Plato

Meno

Μενων
Με.
Με.

ἔχεις μοι εἰπεῖν, Σώκρατες, ἆρα διδακτὸν ἀρετή; οὐ διδακτὸν ἀλλ’ἀσκητόν; οὔτε ἀσκητὸν οὔτε μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἄλλῳ τινὶ τρόπῳ;

Σωκρατης
Σω.
Σω.

Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ’ἱππικῇτε καὶ πλούτῳ, 70bνῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι. τούτου δὲ ὑμῖν αἴτιός ἐστι Γοργίας · ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς ἐπὶ σοφίᾳ εἴληφεν Ἀλευαδῶντε τοὺς πρώτους, ὧν σὸς ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν. καὶ δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν, ἀφόβωςτε καὶ μεγαλοπρεπῶς ἀποκρίνεσθαι ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς 70cεἰδότας, ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων τῷ βουλομένῳ ὅτι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτῳ οὐκ ἀποκρινόμενος. ἐνθάδε δέ, φίλε Μένων, τὸ ἐναντίον περιέστηκεν · ὥσπερ αὐχμός τις τῆς σοφίας γέγονεν, καὶ κινδυνεύει 71aἐκ τῶνδε τῶν τόπων παρ’ὑμᾶς οἴχεσθαι σοφία. εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ · ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναι ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ’ὅτῳ τρόπῳ παραγίγνεται εἰδέναι ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστ’οὐ δὲ αὐτὸ ὅτι ποτ’ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς. ἐγὼ οὖν καὶ αὐτός, Μένων, οὕτως ἔχω · συμπένομαι τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν καταμέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν · δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην; δοκεῖ σοι οἷόντε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων; δοκεῖ σοι οἷόντ’εἶναι;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε. ἀλλὰ σύ, Σώκρατες, ἀληθῶς 71cοὐ δ’ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν;

Σωκρατης
Σω.
Σω.

μὴ μόνον γε, ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐ δ’ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.

Μενων
Με.
Με.

τί δέ; Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν;

Σωκρατης
Σω.
Σω.

ἔγωγε.

Μενων
Με.
Με.

εἶτα οὐκ ἐδόκει σοι εἰδέναι;

Σωκρατης
Σω.
Σω.

οὐ πάνυ εἰμὶ μνήμων, Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν. ἀλλ’ἴσως ἐκεῖνόςτε οἶδε, καὶ σὺ ἐκεῖνος ἔλεγε · ἀνάμνησον οὖν 71dμε πῶς ἔλεγεν. εἰ δὲ βούλει, αὐτὸς εἰπέ · δοκεῖ γὰρ δήπου σοὶ ἅπερ ἐκείνῳ.

Μενων
Με.
Με.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν · σὺ δὲ αὐτός, πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι; εἶπον καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος , ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ πώποτε εἰδότι ἐντετυχηκέναι.

Μενων
Με.
Με.

ἀλλ’οὐ χαλεπόν, Σώκρατες, εἰπεῖν. πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ’ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν. εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάντε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός. καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει, 72aδούλου. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν · καθ’ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, Σώκρατες, καὶ κακία.

Σωκρατης
Σω.
Σω.

πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον. ἀτάρ, Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν 72bπερὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι ποτ’ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην · ἆρα τούτῳ φῂς πολλὰς καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας εἶναι; τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἷον κάλλει μεγέθει ἄλλῳ τῳ τῶν τοιούτων; εἰπέ, τί ἂν ἀπεκρίνω οὕτως ἐρωτηθείς;

Μενων
Με.
Με.

τοῦτ’ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, μέλιτται εἰσίν, ἑτέρα τῆς ἑτέρας.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν εἶπον μετὰ ταῦτα · τοῦτο τοίνυν μοι αὐτὸ εἰπέ, Μένων · οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι; εἶχες δήπου ἄν τί μοι εἰπεῖν;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν · κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν δι’ εἰσὶν ἀρεταί, εἰς καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, τυγχάνει 72dοὖσα ἀρετή · οὐ μανθάνεις ὅτι λέγω;

Μενων
Με.
Με.

δοκῶ γέ μοι μανθάνειν · οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.

Σωκρατης
Σω.
Σω.

πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν ἄλλων, καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος ὡσαύτως; ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη δὲ γυναικός; ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια 72e, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ;

Μενων
Με.
Με.

αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ γυναικός.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς; ἐάνπερ ἰσχυρὰ γυνὴ , τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται; τὸ γὰρ τῇ αὐτῇ τοῦτο λέγω · οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν γυναικί. δοκεῖ τί σοι διαφέρειν;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί;

Μενων
Με.
Με.

ἔμοιγέ πως δοκεῖ, Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.

Σωκρατης
Σω.
Σω.

τί δέ; οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ διοικεῖν, γυναικὸς δὲ οἰκίαν;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οἷόντε εὖ διοικεῖν πόλιν οἰκίαν ἄλλο ὁτιοῦν, μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα;

Μενων
Με.
Με.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δικαιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν;

Μενων
Με.
Με.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν ἀγαθοὶ εἶναι, καὶ γυνὴ καὶ ἀνήρ, δικαιοσύνης καὶ σωφροσύνης.

Μενων
Με.
Με.

φαίνονται.

Σωκρατης
Σω.
Σω.

τί δὲ παῖς καὶ πρεσβύτης; μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε γένοιντο;

Μενων
Με.
Με.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ σώφρονες καὶ 73cδίκαιοι;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

πάντες ἄρ’ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν · τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται.

Μενων
Με.
Με.

ἔοικε.

Σωκρατης
Σω.
Σω.

οὐκ ἂν δήπου, εἴ γε μὴ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.

Μενων
Με.
Με.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ τοίνυν αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετ’ἐκείνου.

Μενων
Με.
Με.

τί ἄλλο γ’ ἄρχειν οἷόντ’εἶναι τῶν ἀνθρώπων; εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ζητῶ γε. ἀλλ’ἆρα καὶ παιδὸς αὐτὴ ἀρετή, Μένων, καὶ δούλου, ἄρχειν οἵωτε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ἄρχων;

Μενων
Με.
Με.

οὐ πάνυ μοι δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐ γὰρ εἰκός, ἄριστε · ἔτι γὰρ καὶ τόδε σκόπει. ἄρχειν φῂς οἷόντ’εἶναι. οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή;

Μενων
Με.
Με.

οἶμαι ἔγωγε · γὰρ δικαιοσύνη, Σώκρατες, ἀρετή ἐστιν.

Σωκρατης
Σω.
Σω.

πότερον ἀρετή, Μένων, ἀρετή τις;

Μενων
Με.
Με.

πῶς τοῦτο λέγεις;

Σωκρατης
Σω.
Σω.

