Epigrams
αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,
6.2Κύπρι μάκαιρ’, ἄλλης ἄλλη ἀπ’ἐργασίης ·
6.3ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ
6.4ὡς θέμις, ἡ τριτάτη δ’Ἀτθὶς ἀπ’οὐρανίων.
6.5ἀνθ’ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,
6.6τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.
7.1παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα,
7.2νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον.
7.3ἀλλά με μὴ κλαίοις · καὶ γὰρ βιότοιο μετέσχον
7.4παύρου, καὶ παύρων τῶν βιότοιο κακῶν.
9.1φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας
9.2ἀντλῶν τὰς χάριτας, εἰς κενὸν ἐξέχεας.
9.1τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου
9.2αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας ·
9.3ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν
9.4ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,
9.5καί μιν δακρυχέων ἀνελάμβανε, καὶ πόσιν αὐτὸν
9.6θῆκε θυγατρὸς ἑῆς, πόλλ’ἐπὶ μείλια δούς.
9.7αὐτάρ ἐπεὶ Θήρωνα περὶ φρένας ἤλυθε πλοῦτος,
9.8αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ’ἐν δαπάναις,
9.9γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον,
9.10τῇθ’ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.
9.11οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν
9.12οὐλομένης πενίης κῦμα παλιρρόθιον.
9.13Εὐκτήμων δ’ἐδάκρυσε τὸ δεύτερον, οὐκέτι κεῖνον,
9.14ἀλλὰ θυγατρὸς ἑῆς προῖκάτε καὶ θάλαμον.
9.15ἔγνω δ’ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα
9.16τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.
10.1ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,
10.2ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων.
10.3ἔστι δ’ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας
10.4φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.
10.1ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας,
10.2οὐ λήσεις δὲ θεοὺς οὐ δὲ λογιζόμενος.
10.1τοῖσι μὲν εὖ πράττουσιν πᾶς ὁ βίος βραχύς; ἐστιν,
10.2τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.
10.1οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ’ἀκολάστοις
10.2ψυχαῖς ἀνθρώπων ἔσθ’ὁ Ἔρως πρόφασις.
10.1θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς
10.2ἢν δὲ μή, ἀλλ’ἡμεῖς αὐτὰ παρερχόμεθα.
10.1εὖ πράττων, φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,
10.2καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου ·
10.3ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ’ἅμα πάντα
10.4ἐχθρά, Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.
10.1οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν
10.2ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην
10.3οὐ γὰρ ἔθ’ὡς ἐχθρὸν προφυλασσόμεθ’, ἀλλ’ἀγαπῶντες
10.4ὡς φίλον, ἐν τούτῳ πλείονα βλαπτόμεθα.
10.1ἡ βραδύπους βουλὴ μέγ’ἀμείνων ἡ δὲ ταχεῖα
10.2αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.
10.1πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής ·
10.2τα- τἆλλα δ’ἔχει λύπην πλείονα τῶν κτεάνων.
10.3τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον
10.4κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.
10.5εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ’ἄλλῳ
10.6σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,
10.7οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις
10.8μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.
10.1ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω ·
10.2κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.
10.1πολλὰ τὸ δαιμόνιον δύναται, κα- κἂν ᾖ παράδοξα ·
10.2τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει ·
10.3καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει,
10.4κα- κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.
10.5οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας
10.6ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.
11.1εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν
11.2Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης;
11.3θαῦμα μέν, εἰ σιγῶσα · τυχὸν δέ τι καὶ σὲ διδάσκειν
11.4ἤθελε. φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.
11.1πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος,
11.2ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.
11.1πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων
11.2σοὶ χάριν, ἡδυπότῳ νέκταρι τερπόμενος.
11.3νῦν δ’εἴπερ με φιλεῖς, μὴ πέμψῃς · οὐ δέομαι γὰρ
11.4οἴνου τοιούτου, μηκέτ’ἔχων θρίδακας.
11.1πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος,
11.2καὶ μηδὲν δαπανῶν, ζῇ βίον ἡμιόνων,
11.3πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι
11.4πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.
11.1ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι λιμοῦ
11.2φάρμακον εὑρομένη “μῆνιν ἄειδε θεά”.
11.3νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι,
11.4καὶ βωμὸν θυέων μή ποτε δευόμενον.
