστὶ στάδια ιʹ, καὶ ἐπ’αὐτοῦ ἱερόν · καὶ Ναύπακτος πόλις · καὶ ἐπ’αὐτῇ πόλεις εἰσὶν ἄλλαι πολλαὶ Αἰτωλοῖς ἐν μεσογείᾳ. παράπλους δ’ἐστὶ τῆς Αἰτωλίας ἡμέρας μιᾶς. δὲ Αἰτωλία παρήκει τὴν Λοκρίδα πᾶσαν ἀπὸ μεσογείας μέχρι Αἰνιανῶν.
36μετὰ δὲ Αἰτωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε · Εὐάνθις, Ἄμφισσα. εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογείᾳ. παράπλους δ’ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.
37μετὰ δὲ Λοκροὺς Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.
38μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε · Κορσιαὶ, Σίφαι καὶ λιμήν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον.
39μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσιν ἔθνος, καὶ πόλεις αἵδε · Αἰγόσθενα, Πηγαί, τεῖχος Γεράνεια, Αἴγειρος. παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρʹ.
40μετὰ δὲ Μεγαρεῖς Κόρινθος πόλις καὶ ἱερόν, Λέχαιον, Ἰσθμός. ἐντεῦθεν ἤδη ἄρχεται Πελοπόννησος. ἔστι δ’ἀπὸ θαλάσσης ὁδὸς πρὸς τὴν ἐπὶ ἡμῶν θάλασσαν διὰ τοῦ ἰσθμοῦ στάδια μʹ. ταῦτα κολπώδη πάντα. παράπλους δὲ τῆς Κορινθίων χώρας ἥμισυ ἡμέρας.
41μετὰ δὲ Κόρινθον Σικυὼν πόλις. ταύτης παράπλους σταδίων ρκʹ.
42μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ ἔθνος, καὶ πόλεις εἰσὶν ἐν αὐτοῖς αἵδε · Πελλήνη, Αἴγειρα, Αἰγαί, Αἴγιον, Ῥύπες, ἔξω δὲ Ῥίου Πάτραι, Δύμη. παράπλους δὲ τῆς Ἀχαίας χώρας στάδια ψʹ.
43μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε · Κυλλήνη καὶ λιμήν, καὶ ποταμὸς Ἀλφειός. ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων Ἦλις ἐν μεσογείᾳ. κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν καὶ πόλις καὶ λιμήν. παράπλους δὲ τῆς Ἠλείων χώρας ἄχρι ἐπὶ τοὺς Λεπρεατῶν ὅρους στάδια ψʹ.
44μετὰ δὲ Ἦλιν Ἀρκαδία ἔθνος ἐστί. καθήκει δὲ Ἀρκαδία ἐπὶ θάλατταν κατὰ Λεπρέον ἐκ μεσογείας. εἰσὶ δὲ αὐτῶν πόλεις ἐν μεσογείᾳ αἱ μεγάλαι αἵδε · τέγεα, Μαντίνεια, Ἡραία, Ὀρχομενός, Στύμφαλος. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. παράπλους δὲ τῆς Λεπρεατῶν χώρας στάδια ρʹ.
45μετὰ δὲ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῇ αἵδε · πρώτη Μεσσήνη καὶ λιμήν · Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζʹ, Πρώτη νῆσος ἐν καὶ λιμήν, Ἰθώμη ἐν μεσογείᾳ ἀπέχουσα ἀπὸ θαλάττης στάδια πʹ. παράπλους δὲ τῆς Μεσσηνίας χώρας στάδια τʹ.
46μετὰ δὲ Μεσσήνην Λακεδαίμων ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε · Ἀσίνη, Μοθώνη, Ἀχίλλειος λιμὴν καὶ ἀντίπυγος τούτου Ψαμαθοῦς λιμήν. τούτων ἀμφοτέρων ἐν μέσῳ προέχον εἰς θάλασσαν ἱερὸν Ποσειδῶνος, Ταίναρος · καὶ Λᾶς πόλις καὶ λιμήν, Γύθειον ἐν νεώριον, καὶ τεῖχος, καὶ ποταμὸς Εὐρώτας, καὶ Βοΐα πόλις, καὶ Μαλέα ἄκρα. κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ λιμήν. κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. μετὰ δὲ ταύτην τὴν προειρημένην ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμήν, Ἐπίδαυρος πόλις καὶ λιμήν, Πρασία πόλις καὶ λιμήν, Ἀθάνα πόλις καὶ λιμήν. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις Λακεδαιμονίων. ἐν μεσογείᾳ δ’ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. παράπλους δὲ τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.
47κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη · ἐγγυτάτω γὰρ Λακεδαίμων κεῖται τῆς Εὐρώπης. διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον τῆς Κρήτης, ἐφ’ ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. ἀπὸ δὲ Φαλασάρνων Κριοῦ Μέτωπόν ἐστιν ἀκρωτήριον. πρὸς νότον δὲ ἄνεμον πλοῦς εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἁλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ νυκτός. ἔστι δὲ Κρήτη μακρὰ στάδια βφʹ, στενὴ δέ, καὶ τέταται ἀπὸ ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. οἰκοῦσι δὲ ἐν Κρήτῃ Ἕλληνες, οἱ μὲν ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες. πόλεις πολλαὶ ἐν Κρήτῃ. ἐπὶ Κωρύκῳ ἀκρωτηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός · Πολυρρηνία, καὶ διήκει ἀπὸ βορέου πρὸς νότον · Δικτυνναῖον Ἀρτέμιδος ἱερὸν πρὸς βορέαν ἄνεμον, τῆς χώρας Περγαμίας · πρὸς νότον δὲ Ὑρτακίνα · Κυδωνία καὶ λιμὴν κλειστὸς πρὸς βορέαν · ἐν μεσογείᾳ δὲ Ἐλυρος πόλις · πρὸς νότον δὲ Λίσσα πόλις καὶ λιμὴν παρὰ Κριοῦ Μέτωπον · πρὸς βορέαν δὲ ἄνεμον Ἀπτεραία χώρα · εἶτα Λαμπαία, καὶ διήκει αὕτη ἀμφοτέρωθεν, καὶ ποταμὸς Μεσάπιος ἐν αὐτῇ ἐστί ·
48Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι · Μῆλος καὶ λιμήν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις · κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
49μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία καὶ λιμήν · ἐν μεσογείᾳ δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος Ἀργολικὸς καλούμενος) στάδια ρνʹ.
50μετὰ δὲ Ἄργος Ἐπίδαυρος χώρα · καθήκει γὰρ εἰς τὸν κόλπον τοῦτον στάδια λʹ. μετὰ δὲ τὴν Ἐπιδαυρίαν χώραν Ἁλία καὶ λιμήν. αὕτη ἐστὶ ἐπὶ τῷ στόματι τοῦ Ἀργολικοῦ κόλπου. περίπλους ταύτης ἐστὶ σταδίων ἑκατόν.
51μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. ταύτης δὲ περίπλους σταδίων πʹ. μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν · ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. τούτου τοῦ κόλπου ἀπὸ τούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμʹ. ἔστι δὲ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.
52μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. παράπλους δ’ἔστιν αὐτῆς στάδια λʹ. μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. παράπλους δ’ἐστὶν αὐτῆς στάδια τʹ.
53κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
54μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. παράπλους δὲ τῆς Ἐπιδαύρου χώρας στάδια ρλʹ.
55μετὰ δὲ Ἐπίδαυρον Κορινθίων χώρα ἐστὶν πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμός, οὗ ἱερὸν Ποσειδῶνος. ἐνταῦθα Πελοπόννησος λήγει. ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμυών. παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τʹ.
56ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστί, καὶ λιμὴν καὶ Νίσαια τεῖχος. παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος, ἔστι γὰρ οὗτος ὅρος τῆς Ἀθηναίων χώρας, στάδια ρμʹ.
57μετὰ δὲ Μεγαρεῖς εἰσὶν Ἀθηναίων πόλεις. καὶ πρῶτον τῆς Ἀττικῆς Ἐλευσίς, οὗ ἱερὸν Δήμητρός ἐστι, καὶ τεῖχος. κατὰ τοῦτό ἐστι Σαλαμὶς νῆσος καὶ πόλις καὶ λιμήν. ἔπειτα Πειραιεὺς καὶ τὰ σκέλη καὶ Ἀθῆναι. δὲ Πειραιεὺς λιμένας ἔχει γʹ. Ἀνάφλυστος τεῖχος καὶ λιμήν · Σούνιον ἀκρωτήριον καὶ τεῖχος · ἱερὸν Ποσειδῶνος · Θορικὸς τεῖχος καὶ λιμένες δύο · Ῥαμνοῦς τεῖχος. εἰσὶ δὲ καὶ ἄλλοι λιμένες ἐν τῇ Ἀττικῇ πολλοί. περίπλους τῆς Ἀθηναίων χώρας στάδια ͵αρμʹ · ἀπὸ Ἰαπίδος χώρας ἐπὶ Σούνιον στάδια υϙʹ · ἀπὸ Σουνίου μέχρι τῶν ὅρων τῶν Βοιωτίων στάδια χνʹ.
58κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις · Κέως · αὕτη τετράπολις · ποιήεσσα πόλις καὶ λιμήν, Κορησσία, Ἰουλὶς, Καρθαία · Ἑλένη · Κύθνος νῆσος καὶ πόλις · Σέριφος νῆσος καὶ πόλις καὶ λιμήν · Σίφνος · Πάρος λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν · Νάξος · Δῆλος · Ῥήνη · Σῦρος · Μύκονος αὕτη δίπολις · Τῆνος καὶ λιμήν · Ἄνδρος καὶ λιμήν. αὗται μὲν αἱ Κυκλάδες νῆσοι. ὑπὸ δὲ ταύταις ἕτεραι νῆσοι αἵδε πρὸς νότον Σποράδων · Ἴος καὶ λιμήν (ἐν ταύτῃ Ὃμηρος τέθαπται) · Ἀμοργός, αὕτη τρίπολις καὶ λιμήν · Ἴκαρος, δίπολις. μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος · αὕτη τετράπολις · εἰσὶ δὲ ἐν αὐτῇ Κάρυστος, Ἐρέτρια καὶ λιμήν, Χαλκὶς καὶ λιμήν, Ἑστίαια καὶ λιμήν. δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστόν, Ποσειδῶνος ἱερόν, ἔχει στάδια ͵ατνʹ · τὸ δὲ πλάτος στενή ἐστιν Εὔβοια. ἐν δὲ τῷ Αἰγαίῳ πελάγει εἰσὶ νῆσοι αἵδε · κατ’Ἐρέτριαν Σκῦρος καὶ πόλις · Ἴκος, αὕτη δίπολις · Πεπάρηθος, αὕτη τρίπολις καὶ λιμήν · Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
59μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος · καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερόν, Ευρίπου τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαί, Ὀρχομενὸς ἐν μεσογείᾳ. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σνʹ.
60μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. καί εἰσι κατ’Εὔβοιαν αὐτοῖς πόλεις αἵδε · Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη · εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σʹ.
61μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς · διήκουσι γὰρ καὶ οὕτοι εἰς τὴν θάλασσαν ταύτην. καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε · Θρόνιον, Κνημίς, Ἐλάτεια, Πανοπεύς. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείᾳ. παράπλους δ’ἐστὶ τῆς Φωκέων χώρας στάδια σʹ
62μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ κόλπος Μηλιεύς. ἐν τούτῳ τῷ κόλπῳ εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε · Ἐριννεός, Βοῖον, Κυτίνιον. ἐνταῦθα Θερμοπύλαι, Τραχίς, Οἴτη, Ἡράκλεια, Σπερχειὸς ποταμός. μετὰ δὲ Μηλιεῖς Μαλιεῖς ἔθνος. ἔστι δὲ Μαλιεῦσιν πρώτη πόλεις Λάμια, ἐσχάτη δὲ Ἐχῖνος · εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Μαλιεῦσι, μέχρι οὗ κόλπος ἐπιθίγῃ. καὶ τῇ Μαλιέων χώραι ἐποικοῦσιν ἄνοθεν ἀπὸ μεσογείας Αἰνιᾶνες, καὶ δι’αὐτῶν ῥεῖ Σπερχειὸς ποταμός.
63ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος · εἰσὶ δὲ καὶ ἐν τῷ Παγασητικῷ κόλπῳ ἐπ’ἀριστερᾷ εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵδε · Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι · εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογείᾳ.
64μετὰ δὲ Ἀχαιοὺς Θετταλία καθήκει ἐπὶ θάλατταν ἐκ μεσογείας κατὰ στενὸν εἰς τὸν Παγασητικὸν κόλπον στάδιοι λʹ. καί εἰσι Θετταλίας πόλεις αἵδε ἐπὶ θαλάττῃ · Ἀμφαναῖον, Παγασαί · ἐν δὲ μεσογείᾳ Φεραί, Λάρισσα, Φάρσαλος, Κίερον, Πελινναῖον, Σκοτοῦσα, Κραννών. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Θετταλῶν ἐν μεσογείᾳ. δὲ Θετταλία παρήκει ἐν μεσογείᾳ ὑπὲρ Αἰνιάνων καὶ Δολόπων καὶ Μαλιέων καὶ Ἀχαιῶν καὶ Μαγνήτων μέχρι Τεμπῶν. τοῦ δὲ Παγασητικοῦ κόλπου μῆκός ἐστιν ἀπὸ στόματος εἰς τὸν μυχὸν Παγασῶν πλοῦς προαριστίδιος. τὸ δὲ στόμα αὐτοῦ ἐστὶ στάδια εʹ. ἐν δὲ τῷ Παγασητικῷ κόλπῳ ἐστὶ νῆσος Κικύνηθος καὶ πόλις.
65ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε · Ἰωλκός, Μεθώνη, Κορακαί, Σπάλαυθρα, Ὀλιζών, Τίσαι λιμήν. ἔξω δὲ τοῦ κόλπου Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναί, Ἄμυρος. ἐν μεσογείᾳ δὲ ἐποικοῦσιν ἔθνος Περραιβοί, Ἕλληνες. μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς Ἑλλάς · ἐπιεικῶς δὲ καὶ τὰ ἐπιθαλάσσια ἐν Ἑλλάδι ὁμοίως ἐστί.
66ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. πρώτη πόλις Μακεδονίας Ἡράκλειον · Δῖον, Πύδνα πόλις Ἑλληνίς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμός, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν · Ἄξιος ποταμός, Ἐχέδωρος ποταμός, Θέρμη πόλις, Αἴνεια Ἑλληνίς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ Παλλήνῃ Ἑλληνίδες · Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηΐς, Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν ἀκρωτήριον. ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδε · Ὄλυνθος Ἑλληνίς, Μηκύβερνα Ἑλληνίς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικός, Τορώνη πόλις Ἑλληνὶς καὶ λιμήν, Δῖον Ἑλληνίς, Θυσσὸς Ἑλληνίς, Κλεωναὶ Ἑλληνίς, Ἄθος ὄρος, Ἀκρόθωοι Ἑλληνίς, Χαραδροῦς Ἑλληνίς, Ὀλόφυξος Ἑλληνίς, Ἄκανθος Ἑλληνίς, Ἄλαπτα Ἑλληνίς, Ἀρέθουσα Ἑλληνίς, Βολβὴ λίμη, Ἀπολλονία Ἑλληνίς. εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογείᾳ πολλαί. ἔστι δὲ κολπώδης · παράπλους δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. μετὰ δὲ Μακεδονίαν Στρυμὼν ποταμός · οὗτος ὁρίζει Μακεδονίαν καὶ Θράικην.
67διήκει δὲ Θράικη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ. εἰσὶ δὲ ἐν Θράικῃ πόλεις Ἑλληνίδες αἵδε · Ἀμφίπολις, Φάγρης, Γαληψός, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο · τούτων εἷς κλειστός. ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάπολις, κατὰ ταύτην Δάτον πόλις Ἑλληνίς, ἣν ᾤκισε Καλλίστρατος Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κούδητος ποταμὸς καὶ Μαρώνεια. κατὰ ταῦτα Σαμοθράικη νῆσος καὶ λιμήν. κατὰ ταύτην ἐν τῇ ἠμείρῳ ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς Ἕβρος καὶ ἐπ’αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις καὶ λιμήν, τείχη Αἰνίων ἐν τῇ Θράικη, Μέλας κόλπος, Μέλας ποταμός, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον Καρδιανῶν καὶ ἄλλο Κύπασις. κατὰ τὸν Μέλανα κόλπον Ἴμβρος ἐστὶ νῆσος καὶ πόλις, καὶ Λῆμνος νῆσος καὶ λιμήν. ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. μετὰ δὲ τὸν Μέλανα κόλπον ἐστὶν Θραικία Χερρόνητος καὶ πόλεις ἐν αὐτῇ αἵδε · Καρδία, Ἴθη, Παιών, Ἀλωπεκόννησος, Ἄραπλος, Ἐλαιοῦς, Μάδυτος, Σηστὸς ἐπὶ τοῦ στόματος τῆς Προποντίδος, ἐστι σταδίων σʹ. ἐντὸς δὲ Αἰγὸς Ποταμοῦ Κρῆσσα, Κριθώτη, Πακτύη. μέχρις ἐνταῦθα Θραικία Χερρόνησος. ἐκ Πακτύης δὲ εἰς Καρδίαν διὰ τοῦ αὐχένος πεζῇ στάδια μʹ, ἐκ θαλάττης εἰς θάλατταν · καὶ πόλις ἐν τῷ μέσῷ, ὄνομα Ἀγορά. Χερρονήσου μῆκος ἐκ Καρδίας εἰς Ἐλαιοῦντα (ταύτῃ γάρ ἐστι μακροτάτη) στάδια υʹ. μετὰ δὲ τὴν Χερρόνησόν ἐστι Θράικια τείχη τάδε · πρῶτον Λευκὴ Ἀκτὴ, Τειρίστασις, Ἡράκλεια, Γάνος, Γανίαι, Νέον Τεῖχος, Πέρινθος πόλις καὶ λιμήν, Δαμινὸν Τεῖχος, Σηλυμβρία πόλις καὶ λιμήν. ἀπὸ τούτου ἐπὶ τοῦ στόματος τοῦ Πόντου εἰσὶ στάδιοι φʹ. καλεῖται δὲ Ἀνάπλους τόπος ἀνὰ Βόσπορον μέχρι ἂν ἔλθῃς ἐφ’Ἱερόν. ἀφ’Ἱεροῦ δὲ τοῦ στόματός ἐστι τοῦ Πόντου εὖρος στάδια ζʹ. εἰσὶ δὲ ἐν τῷ Πόντῳ πόλεις Ἑλληνίδες αἵδε ἐν Θράικῃ · Ἀπολλωνία, Μεσημβρία, Ὀδησσόπολις, Κάλλατις καὶ ποταμὸς Ἴστρος. παράπλους δὲ τῆς Θράικης ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Σηστοῦ δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ Σηστοῦ μέχρι στόματός τοῦ Πόντου δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ τοῦ στόματός μέχρι τοῦ Ἴστρου ποταμοῦ ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. σύμπας περίπλους ἀπὸ Θράικης καὶ ποταμοῦ Στρυμόνος μέχρι τοῦ Ἴστρου ποταμοῦ ὀκτὼ ἡμερῶν καὶ ὀκτὼ νυκτῶν.
