Plato

Laches

Λυσιμαχος
Λυ.
Λυ.

τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, Νικίατε καὶ Λάχης · οὗ δ’ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώτε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν δ’ἐροῦμεν. ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι. εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν 178bτις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν νοοῦσιν, ἀλλὰ στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν αὑτῶν δόξαν · ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν δοκεῖ ὑμῖν, οὕτω παρελάβομεν ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι. ἔστιν 179aοὖν τοῦτο, περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι, τόδε. ἡμῖν εἰσὶν ὑεῖς οὑτοιί, ὅδε μὲν τοῦδε, πάππου ἔχων ὄνομα Θουκυδίδης, ἐμὸς δὲ αὖ ὅδε παππῷον δὲ καὶ οὗτος ὄνομ’ἔχει τοὐμοῦ πατρός · Ἀριστείδην γὰρ αὐτὸν καλοῦμεν ἡμῖν οὖν τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόντε μάλιστα, καὶ μὴ ποιῆσαι ὅπερ οἱ πολλοί, ἐπειδὴ μειράκια γέγονεν, ἀνεῖναι αὐτοὺς ὅτι βούλονται ποιεῖν, ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι αὐτῶν ἐπιμελεῖσθαι καθ’ὅσον οἷοίτ’ἐσμέν. εἰδότες οὖν καὶ 179bὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν, εἴπερ τισὶν ἄλλοις, πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι · εἰ δ’ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ, ὑπομνήσοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν, καὶ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθ’ἡμῶν. ὅθεν δὲ ἡμῖν ταῦτ’ἔδοξεν, Νικίατε καὶ Λάχης, χρὴ ἀκοῦσαι, κἂν ὀλίγῳ μακρότερα. συσσιτοῦμεν γὰρ δὴ ἐγώτε καὶ Μελησίας ὅδε, καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ. ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, παρρησιασόμεθα πρὸς ὑμᾶς. ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους, καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ, διοικοῦντες τάτε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως · ἡμέτερα δ’αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν. ταῦτα δὴ ὑπαισχυνόμεθάτε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν 179dεἴων τρυφᾶν, ἐπειδὴ μειράκια ἐγενόμεθα, τὰ δὲ τῶν ἄλλων πράγματα ἔπραττον · καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα ἐνδεικνύμεθα, λέγοντες ὅτι εἰ μὲν ἀμελήσουσιν ἑαυτῶν καὶ μὴ πείσονται ἡμῖν, ἀκλεεῖς γενήσονται, εἰ δ’ἐπιμελήσονται, τάχ’ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἔχουσιν. οὗτοι μὲν οὖν φασιν πείσεσθαι · ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν, τί ἂν οὗτοι μαθόντες ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο. εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα, ὅτι καλὸν εἴη τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι · καὶ ἐπῄνει τοῦτον ὃν νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον, κᾆτ’ἐκέλευε θεάσασθαι. ἔδοξε δὴ χρῆναι αὐτούςτε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς, ἅμα δὲ συμβούλουςτε καὶ κοινωνούς, ἐὰν βούλησθε, περὶ τῆς τῶν ὑέων ἐπιμελείας. ταῦτ’ἐστὶν ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι. ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος, εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἐπιτήδευμα, καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε.

Νικιας
Νι.
Νι.

ἐγὼ μέν, Λυσίμαχε καὶ Μελησία, ἐπαινῶτε ὑμῶν τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα τόνδε.

Λαχης
Λα.
Λα.

ἀληθῆ γὰρ οἴει, Νικία. ὡς γε ἔλεγεν Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦτε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαίτε καὶ ἀμελῶς διατίθεσθαι. ταῦτα μὲν οὖν καλῶς λέγεις, Λυσίμαχε · ὅτι δ’ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων 180cπαιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιούμενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς νέους μάθημα ἐπιτήδευμα καλόν.

Λυσιμαχος
Λυ.
Λυ.

πῶς λέγεις, Λάχης; Σωκράτης γὰρ ὅδε τινὸς τῶν τοιούτων ἐπιμέλειαν πεποίηται;

Λαχης
Λα.
Λα.

πάνυ μὲν οὖν, Λυσίμαχε.

Νικιας
Νι.
Νι.

τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος · καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ 180dὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.

Λυσιμαχος
Λυ.
Λυ.

οὔτοι, Σώκρατέςτε καὶ Νικία καὶ Λάχης, οἱ ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατ’οἰκίαν τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας · ἀλλ’εἴ τι καὶ σύ, παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν 180eσυμβουλεῦσαι, χρὴ συμβουλεύειν. δίκαιος δ’εἶ · καὶ γὰρ πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν · ἀεὶ γὰρ ἐγὼ καὶ σὸς πατὴρ ἑταίρωτε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι. περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων · τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν · οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα 181aεἰ τὸν Σωφρονίσκου λέγοιεν. ἀλλ’, παῖδες, λέγετέ μοι, ὅδ’ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε;

Παιδες
Πα.
Πα.

πάνυ μὲν οὖν, πάτερ, οὗτος.

Λυσιμαχος
Λυ.
Λυ.

εὖ γε νὴ τὴν Ἥραν, Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι οἰκεῖα τάτε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα.

Λαχης
Λα.
Λα.

καὶ μήν, Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός · ὡς ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα 181bἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα · ἐν γὰρ τῇ ἀπὸ Δηλίου φυγῇ μετ’ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα.

Λυσιμαχος
Λυ.
Λυ.

Σώκρατες, οὗτος μέντοι ἔπαινός ἐστιν καλός, ὃν σὺ νῦν ἐπαινῇ ὑπ’ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα εἰς οὗτοι ἐπαινοῦσιν. εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν 181cσοι εἶναι. χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρ’ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον · νῦν δ’οὖν ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ ἄλλως ποίει, ἀλλὰ σύνισθίτε καὶ γνώριζε καὶ ἡμᾶς καὶ τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν ἡμετέραν φιλίαν. ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς σε καὶ αὖθις ὑπομνήσομεν · περὶ δὲ ὧν ἠρξάμεθα τί φατε; τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι οὔ, τὸ μαθεῖν ἐν ὅπλοις μάχεσθαι;

Σωκρατης
Σω.
Σω.

ἀλλὰ καὶ τούτων πέρι, Λυσίμαχε, ἔγωγε πειράσομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ προκαλῇ πάντα ποιεῖν. δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν καὶ μανθάνειν παρ’αὐτῶν · ἐὰν δ’ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ τούτων λεγόμενα, τότ’ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ τούτους. ἀλλ’, Νικία, τί οὐ λέγει πότερος ὑμῶν;

Νικιας
Νι.
Νι.

ἀλλ’οὐδὲν κωλύει, Σώκρατες. δοκεῖ γὰρ καὶ 181eἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι πολλαχῇ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν ἄγωσιν, ἀλλ’ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον ἴσχειν ἀνάγκη οὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐ δ’182aἐλάττω πόνον ἔχει καὶ ἅμα προσήκει μάλιστ’ἐλευθέρῳ τοῦτότε τὸ γυμνάσιον καὶ ἱππική · οὗ γὰρ ἀγῶνος ἀθληταί ἐσμεν καὶ ἐν οἷς ἡμῖν ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνάζονται οἱ ἐν τούτοις τοῖς περὶ τὸν πόλεμον ὀργάνοις γυμναζόμενοι. ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν ἄλλων · μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον διώκοντα ἀμυνομένῳ 182bτινὶ ἐπιθέσθαι καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν · οὔτ’ἂν ὑπό γε ἑνὸς εἷς τοῦτ’ἐπιστάμενος οὐδὲν ἂν πάθοι, ἴσως δ’οὐ δὲ ὑπὸ πλειόνων, ἀλλὰ πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ. ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον · πᾶς γὰρ ἂν μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθήματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς 182cἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε · καὶ ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖντε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτ’ἂν τοῦτο τὸ μάθημα. προσθήσομεν δ’αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἐπιστήμη. μὴ ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέστερον 182dφαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται διὰ τὴν εὐσχημοσύνην. ἐμοὶ μὲν οὖν, Λυσίμαχε, ὥσπερ λέγω, δοκεῖτε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ δι’ δοκεῖ εἴρηκα · Λάχητος δ’, εἴ τι παρὰ ταῦτα λέγει, κἂν αὐτὸς ἡδέως ἀκούσαιμι.

