Lucian
Herodotus
1Ἡροδότου εἴθε μὲν καὶ τὰ ἄλλα μιμήσασθαι δυνατὸν ἦν · οὐ πάντα φημὶ ὅσα προσῆν αὐτῷ, — μεῖζον γὰρ εὐχῆς τοῦτό γε — ἀλλὰ κα- κἂν ἓν ἐκ τῶν ἁπάντων, οἷον ἢ κάλλος τῶν λόγων ἢ ἁρμονίαν αὐτῶν ἢ τὸ οἰκεῖον τῇ Ἰωνίᾳ καὶ προσφυὲς ἢ τῆς γνώμης τὸ περιττὸν ἢ ὅσα μυρία καλὰ ἐκεῖνος ἅμα πάντα συλλαβὼν ἔχει πέρα τῆς εἰς μίμησιν ἐλπίδος · ἃ δὲ ἐποίησεν ἐπὶ τοῖς συγγράμμασι καὶ ὡς πολλοῦ ἄξιος τοῖς Ἕλλησιν ἅπασιν ἐν βραχεῖ κατέστη, καὶ ἐγὼ καὶ σὺ καὶ ἄλλος ἂν μιμησαίμεθα. πλεύσας γὰρ οἴκοθεν ἐκ τῆς Καρίας εὐθὺ τῆς Ἑλλάδος ἐσκοπεῖτο πρὸς ἑαυτὸν ὅπως ἂν τάχιστα καὶ ἀπραγμονέστατα ἐπίσημος καὶ περιβόητος γένοιτο καὶ αὐτὸς καὶ τὰ συγγραμμάτια. τὸ μὲν οὖν περινοστοῦντα νῦν μὲν Ἀθηναίοις, νῦν δὲ Κορινθίοις ἀναγινώσκειν ἢ Ἀργείοις ἢ Λακεδαιμονίοις ἐν τῷ μέρει, ἐργῶδες καὶ μακρὸν ἡγεῖτο εἶναι καὶ τριβὴν οὐ μικρὰν ἐν τῷ τοιούτῳ ἔσεσθαι · οὔκουν ἠξίου διασπᾶν τὸ πρᾶγμα οὐ δὲ κατὰ διαίρεσιν οὕτω κατ’ὀλίγον ἀγείρειν καὶ συλλέγειν τὴν γνῶσιν, ἐπεβούλευε δέ, εἰ δυνατὸν εἴη, ἀθρόους που λαβεῖν τοὺς Ἕλληνας ἅπαντας. ἐνίστανται οὖν Ὀλύμπια τὰ μεγάλα, καὶ ὁ Ἡρόδοτος τοῦτ’ἐκεῖνο ἥκειν οἱ νομίσας τὸν καιρόν, οὗ μάλιστα ἐγλίχετο, πλήθουσαν τηρήσας τὴν πανήγυριν, ἁπανταχόθεν ἤδη τῶν ἀρίστων συνειλεγμένων, παρελθὼν ἐς τὸν ὀπισθόδομον οὐ θεατήν, ἀλλ’ἀγωνιστὴν παρεῖχεν ἑαυτὸν Ὀλυμπίων ᾅδων τὰς ἱστορίας καὶ κηλῶν τοὺς παρόντας, ἄχρι τοῦ καὶ Μούσας κληθῆναι τὰς βίβλους αὐτοῦ, ἐννέα καὶ αὐτὰς οὔσας. 2ἤδη οὖν ἅπαντες αὐτὸν ᾔδεσαν πολλῷ μᾶλλον ἢ τοὺς Ὀλυμπιονίκας αὐτούς · καὶ οὐκ ἔστιν ὅστις ἀνήκοος ἦν τοῦ Ἡροδότου ὀνόματος, οἱ μὲν αὐτοὶ ἀκούσαντες ἐν Ὀλυμπίᾳ, οἱ δὲ τῶν ἐκ τῆς πανηγύρεως ἡκόντων πυνθανόμενοι, καὶ εἰ πού γε φανείη μόνον, ἐδείκνυτο ἂν τῷ δακτύλῳ, “οὗτος ἐκεῖνος Ἡρόδοτός ἐστιν ὁ τὰς μάχας τὰς Περσικὰς Ἰαστὶ συγγεγραφώς, ὁ τὰς νίκας ἡμῶν ὑμνήσας”. τοιαῦτα ἐκεῖνος ἀπέλαυσε τῶν ἱστοριῶν, ἐν μιᾷ συνόδῳ πάνδημόν τινα καὶ κοινὴν ψῆφον τῆς Ἑλλάδος λαβὼν καὶ ἀνακηρυχθεὶς οὐχ ὑφ’ἑνὸς μὰ Δία κήρυκος, ἀλλ’ἐν ἁπάσῃ πόλει, ὅθεν ἕκαστος ἦν τῶν πανηγυριστῶν. 