ὡς περὶ ἄλλου ὁτουοῦν. οἷον, εἰ βούλει, στρογγυλότητος πέρι εἴποιμ’ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ οὕτως ἁπλῶς ὅτι σχῆμα. διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι, ὅτι καὶ ἄλλα ἔστι σχήματα.

Μενων
Με.
Με.

ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.

Σωκρατης
Σω.
Σω.

τίνας ταύτας; εἰπέ. οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν καὶ ἄλλα σχήματα, εἴ με κελεύοις · καὶ σὺ οὖν ἐμοὶ εἰπὲ ἄλλας ἀρετάς.

Μενων
Με.
Με.

ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμπολλαι.

Σωκρατης
Σω.
Σω.

πάλιν, Μένων, ταὐτὸν πεπόνθαμεν · πολλὰς αὖ ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον νυνδή · τὴν δὲ μίαν, διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα ἀνευρεῖν.

Μενων
Με.
Με.

οὐ γὰρ δύναμαί πω, Σώκρατες, ὡς σὺ ζητεῖς, 74bμίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.

Σωκρατης
Σω.
Σω.

εἰκότως γε · ἀλλ’ἐγὼ προθυμήσομαι, ἐὰν οἷόςτ’, ἡμᾶς προβιβάσαι. μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός · εἴ τίς σε ἀνέροιτο τοῦτο νυνδὴ ἐγὼ ἔλεγον, τί ἐστιν σχῆμα, Μένων; εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, πότερον σχῆμα στρογγυλότης ἐστὶν σχῆμά τι; εἶπες δήπου ἂν ὅτι σχῆμά τι.

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν ἐρωτῶν · πότερον τὸ λευκὸν χρῶμά ἐστιν χρῶμά τι; εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάνει ὄντα;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες 74dἂν ἄλλα, οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν ὥσπερ ἐγὼ μετῄει τὸν λόγον, καὶ ἔλεγεν ὅτι ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μή μοι οὕτως, ἀλλ’ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνόματι, καὶ φῂς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο οὐδὲν ἧττον κατέχει τὸ στρογγύλον τὸ εὐθύ, δὴ ὀνομάζεις σχῆμα 74eκαὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι τὸ εὐθύ; οὐχ οὕτω λέγεις;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον εἶναι στρογγύλον εὐθύ, οὐ δὲ τὸ εὐθὺ εὐθὺ στρογγύλον;

Μενων
Με.
Με.

οὐ δήπου, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ στρογγύλον τοῦ εὐθέος, οὐ δὲ τὸ ἕτερον τοῦ ἑτέρου.

Μενων
Με.
Με.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα; πειρῶ λέγειν. εἰ οὖν τῷ ἐρωτῶντι οὕτως περὶ σχήματος χρώματος εἶπες ὅτι ἀλλ’οὐ δὲ μανθάνω ἔγωγε ὅτι βούλει, ἄνθρωπε, οὐ δὲ οἶδα ὅτι λέγεις, ἴσως ἂν ἐθαύμασε καὶ εἶπεν · οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν τούτοις ταὐτόν; οὐ δὲ ἐπὶ τούτοις, Μένων, ἔχοις ἂν εἰπεῖν, εἴ τίς σε ἐρωτῴη · τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, δὴ σχήματα καλεῖς, ταὐτὸν ἐπὶ πᾶσιν; πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν.

Μενων
Με.
Με.

μή, ἀλλὰ σύ, Σώκρατες, εἰπέ.

Σωκρατης
Σω.
Σω.

βούλει σοι χαρίσωμαι;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

προθυμητέον τοίνυν · ἄξιον γάρ.

Μενων
Με.
Με.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα. σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι · ἔστω γὰρ δὴ ἡμῖν τοῦτο σχῆμα, μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον. ἱκανῶς σοι, ἄλλως πως ζητεῖς; ἐγὼ γὰρ κἂν 75cοὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις.

Μενων
Με.
Με.

ἀλλὰ τοῦτό γε εὔηθες, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

πῶς λέγεις;

Μενων
Με.
Με.

ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ἀεὶ χρόᾳ ἕπεται. εἶεν · εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι, ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει σοι ἀποκεκρίσθαι;

Σωκρατης
Σω.
Σω.

τἀληθῆ ἔγωγε · καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη καὶ ἐριστικῶντε καὶ ἀγωνιστικῶν ἐρόμενος, εἴποιμ’ἂν 75dαὐτῷ ὅτι ἐμοὶ μὲν εἴρηται · εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν. εἰ δὲ ὥσπερ ἐγώτε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι, δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι. ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ δι’ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ἐρωτώμενος. πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν. λέγε γάρ μοι · τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον πάντα ταῦτα ταὐτόν τι λέγω · ἴσως δ’ἂν ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι τι καὶ τετελευτηκέναι τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν ποικίλον.

Μενων
Με.
Με.

ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν λέγεις.

Σωκρατης
Σω.
Σω.

τί δ’; ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις;

Μενων
Με.
Με.

ἔγωγε καλῶ.

Σωκρατης
Σω.
Σω.

ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα λέγω. κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς τὸ στερεὸν περαίνει, τοῦτ’εἶναι σχῆμα · ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι.

Μενων
Με.
Με.

τὸ δὲ χρῶμα τί λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὑβριστής γ’εἶ, Μένων · ἀνδρὶ πρεσβύτῃ πράγματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις 76bἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι.

Μενων
Με.
Με.

ἀλλ’ἐπειδάν μοι σὺ τοῦτ’εἴπῃς, Σώκρατες, ἐρῶ σοι.

Σωκρατης
Σω.
Σω.

κἂν κατακεκαλυμμένος τις γνοίη, Μένων, διαλεγομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν.

Μενων
Με.
Με.

τί δή;

Σωκρατης
Σω.
Σω.

ὅτι οὐδὲν ἀλλ’ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ 76cὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν · χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.

Μενων
Με.
Με.

πάνυ μὲν οὖν χάρισαι.

Σωκρατης
Σω.
Σω.

βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ἂν σὺ μάλιστα ἀκολουθήσαις;

Μενων
Με.
Με.

βούλομαι · πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα;

Μενων
Με.
Με.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

καὶ πόρους εἰς οὓς καὶ δι’ὧν αἱ ἀπορροαὶ πορεύονται;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν 76dπόρων, τὰς δὲ ἐλάττους μείζους εἶναι;

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ὄψιν καλεῖς τι;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἐκ τούτων δὴ σύνες τοι λέγω, ἔφη Πίνδαρος. ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός.

Μενων
Με.
Με.

ἄριστά μοι δοκεῖς, Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι.

Σωκρατης
Σω.
Σω.

ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται · καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ἔστι, 76eκαὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.

Μενων
Με.
Με.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τραγικὴ γάρ ἐστιν, Μένων, ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον περὶ τοῦ σχήματος.

