Lucian

The Ignorant Book Collector

Λυκινος
Λυ.
Λυ.

ἆρά γε γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;

σολοικιστης
σο.
σο.

ἐμοὶ μὲν δοκεῖ.

Λυκινος
Λυ.
Λυ.

δέ γε μὴ φυλάξασθαι οὐ δὲ γνῶναι τὸν οὕτως ἔχοντα;

σολοικιστης
σο.
σο.

ἀληθῆ λὲγεις.

Λυκινος
Λυ.
Λυ.

σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, πῶς λέγωμεν περὶ σοῦ;

σολοικιστης
σο.
σο.

ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.

Λυκινος
Λυ.
Λυ.

οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;

σολοικιστης
σο.
σο.

παντάπασί γε.

Λυκινος
Λυ.
Λυ.

ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.

σολοικιστης
σο.
σο.

οὐκοῦν εἰπέ.

Λυκινος
Λυ.
Λυ.

ἀλλ’ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.

σολοικιστης
σο.
σο.

παίζεις ἔχων;

Λυκινος
Λυ.
Λυ.

μὰ τοὺς θεούς · ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενον. αὖθις δὲ σκόπει · οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ μέν οἶσθ’, δ’οὐκ οἶσθα.

σολοικιστης
σο.
σο.

εἰπὲ μόνον.

Λυκινος
Λυ.
Λυ.

ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’οὐκ ἔγνως.

σολοικιστης
σο.
σο.

πῶς γάρ, σοῦ μηδὲν λέγοντος;

Λυκινος
Λυ.
Λυ.

ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’οὐχ ἕπῃ τοῦτο δρῶντι · ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.

σολοικιστης
σο.
σο.

θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.

Λυκινος
Λυ.
Λυ.

καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;

σολοικιστης
σο.
σο.

τίνας τρεῖς;

Λυκινος
Λυ.
Λυ.

ὅλους ἀρτιγενείους.

σολοικιστης
σο.
σο.

ἐγὼ μέν σε παίζειν δοκῶ.

Λυκινος
Λυ.
Λυ.

ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.

σολοικιστης
σο.
σο.

καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;

Λυκινος
Λυ.
Λυ.

λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ’οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.

σολοικιστης
σο.
σο.

οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.

Λυκινος
Λυ.
Λυ.

ἀλλ’οὐ δὲ νῦν ἔγνως.

σολοικιστης
σο.
σο.

πότε νῦν;

Λυκινος
Λυ.
Λυ.

ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.

σολοικιστης
σο.
σο.

οὐκ οἶδα τι λέγεις.

Λυκινος
Λυ.
Λυ.

ὀρθῶς ἔφης · οὐ γὰρ οἶσθα. καὶ πρόιθί γε ἐς τὸ ἔμπροσθεν · οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.

σολοικιστης
σο.
σο.

ἀλλ’ἐγὼ βούλομαι · σὺ δ’οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.

Λυκινος
Λυ.
Λυ.

τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.

σολοικιστης
σο.
σο.

μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.

Λυκινος
Λυ.
Λυ.

ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ · εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.

σολοικιστης
σο.
σο.

οὐ λήσουσι.

Λυκινος
Λυ.
Λυ.

καὶ μὴν ἔλαθόν γε.

σολοικιστης
σο.
σο.

θαυμαστὰ λέγεις.

Λυκινος
Λυ.
Λυ.

σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μη δ’αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι · οὐ γὰρ πρόσεστιν αὐτῷ τὸ τίνα.

σολοικιστης
σο.
σο.

ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις · ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.

Λυκινος
Λυ.
Λυ.

κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων. εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐ δὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.

σολοικιστης
σο.
σο.

ἀληθῆ λέγεις.

Λυκινος
Λυ.
Λυ.

καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα, καὶ αὐτὸς μὴ σολοικίζειν. κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ἀπὸ Μόψου, συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα. πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι; τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, ἱκανὰ ἔχω τὰ πατρῷα, πῶς φής; εἶπε · τέθνηκε γὰρ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, πατριώτης ἔστι μοι · ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, δεῖνά ἐστι μεθύσης, μητρός, εἶπεν, πῶς λέγεις; ἑτέρου δὲ ἐκλελογχότας, διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας. εἰπόντος δέ τινος, λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ̅, οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου δὲ εἰπόντος, πρόσεισιν μεῖραξ οὑμὸς φίλος, ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, τῶν φίλων κορυφαιότατος, χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, ἐκ τῆς ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος συνετάξατό μοι, καὶ λόχον δέ, ἔφη, Ξενοφῶν συνετάξατο. ἄλλου δὲ εἰπόντος, περιέστην αὐτὸν ὥστε λαθεῖν, θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, συνεκρίνετο αὐτῷ, καὶ διεκρίνετο πάντως, εἶπεν. εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς · πρὸς γοῦν τὸν εἰπόντα, νῶϊ τοῦτο δοκεῖ, σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, οὐκ ἄρα, ἔφη, Ἡρακλῆς ἐμίχθη αὐτῇ; καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, ἐπὶ τῷ, ἔφη, τί βουλομένου τοῦ βασανίζοντος; προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει δεῖνα, πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι δεῖνα; ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, μή τι, ἔφη, διήμαρτες βαλώ ν; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, ἄμφω μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴν εἰ μή, ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, ψευδαττικόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, ἕτερα ἀνθ’ἑτέρων, ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος, οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας. λέλογχα δὲ τὸ εἴληχα λέγοντος, ὀλίγον, ἔφη, καὶ παρ’ οἷς ἁμαρτάνεται . ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν . περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, καὶ τὸν φάττον ἐροῦμεν , ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, καὶ πῶς ἄν , ἔφη, φακόν τις φάγοι ; ταῦτα μὲν τὰ Σωκράτεια. ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον · οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.