Λαχης
Λα.
Λα.

ἀλλ’ἔστι μέν, Νικία, χαλεπὸν λέγειν περὶ ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν · πάντα γὰρ ἐπίστασθαι ἀγαθὸν δοκεῖ εἶναι. καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο, 182eεἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν · εἰ δ’ἔστιν μὲν μὴ μάθημα, ἀλλ’ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, μάθημα μὲν τυγχάνει ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν; λέγω δὲ ταῦτα περὶ αὐτοῦ εἰς τάδε ἀποβλέψας, ὅτι οἶμαι ἐγὼ τοῦτο, εἰ τὶ ἦν, οὐκ ἂν λεληθέναι Λακεδαιμονίους, οἷς οὐδὲν ἄλλο μέλει ἐν τῷ βίῳ τοῦτο ζητεῖν καὶ ἐπιτηδεύειν, 183aὅτι ἂν μαθόντες καὶ ἐπιτηδεύσαντες πλεονεκτοῖεν τῶν ἄλλων περὶ τὸν πόλεμον. εἰ δ’ἐκείνους λέληθεν, ἀλλ’οὐ τούτους γε τοὺς διδασκάλους αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖς τοιούτοις καὶ ὅτι παρ’ἐκείνοις ἄν τις τιμηθεὶς εἰς ταῦτα καὶ παρὰ τῶν ἄλλων πλεῖστ’ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τραγῳδίας ποιητὴς παρ’ἡμῖν τιμηθείς. τοιγάρτοι ὃς ἂν οἴηται τραγῳδίαν καλῶς ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν 183bκατὰ τὰς ἄλλας πόλεις ἐπιδεικνύμενος περιέρχεται, ἀλλ’εὐθὺς δεῦρο φέρεται καὶ τοῖσδ’ἐπιδείκνυσιν εἰκότως · τοὺς δὲ ἐν ὅπλοις μαχομένους ἐγὼ τούτους ὁρῶ τὴν μὲν Λακεδαίμονα ἡγουμένους εἶναι ἄβατον ἱερὸν καὶ οὐ δὲ ἄκρῳ ποδὶ ἐπιβαίνοντας, κύκλῳ δὲ περιιόντας αὐτὴν καὶ πᾶσι μᾶλλον ἐπιδεικνυμένους, καὶ μάλιστα τούτοις οἳ κἂν αὐτοὶ ὁμολογήσειαν πολλοὺς σφῶν προτέρους εἶναι πρὸς τὰ τοῦ πολέμου. ἔπειτα, Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παραγέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν. ἔξεστι δὲ καὶ αὐτόθεν ἡμῖν σκέψασθαι. ὥσπερ γὰρ ἐπίτηδες οὐδεὶς πώποτ’εὐδόκιμος γέγονεν ἐν τῷ πολέμῳ ἀνὴρ τῶν τὰ ὁπλιτικὰ ἐπιτηδευσάντων. καίτοι εἴς γε τἆλλα πάντα ἐκ τούτων οἱ ὀνομαστοὶ γίγνονται, ἐκ τῶν ἐπιτηδευσάντων ἕκαστα · οὗτοι δ’, ὡς ἔοικε, παρὰ τοὺς ἄλλους οὕτω σφόδρα εἰς τοῦτο δεδυστυχήκασιν. ἐπεὶ καὶ τοῦτον τὸν Στησίλεων, ὃν ὑμεῖς 183dμετ’ἐμοῦ ἐν τοσούτῳ ὄχλῳ ἐθεάσασθε ἐπιδεικνύμενον καὶ τὰ μεγάλα περὶ αὑτοῦ λέγοντα ἔλεγεν, ἑτέρωθι ἐγὼ κάλλιον ἐθεασάμην ἐν τῇ ἀληθείᾳ ὡς ἀληθῶς ἐπιδεικνύμενον οὐχ ἑκόντα. προσβαλούσης γὰρ τῆς νεὼς ἐφ’ ἐπεβάτευεν πρὸς ὁλκάδα τινά, ἐμάχετο ἔχων δορυδρέπανον, διαφέρον δὴ ὅπλον ἅτε καὶ αὐτὸς τῶν ἄλλων διαφέρων. τὰ μὲν οὖν ἄλλα οὐκ ἄξια λέγειν περὶ τἀνδρός, τὸ δὲ σόφισμα τὸ τοῦ δρεπάνου 183eτοῦ πρὸς τῇ λόγχῃ οἷον ἀπέβη. μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο · εἷλκεν οὖν Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷόςτ’ἦν, δὲ ναῦς τὴν ναῦν παρῄει. τέως μὲν οὖν παρέθει ἐν τῇ νηὶ ἀντεχόμενος τοῦ δόρατος · ἐπεὶ δὲ δὴ παρημείβετο ναῦς τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατος ἐχόμενον, 184aἐφίει τὸ δόρυ διὰ τῆς χειρός, ἕως ἄκρου τοῦ στύρακος ἀντελάβετο. ἦν δὲ γέλως καὶ κρότος ὑπὸ τῶν ἐκ τῆς ὁλκάδος ἐπίτε τῷ σχήματι αὐτοῦ, καὶ ἐπειδὴ βαλόντος τινὸς λίθῳ παρὰ τοὺς πόδας αὐτοῦ ἐπὶ τὸ κατάστρωμα ἀφίεται τοῦ δόρατος, τότ’ἤδη καὶ οἱ ἐκ τῆς τριήρους οὐκέτι οἷοίτ’ἦσαν τὸν γέλωτα κατέχειν, ὁρῶντες αἰωρούμενον ἐκ τῆς ὁλκάδος τὸ δορυδρέπανον ἐκεῖνο. ἴσως μὲν οὖν εἴη ἂν τὶ ταῦτα, ὥσπερ Νικίας λέγει · οἷς δ’οὖν ἐγὼ ἐντετύχηκα, τοιαῦτ’184bἄττα ἐστίν. οὖν καὶ ἐξ ἀρχῆς εἶπον, εἴτε οὕτω σμικρὰς ὠφελίας ἔχει μάθημα ὄν, εἴτε μὴ ὂν φασὶ καὶ προσποιοῦνται αὐτὸ εἶναι μάθημα, οὐκ ἄξιον ἐπιχειρεῖν μανθάνειν. καὶ γὰρ οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι, θρασύτερος ἂν δι’αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ σμικρὸν ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν · ἐπίφθονος γὰρ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστ’εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ ἔσθ’ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων ἔχειν ταύτην τὴν ἐπιστήμην. τοιαύτη τις ἔμοιγε δοκεῖ, Λυσίμαχε, περὶ τοῦτο τὸ μάθημα εἶναι σπουδή · χρὴ δ’ὅπερ σοι ἐξ ἀρχῆς ἔλεγον, καὶ Σωκράτη τόνδε μὴ ἀφιέναι, ἀλλὰ δεῖσθαι συμβουλεύειν ὅπῃ δοκεῖ αὐτῷ περὶ τοῦ προκειμένου.

Λυσιμαχος
Λυ.
Λυ.

ἀλλὰ δέομαι ἔγωγε, Σώκρατες · καὶ γὰρ ὥσπερ 184dτοῦ ἐπιδιακρινοῦντος δοκεῖ μοι δεῖν ἡμῖν βουλή. εἰ μὲν γὰρ συνεφερέσθην τώδε, ἧττον ἂν τοῦ τοιούτου ἔδει · νῦν δὲ τὴν ἐναντίαν γάρ, ὡς ὁρᾷς, Λάχης Νικίᾳ ἔθετο, εὖ δὴ ἔχει ἀκοῦσαι καὶ σοῦ ποτέρῳ τοῖν ἀνδροῖν σύμψηφος εἶ.