Μενων
Με.
Με.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐκ ἔστιν, παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλ’ἐκείνη βελτίων · οἶμαι δὲ οὐ δ’ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλ’εἰ περιμείναιςτε καὶ μυηθείης.

Μενων
Με.
Με.

ἀλλὰ περιμένοιμ’ἄν, Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα · ἀλλ’ὅπως μὴ οὐχ οἷόςτ’ἔσομαι πολλὰ τοιαῦτα λέγειν. ἀλλ’ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή. τὰ δέ γε παραδείγματα 77bπαρ’ἐμοῦ εἴληφας.

Μενων
Με.
Με.

δοκεῖ τοίνυν μοι, Σώκρατες, ἀρετὴ εἶναι, καθάπερ ποιητὴς λέγει, χαίρειντε καλοῖσι καὶ δύνασθαι · καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν εἶναι πορίζεσθαι.

Σωκρατης
Σω.
Σω.

ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν ἐπιθυμητὴν εἶναι;

Μενων
Με.
Με.

μάλιστά γε.

Σωκρατης
Σω.
Σω.

ἆρα ὡς ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν 77cἀγαθῶν; οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπιθυμεῖν;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἀλλά τινες τῶν κακῶν;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

οἰόμενοι τὰ κακὰ ἀγαθὰ εἶναι, λέγεις, καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐτῶν;

Μενων
Με.
Με.

ἀμφότερα ἔμοιγε δοκοῦσιν.

Σωκρατης
Σω.
Σω.

γὰρ δοκεῖ τίς σοι, Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν;

Μενων
Με.
Με.

μάλιστα.

Σωκρατης
Σω.
Σω.

τί ἐπιθυμεῖν λέγεις; γενέσθαι αὐτῷ;

Μενων
Με.
Με.

γενέσθαι · τί γὰρ 77dἄλλο;

Σωκρατης
Σω.
Σω.

πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ἂν γένηται, γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ἂν παρῇ;

Μενων
Με.
Με.

εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.

Σωκρατης
Σω.
Σω.

καὶ δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν;

Μενων
Με.
Με.

οὐ πάνυ μοι δοκεῖ τοῦτό γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπιθυμοῦσιν, 77eοἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά · ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν. οὔ;

Μενων
Με.
Με.

κινδυνεύουσιν οὗτοί γε.

Σωκρατης
Σω.
Σω.

τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπ’αὐτῶν;

Μενων
Με.
Με.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθ’ὅσον βλάπτονται;

Μενων
Με.
Με.

καὶ τοῦτο ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;

Μενων
Με.
Με.

οἶμαι ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ κακοδαίμων εἶναι;

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα βούλεται, Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι. τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἐπιθυμεῖντε τῶν κακῶν καὶ κτᾶσθαι;

Μενων
Με.
Με.

κινδυνεύεις 78bἀληθῆ λέγειν, Σώκρατες · καὶ οὐδεὶς βούλεσθαι τὰ κακά.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἀρετὴ βούλεσθαίτε τἀγαθὰ καὶ δύνασθαι;

Μενων
Με.
Με.

εἶπον γάρ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ἕτερος τοῦ ἑτέρου βελτίων;

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τοῦτ’ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, 78cδύναμις τοῦ πορίζεσθαι τἀγαθά.

Μενων
Με.
Με.

παντάπασί μοι δοκεῖ, Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.

Σωκρατης
Σω.
Σω.

ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις · ἴσως γὰρ ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόντ’εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάντε καὶ πλοῦτον;

Μενων
Με.
Με.

καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.

Σωκρατης
Σω.
Σω.

μὴ ἄλλ’ἄττα λέγεις τἀγαθὰ τὰ τοιαῦτα;

Μενων
Με.
Με.

οὔκ, ἀλλὰ 78dπάντα λέγω τὰ τοιαῦτα.

Σωκρατης
Σω.
Σω.

εἶεν · χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος. πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, Μένων, τὸ δικαίως καὶ ὁσίως, οὐδέν σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς;

Μενων
Με.
Με.

οὐ δήπου, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ κακίαν.

Μενων
Με.
Με.

πάντως δήπου.

Σωκρατης
Σω.
Σω.

δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην σωφροσύνην 78eὁσιότητα προσεῖναι, ἄλλο τι μόριον ἀρετῆς · εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.

Μενων
Με.
Με.

πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτ’ἄν;

Σωκρατης
Σω.
Σω.

τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον , μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἀπορία;

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐδὲν ἄρα μᾶλλον πόρος τῶν τοιούτων ἀγαθῶν ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, δ’79aἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.

Μενων
Με.
Με.

δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

εἶτα, Μένων, παίζεις πρός με;

Μενων
Με.
Με.

τί δή, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μη δὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθ’ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή 79bἐστιν οἷόντ’εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης · τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι · τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων. τί οὖν δὴ τοῦτο λέγω; ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου 79cἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια. δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη; τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν. οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλ’οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

εἰ γὰρ καὶ μέμνησαι, ὅτ’ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουΜένων καὶ μήπω ὡμολογηΜένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι.

Μενων
Με.
Με.

καὶ ὀρθῶς γε ἀπεβάλλομεν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν, ἄριστε, μη δὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν ὁτῳοῦν, ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ 79eτρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις λέγεις · οὐδέν σοι δοκῶ λέγειν;

Μενων
Με.
Με.

ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.

Σωκρατης
Σω.
Σω.

ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς · τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ἑταῖρός σου;

Μενων
Με.
Με.

Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι 80aσοι ὅτι σὺ οὐδὲν ἄλλο αὐτόςτε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν · καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τότε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ · καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, · ἀληθῶς γὰρ ἔγωγε καὶ 80bτὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν · νῦν δὲ οὐ δ’ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐ δ’ἀποδημῶν · εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχ’ἂν ὡς γόης ἀπαχθείης.

Σωκρατης
Σω.
Σω.

πανοῦργος εἶ, Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με.

Μενων
Με.
Με.

τί μάλιστα, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

γιγνώσκω οὗ ἕνεκά με ᾔκασας.

Μενων
Με.
Με.

τίνος δὴ οἴει;

Σωκρατης
Σω.
Σω.

ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι λυσιτελεῖ γὰρ αὐτοῖς · καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες ἀλλ’οὐκ ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ · εἰ δὲ μή, οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ 80dἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.

Μενων
Με.
Με.

καὶ τίνα τρόπον ζητήσεις, Σώκρατες, τοῦτο μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις; εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν σὺ οὐκ ᾔδησθα;

Σωκρατης
Σω.
Σω.

μανθάνω οἷον βούλει λέγειν, Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε οἶδε οὔτε μὴ οἶδε; οὔτε γὰρ ἂν γε οἶδεν ζητοῖ οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως οὔτε μὴ οἶδεν οὐ δὲ γὰρ οἶδεν ὅτι ζητήσει.

Μενων
Με.
Με.

οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι λόγος οὗτος, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐκ ἔμοιγε.

Μενων
Με.
Με.

ἔχεις λέγειν ὅπῃ;

Σωκρατης
Σω.
Σω.

ἔγωγε · ἀκήκοα γὰρ ἀνδρῶντε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα τίνα λόγον λεγόντων; ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.

Μενων
Με.
Με.

τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;

Σωκρατης
Σω.
Σω.

οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέωντε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοιςτ’εἶναι 81bδιδόναι · λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν. δὲ λέγουσιν, ταυτί ἐστιν · ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν δὴ ἀποθνῄσκειν καλοῦσι τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δ’οὐδέποτε · δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον · οἷσιν γὰρ ἂν Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ ἀνδιδοῖ ψυχὰς πάλιν, 81cἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ σθένει κραιπνοὶ σοφίᾳτε μέγιστοι ἄνδρες αὔξοντ’· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται. ἅτε οὖν ψυχὴ ἀθάνατόςτε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν · ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόντ’εἶναι αὐτὴν ἀναμνησθῆναι, γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως 81dἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα δὴ μάθησιν καλοῦσιν ἄνθρωποι τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος καὶ μὴ ἀποκάμνῃ ζητῶν · τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ · οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε 81eδὲ ἐργατικούςτε καὶ ζητητικοὺς ποιεῖ · ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.

Μενων
Με.
Με.

ναί, Σώκρατες · ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;

Σωκρατης
Σω.
Σω.

καὶ ἄρτι εἶπον, Μένων, ὅτι πανοῦργος εἶ, καὶ 82aνῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλ’ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.

Μενων
Με.
Με.

οὐ μὰ τὸν Δία, Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλ’ὑπὸ τοῦ ἔθους · ἀλλ’εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν 82bἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.

Μενων
Με.
Με.

πάνυ γε. δεῦρο πρόσελθε.

Σωκρατης
Σω.
Σω.

Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;

Μενων
Με.
Με.

πάνυ γε σφόδρα, οἰκογενής γε.

Σωκρατης
Σω.
Σω.

πρόσεχε δὴ τὸν νοῦν ὁπότερ’ἄν σοι φαίνηται, ἀναμιμνῃσκόμενος μανθάνων παρ’ἐμοῦ.

Μενων
Με.
Με.

ἀλλὰ προσέξω.

Σωκρατης
Σω.
Σω.

εἰπὲ δή μοι, παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;

Παις
Πα.
Πα.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἔστιν οὖν 82cτετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν εἴη αὕτη πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει · εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι δὶς δυοῖν γίγνεται;

Παις
Πα.
Πα.

γίγνεται.

Σωκρατης
Σω.
Σω.

δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.

Παις
Πα.
Πα.

τέτταρες, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν γένοιτ’ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

πόσων οὖν ἔσται ποδῶν;

Παις
Πα.
Πα.

ὀκτώ.

Σωκρατης
Σω.
Σω.

φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται 82eἐκείνου γραμμὴ ἑκάστη. μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν · τί δὲ ἐκείνου τοῦ διπλασίου;

Παις
Πα.
Πα.

δῆλον δή, Σώκρατες, ὅτι διπλασία.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς, Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλ’ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφ’ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται · οὐ δοκεῖ σοι;

Μενων
Με.
Με.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

οἶδεν οὖν;

Μενων
Με.
Με.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι. σὺ δέ μοι λέγε · ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ 83aδιπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν · ἀλλ’ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.

Παις
Πα.
Πα.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται 83bγένωνται;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

ἀναγραψώμεθα δὴ ἀπ’αὐτῆς ἴσας τέτταρας. ἄλλο τι τουτὶ ἂν εἴη φῂς τὸ ὀκτώπουν εἶναι;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;

Παις
Πα.
Πα.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;

Παις
Πα.
Πα.

οὐ μὰ Δία.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ ποσαπλάσιον;

Παις
Πα.
Πα.

τετραπλάσιον.

Σωκρατης
Σω.
Σω.

ἀπὸ τῆς διπλασίας 83cἄρα, παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.

Παις
Πα.
Πα.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

ὀκτώπουν δ’ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;

Παις
Πα.
Πα.

φημί.

Σωκρατης
Σω.
Σω.

τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

εἶεν · τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκ ἀπὸ μὲν μείζονος ἔσται τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ 83dτοσησδί; οὔ;

Παις
Πα.
Πα.

ἔμοιγε δοκεῖ οὕτω.

Σωκρατης
Σω.
Σω.

καλῶς · τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε · οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, δὲ τεττάρων;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.

Παις
Πα.
Πα.

δεῖ.

Σωκρατης
Σω.
Σω.

πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.

Παις
Πα.
Πα.

τρίποδα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἄνπερ τρίπους , τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, δὲ εἷς · καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, δὲ εἷς · καὶ γίγνεται τοῦτο τὸ χωρίον φῄς.

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἂν τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;

Παις
Πα.
Πα.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;

Παις
Πα.
Πα.

ἐννέα.

Σωκρατης
Σω.
Σω.

ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;

Παις
Πα.
Πα.

ὀκτώ.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρ’ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.

Παις
Πα.
Πα.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς · καὶ 84aεἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.

Παις
Πα.
Πα.

ἀλλὰ μὰ τὸν Δία, Σώκρατες, ἔγωγε οὐκ οἶδα.

Σωκρατης
Σω.
Σω.

ἐννοεῖς αὖ, Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐ δὲ νῦν πω οἶδεν, ἀλλ’οὖν ᾤετό γ’αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν · νῦν δὲ ἡγεῖται 84bἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐ δ’οἴεται εἰδέναι.

Μενων
Με.
Με.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα οὐκ ᾔδει;

Μενων
Με.
Με.

καὶ τοῦτό μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ νάρκη, μῶν τι ἐβλάψαμεν;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει · νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις 84cᾤετ’ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.

Μενων
Με.
Με.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν μανθάνειν τοῦτο ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ὤνητο ἄρα ναρκήσας;

Μενων
Με.
Με.

δοκεῖ μοι.

Σωκρατης
Σω.
Σω.

σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετ’ἐμοῦ, οὐδὲν ἀλλ’ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος · φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα. λέγε γάρ μοι σύ · οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις;

Παις
Πα.
Πα.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν προσαναπληρωσαίμεθ’ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἄλλο τι οὖν γένοιτ’ἂν τέτταρα ἴσα χωρία 84eτάδε;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;

Παις
Πα.
Πα.

τετραπλάσιον.

Σωκρατης
Σω.
Σω.

ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι · οὐ μέμνησαι;

Παις
Πα.
Πα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν85a τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;

Παις
Πα.
Πα.

γίγνονται γάρ.

Σωκρατης
Σω.
Σω.

σκόπει δή · πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;

Παις
Πα.
Πα.

οὐ μανθάνω.