11.5καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα
11.6καὶ λιμένες, πάντων δέκτρια Γραμματική.
11.1ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,
11.2ὥστε μαθεῖν παρ’ἐμοὶ ταῦτα τὰ γραμματικά.
11.3ὡς δὲ τὸ “μῆνιν ἄειδε” καὶ “ἄλγεα μυρί’ἔθηκεν
11.4” ἔγνω, καὶ τὸ τρίτον τοῖσδ’ἀκόλουθον ἔπος
11.5“πολλὰς δ’ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,”
11.6οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.
11.7ἀλλὰ μ’ἰδὼν ὁ πατήρ, “σοὶ μὲν χάρις,” εἶπεν, “ἑταῖρε ·
11.8αὐτὰρ ὁ παῖς παρ’ἐμοὶ ταῦτα μαθεῖν δύναται ·
11.9καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω,
11.10καὶ πρὸς τοῦτ’οὐδὲν γραμματικοῦ δέομαι”.
11.1μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου
11.2ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς,
11.3ἔσθων ἐκτραπέλως στομάχων κακά, χείρονα λιμοῦ,
11.4οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.
11.5πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων,
11.6ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.
11.1Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,
11.2ἡ τὸ καλῶς ζῆσαι πάντοτ’ἐπισταμένη,
11.3εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις,
11.4πιλοφορεῖντ’οἶδας, καὶ μύρα σοι μέλεται,
11.5τέρπει καὶ στέφανός σε, καὶ Αὐσονίου πόμα Βάκχου.
11.6ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.
11.7το- τοὔνεκα νῦν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,
11.8τέρπῃ δ’αὖ πλούτου πρὸς πόδας ἐρχομένη.
11.1οὐδέποτ’εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος
11.2ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι ·
11.3τῆς κήλης δ’ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς
11.4καὶ τὸν ὄνον, διαπλεῖ σινδόν’ἐπαράμενος.
11.5ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν,
11.6εἰ καὶ κηλήτης τα- ταὐτὸ ποιεῖν δύναται.
11.1ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,
11.2οὐ δύναται δ’εἰπεῖν οἷος ἂν ᾖ ταχέως.
11.3ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ’αὐτὸς,
11.4ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.
11.5ὦ μεγάλου μυκτῆρος · ὅταν ποταμὸν διαβαίνῃ,
11.6θηρεύει τούτῳ πολλάκις ἰχθύδια.
11.1τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,
11.2εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.
11.3θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,
11.4μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.
11.5εὖτε δ’ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν
11.6στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,
11.7ᾔτησεν παρὰ προσδοκίαν, καὶ ἔτρωγεν ἀληθῶς,
11.8κα- κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν,
11.1δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς
11.2ἐξέβαλ’, οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.
11.1εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης ·
11.2οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.
11.1ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν,
11.2το- τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.
11.1εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν,
11.2καὶ τράγος εὐπώγων αἶψ’ὅλος ἐστὶ Πλάτων.
11.1εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις
11.2τοῖς ποσί σου τρῶγε, καὶ τρέχε τῷ στόματι,
11.1ἔσβεσε τὸν λύχνον μῶρος, ψυλλῶν ὑπὸ πολλῶν
11.2δακνόμενος, λέξας · “οὐκέτι με βλέπετε”.
11.1ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον οὐ δύνασαι δὲ
11.2φωνὴν συλῆσαι χρώματι πειθόμενος.
11.1ἢν ἐσίδῃς κεφαλὴν μαδαράν, καὶ στέρνα,, καὶ ὤμους,
11.2μηδὲν ἐρωτήσῃς · μῶρον ὁρᾷς φαλακρόν,
11.1θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς,
11.2οὔτε λόγον κοινόν, οὔτε λογισμὸν ἔχων.
11.1θᾶττον ἔην λευκοὺς κόρακας πτηνάςτε χελώνας
11.2εὑρεῖν, ἢ δόκιμον ῥήτορα Καππαδόκην.
16.1τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν εἰ δέ τις εἶδεν,
16.2οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.
16.1σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,
16.2Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.
16.1ὧδε Πρίηπον
16.2Εὐτυχίδης, ξηρῶν κληματίδων φύλακα ·
16.3καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς
16.4δ’ἂν ἐπέλθῃ,
16.5οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.