σολοικιστης
σο.
σο.

ἴσως μὲν οὐ δὲ νῦν δυνήσομαί σου λέγοντος · ὅμως εἰπέ.

Λυκινος
Λυ.
Λυ.

καὶ πῶς φὴς οὐ δυνήσεσθαι; γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.

σολοικιστης
σο.
σο.

εἰπὲ τοίνυν.

Λυκινος
Λυ.
Λυ.

ἀλλὰ εἶπον.

σολοικιστης
σο.
σο.

οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.

Λυκινος
Λυ.
Λυ.

οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;

σολοικιστης
σο.
σο.

οὐκ ἔμαθον.

Λυκινος
Λυ.
Λυ.

τί οὖν πεισόμεθα, εἰ μη δὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ’ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.

σολοικιστης
σο.
σο.

ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.

Λυκινος
Λυ.
Λυ.

πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ’ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον · σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐ δὲ τὸν μαντευόμενον κατενόησας.

σολοικιστης
σο.
σο.

μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.

Λυκινος
Λυ.
Λυ.

εἰ ἄρα καθ’εἷς λανθάνει σε περιιών;

σολοικιστης
σο.
σο.

ἐοίκασί γε.

Λυκινος
Λυ.
Λυ.

δὲ καθ’εἷς πῶς παρῆλθεν;

σολοικιστης
σο.
σο.

οὐ δὲ τοῦτο ἔμαθον.

Λυκινος
Λυ.
Λυ.

οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;

σολοικιστης
σο.
σο.

τί οὖν τοῦτο;

Λυκινος
Λυ.
Λυ.

ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.

σολοικιστης
σο.
σο.

τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;

Λυκινος
Λυ.
Λυ.

ὅτι ἀγνοεῖ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆρ’ἂν ἐπιτρέποις αὐτῷ;

σολοικιστης
σο.
σο.

τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;

Λυκινος
Λυ.
Λυ.

εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;

σολοικιστης
σο.
σο.

οὐκ ἔγωγε.

Λυκινος
Λυ.
Λυ.

ὀρθῶς γὰρ λέγεις · οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;

σολοικιστης
σο.
σο.

ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἐξιέναι.

Λυκινος
Λυ.
Λυ.

σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;

σολοικιστης
σο.
σο.

ὑβριστὴς εἶ.

Λυκινος
Λυ.
Λυ.

τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ’οὐκ ἔγνως.

σολοικιστης
σο.
σο.

παῦσαι πρὸς τῆς Ἀθηνᾶς · ἀλλ’εἰπέ τι τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.

Λυκινος
Λυ.
Λυ.

καὶ πῶς ἄν μάθοις;

σολοικιστης
σο.
σο.

εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρ’ τι ἕκαστον σεσολοίκισται.

Λυκινος
Λυ.
Λυ.

μηδαμῶς, ἄριστε · μακρὸν γὰρ ἢν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθ’ἕκαστον αὐτῶν πυνθάνεσθαι · νῦν δὲ ἕτερ’ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν · μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ’εἰς σέ, φαίην ἴδιον.

σολοικιστης
σο.
σο.

ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.

Λυκινος
Λυ.
Λυ.

ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς δεσμοῖς καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ὕβρις · καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι · ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.

σολοικιστης
σο.
σο.

κατανοῶ τὸ διάφορον.

Λυκινος
Λυ.
Λυ.

ἆρ’οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;

σολοικιστης
σο.
σο.

ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν; ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.

Λυκινος
Λυ.
Λυ.

καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;

σολοικιστης
σο.
σο.

κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ’ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.

Λυκινος
Λυ.
Λυ.

ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί · βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.

σολοικιστης
σο.
σο.

ὀρθῶς γὰρ λέγεις.

Λυκινος
Λυ.
Λυ.

τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’οἶσθ’ὅτι διενήνοχεν;

σολοικιστης
σο.
σο.

οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λέγοντος ὡς ἔστιν ἔκφυλον.

Λυκινος
Λυ.
Λυ.

καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.

σολοικιστης
σο.
σο.

καὶ τῷ ποτ’ἂν εἴη διαφέρον;

Λυκινος
Λυ.
Λυ.

τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον · ἧσ’, ξεῖν’, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.

σολοικιστης
σο.
σο.

καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε · οὕτω γάρ σε δεῖ προδιδάσκειν.

Λυκινος
Λυ.
Λυ.

ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;

σολοικιστης
σο.
σο.

πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.

Λυκινος
Λυ.
Λυ.

ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.

σολοικιστης
σο.
σο.

τίνα ταύτην;

Λυκινος
Λυ.
Λυ.

ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δ’ἑαυτῷ γίγνεται.

σολοικιστης
σο.
σο.

καλῶς λέγεις.

Λυκινος
Λυ.
Λυ.

καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις.

σολοικιστης
σο.
σο.

ἀλλ’οὐκ ἂν δόξαιμι.

Λυκινος
Λυ.
Λυ.

οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.