Σωκρατης
Σω.
Σω.

οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη γραμμὴ ἀποτέτμηκεν ἐντός; οὔ;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;

Παις
Πα.
Πα.

τέτταρα.

Σωκρατης
Σω.
Σω.

πόσα δὲ ἐν τῷδε;

Παις
Πα.
Πα.

δύο.

Σωκρατης
Σω.
Σω.

τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;

Παις
Πα.
Πα.

διπλάσια.

Σωκρατης
Σω.
Σω.

τόδε οὖν 85bποσάπουν γίγνεται;

Παις
Πα.
Πα.

ὀκτώπουν.

Σωκρατης
Σω.
Σω.

ἀπὸ ποίας γραμμῆς;

Παις
Πα.
Πα.

ἀπὸ ταύτης.

Σωκρατης
Σω.
Σω.

ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;

Παις
Πα.
Πα.

ναί.

Σωκρατης
Σω.
Σω.

καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί · ὥστ’εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, παῖ Μένωνος, γίγνοιτ’ἂν τὸ διπλάσιον χωρίον.

Παις
Πα.
Πα.

πάνυ μὲν οὖν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τί σοι δοκεῖ, Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;

Μενων
Με.
Με.

οὔκ, ἀλλ’ἑαυτοῦ.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.

Μενων
Με.
Με.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι · οὔ;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται · εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθ’ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς 85dἐπιστήσεται περὶ τούτων.

Μενων
Με.
Με.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλ’ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἀεὶ εἶχεν;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων · εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. 85eδεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλωςτε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.

Μενων
Με.
Με.

ἀλλ’οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.

Σωκρατης
Σω.
Σω.

ἔχει δὲ ταύτας τὰς δόξας, οὐχί;

Μενων
Με.
Με.

ἀνάγκη, Σώκρατες, φαίνεται.

Σωκρατης
Σω.
Σω.

εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο 86aδῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὗτός γέ ἐστιν χρόνος ὅτ’οὐκ ἦν ἄνθρωπος;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν ὅντ’ἂν χρόνον καὶ ὃν ἂν μὴ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρ’οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν οὐκ ἔστιν ἄνθρωπος.

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ ἀεὶ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ μὴ τυγχάνεις ἐπιστάμενος νῦν τοῦτο δ’ἐστὶν μὴ μεμνημένος ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;

Μενων
Με.
Με.

εὖ μοι δοκεῖς λέγειν, Σώκρατες, οὐκ οἶδ’ὅπως.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἐγὼ ἐμοί, Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην · ὅτι δ’οἰόμενοι δεῖν ζητεῖν μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ εἰ οἰοίμεθα μὴ ἐπιστάμεθα μη δὲ 86cδυνατὸν εἶναι εὑρεῖν μη δὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷόςτε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.

Μενων
Με.
Με.

καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ’ἐστὶν ἀρετή;

Μενων
Με.
Με.

πάνυ μὲν οὖν. οὐ μέντοι, Σώκρατες, ἀλλ’ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, 86d ὡς φύσει ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εἰ μὲν ἐγὼ ἦρχον, Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό · ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐ δ’ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖςτε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι τί γὰρ χρὴ ποιεῖν; ἔοικεν οὖν σκεπτέον 86eεἶναι ποῖόν τί ἐστιν μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν. λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόντε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον 87aτρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλ’ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε · εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον , ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν. ὑποθέμενος οὖν ἐθέλω 87bεἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή. οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθ’ὅτι ἐστὶν οὔθ’ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες · εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη οὐ διδακτόν; πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον οἷον ἐπιστήμη, ἆρα διδακτὸν οὔ, νυνδὴ ἐλέγομεν, ἀναμνηστόν διαφερέτω δὲ μηδὲν ἡμῖν 87cὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα ἀλλ’ἆρα διδακτόν; τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἐπιστήμην;

Μενων
Με.
Με.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γ’ἐστὶν ἐπιστήμη τις ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.

Μενων
Με.
Με.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δ’οὔ.

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἀρετὴ ἀλλοῖον ἐπιστήμης.

Μενων
Με.
Με.

ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι.

Σωκρατης
Σω.
Σω.

τί δὲ δή; ἄλλο τι ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;

Μενων
Με.
Με.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχ’ἂν εἴη ἀρετὴ οὐκ ἐπιστήμη τις · εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τιν’αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιΜΕΝ.

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν 87eἀρετῇ γ’ἐσμὲν ἀγαθοί;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ δὲ ἀγαθοί, ὠφέλιμοι · πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;

Μενων
Με.
Με.

ἀνάγκη ἐκ τῶν ὡμολογημένων.

Σωκρατης
Σω.
Σω.

σκεψώμεθα δὴ καθ’ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή · ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα. οὐχί;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν · σὺ ἄλλως φῂς οὕτως;

Μενων
Με.
Με.

οὐκ, ἀλλ’οὕτως.

Σωκρατης
Σω.
Σω.

σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρ’οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα. σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ 88bτοιαῦτα;

Μενων
Με.
Με.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλ’ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἀνδρεία ἀλλ’οἷον θάρρος τι · οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία · μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;

Μενων
Με.
Με.

πάνυ 88cσφόδρα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δ’εἰς τοὐναντίον;

Μενων
Με.
Με.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθ’αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως 88d ἀφροσύνης βλαβεράτε καὶ ὠφέλιμα γίγνεται. κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τιν’εἶναι.

Μενων
Με.
Με.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ μὲν δὴ καὶ τἆλλα νυνδὴ ἐλέγομεν, πλοῦτόντε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ 88eκαὶ τούτοις ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς δέ γε ἔμφρων ἡγεῖται, ἡμαρτημένως δ’ ἄφρων;

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὕτω δὴ κατὰ πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ 89aμέλλει ἀγαθὰ εἶναι · καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον · φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν μέρος τι;

Μενων
Με.
Με.

δοκεῖ μοι καλῶς λέγεσθαι, Σώκρατες, τὰ λεγόμενα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἄν που καὶ τόδ’ἦν · εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνάμενοι πολὺ μᾶλλον τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν, ἀλλ’ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι.

Μενων
Με.
Με.

εἰκός γέ τοι, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, 89cἆρα μαθήσει;

Μενων
Με.
Με.

δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι · καὶ δῆλον, Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.

Σωκρατης
Σω.
Σω.

ἴσως νὴ Δία · ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογήσαμεν;

Μενων
Με.
Με.

καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.

Μενων
Με.
Με.

τί οὖν δή; πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ἀρετή;

Σωκρατης
Σω.
Σω.

ἐγώ σοι ἐρῶ, Μένων. τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ καλῶς λέγεσθαι · ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν. τόδε γάρ μοι εἰπέ · εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;

Μενων
Με.
Με.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι;

Μενων
Με.
Με.