Σωκρατης
Σω.
Σω.

τί δέ, Λυσίμαχε; ὁπότερ’ἂν οἱ πλείους ἐπαινῶσιν ἡμῶν, τούτοις μέλλεις χρῆσθαι;

Λυσιμαχος
Λυ.
Λυ.

τί γὰρ ἄν τις καὶ ποιοῖ, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

καὶ σύ, Μελησία, οὕτως ἂν ποιοῖς; κἂν εἴ 184eτις περὶ ἀγωνίας τοῦ ὑέος σοι βουλὴ εἴη τί χρὴ ἀσκεῖν, ἆρα τοῖς πλείοσιν ἂν ἡμῶν πείθοιο, ’κείνῳ ὅστις τυγχάνει ὑπὸ παιδοτρίβῃ ἀγαθῷ πεπαιδευμένος καὶ ἠσκηκώς;

Μελησιας
Με.
Με.

ἐκείνῳ εἰκός γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

αὐτῷ ἄρ’ἂν μᾶλλον πείθοιο τέτταρσιν οὖσιν ἡμῖν;

Μελησιας
Με.
Με.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἐπιστήμῃ γὰρ οἶμαι δεῖ κρίνεσθαι ἀλλ’οὐ πλήθει τὸ μέλλον καλῶς κριθήσεσθαι.

Μελησιας
Με.
Με.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι, 185aεἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα οὔ · καὶ εἰ μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δ’ἄλλους ἐᾶν, εἰ δὲ μή, ἄλλον τινὰ ζητεῖν. περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλ’οὐ περὶ τούτου τοῦ κτήματος τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει; ὑέων γάρ που χρηστῶν τἀναντία γενομένων καὶ πᾶς οἶκος τοῦ πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται.

Μελησιας
Με.
Με.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

πολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν.

Μελησιας
Με.
Με.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν, ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος; ἆρ’οὐχ μαθὼν καὶ ἐπιτηδεύσας, καὶ διδάσκαλοι ἀγαθοὶ γεγονότες ἦσαν αὐτοῦ τούτου;

Μελησιας
Με.
Με.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου ζητοῦμεν τοὺς διδασκάλους;

Μελησιας
Με.
Με.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

ὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται. οὔ μοι δοκεῖ ἐξ ἀρχῆς ἡμῖν ὡμολογῆσθαι τί ποτ’ἔστιν περὶ οὗ βουλευόμεθα, ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου 185cἕνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή.

Νικιας
Νι.
Νι.

οὐ γάρ, Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχεσθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν εἴτε μή;

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν, Νικία. ἀλλ’ὅταν περὶ φαρμάκου τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου περὶ τῶν ὀφθαλμῶν;

Νικιας
Νι.
Νι.

περὶ τῶν ὀφθαλμῶν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου βουλεύεται ἀλλ’οὐ περὶ τοῦ χαλινοῦ;

Νικιας
Νι.
Νι.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ, περὶ ἐκείνου βουλὴ τυγχάνει οὖσα οὗ ἕνεκα ἐσκόπει, ἀλλ’οὐ περὶ τοῦ ἕνεκα ἄλλου ἐζήτει.

Νικιας
Νι.
Νι.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

δεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκοποῦμεν.

Νικιας
Νι.
Νι.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν νῦν φαμεν περὶ μαθήματος σκοπεῖν τῆς ψυχῆς ἕνεκα τῆς τῶν νεανίσκων;

Νικιας
Νι.
Νι.

ναί.

Σωκρατης
Σω.
Σω.

εἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν καὶ οἷόςτε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον.

Λαχης
Λα.
Λα.

τί δέ, Σώκρατες; οὔπω ἑώρακας ἄνευ διδασκάλων τεχνικωτέρους γεγονότας εἰς ἔνια μετὰ διδασκάλων;

Σωκρατης
Σω.
Σω.

ἔγωγε, Λάχης · οἷς γε σὺ οὐκ ἂν ἐθέλοις πιστεῦσαι, εἰ φαῖεν ἀγαθοὶ εἶναι δημιουργοί, εἰ μή τί σοι τῆς αὑτῶν τέχνης ἔργον ἔχοιεν ἐπιδεῖξαι εὖ εἰργασμένον, καὶ ἓν καὶ πλείω.

Λαχης
Λα.
Λα.

τοῦτο μὲν ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

καὶ ἡμᾶς ἄρα δεῖ, Λάχηςτε καὶ Νικία ἐπειδὴ Λυσίμαχος καὶ Μελησίας εἰς συμβουλὴν παρεκαλεσάτην ἡμᾶς περὶ τοῖν ὑέοιν, προθυμούμενοι αὐτοῖν ὅτι ἀρίστας γενέσθαι τὰς ψυχάς εἰ μέν φαμεν ἔχειν, ἐπιδεῖξαι αὐτοῖς καὶ διδασκάλους οἵτινες αὐτοὶ πρῶτον ἀγαθοὶ ὄντες καὶ πολλῶν νέων τεθεραπευκότες ψυχὰς ἔπειτα 186bκαὶ ἡμᾶς διδάξαντες φαίνονται · εἴ τις ἡμῶν αὐτῶν ἑαυτῷ διδάσκαλον μὲν οὔ φησι γεγονέναι, ἀλλ’οὖν ἔργα αὐτὸν αὑτοῦ ἔχειν εἰπεῖν καὶ ἐπιδεῖξαι τίνες Ἀθηναίων τῶν ξένων, δοῦλοι ἐλεύθεροι, δι’ἐκεῖνον ὁμολογουμένως ἀγαθοὶ γεγόνασιν · εἰ δὲ μηδὲν ἡμῖν τούτων ὑπάρχει, ἄλλους κελεύειν ζητεῖν καὶ μὴ ἐν ἑταίρων ἀνδρῶν ὑέσιν κινδυνεύειν διαφθείροντας τὴν μεγίστην αἰτίαν ἔχειν ὑπὸ τῶν οἰκειοτάτων. ἐγὼ μὲν οὖν, Λυσίμαχέτε καὶ Μελησία, πρῶτος 186cπερὶ ἐμαυτοῦ λέγω ὅτι διδάσκαλός μοι οὐ γέγονε τούτου πέρι. καίτοι ἐπιθυμῶ γε τοῦ πράγματος ἐκ νέου ἀρξάμενος. ἀλλὰ τοῖς μὲν σοφισταῖς οὐκ ἔχω τελεῖν μισθούς, οἵπερ μόνοι ἐπηγγέλλοντό με οἷοίτ’εἶναι ποιῆσαι καλόντε κἀγαθόν · αὐτὸς δ’αὖ εὑρεῖν τὴν τέχνην ἀδυνατῶ ἔτι νυνί. εἰ δὲ Νικίας Λάχης ηὕρηκεν μεμάθηκεν, οὐκ ἂν θαυμάσαιμι · καὶ γὰρ χρήμασιν ἐμοῦ δυνατώτεροι, ὥστε μαθεῖν παρ’ἄλλων, καὶ ἅμα πρεσβύτεροι, ὥστε ἤδη ηὑρηκέναι. δοκοῦσι 186dδή μοι δυνατοὶ εἶναι παιδεῦσαι ἄνθρωπον · οὐ γὰρ ἄν ποτε ἀδεῶς ἀπεφαίνοντο περὶ ἐπιτηδευμάτων νέῳ χρηστῶντε καὶ πονηρῶν, εἰ μὴ αὑτοῖς ἐπίστευον ἱκανῶς εἰδέναι. τὰ μὲν οὖν ἄλλα ἔγωγε τούτοις πιστεύω · ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν, ἐθαύμασα. τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, Λυσίμαχε · καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μὴ ἀφίεσθαι Λάχητος μη δὲ Νικίου, ἀλλ’ἐρωτᾶν λέγοντα ὅτι μὲν Σωκράτης οὔ 186eφησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐ δ’ἱκανὸς εἶναι διακρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει οὔτε γὰρ εὑρετὴς οὔτε μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι σὺ δ’, Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε παρά του ἐπίστασθον αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε, 187aτίς διδάσκαλος ἑκατέρῳ καὶ τίνες ἄλλοι ὁμότεχνοι αὐτοῖς, ἵν’, ἂν μὴ ὑμῖν σχολὴ ὑπὸ τῶν τῆς πόλεως πραγμάτων, ἐπ’ἐκείνους ἴωμεν καὶ πείθωμεν δώροις χάρισιν ἀμφότερα ἐπιμεληθῆναι καὶ τῶν ἡμετέρων καὶ τῶν ὑμετέρων παίδων, ὅπως μὴ καταισχύνωσι τοὺς αὑτῶν προγόνους φαῦλοι γενόμενοι · εἰ δ’αὐτοὶ εὑρεταὶ γεγονότε τοῦ τοιούτου, δότε παράδειγμα τίνων ἤδη ἄλλων ἐπιμεληθέντες ἐκ φαύλων καλούςτε κἀγαθοὺς ἐποιήσατε. εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε 187bπαιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν κίνδυνος κινδυνεύηται, ἀλλ’ἐν τοῖς ὑέσιτε καὶ ἐν τοῖς τῶν φίλων παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν συμβαίνῃ ἐν πίθῳ κεραμεία γιγνομένη. λέγετε οὖν τί τούτων φατὲ ὑμῖν ὑπάρχειντε καὶ προσήκειν οὔ φατε. ταῦτ’, Λυσίμαχε, παρ’αὐτῶν πυνθάνουτε καὶ μὴ μεθίει τοὺς ἄνδρας.