68μετὰ δὲ Θράικην καὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε · Τύρις ποταμός, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. ἐπὶ δὲ τῇ Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου · εἰς θάλατταν δὲ τὸ ἀκρωτήριόν ἐστιν. ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες καὶ πόλεις αὐτῶν αἵδε · Χερρόνησος ἐμπόριον, Κριοῦ Μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς. μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ Ἑλληνίδες αἵδε ἐν αὐτῇ · Θευδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον, Μυρμήκειον. παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ Μέτωπον τριῶν ἡμερῶν καὶ τριῶν νυκτῶν, δὲ παρὰ γῆν διπλάσιος · ἔστι γὰρ κόλπος. ἐν δὲ τῷ κόλπῳ τούτῳ νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ὄνομα Λευκή, ἱερὰ τοῦ Ἀχιλλέως. ἀπὸ δὲ Κριοῦ Μέτωπον πλοῦς εἰς Παντικάπαιον ἡμέρας καὶ νυκτός · ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ στάδια κʹ. δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. ἐν δὲ τῇ Μαιώτιδι λίμνῃ εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ’ἀριστερᾶς Σκύθαι · καθήκουσι γὰρ ἐκ τῆς ἔξω θαλὰσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην Συρμάται ἔθνος. καὶ ποταμὸς Τάναις, ὃς ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.
69στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φʹ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρνʹ τριῶν. μέγιστοι δὲ ποταμοί εἰσιν ἐν Εὐρώπῃ Τάναις, Ἴστρος, Ῥοδανός.
70ἀπὸ Τανάϊδος δὲ ποταμοῦ ἄρχεται Ἀσία, καὶ πρῶτον ἔθνος αὐτῆς ἐστὶν ἐν τῷ Πόντῳ Σαυρομάται. Σαυροματῶν δέ ἐστιν ἔθνος γυναικοκρατούμενον.
71τῶν γυναικοκρατουμένων ἔχονται Μαιῶται.
72μετὰ δὲ Μαιώτας Σίνδοι ἔθνος · διήκουσι γὰρ οὗτοι καὶ εἰς τὸ ἔξω τῆς λίμνης · καί εἰσιν πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε · Φαναγόρου πόλις, Κῆποι, Σινδικὸς λιμήν, Πάτους.
73μετὰ δὲ Σινδικὸν λιμένα Κερκέται ἔθνος.
74μετὰ δὲ Κερκέτας Τορέται ἔθνος καὶ πόλις Ἑλληνὶς Τορικὸς καὶ λιμήν.
75μετὰ δὲ Τορέτας Ἀχαιοὶ ἔθνος.
76μετὰ δὲ Ἀχαιοὺς Ἡνίοχοι ἔθνος.
77μετὰ δὲ Ἡνιόχους Κοραξοὶ ἔθνος.
78μετὰ δὲ Κοραξοὺς Κωλικὴ ἔθνος.
79μετὰ δὲ Κωλικὴν Μελάγχλαινοι ἔθνος, καὶ ποταμὸς ἐν αὐτοῖς Μετάσωρις καὶ Αἰγίπιος ποταμός.
80μετὰ δὲ Μελαγχλαίνους Γέλωνες.
81μετὰ δὲ τούτους Κόλχοι ἔθνος καὶ Διοσκουρὶς πόλις καὶ Γυηνὸς πόλις Ἑλληνὶς καὶ Γυηνὸς ποταμὸς καὶ Χερόβιος ποταμός ποταμός, Ἄριος ποταμός, Φᾶσις ποταμὸς καὶ Φᾶσις Ἑλληνὶς πόλις, καὶ ἀνάπλους ἀνὰ τὸν ποταμὸν σταδίων ρπʹ, εἰς πόλιν Αἶαν μεγάλην βάρβαρον, ὅθεν Μήδεια ἦν · ἐνταῦθά ἐστι Ῥὶς ποταμός · Ἴσις ποταμός, Λῃστῶν ποταμός, Ἄψαρος ποταμός.
82μετὰ δὲ τοὺς Κόλχους Βύζηρες ἔθνος καὶ Δαραανῶν ποταμὸς καὶ Ἀρίων ποταμός.
83μετὰ δὲ Βύζηρας Ἐκεχειριεῖς ἔθνος, καὶ ποταμὸς Πορδανίς καὶ Ἀραβὶς ποταμός, Λίμνη πόλις, Ὠδείνιος πόλις Ἑλληνίς.
84μετὰ Ἐκεχειριεῖς Βέχειρες ἔθνος, Βεχειρικὸς λιμήν, Βεχειριὰς πόλις Ἑλληνίς.
85μετὰ δὲ Βεχειρὰς Μακροκέφαλοι ἔθνος, καὶ Ψωρῶν λιμήν, Τραπεζοῦς πόλις Ἑλληνίς.
86μετὰ δὲ Μακροκεφάλους Μοσσύνοικοι ἔθνος, καὶ Ζεφύριος λιμήν, Χοιράδες πόλις Ἑλληνίς, Ἄρεως νῆσος. οὗτοι ὄρη κατοικοῦσιν.
87μετὰ δὲ Μοσσύνους ἔθνος ἐστὶ Τιβαρηνοί.
88μετὰ δὲ Τιβαρηνοὺς Χάλυβές εἰσιν ἔθνος, καὶ Γενέσιντις λιμὴν κλειστός, Σταμένεια πόλις Ἑλληνίς, καὶ Ἰασονία ἀκρόπολις Ἑλληνίς.
89μετὰ δὲ Χάλυβας Ἀσσυρία ἐστὶν ἔθνος καὶ ποταμὸς Θερμώδων καὶ πόλις Ἑλληνὶς Θεμίσκυρα, Λύκαστος ποταμὸς καὶ πόλις Ἑλληνίς, Ἅλυς ποταμὸς καὶ Κάρουσσα πόλις Ἑλληνὶς, Σινώπη πόλις Ἑλληνὶς, Κερασοῦς πόλις Ἑλληνὶς καὶ Ὀχέραινος ποταμός, Ἁρμένη πόλις Ἑλληνὶς καὶ λιμήν, Τετράκις πόλις Ἑλληνίς.
90μετὰ δὲ Ἀσσυρίαν ἐστὶ Παφλαγονία ἔθνος. ἔστι δὲ ἐν αὐτῇ Στεφάνη λιμήν, Κόλουσσα πόλις Ἑλληνίς, Κίνωλις πόλις Ἑλληνίς, Κάραμβις πόλις Ἑλληνίς, Κύτωρις πόλις Ἑλληνίς, Σησαμὸς πόλις Ἑλληνίς καὶ Παρθένιος ποταμός, Τίειον πόλις Ἑλληνὶς καὶ λιμήν, Ψύλλα καὶ ποταμὸς Καλλίχορος.
91μετὰ δὲ Παφλαγονίαν Μαριάνδυνοί εἰσιν ἔθνος. ἐνταῦθα πόλις ἐστὶν Ἡράκλεια Ἑλληνίς, καὶ ποταμὸς Λύκος καὶ ἄλλος ποταμὸς Ὕπιος.
92μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾶικες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς, οἰκοῦσι δὲ αὐτὴν Ἡρακλεῶται, καὶ ποταμὸς Ῥήβας. εἶθ’εὐθὺς πόρος καὶ τὸ προειρημένον ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μέτα τοῦτο πόλις Χαλκηδὼν ἔξω τῆς Θρᾶικης, μεθ’ἣν κόλπος Ὀλβιανός. παράπλους ἀπὸ Μαριανδύνων μέχρι τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ὀλβιανοῦ τοσαύτη γάρ ἐστιν Βιθυνῶν Θρᾶικη, ἡμερῶν τριῶν. ἀπὸ δὲ τοῦ στόματος τοῦ Πόντου, ἕως τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός ἐστιν πλοῦς, τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.
93μετὰ δὲ Θρᾶικην Μυσία ἔθνος. ἔστι δὲ τὸ ἐπ’ἀριστερᾷ τοῦ Ὀλβιανοῦ κόλπου ἐκπλέοντι εἰς τὸν Κιανὸν κόλπου μέχρι Κίου. δὲ Μυσία ἀκτή ἐστι. πόλεις δ’ἐν αὐτῇ Ἑλληνίδες εἰσὶν αἵδε · Ὀλβία καὶ λιμήν, Καλλίπολις καὶ λιμήν, ἀκρωτήριον τοῦ Κιανοῦ κόλπου, καὶ ἐν ἀριστερᾷ Κίος πόλις καὶ Κίος ποταμός. παράπλους δὲ τῆς Μυσίας εἰς Κίον ἡμέρας μιᾶς.