ἔστι ταῦτα · ἀλλ’ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί σοι εἶναι;

Σωκρατης
Σω.
Σω.

πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδάσκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν. καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος. καὶ δὴ καὶ νῦν, Μένων, εἰς καλὸν ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, μεταδῶμεν τῆς ζητήσεως. εἰκότως δ’ἂν μεταδοῖμεν · Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίουτε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐ δὲ δόντος τινός, ὥσπερ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐ δὲ ὀγκώδηςτε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς 90bἀνήρ · ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει · αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτ’εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν, Ἄνυτε, συζήτησον, ἐμοίτε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι · εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν 90cγενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρ’οὐ παρὰ τοὺς ἰατρούς;

Ανυτος
Αν.
Αν.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δ’εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρ’οὐ παρὰ τοὺς σκυτοτόμους;

Ανυτος
Αν.
Αν.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ τἆλλα οὕτως;

Ανυτος
Αν.
Αν.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι · ἆρ’ὅταν τοῦτο λέγωμεν, τόδε 90dλέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένουςτε τῆς τέχνης μᾶλλον τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπ’αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναιτε καὶ μανθάνειν; ἆρ’οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν;

Ανυτος
Αν.
Αν.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ 90eταῦτα; πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ’ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρ’αὐτῶν ὃν ἂν πέμπωΜΕΝ. οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι;

Ανυτος
Αν.
Αν.

ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός.

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις. νῦν τοίνυν ἔξεστί σε μετ’ἐμοῦ 91aκοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος. οὗτος γάρ, Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης τῆς σοφίας καὶ ἀρετῆς οἱ ἄνθρωποι τάςτε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θεραπεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαίτε καὶ ἀποπέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ. ταύτην οὖν τὴν 91bἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμποιΜΕΝ. δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφήναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν, μισθὸν τούτου ταξαμένουςτε καὶ πραττομένους;

Ανυτος
Αν.
Αν.

καὶ τίνας λέγεις τούτους, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι καλοῦσι σοφιστάς.

Ανυτος
Αν.
Αν.

Ἡράκλεις, εὐφήμει, Σώκρατες. μηδένα τῶν γ’ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον, τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι, ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβητε καὶ διαφθορὰ τῶν συγγιγνοΜένων.

Σωκρατης
Σω.
Σω.

πῶς λέγεις, Ἄνυτε; οὗτοι ἄρα μόνοι τῶν ἀντιποιουΜένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι, ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθείρουσιν; καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι; ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω · οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας Φειδίαντε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν. καίτοι τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθ’91eἡμέρας μοχθηρότερα ἀποδιδόντες παρέλαβον τὰ ἱμάτιάτε καὶ ὑποδήματα, ἀλλ’εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀποπέμπων παρελάμβανεν πλέον τετταράκοντα ἔτη οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα καὶ ἐν ἅπαντι τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ 92aἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ δὲ καὶ νῦν ἔτι ὄντες. πότερον δὴ οὖν φῶμεν κατὰ τὸν σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς νέους, λεληθέναι καὶ ἑαυτούς; καὶ οὕτω μαίνεσθαι ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων εἶναι;

Ανυτος
Αν.
Αν.

πολλοῦ γε δέουσι μαίνεσθαι, Σώκρατες, ἀλλὰ πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων 92bδ’ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, οἱ προσήκοντες, πολὺ δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι ποιεῖν εἴτε ἀστός.

Σωκρατης
Σω.
Σω.

πότερον δέ, Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν, τί οὕτως αὐτοῖς χαλεπὸς εἶ;

Ανυτος
Αν.
Αν.

οὐ δὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί, οὐ δ’ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα.

Σωκρατης
Σω.
Σω.

ἄπειρος ἄρ’εἶ παντάπασι τῶν ἀνδρῶν;

Ανυτος
Αν.
Αν.

καὶ εἴην γε.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν ἄν, δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ παντάπασιν ἄπειρος εἴης;

Ανυτος
Αν.
Αν.

ῥᾳδίως · τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτ’οὖν ἄπειρος αὐτῶν εἰμι εἴτε μή.

Σωκρατης
Σω.
Σω.

μάντις εἶ ἴσως, Ἄνυτε · ἐπεὶ ὅπως γε ἄλλως οἶσθα τούτων πέρι, ἐξ ὧν αὐτὸς λέγεις θαυμάζοιμ’ἄν. ἀλλὰ γὰρ οὐ τούτους ἐπιζητοῦμεν τίνες εἰσίν, παρ’οὓς ἂν 92dΜένων ἀφικόμενος μοχθηρὸς γένοιτο οὗτοι μὲν γάρ, εἰ σὺ βούλει, ἔστων οἱ σοφισταί ἀλλὰ δὴ ἐκείνους εἰπὲ ἡμῖν, καὶ τὸν πατρικὸν τόνδε ἑταῖρον εὐεργέτησον φράσας αὐτῷ παρὰ τίνας ἀφικόμενος ἐν τοσαύτῃ πόλει τὴν ἀρετὴν ἣν νυνδὴ ἐγὼ διῆλθον γένοιτ’ἂν ἄξιος λόγου.

Ανυτος
Αν.
Αν.

τί δὲ αὐτῷ οὐ σὺ ἔφρασας;

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὓς μὲν ἐγὼ ᾤμην διδασκάλους τούτων εἶναι, εἶπον, ἀλλὰ τυγχάνω οὐδὲν λέγων, ὡς σὺ φῄς · καὶ ἴσως τὶ 92eλέγεις. ἀλλὰ σὺ δὴ ἐν τῷ μέρει αὐτῷ εἰπὲ παρὰ τίνας ἔλθῃ Ἀθηναίων · εἰπὲ ὄνομα ὅτου βούλει.

Ανυτος
Αν.
Αν.

τί δὲ ἑνὸς ἀνθρώπου ὄνομα δεῖ ἀκοῦσαι; ὅτῳ γὰρ ἂν ἐντύχῃ Ἀθηναίων τῶν καλῶν κἀγαθῶν, οὐδεὶς ἔστιν ὃς οὐ βελτίω αὐτὸν ποιήσει οἱ σοφισταί, ἐάνπερ ἐθέλῃ πείθεσθαι.

Σωκρατης
Σω.
Σω.

πότερον δὲ οὗτοι οἱ καλοὶ κἀγαθοὶ ἀπὸ τοῦ αὐτομάτου ἐγένοντο τοιοῦτοι, παρ’οὐδενὸς μαθόντες ὅμως μέντοι ἄλλους διδάσκειν οἷοίτε ὄντες ταῦτα αὐτοὶ οὐκ 93aἔμαθον;

Ανυτος
Αν.
Αν.

καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν, ὄντων καλῶν κἀγαθῶν · οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες;

Σωκρατης
Σω.
Σω.