Λυσιμαχος
Λυ.
Λυ.

καλῶς μὲν ἔμοιγε δοκεῖ, ἄνδρες, Σωκράτης λέγειν · εἰ δὲ βουλομένοις ὑμῖν ἐστι περὶ τῶν τοιούτων ἐρωτᾶσθαίτε καὶ διδόναι λόγον, αὐτοὺς δὴ χρὴ γιγνώσκειν, Νικίατε καὶ Λάχης. ἐμοὶ μὲν γὰρ καὶ Μελησίᾳ τῷδε δῆλον ὅτι ἡδομένοις ἂν εἴη εἰ πάντα Σωκράτης ἐρωτᾷ ἐθέλοιτε λόγῳ διεξιέναι · καὶ γὰρ ἐξ ἀρχῆς ἐντεῦθεν ἠρχόμην λέγων, ὅτι εἰς συμβουλὴν διὰ ταῦτα ὑμᾶς παρακαλέσαιμεν, ὅτι μεμεληκέναι ὑμῖν ἡγούμεθα, ὡς εἰκός, περὶ τῶν τοιούτων, καὶ ἄλλως καὶ ἐπειδὴ οἱ παῖδες ὑμῖν ὀλίγου ὥσπερ οἱ ἡμέτεροι ἡλικίαν 187dἔχουσι παιδεύεσθαι. εἰ οὖν ὑμῖν μή τι διαφέρει, εἴπατε καὶ κοινῇ μετὰ Σωκράτους σκέψασθε, διδόντεςτε καὶ δεχόμενοι λόγον παρ’ἀλλήλων · εὖ γὰρ καὶ τοῦτο λέγει ὅδε, ὅτι περὶ τοῦ μεγίστου νῦν βουλευόμεθα τῶν ἡμετέρων. ἀλλ’ὁρᾶτε εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν.

Νικιας
Νι.
Νι.

Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρόθεν γιγνώσκειν μόνον, αὐτῷ δ’οὐ συγγεγονέναι ἀλλ’ 187eπαιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολουθῶν ἐπλησίασέν σοι ἐν ἱερῷ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν δημοτῶν · ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.

Λυσιμαχος
Λυ.
Λυ.

τί μάλιστα, Νικία;

Νικιας
Νι.
Νι.

οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέγεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ, πρὶν ἂν ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα 188aτρόπον νῦντε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβίωκεν · ἐπειδὰν δ’ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖτε καὶ καλῶς ἅπαντα. ἐγὼ δὲ συνήθηςτέ εἰμι τῷδε καὶ οἶδ’ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα · χαίρω γάρ, Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς πεποιήκαμεν 188b ποιοῦμεν, ἀλλ’εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλ’ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι. ἐμοὶ μὲν οὖν οὐδὲν ἄηθες οὐ δ’αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι, ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μειρακίων ἡμῖν λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ 188cἡμῶν αὐτῶν. ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται · Λάχητα δὲ τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.

Λαχης
Λα.
Λα.

ἁπλοῦν τό γ’ἐμόν, Νικία, περὶ λόγων ἐστίν, εἰ δὲ βούλει, οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν · καὶ γὰρ ἂν δόξαιμί τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος. ὅταν μὲν γὰρ ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου περί τινος σοφίας ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει, 188dχαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόντε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς τοιοῦτος εἶναι, ἁρμονίαν καλλίστην ἡρμοσμένος οὐ λύραν οὐ δὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ ὄντι αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλ’οὐκ ἰαστί, οἴομαι δὲ οὐ δὲ φρυγιστὶ οὐ δὲ λυδιστί, ἀλλ’ἥπερ μόνη Ἑλληνική ἐστιν ἁρμονία. μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ 188eφθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι οὕτω σφόδρα ἀποδέχομαι παρ’αὐτοῦ τὰ λεγόμενα δὲ τἀναντία τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν, τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον. Σωκράτους δ’ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι, ἀλλὰ πρότερον, ὡς ἔοικε, τῶν ἔργων ἐπειράθην, καὶ ἐκεῖ αὐτὸν 189aηὗρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας. εἰ οὖν καὶ τοῦτο ἔχει, συμβούλομαι τἀνδρί, καὶ ἥδιστ’ἂν ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου, καὶ οὐκ ἂν ἀχθοίμην μανθάνων, ἀλλὰ καὶ ἐγὼ τῷ Σόλωνι, ἓν μόνον προσλαβών, συγχωρῶ · γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπὸ χρηστῶν μόνον. τοῦτο γάρ μοι συγχωρείτω, ἀγαθὸν καὶ αὐτὸν εἶναι τὸν διδάσκαλον, ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων · εἰ δὲ νεώτερος διδάσκων ἔσται μήπω ἐν δόξῃ ὢν τι 189bἄλλο τῶν τοιούτων ἔχων, οὐδέν μοι μέλει. σοὶ οὖν, Σώκρατες, ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν ἐμὲ ὅτι ἂν βούλῃ, καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα · οὕτω σὺ παρ’ἐμοὶ διάκεισαι ἀπ’ἐκείνης τῆς ἡμέρας μετ’ἐμοῦ συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ διδόναι τὸν μέλλοντα δικαίως δώσειν. λέγ’οὖν ὅτι σοι φίλον, μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος.

Σωκρατης
Σω.
Σω.

οὐ τὰ ὑμέτερα, ὡς ἔοικεν, αἰτιασόμεθα μὴ οὐχ ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν.

Λυσιμαχος
Λυ.
Λυ.

ἀλλ’ἡμέτερον δὴ ἔργον, Σώκρατες ἕνα γάρ σε ἔγωγε ἡμῶν τίθημι σκόπει οὖν ἀντ’ἐμοῦ ὑπὲρ τῶν νεανίσκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι, καὶ συμβούλευε διαλεγόμενος τούτοις. ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἂν ἀκούσω · ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται, οὐ πάνυ 189dμέμνημαι. ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς περὶ ὧν προυθέμεθα · ἐγὼ δ’ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ.

Σωκρατης
Σω.
Σω.