94μετὰ δὲ Μυσίαν Φρυγία ἐστὶν ἔθνος, καὶ πόλεις Ἑλληνίδες αἵδε · Μύρλεια καὶ Ῥύνδακος ποταμὸς καὶ ἐπ’αὐτῷ Βέσβικος νῆσος, καὶ πόλις Πλακία καὶ Κύζικος ἐν τῷ ἰσθμῷ ἐμφράττουσα τὸν ἰσθμόν, καὶ ἐντὸς τοῦ ἰσθμοῦ Ἀρτάκη. κατὰ ταύτην νῆσός ἐστι καὶ πόλις Προκόννησος καὶ ἑτέρα νῆσος εὐλιμενος Ἑλαφόννησος · γεωργοῦσι δ’αὐτὴν Προκοννήσιοι. ἐν δὲ τῇ ἠπείρῳ πόλις ἐστὶ Πρίαπος, Πάριον, Λάμψακος, Περκώτη, Ἄβυδος, καὶ τὸ στόμα κατὰ Σηστὸν τῆς Προποντίδος τοῦτό ἐστι.
95ἐντεῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ αἵδε · Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κεʹ) καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. καὶ νῆσος κατὰ ταῦτα κεῖται Τένεδος καὶ λιμήν, ὅθεν Κλεόστρατος ἀστρόλογός ἐστι. καὶ ἐν τῇ ἠπείρῳ Σίγη καὶ Ἀχίλλειον καὶ Κρατῆρες Ἀχαιῶν, Κολωναί, Λάρισσα, Ἁμαξιτὸς καὶ ἱερὸν Ἀπόλλωνος, ἵνα Χρύσες ἱερᾶτο.
96ἐντεῦθεν δὲ Αἰολὶς χώρα καλεῖται. Αἰολίδες δὲ πόλεις ἐν αὐτῇ εἰσὶν ἐπὶ θαλάττῃ αἵδε · Ἄσσος, Γάργαρα, Ἄντανδρος · ἐν δὲ μεσογείᾳ αἵδε · Κεβρήν, Σκῆψις, Νεάνδρεια, Πιτύεια. παράπλους Φρυγίας ἀπὸ Μυσίας μέχρι Ἀντάνδρου […]
97κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, εʹ πόλεις ἔχουσα ἐν αὐτῇ τάσδε · Μήθυμναν, Ἄντισσαν, Ἐρεσόν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας ἔχουσαν δύο. κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις · ὄνομα δὲ ταύτης Πορδοσελήνη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς νήσους.
98ἀπὸ Ἀντάνδρου καὶ τῆς Αἰολικῆς τὸ κάτω ἦν πρότερον μὲν καὶ αὕτη χώρα Μυσία μέχρι Τευθρανίας, νῦν δὲ Λυδία. Μυσοὶ δ’ἐξανέστησαν εἰς τὴν ἤπειρον ἄνω. εἰσὶ δὲ πόλεις ἐν αὐτῇ Ἑλληνίδες καὶ ἐν τῇ Λυδίᾳ αἵδε · Ἄστυρα, οὗ τὸ ἱερὸν Ἀρτέμιδος, καὶ Ἀδραμύττιον. δὲ χώρα Λεσβία · καὶ ὑπὲρ ταύτης Χίων χώρα καὶ πόλις Ἀταρνεύς · ὑπὸ δὲ ταῦτα ἐπὶ θάλατταν λιμὴν Πιτάνη καὶ ποταμὸς Κάϊκος. μέτα Πιτάνην Ἐλαία, Γρύνειον, Ἀχαιῶν λιμήν · ἐν τούτῳ λέγονται Ἀχαιοὶ βουλεύσασθαι ἐπὶ τὸν Τήλεφον πότερον στρατεύοιεν ἀπίοιεν · πόλις Μύρινα καὶ λιμήν, Κύμη καὶ λιμὴν (ὑπὲρ δὲ Κύμης ἐν μεσογείᾳ πόλις Ἑλληνίς ἐστιν Αἰγαὶ) καὶ Λεῦκαι καὶ λιμένες καὶ Σμύρνα, ἐν Ὅμηρος ἦν, Φώκαια καὶ λιμὴν καὶ Ἕρμος ποταμός, Κλαζομεναὶ καὶ λιμήν, Ἐρυθραὶ καὶ λιμήν. κατὰ δὲ ταύτας νῆσός ἐστι Χίος καὶ λιμήν. ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Αἰραὶ πόλις καὶ λιμήν, Τέως πόλις καὶ λιμήν, Λέβεδος, Κολοφὼν ἐν μεσογείᾳ, Νότιον καὶ λιμήν, Ἀπόλλωνος Κλαρίου ἱερόν, Καϋστρος ποταμός, Ἔφεσος καὶ λιμήν, Μαραθήσιον καὶ ἐν τῇ ἠπείρῳ Μαγνησία πόλις Ἑλληνίς, Ἄναια, Πανιώνιον, Ἐρασιστράτιος, Χαραδροῦς, Φώκαια, Ἀκαδαμίς, Μυκάλη · ἐν τῇ Σαμίων χώρᾳ ταῦτά ἐστι. πρὸ δὲ τῆς Μυκάλης Σάμος ἐστὶ νῆσος πόλιν ἔχουσα καὶ λιμένα κλειστόν. αὕτη νῆσος οὐκ ἐλάσσων ἐστὶ Χίου. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. ἐπὶ τῆς Μυκάλης ἐστὶ πόλις Πριήνη λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν · εἶτα ποταμὸς Μαίανδρος. παράπλους δὲ Μυσίας καὶ Λυδίας, ἀπὸ Ἀστύρων μέχρι Μαιάνδρου ποταμοῦ, δύο ἡμερῶν καὶ νυκτὸς μιᾶς.
99μετὰ δὲ Λυδίαν Καρία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ Ἑλληνίδες αἵδε · Ἡράκλεια, εἶτα Μίλητος, εἶτα Μύνδος καὶ λιμήν, Ἁλικαρνασσὸς καὶ λιμὴν κλειστὸς καὶ ἄλλος λιμὴν περὶ τὴν νῆσον καὶ ποταμός, Κάλυμνα νῆσος, Καρύανδα νῆσος καὶ πόλις καὶ λιμὴν (οὗτοι Κᾶρες), νῆσος Κῶς καὶ πόλις καὶ λιμὴν κλειστός. κατὰ ταῦτα Κεραμιακὸς κόλπος τῆς Καρίας, καὶ νῆσος καὶ λιμήν. ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. ἀκρωτήριον ἱερὸν Τριόπιον, Κνίδος πόλις Ἑλληνίς καὶ χώρα Ῥοδίων ἐν τῇ ἠπείρῳ, Καῦνος Καρικὴ πόλις καὶ λιμὴν κλειστός, Κρυασσὸς ἀκρωτήριον. κατὰ τοῦτο νῆσος καὶ πόλις · καὶ τρίπολις ἀρχαία ἐν αὐτῇ, πόλεις αἵδε · Ἴαλυσος, Λίνδος, Κάμειρος. κατὰ δὲ τὴν Ῥόδον αἵδε νῆσοί εἰσιν οἰκούμενοι · Χάλκεια, Τῆλος, Κάσος, Κάρπαθος · αὕτη τρίπολις. καὶ παράπλους Καρίας, ἀπὸ Μαιάνδρου ποταμοῦ ἐπὶ τὸν Κρυασσόν, ἐστι Καρίας ἀκρωτήριον, δύο ἡμερῶν. ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
100ἀπὸ δὲ Καρίας Λυκία ἐστὶν ἔθνος · καὶ πόλεις Λυκίοις αἵδε · Τελμισσὸς καὶ λιμήν, καὶ ποταμὸς Ξάνθος, δι’οὗ ἀνάπλους εἰς Ξάνθον πόλιν, Πάταρα πόλις καὶ λιμένα ἔχει · Φέλλος πόλις καὶ λιμήν · κατὰ ταῦτα νῆσός ἐστι Ῥοδίων Μεγίστη · Λίμυρα πόλις, εἰς ἣν ἀνάπλους κατὰ τὸν ποταμόν · εἶτα Γαγαία πόλις, εἶτα Χελιδονίαι, ἀκρωτήριον καὶ λιμὴν Σιδηροῦς. ὑπὲρ τούτου ἐστὶν ἱερὸν Ἡφαίστου ἐν τῷ ὄρει καὶ πῦρ πολὺ αὐτόματον ἐκ τῆς γῆς καίεται καὶ οὐδέποτε σβέννυται. καὶ ἐὰν προέλθῃς ἀπὸ θαλάττης ἀνώτερον, ἔστι Φασηλίς πόλις καὶ λιμὴν, ἔστι δὲ τοῦτο κόλπος, καὶ Ἴδυρος πόλις, νῆσος Λυρνάτεια, Ὀλβία, Μάγυδος καὶ ποταμὸς Καταρράκτης, Πέργη πόλις καὶ ἱερὸν Ἀρτέμιδος. ἐπ’εὐθείας δὲ παράπλους ἐστὶν Λυκίας ἀπὸ […] ἡμέρας καὶ νυκτός · δὲ παρὰ γῆν διπλάσιος τούτου · ἔστι γὰρ κολπώδης.