ἔμοιγε, Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον εἶναι · ἀλλὰ μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς; τοῦτο γάρ ἐστιν περὶ οὗ λόγος ἡμῖν τυγχάνει ὤν · οὐκ εἰ εἰσὶν ἀγαθοὶ μὴ ἄνδρες ἐνθάδε, οὐ δ’εἰ γεγόνασιν ἐν τῷ 93bπρόσθεν, ἀλλ’εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦΜΕΝ. τοῦτο δὲ σκοποῦντες τόδε σκοποῦμεν, ἆρα οἱ ἀγαθοὶ ἄνδρες καὶ τῶν νῦν καὶ τῶν προτέρων ταύτην τὴν ἀρετὴν ἣν αὐτοὶ ἀγαθοὶ ἦσαν ἠπίσταντο καὶ ἄλλῳ παραδοῦναι, οὐ παραδοτὸν τοῦτο ἀνθρώπῳ οὐ δὲ παραληπτὸν ἄλλῳ παρ’ἄλλου · τοῦτ’ἔστιν πάλαι ζητοῦμεν ἐγώτε καὶ Μένων. ὧδε οὖν σκόπει ἐκ τοῦ σαυτοῦ λόγου · Θεμιστοκλέα οὐκ ἀγαθὸν ἂν 93cφαίης ἄνδρα γεγονέναι;

Ανυτος
Αν.
Αν.

ἔγωγε, πάντων γε μάλιστα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ διδάσκαλον ἀγαθόν, εἴπερ τις ἄλλος τῆς αὑτοῦ ἀρετῆς διδάσκαλος ἦν, κἀκεῖνον εἶναι;

Ανυτος
Αν.
Αν.

οἶμαι ἔγωγε, εἴπερ ἐβούλετό γε.

Σωκρατης
Σω.
Σω.

ἀλλ’, οἴει, οὐκ ἂν ἐβουλήθη ἄλλουςτέ τινας καλοὺς κἀγαθοὺς γενέσθαι, μάλιστα δέ που τὸν ὑὸν τὸν αὑτοῦ; οἴει αὐτὸν φθονεῖν αὐτῷ καὶ ἐξεπίτηδες οὐ παραδιδόναι 93dτὴν ἀρετὴν ἣν αὐτὸς ἀγαθὸς ἦν; οὐκ ἀκήκοας ὅτι Θεμιστοκλῆς Κλεόφαντον τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο ἀγαθόν; ἐπέμενεν γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμαστὰ ἠργάζετο ἐκεῖνος αὐτὸν ἐπαιδεύσατο καὶ ἐποίησε σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο · ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων;

Ανυτος
Αν.
Αν.

ἀκήκοα.

Σωκρατης
Σω.
Σω.

οὐκ ἂν ἄρα τήν γε φύσιν τοῦ ὑέος αὐτοῦ ᾐτιάσατ’ἄν τις εἶναι κακήν.

Ανυτος
Αν.
Αν.

ἴσως οὐκ ἄν.

Σωκρατης
Σω.
Σω.

τί δὲ τόδε; ὡς Κλεόφαντος Θεμιστοκλέους ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ πατὴρ αὐτοῦ, ἤδη του ἀκήκοας νεωτέρου πρεσβυτέρου;

Ανυτος
Αν.
Αν.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὐδὲν τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἀρετή;

Ανυτος
Αν.
Αν.

ἴσως μὰ Δί’οὔ.

Σωκρατης
Σω.
Σω.

οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι · ἄλλον 94aδὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου · τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι;

Ανυτος
Αν.
Αν.

ἔγωγε, πάντως δήπου.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι; τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν. εἰ δὲ βούλει, 94bΠερικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθ’ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον;

Ανυτος
Αν.
Αν.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους · ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ διδακτόν. ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο 94cτὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τάτε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ · οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν οὐ μέμνησαι;

Ανυτος
Αν.
Αν.

ἔγωγε, ἀκοῇ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει 94dδαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ἀλλὰ γὰρ ἴσως Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων; καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, τῶν ἐπιχωρίων τις τῶν 94eξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ἑταῖρε Ἄνυτε, μὴ οὐκ διδακτὸν ἀρετή.

Ανυτος
Αν.
Αν.

Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι · ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους εὖ, ἐν τῇδε δὲ καὶ 95aπάνυ · οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.

Σωκρατης
Σω.
Σω.

Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω · οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλ’οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ · σὺ δέ μοι εἰπέ, οὐ καὶ παρ’ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοίτε εἶναι καὶ διδακτὸν ἀρετήν;

Μενων
Με.
Με.

οὐ μὰ τὸν Δία, Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.

Σωκρατης
Σω.
Σω.

φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μη δὲ αὐτὸ τοῦτο ὁμολογεῖται;

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;

Μενων
Με.
Με.

καὶ Γοργίου μάλιστα, Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουΜένων · ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι;

Μενων
Με.
Με.

οὐκ ἔχω λέγειν, Σώκρατες. καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα · τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.

Σωκρατης
Σω.
Σω.

οἶσθα δὲ ὅτι οὐ μόνον σοίτε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δ’οὔ, 95dἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθ’ὅτι ταὐτὰ ταῦτα λέγει;

Μενων
Με.
Με.

ἐν ποίοις ἔπεσιν;

Σωκρατης
Σω.
Σω.

ἐν τοῖς ἐλεγείοις, οὗ λέγει καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις. ἐσθλῶν μὲν γὰρ ἄπ’ἐσθλὰ διδάξεαι · ἢν δὲ κακοῖσιν 95eσυμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

Μενων
Με.
Με.

φαίνεταί γε.

Σωκρατης
Σω.
Σω.

ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς, εἰ δ’ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα, λέγει πως ὅτι πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ οὔ ποτ’ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός, 96aπειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρ’ἀγαθόν. ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει;

Μενων
Με.
Με.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλ’οὐ δὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ 96bεἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;

Μενων
Με.
Με.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε;

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε μὴ διδάσκαλοι, οὐ δὲ μαθηταί;

Μενων
Με.
Με.

δοκεῖ μοι ἔχειν ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μη δὲ διδακτὸν εἶναι;

Μενων
Με.
Με.

ὡμολογήκαΜΕΝ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι;

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε μὴ διδάσκαλοι, οὐ δὲ μαθηταί;

Μενων
Με.
Με.

φαίνεται οὕτως.

Σωκρατης
Σω.
Σω.

ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν;

Μενων
Με.
Με.

οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, Σώκρατες, πότερόν ποτε οὐ δ’εἰσὶν ἀγαθοὶ ἄνδρες, τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνοΜένων.

Σωκρατης
Σω.
Σω.

κινδυνεύομεν, Μένων, ἐγώτε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέτε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους 96eποιήσει · λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶςτε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.

Μενων
Με.
Με.

πῶς τοῦτο λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὧδε · ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι, 97aὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι · γάρ;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

ὅτι δ’οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος , τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν.