πειστέον, Νικίατε καὶ Λάχης, Λυσιμάχῳ καὶ Μελησίᾳ. μὲν οὖν νυνδὴ ἐπεχειρήσαμεν σκοπεῖν, τίνες οἱ διδάσκαλοι ἡμῖν τῆς τοιαύτης παιδείας γεγόνασιν τίνας ἄλλους βελτίους πεποιήκαμεν, ἴσως μὲν οὐ κακῶς εἶχεν 189eἐξετάζειν καὶ τὰ τοιαῦτα ἡμᾶς αὐτούς · ἀλλ’οἶμαι καὶ τοιάδε σκέψις εἰς ταὐτὸν φέρει, σχεδὸν δέ τι καὶ μᾶλλον ἐξ ἀρχῆς εἴη ἄν. εἰ γὰρ τυγχάνομεν ἐπιστάμενοι ὁτουοῦν πέρι ὅτι παραγενόμενόν τῳ βέλτιον ποιεῖ ἐκεῖνο παρεγένετο, καὶ προσέτι οἷοίτέ ἐσμεν αὐτὸ ποιεῖν παραγίγνεσθαι ἐκείνῳ, δῆλον ὅτι αὐτό γε ἴσμεν τοῦτο οὗ πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὸ ῥᾷστα καὶ ἄριστ’ἂν κτήσαιτο. ἴσως οὖν οὐ μανθάνετέ μου ὅτι λέγω, ἀλλ’ὧδε ῥᾷον μαθήσεσθε. εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλμοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι οἷοίτ’ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτ’ἔστιν, ἧς πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο. εἰ γὰρ μη δ’αὐτὸ τοῦτο εἰδεῖμεν, ὅτι ποτ’ἔστιν ὄψις ὅτι ἔστιν ἀκοή, σχολῇ ἂν σύμβουλοί γε ἄξιοι λόγου γενοίμεθα καὶ ἰατροὶ περὶ ὀφθαλμῶν περὶ ὤτων, ὅντινα τρόπον 190bἀκοὴν ὄψιν κάλλιστ’ἂν κτήσαιτό τις.

Λαχης
Λα.
Λα.

ἀληθῆ λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον εἰς συμβουλήν, τίν’ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε;

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἡμῖν τοῦτό γ’ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτ’ἔστιν ἀρετή; εἰ γάρ που μη δ’ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίν’ἂν τρόπον τούτου 190cσύμβουλοι γενοίμεθ’ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο;

Λαχης
Λα.
Λα.

οὐδένα, ἔμοιγε δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

φαμὲν ἄρα, Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν.

Λαχης
Λα.
Λα.

φαμὲν μέντοι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν.

Λαχης
Λα.
Λα.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν, ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως σκοπώμεθα πλέον γὰρ ἴσως ἔργον ἀλλὰ μέρους τινὸς πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι · καὶ 190dἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων σκέψις ἔσται.

Λαχης
Λα.
Λα.

ἀλλ’οὕτω ποιῶμεν, Σώκρατες, ὡς σὺ βούλει.

Σωκρατης
Σω.
Σω.

τί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν; δῆλον δὴ ὅτι τοῦτο εἰς τείνειν δοκεῖ ἐν τοῖς ὅπλοις μάθησις; δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν. γάρ;

Λαχης
Λα.
Λα.

καὶ μάλα δὴ οὕτω δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, Λάχης, εἰπεῖν, ἀνδρεία τί ποτ’ἐστίν · ἔπειτα μετὰ τοῦτο σκεψόμεθα 190eκαὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθ’ὅσον οἷόντε ἐξ ἐπιτηδευμάτωντε καὶ μαθημάτων παραγενέσθαι. ἀλλὰ πειρῶ εἰπεῖν λέγω, τί ἐστιν ἀνδρεία.

Λαχης
Λα.
Λα.

οὐ μὰ τὸν Δία, Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν · εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολεμίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη.

Σωκρατης
Σω.
Σω.

εὖ μὲν λέγεις, Λάχης · ἀλλ’ἴσως ἐγὼ αἴτιος, οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο διανοούμενος ἠρόμην, ἀλλ’ἕτερον.

Λαχης
Λα.
Λα.

πῶς τοῦτο λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ἐγὼ φράσω, ἐὰν οἷόςτε γένωμαι. ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.

Λαχης
Λα.
Λα.

ἐγὼ γοῦν φημι.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἐγώ. ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;

Λαχης
Λα.
Λα.

πῶς φεύγων;

Σωκρατης
Σω.
Σω.

ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους κραιπνὰ μάλ’ἔνθα καὶ ἔνθα 191bἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι · καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτ’ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι μήστωρα φόβοιο.

Λαχης
Λα.
Λα.

καὶ καλῶς γε, Σώκρατες · περὶ ἁρμάτων γὰρ ἔλεγε. καὶ σὺ τὸ τῶν Σκυθῶν ἱππέων πέρι λέγεις · τὸ μὲν γὰρ ἱππικὸν οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν, ὡς ἐγὼ λέγω.

Σωκρατης
Σω.
Σω.

πλήν γ’ἴσως, Λάχης, τὸ Λακεδαιμονίων. Λακεδαιμονίους 191cγάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδὴ δ’ἐλύθησαν αἱ τάξεις τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην.

Λαχης
Λα.
Λα.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην βουλόμενος 191dγάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους, ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας καὶ πρὸς τὰ πολιτικὰ ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί εἰσιν φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἡδονὰς δεινοὶ 191eμάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες εἰσὶ γάρ πού τινες, Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι καὶ σφόδρα, Σώκρατες. οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλ’οἱ μὲν ἐν ἡδοναῖς, οἱ δ’ἐν λύπαις, οἱ δ’ἐν ἐπιθυμίαις, οἱ δ’ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται · οἱ δέ γ’οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις.

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί ποτε ὂν ἑκάτερον τούτων; τοῦτο ἐπυνθανόμην. πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν · οὔπω καταμανθάνεις λέγω;

Λαχης
Λα.
Λα.

οὐ πάνυ τι.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ὧδε λέγω, ὥσπερ ἂν εἰ τάχος ἠρώτων τί ποτ’ἐστίν, καὶ ἐν τῷ τρέχειν τυγχάνει ὂν ἡμῖν καὶ ἐν τῷ κιθαρίζειν καὶ ἐν τῷ λέγειν καὶ ἐν τῷ μανθάνειν καὶ ἐν ἄλλοις πολλοῖς, καὶ σχεδόν τι αὐτὸ κεκτήμεθα, οὗ καὶ πέρι ἄξιον λέγειν, ἐν ταῖς τῶν χειρῶν πράξεσιν σκελῶν στόματόςτε καὶ φωνῆς διανοίας · οὐχ οὕτω καὶ σὺ λέγεις;

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

εἰ τοίνυν τίς με ἔροιτο · Σώκρατες, τί λέγεις τοῦτο ἐν πᾶσιν ὀνομάζεις ταχυτῆτα εἶναι; εἴποιμ’ἂν 192bαὐτῷ ὅτι τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὰ διαπραττομένην δύναμιν ταχυτῆτα ἔγωγε καλῶ καὶ περὶ φωνὴν καὶ περὶ δρόμον καὶ περὶ τἆλλα πάντα.

Λαχης
Λα.
Λα.

ὀρθῶς γε σὺ λέγων.

Σωκρατης
Σω.
Σω.

πειρῶ δὴ καὶ σύ, Λάχης, τὴν ἀνδρείαν οὕτως εἰπεῖν τίς οὖσα δύναμις αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία κέκληται.

Λαχης
Λα.
Λα.

δοκεῖ τοίνυν μοι καρτερία τις εἶναι τῆς ψυχῆς, εἰ 192cτό γε διὰ πάντων πεφυκὸς δεῖ εἰπεῖν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν δεῖ, εἴ γε τὸ ἐρωτώμενον ἀποκρινούμεθα ἡμῖν αὐτοῖς. τοῦτο τοίνυν ἔμοιγε φαίνεται · οὔτι πᾶσά γε, ὡς ἐγᾦμαι, καρτερία ἀνδρεία σοι φαίνεται. τεκμαίρομαι δὲ ἐνθένδε · σχεδὸν γάρ τι οἶδα, Λάχης, ὅτι τῶν πάνυ καλῶν πραγμάτων ἡγῇ σὺ ἀνδρείαν εἶναι.