101μετὰ δὲ Λυκίαν ἐστὶ Παμφυλία ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε · Ἄσπενδος πόλις · εἰς ταύτην ἀνάπλους γίνεται κατὰ ποταμόν · δὲ ποταμός ἐστιν Εὐρυμέδων · εἶτα πόλις Σύλλειον, ἄλλη πόλις Σίδη, Κυμαίων ἀποικία, καὶ λιμήν. παράπλους Παμφυλίας ἀπὸ Πέργης ἥμισυ ἡμέρας. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Παμφυλίας, Κίβυρα, εἶτα Κορακήσιον.
102μετὰ δὲ Παμφυλίαν Κιλικία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε · Σελινοῦς, Χαραδροῦς πόλις καὶ λιμήν, Ἀνεμούριον ἄκρα καὶ πόλις, Νάγιδος πόλις καὶ νῆσον ἔχει. πρὸς δὲ τὴν Σητὸν λίμενες Ποσείδειον, Σάλον, Μυοῦς, Κελένδερις πόλις, καὶ λιμὴν Ἀφροδίσιος καὶ λιμὴν ἕτερος, Ὅλμοι πόλις Ἑλληνὶς λιμένα ἀπέχουσα, Σαρπηδὼν πόλις ἔρημος, καὶ ποταμός, Σόλοι πόλις Ἑλληνίς, Ζεφύριον πόλις, ποταμὸς Πύραμος καὶ πόλις Μαλλός, εἰς ἣν ἀνάπλους κατὰ τὸν ποταμόν, ἐμπόριον Ἀμάνη καὶ λιμὴν Μυρίανδος Φοινίκων, Θάψακος ποταμός. παράπλους Κιλικίας ἀπὸ τῶν Παμφυλίας ὁρίων μέχρι Θαψάκου ποταμοῦ, τριῶν ἡμερῶν καὶ νυκτῶν δύο. ἐκ δὲ Σινώπης τῆς ἐν τῷ Πόντῳ διὰ τῆς ἠπείρου καὶ τῆς Κιλικίας εἰς Σόλους ὁδός ἐστιν ἀπὸ θαλάσσης εἰς θαλάσσαν ἡμερῶν εʹ.
103κατὰ δὲ Κιλικίαν ἐστὶ νῆσος Κύπρος, καὶ πόλεις ἐν αὐτῇ αἵδε · Σαλαμὶς Ἑλληνίς, λιμένα ἔχουσα κλειστὸν χειμερινόν, Καρπάσεια, Κερύνεια, Λήπηθις Φοινίκων, Σόλοι, καὶ αὕτη λιμένα ἔχει χειμερινόν, Μάριον Ἑλληνίς, Ἀμαθοῦς, αὐτόχθονές εἰσιν · αὗται πᾶσαι λιμένας ἔχουσαι ἐρήμους. εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν μεσογείᾳ βάρβροι. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
104ἔστι μετὰ Κιλικίαν ἔθνος Σύροι. ἐν δὲ τῇ Συρίαι οἰκοῦσι τὰ παρὰ θάλατταν Φοίνικες ἔθνος, ἐπὶ στενὸν ἔλαττον ἐπὶ τετταράκοντα σταδίους ἀπὸ θαλάττης, ἐνιαχῆ δὲ οὐ δὲ ἐπὶ σταδίους ιʹ τὸ πλάτος. ἀπὸ δὲ Θαψάκου ποταμοῦ ἐστὶ Τρίπολις Φοινίκων, Ἄραδος νῆσος καὶ λιμήν, βασίλεια Τύρου, ὅσον ηʹ στάδια ἀπὸ τῆς γῆς, καὶ ἐν τῇ χερρονήσῳ ἑτέρα πόλις Τρίπολις · αἵτη ἐστὶν Ἀράδου καὶ Τύρου καὶ Σιδῶνος · ἐν τῷ αὐτῷ τρεῖς πόλεις καὶ περίβολον ἑκάστῃ τοῦ τείχους ἴδιον ἔχει · καὶ ὄρος Θεοῦ Πρόσωπον, Τριήρης πόλις καὶ λιμήν, Βηρυτὸς πόλις καὶ λιμήν, Βορινός, Πορφυρέων πόλις, Σιδὼν πόλις καὶ λιμὴν κλειστός, Ὀρνίθων πόλις Σιδωνίων, ἀπὸ Λεόντων πόλεως μέχρι Ὀρνίθων πόλεως. Τυρίων πόλις Σάραπτα, ἄλλη πόλις Τύρος λιμένα ἔχουσα ἐντὸς τείχους · αὕτη δὲ νῆσος βασίλεια Τυρίων, καὶ ἀπέχει στάδια ἀπὸ θαλάττης γʹ.
105Παλαίτυρος πόλις καὶ ποταμὸς ὃς διὰ μέσης ῥεῖ, καὶ πόλις τῶν Ἐκδίππων καὶ ποταμὸς καὶ Ἄκη πόλις, Ἐξώπη πόλις Τυρίων · Κάρμηλος ὄρος ἱερὸν Διός · Ἄραδος πόλις Σιδονίων […] καὶ ποταμὸς Τυρίων · Δῶρος πόλις Σιδονίων · Ἰόππη πόλις ἐκτεθῆναί φασιν ἐνταῦθα τὴν Ἀνδρομέδαν τῶι κήτει · Ἀσκάλων πόλις Τυρίων καὶ βασίλεια. ἐνταῦθα ὅρος ἐστὶ τῆς Κοίλης Συρίας. παράπλους Κοίλης Συρίας ἀπὸ Θαψάκου ποταμοῦ μέχρι Ἀσκάλωνος στάδια ͵βψʹ. μετὰ δὲ Συρίαν εἰσὶν Ἄραβες ἔθνος, νομάδες ἱππεύοντες καὶ νομὰς ἔχοντες παντοδαπῶν βοσκημάτων, οἰῶν καὶ αἰγῶν […] καὶ καμήλων · ἔστι δὲ αὕτη […]. ἔστι τὰ πολλὰ […]τε τὴν Αἴγυπτον […] ἐν αὐτῆι κολG? ἔστιν ἐκ τῆς […] ἔξωθεν θαλαττG? θάλατταν […] καὶ […]. παράπλους […]. Ἀραβίας δὲ αὐτῆς ἀπὸ Συρίας ὁρίων μέχρι στόματος τοῦ Νείλου τοῦ ἐν Πηλουσίωι, τοῦτο γάρ ἐστιν Ἀραβίας ὅρος, στάδια ͵ατʹ. φασὶ δὲ εἶναι καὶ Ἀραβίαν Αἰγύπτου μέχρι τοῦ Νείλου ἐξ ἧς Ἀραβικοῦ κόλπου. οἱ δ’ἐνοικοῦντες εἰσὶν Αἰγύπτιοι · φόρον δὲ φέρουσιν Αἰγύπτου βασιλεῦσι, οἳ καὶ πολεμοῦσιν ἀεὶ τοῖς Ἄραψιν.
106μετὰ δὲ Ἀραβίαν Αἴγυπτος ἐστὶν ἔθνος · καὶ πόλεις ἐν αὐτῆι αἵδε · Πηλούσιον πόλις καὶ λιμὴν καὶ βασίλειον · οὗ τὸ στόμα τοῦ Νείλου ποταμοῦ Πηλουσιακόν ἐστι πρῶτον, τῆς Ἀραβίας ὅρος · δεύτερον Τανικόν, ἐφ’ὧι καὶ πόλις βασιλική · τρίτον Μενδήσιον καὶ πόλις · δ’Φατνιτικόν · πέμπτον Σεβεννυτικὸν καὶ πόλις Σεβέννυτος · Βοῦτος λίμνη, ἔνθα πόλις καὶ βασίλειον · ἕκτον Βολβιτικὸν καὶ πόλις βασιλική · ἕβδομον Κανωβικόν, καὶ Θῶνις πόλις · μετὰ ταῦτα λίμνη ἧι ὄνομά ἐστι Μάρεια, αὕτη δὲ λίμνη ἤδη ἐστὶν ἐν τῆι Λιβύηι G?ει δὲ ἐG?βουλήν G?εG? τὸ δὲ Πηλουσιακόν. καὶ πάλιν σχίζεται δίχα. τὸ δὲ Σεβεννυτικόν, τὸ μὲν εἰς τὸ Μενδήσιον, τὸ δὲ εἰς θάλασσαν · ἀπὸ δὲ τοῦ Μενδήσιου εἰς τὸ Φατνιτικὸν στόμα · ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ εἰς τὸ Τανικὸν στόμα · τὸ δὲ ἀπὸ Κανωπικοῦ μέχρι Σεβεννυτικῆς λίμνης, καὶ στόμα τὸ Βολβιτικὸν ῥεῖ ἐκ τῆς λίμνης. ἔστι δὲ τὰ πολλὰ τὰ παρὰ θάλατταν Αἰγύπτου λίμναι καὶ ἕλη. ἔστι δὲ Αἰγύπτος τοιάδε τὴν ἰδέαν ὁμοίαν πελέκει. ἔστι γὰρ κατὰ θάλατταν πλατεῖα, κατὰ δὲ μεσογείαν στενωτέρα, κατὰ δὲ Μέμφιν στενωτάτη αὑτῆς · ἔπειτα δὲ εἰς μεσογείαν ἀπὸ Μέμφεως ἰόντι πλατυτέρα, κατὰ δὲ τὸ ἀνώτερον αὑτῆς πλατυτάτη. τὸ μέρος τὸ ἄνωθεν Μέμφιδος Αἰγύπτου ἐστὶ τὸ πλεῖστον τὸ παρὰ θάλατταν. τὸ δὲ Κανωπικὸν στόμα ὁρίζει Ἀσίαν καὶ Λιβύην. παράπλους δ’ἐστὶν Αἰγύπτου ἀπὸ Πηλουσίου στόματος στάδια ͵ατʹ. τῆς δὲ Ἀσίας περίπλους (ἔστι γὰρ περιφερής), λογιζομένῳ κατὰ τὸν αὐτὸν τρόπον ὃν περὶ Εὐρώπης γέγραπται, ἡμερῶν ἐστὶ πζʹ. ἐπὶ δὲ τῷ στόματι τῷ Κανωπικῷ ἐστι νῆσος ἐρήμη, ὄνομα Κάνωπος · καὶ σημεῖά ἐστιν ἐν αὐτῇ τοῦ Μενέλεω, τοῦ κυβερνήτου τοῦ ἀπὸ Τροίας, ὄνομα Κάνωπος, τὸ μνῆμα. λέγουσι δὲ Αἰγύπτιοίτε καὶ οἱ προσχώριοι οἱ τοῖς τόποις Πηλούσιον ἥκειν ἐπὶ τὸ Κάσιον, καὶ Κάνωπον ἥκειν ἐπὶ τὴν νῆσον, οὗ τὸ μνῆμα τοῦ κυβερνήτου.
