Lucian

Gout

1
στυγνὸν οὔνομ’, θεοῖς στυγούμενον,
2
ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
3
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
4
Μέγαιρ’Ἐρινὺς γαστρὸς ἐξεγείνατο
5
μαζοῖσίτ’ἐξέθρεψε, καὶ πικρῷ βρέφει
6
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
7
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
8
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
9
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
10
βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
11
οὐ Τάνταλον ποτοῖσιν, οὐ δ’Ἰξίονα
12
τροχῷ στροβητόν, οὐ δὲ Σίσυφον πέτρῳ
13
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
14
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
15
τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
16
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
17
χειρῶν ἀπ’ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
18
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
19
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
20
ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
21
σπλάγχνων δ’ἐπ’αὐτῶν διάπυρον τρέχει κακόν,
22
δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
23
ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
24
Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
25
ὅπου δυσεξέλικτα κυματούμενος
26
σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
27
δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
28
ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
29
ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
30
ἀνὰ Δίνδυμον Κυβήβης
31
Φρύγες ἔνθεον ὀλολυγὴν
32
ἁπαλῷ τελοῦσιν Ἄττῃ,
33
καὶ πρὸς μέλος κεραύλου
34
Φρυγίου κατ’ὄρεα Τμώλου
35
κῶμον βοῶσι Λυδοί ·
36
παραπλῆγες δ’ἀμφὶ ῥόπτροις
37
κελαδοῦσι Κρητὶ ῥυθμῷ
38
νόμον Κορύβαντες εὐάν.
39
κλάζει βρίθουσα σάλπιγξ
40
Ἄρει κρέκουσα θούρῳ
41
πολεμηίαν ἀϋτήν.
42
ἡμεῖς δὲ σοί, Ποδάγρα,
43
πρώταις ἔαρος ἐν ὥραις
44
μύσται τελοῦμεν οἴκτους,
45
ὅτε πᾶς χλοητόκοισι
46
ποίαις τέθηλε λειμών,
47
Ζεφύρου δὲ δένδρα πνοιαῖς
48
ἁπαλοῖς κομᾷ πετήλοις,
49
δύσγαμος κατ’οἴκους
50
μερόπων θροεῖ χελιδών,
51
καὶ νυκτέροις καθ’ὕλαν
52
τὸν Ἴτυν στένει δακρύουσ’
53
Ἀτθὶς γόοις ἀηδών.
54
ὤμοι πόνων ἀρωγόν, τρίτου ποδὸς
55
μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
56
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
57
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
58
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
59
καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
60
σκέδασον δ’ἀπ’ὄσσων νύχιον ἀέρος βάθος
61
μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
62
ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον ·
63
δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
64
ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
65
εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
66
ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
67
βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
68
δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
69
ὅμως δ’ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
70
πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
71
καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
72
ἀλλ’εἶα.
73
τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
74
κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
75
τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
76
μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;
77
ἀλλ’οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
78
μή τις ὕμνος Βακχίῳ κωμάζεται;
79
ἀλλ’οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
80
τίνες ποθ’ἡμῖν, ξένοι, βεβήκατε;
81
αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
82
τίς δ’ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, φίλοι.
83
σὺ δ’ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
84
ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
85
μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.
86
εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
87
τὰν μὲν Κυπρίαν Ἀφροδίταν
88
σταγόνων προπεσοῦσαν ἀπ’αἰθέρος
89
ἀνεθρέψατο χόσμιον ἁρμογὰν
90
ἁλίοις ἐνὶ κύμασι Νηρεύς.
91
τὰν δ’Ὠχεανοῦ παρὰ παγαῖς
92
Ζανὸς παράκοιτιν Ὀλυμπίου
93
λευκώλενον εὐρέσι κόλποις
94
Ἥραν ἐτιθήνατο Τηθύς.
95
κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου
96
ἐλόχευσε κόρας ἄτρομον φυὰν
97
Κρονίδας, μέγ’ἄριστος Ὀλυμπίων,
98
τὰν ἐγρεκύδοιμον Ἀθάναν.