Λαχης
Λα.
Λα.

εὖ μὲν οὖν ἴσθι ὅτι τῶν καλλίστων.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μὲν μετὰ φρονήσεως καρτερία καλὴ κἀγαθή;

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δ’ μετ’ἀφροσύνης; οὐ τοὐναντίον ταύτῃ βλαβερὰ καὶ κακοῦργος;

Λαχης
Λα.
Λα.

ναί.

Σωκρατης
Σω.
Σω.

καλὸν οὖν τι φήσεις σὺ εἶναι τὸ τοιοῦτον, ὂν κακοῦργόντε καὶ βλαβερόν;

Λαχης
Λα.
Λα.

οὔκουν δίκαιόν γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα τήν γε τοιαύτην καρτερίαν ἀνδρείαν ὁμολογήσεις εἶναι, ἐπειδήπερ οὐ καλή ἐστιν, δὲ ἀνδρεία καλόν ἐστιν.

Λαχης
Λα.
Λα.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

φρόνιμος ἄρα καρτερία κατὰ τὸν σὸν λόγον ἀνδρεία ἂν εἴη.

Λαχης
Λα.
Λα.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἴδωμεν δή, εἰς τί φρόνιμος; εἰς ἅπαντα καὶ τὰ μεγάλα καὶ τὰ σμικρά; οἷον εἴ τις καρτερεῖ ἀναλίσκων ἀργύριον φρονίμως, εἰδὼς ὅτι ἀναλώσας πλέον ἐκτήσεται, τοῦτον ἀνδρεῖον καλοῖς ἄν;

Λαχης
Λα.
Λα.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἄλλου τινὸς καὶ δεομένου πιεῖν φαγεῖν 193aδοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ;

Λαχης
Λα.
Λα.

οὐ δ’ὁπωστιοῦν οὐ δ’αὕτη.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθήσουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους μαχεῖται μεθ’ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω, τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειντε καὶ καρτερεῖν;

Λαχης
Λα.
Λα.

τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ἀφρονεστέρα γε τούτου τοῦ ἑτέρου καρτερία.

Λαχης
Λα.
Λα.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

καὶ τὸν μετ’ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εἶναι τὸν ἄνευ ἐπιστήμης.

Λαχης
Λα.
Λα.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ τὸν μετὰ σφενδονητικῆς τοξικῆς ἄλλης τινὸς τέχνης καρτεροῦντα.

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.

Λαχης
Λα.
Λα.

τί γὰρ ἄν τις ἄλλο φαίη, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐδέν, εἴπερ οἴοιτό γε οὕτως.

Λαχης
Λα.
Λα.

ἀλλὰ μὴν οἶμαί γε.

Σωκρατης
Σω.
Σω.

καὶ μήν που ἀφρονεστέρως γε, Λάχης, οἱ τοιοῦτοι κινδυνεύουσίντε καὶ καρτεροῦσιν οἱ μετὰ τέχνης αὐτὸ πράττοντες.

Λαχης
Λα.
Λα.

φαίνονται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αἰσχρὰ ἄφρων τόλματε καὶ καρτέρησις ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά;

Λαχης
Λα.
Λα.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι.

Λαχης
Λα.
Λα.

ὡμολογεῖτο γάρ.

Σωκρατης
Σω.
Σω.

νῦν δ’αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι.

Λαχης
Λα.
Λα.

ἐοίκαμεν.

Σωκρατης
Σω.
Σω.

καλῶς οὖν σοι δοκοῦμεν λέγειν;

Λαχης
Λα.
Λα.

μὰ τὸν Δί’, Σώκρατες, ἐμοὶ μὲν οὔ.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμόσμεθα 193eἐγώτε καὶ σύ, Λάχης · τὰ γὰρ ἔργα οὐ συμφωνεῖ ἡμῖν τοῖς λόγοις. ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δ’, ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.

Λαχης
Λα.
Λα.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

τί οὖν; δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι;

Λαχης
Λα.
Λα.

οὐ δ’ὁπωστιοῦν.

Σωκρατης
Σω.
Σω.

βούλει οὖν λέγομεν πειθώμεθα τό γε τοσοῦτον;

Λαχης
Λα.
Λα.

τὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ;

Σωκρατης
Σω.
Σω.

τῷ λόγῳ ὃς καρτερεῖν κελεύει. εἰ οὖν βούλει, καὶ ἡμεῖς ἐπὶ τῇ ζητήσει ἐπιμείνωμέντε καὶ καρτερήσωμεν, ἵνα καὶ μὴ ἡμῶν αὐτὴ ἀνδρεία καταγελάσῃ, ὅτι οὐκ ἀνδρείως αὐτὴν ζητοῦμεν, εἰ ἄρα πολλάκις αὐτὴ καρτέρησίς ἐστιν ἀνδρεία.

Λαχης
Λα.
Λα.

ἐγὼ μὲν ἕτοιμος, Σώκρατες, μὴ προαφίστασθαι. καίτοι ἀήθης γ’εἰμὶ τῶν τοιούτων λόγων · ἀλλά τίς με καὶ φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγανακτῶ 194bεἰ οὑτωσὶ νοῶ μὴ οἷόςτ’εἰμὶ εἰπεῖν. νοεῖν μὲν γὰρ ἔμοιγε δοκῶ περὶ ἀνδρείας ὅτι ἔστιν, οὐκ οἶδα δ’ὅπῃ με ἄρτι διέφυγεν, ὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ εἰπεῖν ὅτι ἔστιν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, φίλε, τὸν ἀγαθὸν κυνηγέτην μεταθεῖν χρὴ καὶ μὴ ἀνιέναι.

Λαχης
Λα.
Λα.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

βούλει οὖν καὶ Νικίαν τόνδε παρακαλῶμεν ἐπὶ τὸ κυνηγέσιον, εἴ τι ἡμῶν εὐπορώτερός ἐστιν;

Λαχης
Λα.
Λα.

βούλομαι · πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

ἴθι δή, Νικία, ἀνδράσι φίλοις χειμαζομένοις ἐν λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεις δύναμιν. τὰ μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷς ὡς ἄπορα · σὺ δ’εἰπὼν ὅτι ἡγῇ ἀνδρείαν εἶναι, ἡμᾶςτε τῆς ἀπορίας ἔκλυσαι καὶ αὐτὸς νοεῖς τῷ λόγῳ βεβαίωσαι.

Νικιας
Νι.
Νι.

δοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶς, Σώκρατες, ὁρίζεσθαι τὴν ἀνδρείαν · γὰρ ἐγὼ σοῦ ἤδη καλῶς λέγοντος ἀκήκοα, τούτῳ οὐ χρῆσθε.

Σωκρατης
Σω.
Σω.

ποίῳ δή, Νικία;

Νικιας
Νι.
Νι.

πολλάκις ἀκήκοά σου λέγοντος ὅτι ταῦτα ἀγαθὸς ἕκαστος ἡμῶν ἅπερ σοφός, δὲ ἀμαθής, ταῦτα δὲ κακός.

Σωκρατης
Σω.
Σω.

ἀληθῆ μέντοι νὴ Δία λέγεις, Νικία.

Νικιας
Νι.
Νι.

οὐκοῦν εἴπερ ἀνδρεῖος ἀγαθός, δῆλον ὅτι σοφός ἐστιν.

Σωκρατης
Σω.
Σω.

ἤκουσας, Λάχης;

Λαχης
Λα.
Λα.

ἔγωγε, καὶ οὐ σφόδρα γε μανθάνω λέγει.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἐγὼ δοκῶ μανθάνειν, καί μοι δοκεῖ ἁνὴρ σοφίαν τινὰ τὴν ἀνδρείαν λέγειν.

Λαχης
Λα.
Λα.