107ἄρχεται Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. ἔθνος Λιβύων Ἀδυρμαχίδαι. ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον, εὐλίμενος δὲ καὶ ἄνυδρος στάδια ρνʹ. ἐν δὲ Φάρῳ λιμένες πολλοί. ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται · ἔστι γὰρ πότιμος. δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. ἔστι δὲ καὶ Χερρόνησος καὶ λιμήν · ἔστι δὲ τοῦ παράπλου στάδια σʹ. ἀπὸ Χερρονήσου δὲ Πλίνθινός ἐστι κόλπος. τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν Ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός · τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου δὶς τοσοῦτον. περιοικεῖται δὲ κύκλῳ. ἀπὸ δὲ Λευκῆς Ἀκτῆς εἰς Λαοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. ἀπὸ δὲ Λαοδαμαντείου λιμένος εἰς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. ἔχεται Ἆπις πόλις. μέχρις οὖν ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.
108ἀπὸ δὲ Ἄπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις εἰς Ἑσπερίδας. ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους Σκοπέλους πλοῦς ἡμέρας. καὶ ἀπὸ Τυνδαρίων Σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. ἐκ Πλύνων εἰς Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς ἡμέρας. ἐκ Μενελάου εἰς Κυρθάνειον ἥμισυ ἡμέρας. ἀπὸ Κυρθανείου Ἀντίπυγος λιμήν · πλοῦς ἥμισυ ἡμέρας. ἀπὸ δὲ Ἀντιπύγου Πέτρας μικρός, λιμήν · πλοῦς ἥμισυ ἡμέρας. ἀπὸ Πέτραντος τοῦ μικροῦ Χερρόνησοι Ἀχιλίδες, λιμήν, ταῦτα τῆς Κυρηναίων χώρας ἐστί · πλοῦς ἡμέρας. ἐν δὲ τῷ μέσῳ Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. ὕφορμοι δὲ ὑπ’αὐταῖς εἰσίν. ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι ἐν γύαις · παρήκει δὲ ἀπὸ Χερρονήσου διὰ τῆς μεσογείας μέχρι Ἑσπερίδων, παρὰ γῆς ἐγγὺς στάδια ͵αφʹ μάλιστα. Ἀφροδισίας νῆσος ὕφορμος · Ναύσταθμος λιμήν. πλοῦς ἀπὸ Χερρονήσου ἡμέρας μίας, ἀπὸ δὲ Ναυστάθμου εἰς λιμένα τὸν Κυρήνης στάδια ρʹ. ἐκ δὲ τοῦ λιμένος εἰς Κυρήνην στάδια ὀγδοήκοντα. ἔστι δὲ Κυρήνη ἐν μεσογείᾳ. εἰσὶ δὲ οὗτοι λιμένες πάνορμοι. καὶ ἄλλαι δὲ καταφυγαὶ ὑπὸ νησιδίοις καὶ ὕφορμοι καὶ ἀκταὶ πολλαὶ ἐν τῇ μεταξὺ χώραι. ἐκ δὲ λιμένος τῆς Κυρήνης μέχρι λιμένος τοῦ κατὰ Βάρκην στάδια φʹ · δὲ πόλις δὲ Βαρκαίων ἀπὸ θαλάσσης ἀπέχει στάδια ρʹ. ἐκ δὲ λιμένος τοῦ κατὰ Βάρκην ἐφ’Ἑσπερίδας στάδια χκʹ. ἐκ δὲ Κυρήνης εἰσὶ λιμένες, καὶ χωρία ἐστὶν ἐσχισμένα μέχρι Ἑσπερίδων τάδε · Φυκοῦς κόλπος · ἄνω δὲ ἐνταῦθά ἐστιν κῆπος τῶν Ἑσπερίδων. ἔστι δὲ τόπος βαθὺς ὀργυιῶν ιηʹ, ἀπότομος κύκλῳ, οὐδαμοῦ ἔχων κατάβασιν · ἔστι δὲ δύο σταδίων πανταχῆ, οὐκ ἔλλατον, εὖρος καὶ μῆκος. οὗτός ἐστι σύσκιος δένδρεσιν ἐμπεπλεγμένοις ἐν ἀλλήλοις, ὡς ὅτι μάλιστα πυγνοτάτοις. τὰ δένδρα ἐστὶ λωτός, μηλέαι παντοδαπαί, ῥοαί, ἄπιοι, μιμαίκυλα, συκάμινα, ἄμπελοι, μυρσίναι, δάφναι, κισσός, ἐλαίαι, κότινοι, ἀμυγδαλαί, καρύαι. τῶν δὲ χωρίων οὐκ εἴρηται, ἐστὶ δὲ κατὰ τὸν κῆπον Ἄμπελος, Ἄπιος, ἀλλάσσει στάδια λʹ, Χερρόνησος κῆποι πλεῖστοι, Ζηνερτίς, Ταύχειρα, Βαυκαλοῦ Κώμη, Ἑσπερίδες πόλις καὶ λιμήν, καὶ ποταμὸς ἐπὶ τῇ πόλει Ἐγχέλειος. κατὰ ταῦτα τὰ χωρία ἀπὸ Χερρονήσων τῶν Ἀζιριδῶν τὰ μὲν Κυρηναίων, τὰ δὲ Βαρκαίων ἐστὶ μέχρι Ἑσπερίδων.
109ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ὄνομα Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ͵ε ἔστιν αὐτῇ τὸ πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ μυχοῦ τοῦ ἐπ’ἀριστερᾷ · τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων εἰσπλέοντι Ἡράκλειοι Θῖνες · ἔχονται δὲ τούτων Δρέπανον, νῆσοι Πόντιαι τρεῖς, εἶτα τούτων αἱ Λευκαὶ καλούμεναι. ἐν δὲ τῷ κοιλατάτῳ τῆς Σύρτιδος (ἐν τῷ μυχῷ) Φιλαίνου Βωμοί, ἐπίνειον, Ἄμμωνος ἄλσος […] τῆς Σύρτιδος. ἀπὸ τούτου τὴν Σύρτιν παροικοῦντες οἱ Μάκαι χειμαζοῦσιν ἐπὶ θαλάττῇ τὰ βοσκήματα κλείοντες, τοῦ δὲ θέρους, ὑπεκλειπόντων τῶν ὑδάτων, ἀπελάνουσι τὰ βοσκήματα εἰς μεσογείαν ἄνω μεθ’ἑαυτῶν. μετὰ δὲ τὴν Σύρτιν ἔξω τῆς Σύρτιδος ἐστὶ χωρίον καλὸν καὶ πόλις, ὄνομα Κίνυψ · ἔστι δὲ ἔρημος. ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια πʹ · ὑπ’αὐτῶν δ’ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὔπεστι πρὸς τὸν ποταμόν. τὸ δὲ βάθος τῆς Σύρτιδος ἔσω τῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου Βωμοὺς εἰς τὸν μύχον τοῦ κόλπου πλοῦς ἡμερῶν γʹ καὶ νυκτῶν β’· πλάτος δὲ ἀπὸ Κίνυφος ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.