3ὅπερ ὕστερον κατανοήσαντες, ἐπίτομόν τινα ταύτην ὁδὸν ἐς γνῶσιν, Ἱππίαςτε ὁ ἐπιχώριος αὐτῶν σοφιστὴς καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἀναξιμένης ὁ Χῖος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι συχνοὶ λόγους ἔλεγον ἀεὶ καὶ αὐτοὶ πρὸς τὴν πανήγυριν, ἀφ’ὧν γνώριμοι ἐν βραχεῖ ἐγίγνοντο. 4καὶ τί σοι τοὺς παλαιοὺς ἐκείνους λέγω σοφιστὰς καὶ συγγραφέας καὶ λογογράφους, ὅπου καὶ τὰ τελευταῖα ταῦτα καὶ Ἀετίωνά φασι τὸν ζωγράφον, συγγράψαντα τὸν Ῥωξάνης καὶ Ἀλεξάνδρου γάμον, εἰς Ὀλυμπίαν καὶ αὐτὸν ἀγαγόντα τὴν εἰκόνα ἐπιδείξασθαι, ὥστε Προξενίδαν, Ἑλλανοδίκην τότε ὄντα, ἡσθέντα τῇ τέχνῃ γαμβρὸν ποιήσασθαι τὸν Ἀετίωνα. 5καὶ τί τὸ θαῦμα ἐνῆν τῇ γραφῇ αὐτοῦ, ἤρετό τις, ὡς τὸν Ἑλλανοδίκην δι’αὐτὸ οὐκ ἐπιχωρίῳ τῷ Ἀετίωνι συνάψασθαι τῆς θυγατρὸς τὸν γάμον; ἔστιν ἡ εἰκὼν ἐν Ἰταλίᾳ, κα- κἀγὼ εἶδον, ὥστε καὶ σοὶ ἂν εἰπεῖν ἔχοιμι. θάλαμός ἐστι περικαλλὴς καὶ κλίνη νυμφική, καὶ ἡ Ῥωξάνη κάθηται πάγκαλόν τι χρῆμα παρθένου ἐς γῆν ὁρῶσα, αἰδουμένη ἑστῶτα τὸν Ἀλέξανδρον · ἔρωτες δέ τινες μειδιῶντες ὁ μὲν κατόπιν ἐφεστὼς ἀπάγει τῆς κεφαλῆς τὴν καλύπτραν καὶ δείκνυσι τῷ νυμφίῳ τὴν Ῥωξάνην, ὁ δέ τις μάλα δουλικῶς ἀφαιρεῖ τὸ σανδάλιον ἐκ τοῦ ποδός, ὡς κατακλίνοιτο ἤδη, ἄλλος τῆς χλανίδος τοῦ Ἀλεξάνδρου ἐπειλημμένος, Ἔρως καὶ οὗτος, ἕλκει αὐτὸν πρὸς τὴν Ῥωξάνην πάνυ βιαίως ἐπισπώμενος, ὁ βασιλεὺς δὲ αὐτὸς μὲν στέφανόν τινα ὀρέγει τῇ παιδί, πάροχος δὲ καὶ νυμφαγωγὸς Ἡφαιστίων συμπάρεστι δᾷδα καιομένην ἔχων, μειρακίῳ πάνυ ὡραίῳ ἐπερειδόμενος, Ὑμέναιος οἶμαί ἐστιν · οὐ γὰρ ἐπεγέγραπτο το- τοὔνομα. ἑτέρωθι δὲ τῆς εἰκόνος ἄλλοι Ἔρωτες παίζουσιν ἐν τοῖς ὅπλοις τοῦ Ἀλεξάνδρου, δύο μὲν τὴν λόγχην αὐτοῦ φέροντες, μιμούμενοι τοὺς ἀχθοφόρους, ὁπότε δοκὸν φέροντες βαροῖντο · ἄλλοι δὲ δύο ἕνα τινὰ ἐπὶ τῆς ἀσπίδος κατακείμενον, βασιλέα δῆθεν καὶ αὐτόν, σύρουσι τῶν ὀχάνων τῆς ἀσπίδος ἐπειλημμένοι · εἷς δὲ δὴ ἐς τὸν θώρακα ἐσελθὼν ὕπτιον κείμενον λοχῶντι ἔοικεν, ὡς φοβήσειεν αὐτούς, ὁπότε κατ’αὐτὸν γένοιντο σύροντες. 