ποίαν, Σώκρατες, σοφίαν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τόνδε τοῦτο ἐρωτᾷς;

Λαχης
Λα.
Λα.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, αὐτῷ εἰπέ, Νικία, ποία σοφία ἀνδρεία ἂν εἴη κατὰ τὸν σὸν λόγον. οὐ γάρ που γε αὐλητική.

Νικιας
Νι.
Νι.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ μὴν κιθαριστική.

Νικιας
Νι.
Νι.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τίς δὴ αὕτη τίνος ἐπιστήμη;

Λαχης
Λα.
Λα.

πάνυ μὲν οὖν ὀρθῶς αὐτὸν ἐρωτᾷς, Σώκρατες, καὶ εἰπέτω γε τίνα φησὶν αὐτὴν εἶναι.

Νικιας
Νι.
Νι.

ταύτην ἔγωγε, Λάχης, τὴν τῶν δεινῶν καὶ θαρραλέων 195aἐπιστήμην καὶ ἐν πολέμῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.

Λαχης
Λα.
Λα.

ὡς ἄτοπα λέγει, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

πρὸς τί τοῦτ’εἶπες βλέψας, Λάχης;

Λαχης
Λα.
Λα.

πρὸς ὅτι; χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.

Σωκρατης
Σω.
Σω.

οὔκουν φησί γε Νικίας.

Λαχης
Λα.
Λα.

οὐ μέντοι μὰ Δία · ταῦτά τοι καὶ ληρεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν.

Νικιας
Νι.
Νι.

οὔκ, ἀλλά μοι δοκεῖ, Σώκρατες, Λάχης ἐπιθυμεῖν κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι τοιοῦτός 195bτις ἐφάνη.

Λαχης
Λα.
Λα.

πάνυ μὲν οὖν, Νικία, καὶ πειράσομαί γε ἀποφῆναι · οὐδὲν γὰρ λέγεις. ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ τὰ δεινὰ ἐπίστανται; οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι; τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς;

Νικιας
Νι.
Νι.

οὐ δ’ὁπωστιοῦν.

Λαχης
Λα.
Λα.

οὐ δέ γε τοὺς γεωργοὺς οἶμαι. καίτοι τά γε ἐν τῇ γεωργίᾳ δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινάτε καὶ 195cθαρραλέα ἴσασιν · ἀλλ’οὐδέν τι μᾶλλον οὗτοι ἀνδρεῖοί εἰσιν.

Σωκρατης
Σω.
Σω.

τί δοκεῖ Λάχης λέγειν, Νικία; ἔοικεν μέντοι λέγειν τι.

Νικιας
Νι.
Νι.

καὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε.

Σωκρατης
Σω.
Σω.

πῶς δή;

Νικιας
Νι.
Νι.

ὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς κάμνοντας τὸ ὑγιεινὸν εἰπεῖν οἷόντε καὶ νοσῶδες. οἱ δὲ δήπου τοσοῦτον μόνον ἴσασιν · εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον τὸ κάμνειν, ἡγῇ σὺ τουτί, Λάχης, τοὺς ἰατροὺς ἐπίστασθαι; οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου ἄμεινον εἶναι μὴ ἀναστῆναι ἀναστῆναι; τοῦτο γὰρ εἰπέ · σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον τεθνάναι;

Λαχης
Λα.
Λα.

οἶμαι ἔγωγε τοῦτό γε.

Νικιας
Νι.
Νι.

οἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι καὶ οἷς ζῆν;

Λαχης
Λα.
Λα.

οὐκ ἔγωγε.

Νικιας
Νι.
Νι.

ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ;

Σωκρατης
Σω.
Σω.

κατανοεῖς, Λάχης, ὅτι λέγει;

Λαχης
Λα.
Λα.

ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους · τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν τεθνάναι; καίτοι σύ, Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι οὔτε μάντις οὔτε ἀνδρεῖος;

Νικιας
Νι.
Νι.

τί δέ; μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα;

Λαχης
Λα.
Λα.

ἔγωγε · τίνι γὰρ ἄλλῳ;

Νικιας
Νι.
Νι.

ὧι ἐγὼ λέγω πολὺ μᾶλλον, βέλτιστε · ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται, 196aεἴτε νίκη εἴτε ἧττα πολέμου καὶ ἄλλης τινὸς ἀγωνίας · ὅτι δέ τῳ ἄμεινον τούτων παθεῖν μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἄλλῳ ὁτῳοῦν;

Λαχης
Λα.
Λα.

ἀλλ’ἐγὼ τούτου οὐ μανθάνω, Σώκρατες, ὅτι βούλεται λέγειν · οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν 196bγενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν · καίτοι κἂν ἡμεῖς οἷοίτε ἦμεν ἄρτι ἐγώτε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν. εἰ μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα λόγον ταῦτα ποιεῖν · νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ;

Σωκρατης
Σω.
Σω.

οὐδὲν οὐ δ’ἐμοὶ δοκεῖ, Λάχης · ἀλλ’ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ · καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν.

Λαχης
Λα.
Λα.

σὺ τοίνυν, Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου · ἐγὼ δ’ἴσως ἱκανῶς πέπυσμαι.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐδέν με κωλύει · κοινὴ γὰρ ἔσται πύστις ὑπὲρ ἐμοῦτε καὶ σοῦ.

Λαχης
Λα.
Λα.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

λέγε δή μοι, Νικία μᾶλλον δ’ἡμῖν · κοινούμεθα 196dγὰρ ἐγώτε καὶ Λάχης τὸν λόγον τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶντε καὶ θαρραλέων εἶναι;

Νικιας
Νι.
Νι.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μη δὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ · οὐχ οὕτως ἔλεγες;

Νικιας
Νι.
Νι.

οὕτω μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

κατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς γνοίη οὐ δ’ἂν ἀνδρεία γένοιτο.

Νικιας
Νι.
Νι.

οὔ μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

δῆλον δή, Νικία, ὅτι οὐ δὲ τὴν Κρομμυωνίαν ὗν πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι. τοῦτο δὲ λέγω οὐ παίζων, ἀλλ’ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς θηρίου ἀποδέχεσθαι ἀνδρείαν, συγχωρεῖν θηρίον τι οὕτω σοφὸν εἶναι, ὥστε ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ εἶναι γνῶναι, ταῦτα λέοντα πάρδαλιν τινα κάπρον φάναι εἰδέναι · ἀλλ’ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον ἀνδρείαν τοῦθ’ὅπερ σὺ τίθεσαι.

Λαχης
Λα.
Λα.

νὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, Σώκρατες. καὶ ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, Νικία, πότερον σοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία, πάντες ὁμολογοῦμεν ἀνδρεῖα εἶναι, πᾶσιν ἐναντιούμενος τολμᾷς μη δὲ ἀνδρεῖα αὐτὰ καλεῖν;

Νικιας
Νι.
Νι.

οὐ γάρ τι, Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον, ἀλλ’ἄφοβον καὶ μῶρον · καὶ τὰ παιδία πάντα οἴει με 197bἀνδρεῖα καλεῖν, δι’ἄνοιαν οὐδὲν δέδοικεν; ἀλλ’οἶμαι τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ θηρίων. ταῦτ’οὖν σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ 197cθρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω.

Λαχης
Λα.
Λα.

θέασαι, Σώκρατες, ὡς εὖ ὅδε ἑαυτὸν δή, ὡς οἴεται, κοσμεῖ τῷ λόγῳ · οὓς δὲ πάντες ὁμολογοῦσιν ἀνδρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς.

Νικιας
Νι.
Νι.

οὔκουν σέ γε, Λάχης, ἀλλὰ θάρρει · φημὶ γάρ σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ ἄλλους γε συχνοὺς Ἀθηναίων.

Λαχης
Λα.
Λα.

οὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς ὡς ἀληθῶς Αἰξωνέα εἶναι.

Σωκρατης
Σω.
Σω.