110τὰ δὲ ἔξω τῆς Σύρτιδος παροικοῦσι Λιβύες Λωτοφάγοι ἔθνος μέχρι τοῦ στόματος τῆς ἑτέρας Σύρτιδος. οὗτοι λωτῷ χρῶνται σίτῳ καὶ ποτῷ. ἀπὸ δὲ Νέας πόλεως τῆς Καρχηδονίων χώρας Γάφαρα πόλις. ταύτης παράπλους ἡμέρας μιᾶς ἀπὸ Νέας πόλεως. ἀπὸ δὲ Γαφάρων Ἀβρότονον πόλις καὶ λιμήν. ταύτης παράπλους ἡμέρας μιᾶς. ἀπὸ δὲ Ἀβροτόνου Ταριχεῖαι, πόλις καὶ λιμήν. παράπλους ἀπὸ Ἀβροτόνου ἡμέρας μιᾶς. κατὰ δὲ ταῦτα ἐστὶ νῆσος, ὄνομα Βραχείων, μετὰ Λωτοφάγους κατὰ Ταριχείας. ἔστι δὲ νῆσος αὕτη σταδίων τʹ, πλάτος δὲ μικρῷ ἐλάττων. ἀπέχει δὲ ἀπὸ τῆς ἠπείρου ὡσεὶ στάδια γʹ. ἐν δὲ τῇ νήσῳ γίνεται λωτός, ὃν ἐσθίουσι, καὶ ἕτερος, ἐξ οὗ οἶνον ποιοῦσιν. δὲ τοῦ λωτοῦ καρπός ἐστι τῷ μεγέθει ὅσον μιμαίκυλον. ποιοῦσι δὲ καὶ ἔλαιον πολὺ ἐκ κοτίνων. φέρει δὲ καρπὸν νῆσος πολύν, πυροὺς καὶ κριθάς. ἔστι δὲ νῆσος εὔγειος. πλοῦς ἀπὸ Ταριχειῶν εἰς τὴν νῆσον ἡμέρας μιᾶς. μετὰ δὲ τὴν νῆσόν ἐστι Γιχθὶς πόλις. ἀπὸ δὲ τῆς νήσου εἰς Γιχθὶν πλοῦς ἡμέρας ἡμισείας […] ἀπὸ δὲ Ἐσχίδων εἰς Νεὰν πόλιν πλοῦς ἡμέρας · καὶ νῆσος ἔπεστιν ἐπ’αὐτῇ ἐρήμη. μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην Θάψος. παράπλους ἀπὸ ταύτης εἰς Θάψον ἡμέρας καὶ ἡμίσεως. ἀπὸ δὲ Θάψου […] ἐστι κόλπος μέγας εἴσω, ἐν Σύρτις ἐστὶ μικρά, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης Συρτίδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια ͵β. ἐν ταύτῃ τῇ Σύρτιδι ἐνέστηκεν νῆσος Τριτωνὶς καλουμένη καὶ λίμνη καὶ ποταμὸς Τρίτων, καὶ αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. στόμα δὲ ἔχει λίμνη μικρόν, καὶ ἐν τῷ στόματι νῆσος ἔπεστι · καὶ ὅταν ἀνάπωτις , ἐνίοτε λίμνη οὐκ ἔχειν εἴσπλουν ἐστὶ φαίνεται. δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον ἔχουσα ὡς σταδίων χιλίων. περιοικοῦσι δὲ αὐτὴν Λιβύες Γύζαντες ἔθνος, καὶ πόλις τὰ ἐπέκεινα πρὸς ἡλίου δυσμάς · οὗτοι γὰρ Γύζαντες Λιβύες λέγονται ξανθοὶ ἅπαντες καὶ κάλλιστοι. καὶ χώρα αὕτη ἀρίστη καὶ παμφορωτάτη, καὶ βοσκήματα παρ’αὐτοῖς ἐστὶ καὶ μέγιστα καὶ πλεῖστα · καὶ αὐτοὶ πλουσιώτατοι καὶ κάλλιστοι. μετὰ δὲ τὴν Σύρτιν ταύτην Νεάπολίς ἐστι. παράπλους δὲ ἀπὸ Ἀδρύμητος ἐπὶ Νέαν πόλιν ἡμέρας ἐστί. μετὰ δὲ Νέαν πόλιν Ἑρμαία ἄκρα καὶ πόλις. παράπλους ἀπὸ Νέας πόλεως εἰς Ἑρμαίαν ἡμέρας καὶ ἡμίσεως. ἀπὸ δὲ Νέας πόλεώς ἐστιν εἰς ἰσθμὸν στάδια ρπʹ πεζῇ πρὸς τὴν ἑτέραν θάλασσαν τὴν πρὸς Καρχηδόνα. ἔστι δὲ ἀκτή, δι’ἧς ἰσθμός ἐστι. παράπλους ἀπὸ τοῦ ποταμοῦ ἐντεῦθεν εἰς Καρχηδόνα ἥμισυ ἡμέρας. δὲ Καρχηδονίων χώρα ἐστὶν ἐν κόλπῳ.
111μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις Φοινίκων καὶ λιμήν. παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. ἔπεισι δὲ νησία ἐν τῇ Ἑρμαίαι ἄκραι, Ποντία νῆσος καὶ Κόσυρος. πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ Κόσυρον ἡμέρας. ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα μακρὰν ἀπὸ Ἑρμαίας εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων οἰκούμεναι · Μελίτη πόλις καὶ λιμήν, Γαῦλος πόλις, Λαμπάς · αὕτη πύργους ἔχει δύο τρεῖς. ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς ἡμέρας μιᾶς. μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. παράπλους δὲ ἀπὸ Καρχηδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. ἀπὸ Ἰτύκης εἰς Ἵππου ἄκραν […] Ἵππου Ἄκρα πόλις, καὶ λίμνη ἐπ’αὐτῇ ἐστι, καὶ νῆσοι ἐν τῇ λίμνῃ, καὶ περὶ τὴν λίμνην πόλεις ἐν ταῖς νήσοις αἵδε · Ψέγας πόλις, καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί · Πιθηκοῦσαι καὶ λιμήν · κατ’ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῇ νήσῳ Εὔβοια · θάψα καὶ πόλις καὶ λιμήν, Ἰγίλγιλις πόλις καὶ λιμήν, Σίδα πόλις, Ἰόμνιον ἄκρα, πόλις καὶ λιμήν, Ἕβδομος πόλις καὶ λιμήν, Ἀκίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι, Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν · καὶ κόλπος. ἐν δὲ τῷ κόλπῳ Βαρτὰς νῆσος καὶ λιμήν, Χάλκας πόλις ἐν τῷ ποταμῷ, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμήν, Σίγη πόλις ἐν τῷ ποταμῷ, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη καὶ λιμήν, Ἄκρος πόλις καὶ κόλπος ἐν αὐτῇ, ἔρημος νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη ἐν Λιβύῃ, ἄκρα Ἀβιλυκὴ καὶ πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα νῆσοι. ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφ’Ἡρακλείους στήλας τοῦ καλλίστου πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἑπτά. εἰσὶ νῆσοι αὗται πρὸς τῇ Εὐρώπῃ · τούτων ἑτέρα πόλιν ἔχει · καὶ Ἡράκλειοι στῆλαι κατὰ ταύτας, μὲν ἐν τῇ Λιβύῃ ταπεινή, δὲ ἐν τῇ Εὐρώπῃ ὑψηλή. αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων · διέχουσι δὲ αὗται ἀπ’ἀλλήλων πλοῦν ἡμέρας. παράπλους Λιβύης ἀπ’Αἰγύπτου τοῦ Κανωπικοῦ στόματος μέχρι Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτά, ἅπερ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ γέγραπται, κατὰ τοὺς κόλπους κύκλῳ περιπλέοντι ἡμερῶν νʹ καὶ δʹ. ὅσα γέγραπται πολίσματα ἐμπόρια ἐν τῇ Λιβύῃ, ἀπὸ τῆς Σύρτιδος τῆς παρ’Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύῃ, πάντα ἐστὶ Καρχηδονίων.
112μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν ἀριστερᾶι, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. ἔστι γὰρ καὶ ἐνταῦθα Ἑρμαία ἄκρα. κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίον τόπος καὶ πόλις. περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῆι λίμνη ταύτηι κεῖνται νῆσοι πολλαί. περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως καὶ θρυόν. αἱ δὲ ὄρνιθες αἱ Μελεαγρίδες ἐνταῦθά εἰσιν, ἄλλου δὲ οὐδαμοῦ, ἂν μὴ ἐντεῦθεν ἐξαχθῶσιν. τῆι δὲ λίμνη ταύτηι ὄνομα Κηφησίας, τῶι δὲ κόλπωι Κῶτης. ἔστι δὲ Ἡρακλείων στηλῶν καὶ Ἑρμαίας ἄκρας ἐν τῆι μεταξύ. ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ἕρματα τέταται μεγάλα, ἀπὸ δὴ τῆς Λιβύης ἐπὶ τὴν Εὐρώπην, οὐχ ὑπερέχοντα τῆς θαλάττης · ἐπικλύζει δὲ ἐπ’αὐτὰ ἐνιαχῆ. τέταται δὲ τὸ ἕρμα ἐπὶ ἑτέραν ἄκραν τῆς Εὐρώπης τὸ καταντικρύ · τῆι δὲ ἄκραι ταύτηι ὄνομα Ἱερὸν ἀκρωτήριον. ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ποταμός ἐστιν Ἀνίδες · ἐξίησι δὲ οὗτος εἰς λίμνην μεγάλην. μετὰ δὲ Ἀνίδεν (εἶτά) ἐστιν ἄλλος ποταμὸς μέγας Λίξος καὶ πόλις Φοινίκων Λίξος, καὶ ἑτέρα πόλις Λιβύων ἐστὶ πέραν τοῦ ποταμοῦ καὶ λιμήν. μετὰ δὲ Λίξον Κράβις ποταμὸς καὶ λιμὴν καὶ πόλις Φοινίκων Θυμιατηρία ὄνομα. ἀπὸ Θυμιατηρίας πλοῦς εἰς Σολόεντα ἄκραν, ἀνέχει μάλιστα εἰς τὸν πόντον. τῆς δὲ Λιβύης πᾶσα αὕτη χώρα ὀνομαστοτάτη καὶ ἱερωτάτη. ἐπὶ δὲ τῶι ἀκρωτηρίωι τῆς ἄκρας ἔπεστι βωμὸς μέγας, ποινής, Ποσειδῶνος. ἐν δὲ τῶι βωμῶι εἰσὶ γεγραμμένοι ἀνδριάντες, λέοντες, δελφῖνες · Δαίδαλον δέ φασι ποιῆσαι. ἀπὸ δὲ Σολόεντος ἄκρας ποταμός ἐστιν, ὧι ὄνομα Ξιῶν Λίξος. περὶ τοῦτον τὸν ποταμὸν περιοικοῦσι Αἰθίοπες ἱεροί ἑσπέριοι. κατὰ δὲ ταῦτα νῆσός ἐστιν, ὧι ὄνομα Κέρνη. παράπλους δὲ ἀπὸ Ἡρακλείων στηλῶν ἐπὶ Ἑρμαῖαν ἄκραν ἡμερῶν δύο. ἀπὸ δὲ Ἑρμαίας ἄκρας εἰς Σολόεντα ἄκραν παράπλους ἡμερῶν τριῶν. ἀπὸ δὲ Σολόεντος εἰς Κέρνην παράπλους ἡμερῶν ἑπτά. σύμπας δὲ παράπλους οὗτός ἐστι ἀπὸ Ἡρακλείων στηλῶν εἰς Κέρνην νῆσος ἡμερῶν δώδεκα. τῆς Κέρνης δὲ νήσου τὰ ἐπέκεινα οὐκέτι ἐστὶ πλωτὰ διὰ βραχύτητα θαλάττης καὶ πηλὸν καὶ φῦκος. ἔστι δὲ τὸ φῦκος τῆς δοχμῆς τὸ πλάτος καὶ ἄνωθεν ὀξύ, ὥστε κεντεῖν. οἱ δὲ ἐμποροί εἰσι μὲν Φοίνικες · ἐπᾶν δὲ ἀφίκωνται εἰς τὴν νῆσον τὴν Κέρνην, τοὺς μὲν γαύλους καθορμίζουσιν, ἐν τῆι Κέρνηι σκηνὰς ποιησάμενοι αὑτοῖς · τὸν δὲ φόρτον ἐξελόμενοι αὐτοὶ διακομίζουσιν ἐν μικροῖς πλοίοις εἰς τὴν ἤπειρον. εἰσὶ δὲ Αἰθίοπες πρὸς τὴν ἤπειρον. εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες, πρὸς οὓς διατίθενται. πωλοῦσι δὲ πρὸς δέρματα ἐλάφων καὶ λεόντων καὶ παρδάλεων καὶ δέρματα ἐλεφάντων καὶ ὀδόντας, καὶ τῶν ἡμέρων βοσκημάτων. οἱ Αἰθίοπες χρῶνται κόσμωι στίκτοις δοραῖς, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις · καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμωι ψελίοις τοῦ ἐλέφαντος · χρῶνταιδὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνωι κόσμωι. εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες μέγιστοι ἀνδρώπων πάντων ὧν ἡμεῖς ἴσμεν, μείζους τετραπήχεις · εἰσὶ δέ τινες αὐτῶν καὶ πενταπήχεις · καὶ πωγωνοφόροι εἰσὶ καὶ κομῆται, καὶ κάλλιστοι πάντων ἀνδρώπων οὗτοί εἰσι. καὶ βασιλεύει αὐτῶν οὗτος, ὃς ἂν ἦι μέγιστος. εἰσὶ καὶ ἱππηλάται καὶ ἀκοντισταὶ καὶ τοξόται, καὶ χρῶνται τοῖς βέλεσι πεπυρακτωμένοις. οἱ δὲ Φοίνικες ἔμποροι εἰσάγουσιν αὐτοῖς μύρον, λίθον Αἰγυπτίαν, ἄπρους ἐξαράκτους, κέραμον Ἀττικὸν καὶ χοῦς · τὰ γὰρ πλάσματά ἐστιν ὤνια ἐν τοῖς Χουσὶ τῆι ἑορτῆι. εἰσὶ δὲ οἱ Αἰθίοπες οὗτοι κρεοφάγοι, γαλακτοπόται, οἶνον δὲ ποιοῦσι πολὺν ἀπὸ ἀμπέλων · τὸν δὲ καὶ αὐτὸν οἱ Φοίνικες ἄγουσιν. ἔστι δὲ αὐτοῖς καὶ πόλις μεγάλη, πρὸς ἣν οἱ Φοίνικες εἰσπλέουσιν οἱ ἔμποροι. λέγουσι δέ τινες τούτους τοὺς Αἰθίοπας παρήκειν συνεχῶς οἰκοῦντας ἐντεῦθεν εἰς Αἴγυπτον, καὶ εἶναι ταύτην τὴν θάλατταν συνεχῆ, ἀκτὴν δὲ εἶναι τὴν Λιβύην.
113ἄρχεται δὲ τὸ διάφραγμα ἀπὸ Εὐρίπου τοῦ κατὰ Χαλκίδα καὶ ἔστιν ἐπὶ Γεραιστὸν στάδια ψʹ καὶ νʹ. ἀπὸ Γεραιστοῦ ἐπὶ Παιώνιον τῆς Ἄνδρου στάδια πʹ. ἀπὸ Παιωνίου τῆς Ἄνδρου ἐπὶ τὸν Αὐλῶνα στάδια σπʹ. τοῦ Αὐλῶνος διάπλους εἰς Τῆνον στάδια ιβʹ. αὐτῆς δὲ τῆς νήσου ἐπὶ τὸ ἀκρωτήριον τὸ κατὰ Ῥηναίαν στάδια ρνʹ. τοῦ δὲ διάπλου εἰς Ῥηναίαν στάδια μʹ. αὐτῆς δὲ Ῥηναίας καὶ τοῦ διάπλου εἰς Μύκονον στάδια μʹ. ἀπὸ δὲ Μυκόνου διάπλους ἐπὶ τοὺς Μελαντίους σκοπέλους προαριστιδίου μικρῶι ἐλάττων, σταδίων ρμʹ. ἀπὸ δὲ Μελαντίων σκοπέλων πλοῦς εἰς Ἴκαρον προαριστιδίος. αὐτῆς δὲ τῆς Ἰκάρου στάδια τʹ ἐπὶ μῆκος. ἀπὸ δὲ Ἰκάρου πλοῦς εἰς Σάμον προαριστιδίος. αὐτῆς δὲ Σάμου στάδια σʹ. ἐκ Σάμου εἰς Μυκάλην τοῦ διάπλου στάδια ζʹ (ιζʹG). τὸ πᾶν, ἐὰν ἐκ Σάμου πλέωσι πρὸ ἀρίστου, στάδια ͵βτοʹ, μὴ προσλογιζομένου τοῦ πλοῦ τοῦ ἐκ Μυκάλης εἰς Σάμον. ἀπὸ Μαλέας ἕως Κυθήρων στάδια λʹ (ρλʹG). αὐτῶν δὲ Κυθήρων μῆκος στάδια ρʹ (σʹG). εἰς Αἰγιλίαν πλοῦς προαριστιδίος. αὐτῆς Αἰγιλίας μῆκος στάδια νʹ. ἀπ’Αἰγιλίας εἰς Κρήτην, πλοῦς προαριστιδίος. Κρήτης αὐτῆς μῆκος στάδια βφʹ (͵αφʹG). ἀπὸ Κρήτης εἰς Καρπάθον στάδια ρʹ (φʹG). αὐτῆς Καρπάθου μῆκος στάδια ρʹ (τʹG). εἰς Ῥόδον ἀπὸ Καρπάθου πλοῦς στάδια ρʹ (τʹG). αὐτῆς Ῥόδου μῆκος στάδια χʹ. ἀπὸ Ῥόδου εἰς τὴν Ἀσίαν στάδια ρʹ. ἔστι δὲ τοῦ διάπλου τὸ διάφραγμα στάδια ͵δσοʹ.
114μεγίστη Σαρδώ. δευτέρα Σικελία. τρίτη Κρήτη. τετάρτη Κύπρος. πέμπτη Εὔβοια. ἕκτη Κύρνος. ἑπδόμη Λέσβος. ὀγδόη Ῥόδος. ἐνάτη Χίος. δεκάτη Σάμος. ἑνδεκάτη Κόρκυρα. δωδεκάτη Κάσος. τρισκαιδεκάτη Κεφαλληνία. τεσσαρεσκαιδεκάτη Νάξος. πεντεκαιδεκάτη Κῶς. ἑξκαιδεκάτη Ζάκυνθος. ἑπτακαιδεκάτη Λῆμνος. ὀκτωκαιδεκάτη Αἴγινα. ἐννακαιδεκάτη Ἴμβρος. εἰκοστὴ Θάσος.