6οὐ παιδιὰ δὲ ἄλλως ταῦτά ἐστιν οὐ δὲ περιείργασται ἐν αὐτοῖς ὁ Ἀετίων, ἀλλὰ δηλοῖ τοῦ Ἀλεξάνδρου καὶ τὸν ἐς τὰ πολεμικὰ ἔρωτα, καὶ ὅτι ἅμα καὶ Ῥωξάνης ἤρα καὶ τῶν ὅπλων οὐκ ἐπελέληστο. πλὴν ἀλλ’ἥ γε εἰκὼν αὐτὴ καὶ ἄλλως γαμήλιόν τι ἐπὶ τῆς ἀληθείας διεφάνη ἔχουσα; προμνησαμένη τῷ Ἀετίωνι τὴν τοῦ Προξενίδου θυγατέρα · καὶ ἀπῆλθε γήμας καὶ αὐτός, πάρεργον τῶν Ἀλεξάνδρου γάμων, ὑπὸ νυμφαγωγῷ τῷ βασιλεῖ, μισθὸν εἰκασμένου γάμου προσλαβὼν ἀληθῆ γάμον. 7Ἡρόδοτος μὲν οὖν — ἐπάνειμι γὰρ ἐπ’ἐκεῖνον — ἱκανὴν τῶν Ὀλυμπίων τὴν πανήγυριν ἡγεῖτο καὶ συγγραφέα θαυμαστὸν δεῖξαι τοῖς Ἕλλησι τὰς Ἑλληνικὰς νίκας διεξιόντα, ὡς ἐκεῖνος διεξῆλθεν. ἐγὼ δὲ — καὶ πρὸς Φιλίου μή με κορυβαντιᾶν ὑπολάβητε μη δὲ τα- τἀμὰ εἰκάζειν τοῖς ἐκείνου, ἵλεως ὁ ἀνήρ — ἀλλὰ τοῦτό γε ὅμοιον παθεῖν φημι αὐτῷ · ὅτε γὰρ τὸ πρῶτον ἐπεδήμησα τῇ Μακεδονίᾳ, πρὸς ἐμαυτὸν ἐσκόπουν ὅ τι μοι χρηστέον τῷ πράγματι · καὶ ὁ μὲν ἔρως οὗτος ἦν ἅπασιν ὑμῖν γνωσθῆναι καὶ ὅτι πλείστοις Μακεδόνων δεῖξαι τα- τἀμά, τὸ δὲ αὐτὸν περιιόντα τηνικαῦτα τοῦ ἔτους συγγενέσθαι τῇ πόλει ἑκάστῃ οὐκ εὐμαρὲς ἐφαίνετο, εἰ δὲ τηρήσαιμι τήνδε ὑμῶν τὴν σύνοδον, εἶτα παρελθὼν ἐς μέσον δείξαιμι τὸν λόγον, ἐς δέον οὕτως ἀποβήσεσθαί μοι τὰ τῆς εὐχῆς. 8αὐτοίτε οὖν ἤδη συνεληλύθατε, ὅ τι περ ὄφελος ἐξ ἑκάστης πόλεως, αὐτὸ δὴ τὸ κεφάλαιον ἁπάντων Μακεδόνων, καὶ ὑποδέχεται πόλις ἡ ἀρίστη οὖσα οὐ κατὰ Πίσαν μὰ Δί’οὐ δὲ τὴν κεῖθι στενοχωρίαν καὶ σκηνὰς καὶ καλύβας καὶ πνῖγος, οἵτε αὖ πανηγυρισταὶ οὐ συρφετώδης ὄχλος, ἀθλητῶν μᾶλλον φιλοθεάμονες, ἐν παρέργῳ οἱ πολλοὶ τὸν Ἡρόδοτον τιθέμενοι, ἀλλὰ ῥητόρωντε καὶ συγγραφέων καὶ σοφιστῶν οἱ δοκιμώτατοι, ὅσον οὐ μικρὸν ἤδη, μὴ το- τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται τῶν Ὀλυμπίων. ἀλλ’ἢν μὲν ὑμεῖς Πολυδάμαντι ἢ Γλαύκῳ ἢ Μίλωνι παραθεωρῆτέ με, κομιδῇ ὑμῖν δόξω θρασὺς ἄνθρωπος εἶναι, ἢν δὲ πολὺ ἐκείνων ἀπαγαγόντες τὴν μνήμην ἐπ’ἐμαυτοῦ μόνου ἀποδύσαντες ἴδητε, τάχ’ἂν οὐ πάνυ μαστιγώσιμος ὑμῖν δόξαιμι · ὡς ἔν γε τηλικούτῳ σταδίῳ ἱκανὸν ἐμοὶ γοῦν καὶ τοῦτο.