99
τὰν δ’ἁμετέραν θεὸν ὀλβίαν
100
γέρων λιπαραῖσιν ἐν ἀγκάλαις
101
πρώταν ἐλόχευσεν Ὁφίων.
102
ὅτ’ἐπαύσατο μὲν σκότιον χάος
103
ἀνέτειλέτε λαμπέτις ἀὼς
104
καὶ παμφαὲς ἀελίου σέλας.
105
τότε καὶ Ποδάγρας ἐφάνη κράτος.
106
ὅτε γὰρ λαγόνων σε τεκοῦσα
107
Μοῖρα Κλωθὼ τότ’ἔλουσεν,
108
ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
109
μέγα δ’ἔκτυπεν εὔδιος αἰθήρ ·
110
τὰν δ’εὐγλαγέτοις ἐνὶ μαξοῖς
111
εὔολβος ἐθρέψατο Πλούτων.
112
τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
113
οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
114
οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
115
οὐ δὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
116
οὐ δ’ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων ·
117
ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
118
καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
119
τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
120
ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
121
πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς,
122
χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς
123
ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυροῖ, μαλάσσει,
124
μέχρις ἂν θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.
125
εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων
126
ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς
127
δαίμων φανεῖσα. σὺν δ’ἐγὼ μύσταις ὁμοῦ
128
ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
129
σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
130
καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
131
ἴδε, πρὸς θυμέλας κλινοχαρὴς
132
βαίνει δαίμων σκίπωνι βάσιν
133
στηριξομένη. χαίροις μακάρων
134
πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
135
ἵλαος ἔλθοις ὄμματι φαιδρῷ.
136
δοίης δὲ πόνοις λύσιν ὠκεῖαν
137
ταῖσδ’εἰαριναῖσιν ἐν ὥραις.
138
τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων
139
οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
140
ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται
141
οὔτε χυθὲν αἷμα βωμίοις παρ’ἐμπύροις,
142
οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,
143
ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,
144
πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν.
145
οὐ παῖς Φοίβου πολυμαθὴς Ἀσκληπιός.
146
ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,
147
τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,
148
κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
149
ἄλλος γὰρ ἄλλην ἐπ’ἐμὲ πειράξει τέχνην ·
150
τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι
151
καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.
152
ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,
153
ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,
154
ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων.
155
σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,
156
ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,
157
ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον,
158
τῆλιν μετ’οἴνου, γυρίνην, κολλάμφακον,
159
κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
160
χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου,
161
σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
162
ἄλευρα κυάμων, ἄνθος Ἀσσίου λίθου ·
163
ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
164
βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
165
ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
166
τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
167
ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
168
στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
169
πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
170
οἱ δὲ τὸ δι’ὀχτώ, τὸ δὲ δι’ἑπτὰ πλείονες.
171
ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
172
ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
173
Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
174
δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
175
ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
176
καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
177
εἴωθ’ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα ·
178
τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
179
ἤπιον ἔχω νοῦν εὐμενήςτε γίνομαι.
180
γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
181
πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
182
τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους ·
183
πᾶσιν δ’ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
184
ὅτ’ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
185
Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ἐγώ,
186
βαίνουσ’ἐπ’ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
187
ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
188
Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
189
ἀλλ’εἶα μύσται πάντες ὀργίων ἐμῶν,
190
γεραίρεθ’ὕμνοις τὴν ἀνίκητον θεάν.
191
ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
192
πουλυσθενές, ὀβριμόθυμε θεά,
193
κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
194
μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
195
τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,
196
τρομέει δέ σε κύμαθ’ἁλὸς βυθίας,
197
τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
198
ἐπιδεσμοχαρές, κατακλινοβατές,
199
κολυσιδρόμα, βασαναστραγάλα,
200
σφυροπρησιπύρα, μογισαψεδάφα,
201
δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
202
περικονδυλοπωρυφίλα,
203
γονυκαμψεπίκυρτε Ποδάγρα.
204
δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
205
ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
206
ἀλλ’ἔστι πρᾶξις τῶν λόγων συνέμπορος ·
207
ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
208
πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
209
μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
210
καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
211
νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
212
δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
213
ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
214
ὡς οὐκέτ’ἔστι σὸν κράτος σεβάσμιον,
215
ἀλλ’ἔκβολον βροτῶν σε θήσουσιν βίου.