Μενων
Με.
Με.

πῶς δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

ἐγὼ ἐρῶ. εἰ εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς ἂν καὶ εὖ ἡγοῖτο;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δ’εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ὁδός, ἐληλυθὼς δὲ μὴ μη δ’ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς ἡγοῖτο;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ ἕως γ’ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος.

Μενων
Με.
Με.

οὐδὲν γάρ.

Σωκρατης
Σω.
Σω.

δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν χείρων ἡγεμὼν φρονήσεως · καὶ τοῦτό ἐστιν νυνδὴ παρελείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες 97cὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν · τὸ δὲ ἄρα καὶ δόξα ἦν ἀληθής.

Μενων
Με.
Με.

ἔοικέ γε.

Σωκρατης
Σω.
Σω.

οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπιστήμης.

Μενων
Με.
Με.

τοσούτῳ γε, Σώκρατες, ὅτι μὲν τὴν ἐπιστήμην ἔχων ἀεὶ ἂν ἐπιτυγχάνοι, δὲ τὴν ὀρθὴν δόξαν τοτὲ μὲν ἂν τυγχάνοι, τοτὲ δ’οὔ.

Σωκρατης
Σω.
Σω.

πῶς λέγεις; ἀεὶ ἔχων ὀρθὴν δόξαν οὐκ ἀεὶ ἂν τυγχάνοι, ἕωσπερ ὀρθὰ δοξάζοι;

Μενων
Με.
Με.

ἀνάγκη μοι φαίνεται · ὥστε θαυμάζω, Σώκρατες, 97dτούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ δι’ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερόν ἐστιν αὐτῶν.

Σωκρατης
Σω.
Σω.

οἶσθα οὖν δι’ὅτι θαυμάζεις, ἐγώ σοι εἴπω;

Μενων
Με.
Με.

πάνυ γ’εἰπέ.

Σωκρατης
Σω.
Σω.

ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν νοῦν · ἴσως δὲ οὐ δ’ἔστιν παρ’ὑμῖν.

Μενων
Με.
Με.

πρὸς τί δὲ δὴ τοῦτο λέγεις;

Σωκρατης
Σω.
Σω.

ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα , ἀποδιδράσκει καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει.

Μενων
Με.
Με.

τί οὖν δή;

Σωκρατης
Σω.
Σω.

τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον οὐ γὰρ παραμένει δεδεμένον δὲ πολλοῦ ἄξιον · πάνυ γὰρ καλὰ τὰ ἔργα ἐστίν. πρὸς τί οὖν δὴ λέγω ταῦτα; πρὸς τὰς δόξας τὰς ἀληθεῖς. καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντ’98aἀγαθὰ ἐργάζονται · πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ. τοῦτο δ’ἐστίν, Μένων ἑταῖρε, ἀνάμνησις, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται. ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι · καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.

Μενων
Με.
Με.

νὴ τὸν Δία, Σώκρατες, ἔοικεν τοιούτῳ τινί.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων · ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ’εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι ὀλίγα δ’ἂν φαίην ἓν δ’οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.

Μενων
Με.
Με.

καὶ ὀρθῶς γε, Σώκρατες, λέγεις.

Σωκρατης
Σω.
Σω.

τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἐπιστήμη;

Μενων
Με.
Με.

καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.

Σωκρατης
Σω.
Σω.

οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐ δὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐ δὲ ἁνὴρ ἔχων ὀρθὴν δόξαν ἐπιστήμην.

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμολόγηται εἶναι.

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ τοίνυν οὐ μόνον δι’ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ δι’ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, 98dοὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτ’ ἐπίκτητα δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι;

Μενων
Με.
Με.

οὐκ ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐ δὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.

Μενων
Με.
Με.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν.

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἀρετή;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν;

Μενων
Με.
Με.

οὕτω.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους;

Μενων
Με.
Με.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι;

Μενων
Με.
Με.

ναί.

Σωκρατης
Σω.
Σω.

ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαντε ἀληθῆ καὶ ἐπιστήμην, ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.

Μενων
Με.
Με.

δοκεῖ μοι οὕτω.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐ δ’ἐπιστήμη δὴ ἔτι γίγνεται ἀρετή;

Μενων
Με.
Με.

οὐ φαίνεται.

Σωκρατης
Σω.
Σω.

δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει ἐπιστήμη ἡγεμών.

Μενων
Με.
Με.

οὔ μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα σοφίᾳ τινὶ οὐ δὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέατε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν · διὸ δὴ καὶ οὐχ οἷοίτε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ δι’ἐπιστήμην ὄντες τοιοῦτοι.

Μενων
Με.
Με.

ἔοικεν οὕτως ἔχειν, Σώκρατες, ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν 99cγίγνεται · οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρθοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν οἱ χρησμῳδοίτε καὶ οἱ θεομάντεις · καὶ γὰρ οὗτοι ἐνθουσιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν.

Μενων
Με.
Με.

κινδυνεύει οὕτως ἔχειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, Μένων, ἄξιον τούτους θείους καλεῖν τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι;

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς ἄρ’ἂν καλοῖμεν θείουςτε οὓς νυνδὴ ἐλέγομεν 99dχρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας · καὶ τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείουςτε εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσιν.

Μενων
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ αἵ γε γυναῖκες δήπου, Μένων, τοὺς ἀγαθοὺς ἄνδρας θείους καλοῦσι · καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιάζωσιν ἀγαθὸν ἄνδρα, θεῖος ἀνήρ, φασίν, οὗτος.

Μενων
Με.
Με.

καὶ φαίνονταί γε, Σώκρατες, ὀρθῶς λέγειν. καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι.

Σωκρατης
Σω.
Σω.

οὐδὲν μέλει ἔμοιγε. τούτῳ μέν, Μένων, καὶ αὖθις διαλεξόμεθα · εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέντε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν 100aπαραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν. εἰ δὲ εἴη, σχεδὸν ἄν τι οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι οἶος πέπνυται τῶν ἐν Ἅιδου, τοὶ δὲ σκιαὶ ἀίσσουσι. ταὐτὸν ἂν καὶ ἐνθάδε τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν.

Μενων
Με.
Με.

κάλλιστα δοκεῖς μοι λέγειν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἀρετὴ οἷς ἂν παραγίγνηται · τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ’αὑτὸ ζητεῖν τί ποτ’ἔστιν ἀρετή. νῦν δ’ἐμοὶ μὲν ὥρα ποι ἰέναι, σὺ δὲ ταὐτὰ ταῦτα ἅπερ αὐτὸς πέπεισαι πεῖθε καὶ τὸν ξένον τόνδε Ἄνυτον, ἵνα 100cπρᾳότερος · ὡς ἐὰν πείσῃς τοῦτον, ἔστιν ὅτι καὶ Ἀθηναίους ὀνήσεις.