216
διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
217
πεμπταῖος ἥκω στάδια διανύσας δύο.
218
ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
219
τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
220
ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.
221
πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,
222
ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
223
ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον
224
σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
225
ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
226
ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
227
καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
228
μεθ’ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
229
ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
230
ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
231
δι’ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
232
ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.
233
ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα
234
πλατεῖα μὲν κέλευθος, ἀλλ’οὐκ ἀσφαλής ·
235
τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ἐχκεῖθ’ὀχήματα
236
ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.
237
ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα
238
δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,
239
ἕως ἀπήνη παραδράμῃ τροχήλατος ·
240
μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.
241
οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
242
ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
243
ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
244
ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
245
ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.
246
ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
247
τίνες πότ’ὄντες καὶ τίνων πεφυκότες
248
τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
249
τῆς οὐ δ’ Κρονίδας οἶδε νικῆσαι βίαν;
250
λέγετ’, κάκιστοι · καὶ γὰρ ἡρώων ἐγὼ
251
ἐδάμασα πλείστους, ὥς γ’ἐπίστανται σοφοί.
252
Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο ·
253
ἔθανε δ’Ἀχιλλεὺς ποδαγρὸς ὢν Πηλέως ·
254
Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει ·
255
Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν ·
256
ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν Πλεισθένης ·
257
Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
258
ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
259
ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
260
ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου ·
261
Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
262
ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
263
ὡς οὔτι χαιρήσοντες, δυσδαίμονες,
264
ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
265
Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,
266
λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
267
γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι ·
268
ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
269
ἐν παρηγοροῦμεν ἀλγούντων πόνους.
270
τί δὴ τὸ χρῖσμα καὶ τίς σκευή; φράσον.
271
μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
272
καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
273
ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
274
καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
275
εἶτ’ κατάρατοι καὶ κακῶς ὀλούμενοι,
276
ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
277
χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
278
ἀλλ’εἶα. τήνδε σύμβασιν συνθώμεθα,
279
καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
280
ὑπέρτερον πέφυκεν εἴτ’ἐμαὶ φλόγες.
281
δεῦτ’, σκυθρωπαί, πάντοθεν ποτώμεναι
282
βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
283
πελάζετ’ἆσσον · καὶ σὺ μὲν ποδῶν ἄκρους
284
φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
285
σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο
286
ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
287
ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
288
ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν ·
289
κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
290
ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
291
φέρετ’, ξένοι, μάθωμεν ἀτρεκέστατον,
292
εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ὠφελεῖ.
293
εἰ γὰρ σαφῶς τόδ’ἐστὶν ἀντίξουν ἐιιοί,
294
λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
295
ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη.
296
ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
297
οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
298
ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ ·
299
οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
300
οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,
301
οὐ δὲ στροβητὴ λαίλαπος τόσση βία.
302
μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
303
μή τίς μ’ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
304
διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
305
ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ἐμὸν
306
οὔτ’ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
307
ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
308
παύσασθε. βάσανοι, καὶπόνους μειώσατε
309
τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
310
γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν
311
ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
312
οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
313
ἀλλ’ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
314
οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
315
ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
316
πένθος ἀείμνηστον δι’ἔριν τοκὰς ἔσχε Νιόβη.
317
ἀλλ’ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
318
Μαιονία δ’Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
319
ἀλλ’ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει ·
320
οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,
321
ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
322
ἤπιον. πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
323
κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
324
εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
325
Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων,
326
μελέται δὲ πόνων καὶ τὸ σύνηθες
327
τοὺς ποδαγρῶντας παραμυθείσθω.
328
ὅθεν εὐθύμως, σύγκληροι,
329
λήσεσθε πόνων,
330
εἰ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
331
τοῖς δ’ἀδοκήτοις πόρον εὗρε θεός.
332
πᾶς δ’ἀνεχέσθω τῶν πασχόντων
333
ἐμπαιξόμενος καὶ σκωπτόμενος ·
334
τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.