μη δέ γε εἴπῃς, Λάχης · καὶ γάρ μοι δοκεῖς οὐ δὲ ᾐσθῆσθαι ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, δὲ Δάμων τῷ προδίκῳ πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.

Λαχης
Λα.
Λα.

καὶ γὰρ πρέπει, Σώκρατες, σοφιστῇ τὰ τοιαῦτα μᾶλλον κομψεύεσθαι ἀνδρὶ ὃν πόλις ἀξιοῖ αὑτῆς προεστάναι.

Σωκρατης
Σω.
Σω.

πρέπει μέν που, μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν · δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν.

Λαχης
Λα.
Λα.

αὐτὸς τοίνυν σκόπει, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τοῦτο μέλλω ποιεῖν, ἄριστε · μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα.

Λαχης
Λα.
Λα.

ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ δοκεῖ. σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ 198aἀρχῆς · οἶσθ’ὅτι τὴν ἀνδρείαν κατ’ἀρχὰς τοῦ λόγου ἐσκοποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες;

Νικιας
Νι.
Νι.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, σύμπαντα ἀρετὴ κέκληται;

Νικιας
Νι.
Νι.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις; ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλ’ἄττα τοιαῦτα. οὐ καὶ σύ;

Νικιας
Νι.
Νι.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἔχε δή. ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλ’ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα. μὲν οὖν ἡμεῖς ἡγούμεθα, φράσομέν σοι · σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις. ἡγούμεθα δ’ἡμεῖς δεινὰ μὲν εἶναι καὶ δέος παρέχει, θαρραλέα δὲ μὴ δέος παρέχει δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐ δὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα · δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ οὐχ οὕτω καὶ συνδοκεῖ, Λάχης;

Λαχης
Λα.
Λα.

πάνυ γε σφόδρα, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τὰ μὲν ἡμέτερα τοίνυν, Νικία, ἀκούεις, ὅτι δεινὰ μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ ἀγαθὰ μέλλοντα · σὺ δὲ ταύτῃ ἄλλῃ περὶ τούτων λέγεις;

Νικιας
Νι.
Νι.

ταύτῃ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσαγορεύεις;

Νικιας
Νι.
Νι.

κομιδῇ γε.

Σωκρατης
Σω.
Σω.

ἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοίτε καὶ ἡμῖν.

Νικιας
Νι.
Νι.

τὸ ποῖον δὴ τοῦτο;

Σωκρατης
Σω.
Σω.

ἐγὼ δὴ φράσω. δοκεῖ γὰρ δὴ ἐμοίτε καὶ τῷδε, περὶ ὅσων ἐστὶν ἐπιστήμη, οὐκ ἄλλη μὲν εἶναι περὶ γεγονότος εἰδέναι ὅπῃ γέγονεν, ἄλλη δὲ περὶ γιγνομένων ὅπῃ γίγνεται, ἄλλη δὲ ὅπῃ ἂν κάλλιστα γένοιτο καὶ γενήσεται τὸ μήπω γεγονός, ἀλλ’ αὐτή. οἷον περὶ τὸ ὑγιεινὸν εἰς ἅπαντας τοὺς χρόνους οὐκ ἄλλη τις ἰατρική, μία οὖσα, ἐφορᾷ καὶ γιγνόμενα καὶ γεγονότα καὶ γενησόμενα ὅπῃ 198eγενήσεται · καὶ περὶ τὰ ἐκ τῆς γῆς αὖ φυόμενα γεωργία ὡσαύτως ἔχει · καὶ δήπου τὰ περὶ τὸν πόλεμον αὐτοὶ ἂν μαρτυρήσαιτε ὅτι στρατηγία κάλλιστα προμηθεῖται τάτε ἄλλα καὶ περὶ τὸ μέλλον ἔσεσθαι, οὐ δὲ τῇ μαντικῇ οἴεται δεῖν ὑπηρετεῖν ἀλλὰ ἄρχειν, ὡς εἰδυῖα κάλλιον 199aτὰ περὶ τὸν πόλεμον καὶ γιγνόμενα καὶ γενησόμενα · καὶ νόμος οὕτω τάττει, μὴ τὸν μάντιν τοῦ στρατηγοῦ ἄρχειν, ἀλλὰ τὸν στρατηγὸν τοῦ μάντεως. φήσομεν ταῦτα, Λάχης;

Λαχης
Λα.
Λα.

φήσομεν.

Σωκρατης
Σω.
Σω.

τί δέ; σὺ ἡμῖν, Νικία, σύμφῃς περὶ τῶν αὐτῶν τὴν αὐτὴν ἐπιστήμην καὶ ἐσομένων καὶ γιγνομένων καὶ γεγονότων ἐπαΐειν;

Νικιας
Νι.
Νι.

ἔγωγε · δοκεῖ γάρ μοι οὕτως, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, ἄριστε, καὶ ἀνδρεία τῶν δεινῶν ἐπιστήμη 199bἐστὶν καὶ θαρραλέων, ὡς φῄς · γάρ;

Νικιας
Νι.
Νι.

ναί.

Σωκρατης
Σω.
Σω.

τὰ δὲ δεινὰ ὡμολόγηται καὶ τὰ θαρραλέα τὰ μὲν μέλλοντα ἀγαθά, τὰ δὲ μέλλοντα κακὰ εἶναι.

Νικιας
Νι.
Νι.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

δέ γ’αὐτὴ ἐπιστήμη τῶν αὐτῶν καὶ μελλόντων καὶ πάντως ἐχόντων εἶναι.

Νικιας
Νι.
Νι.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐ μόνον ἄρα τῶν δεινῶν καὶ θαρραλέων ἀνδρεία ἐπιστήμη ἐστίν · οὐ γὰρ μελλόντων μόνον πέρι τῶν ἀγαθῶντε καὶ κακῶν ἐπαΐει, ἀλλὰ καὶ γιγνομένων καὶ γεγονότων 199cκαὶ πάντως ἐχόντων, ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι.

Νικιας
Νι.
Νι.

ἔοικέν γε.

Σωκρατης
Σω.
Σω.

μέρος ἄρα ἀνδρείας ἡμῖν, Νικία, ἀπεκρίνω σχεδόν τι τρίτον · καίτοι ἡμεῖς ἠρωτῶμεν ὅλην ἀνδρείαν ὅτι εἴη. καὶ νῦν δή, ὡς ἔοικεν, κατὰ τὸν σὸν λόγον οὐ μόνον δεινῶντε καὶ θαρραλέων ἐπιστήμη ἀνδρεία ἐστίν, ἀλλὰ σχεδόν τι περὶ πάντων ἀγαθῶντε καὶ κακῶν καὶ πάντως ἐχόντων, ὡς 199dνῦν αὖ σὸς λόγος, ἀνδρεία ἂν εἴη. οὕτως αὖ μετατίθεσθαι πῶς λέγεις, Νικία;

Νικιας
Νι.
Νι.

ἔμοιγε δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

δοκεῖ οὖν σοι, δαιμόνιε, ἀπολείπειν ἄν τι τοιοῦτος ἀρετῆς, εἴπερ εἰδείη τάτε ἀγαθὰ πάντα καὶ παντάπασιν ὡς γίγνεται καὶ γενήσεται καὶ γέγονε, καὶ τὰ κακὰ ὡσαύτως; καὶ τοῦτον οἴει ἂν σὺ ἐνδεᾶ εἶναι σωφροσύνης δικαιοσύνηςτε καὶ ὁσιότητος, γε μόνῳ προσήκει καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους ἐξευλαβεῖσθαίτε τὰ δεινὰ καὶ τὰ 199eμή, καὶ τἀγαθὰ πορίζεσθαι, ἐπισταμένῳ ὀρθῶς προσομιλεῖν;

Νικιας
Νι.
Νι.

λέγειν τὶ Σώκρατές μοι δοκεῖς.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα, Νικία, μόριον ἀρετῆς ἂν εἴη τὸ νῦν σοι λεγόμενον, ἀλλὰ σύμπασα ἀρετή.

Νικιας
Νι.
Νι.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἔφαμέν γε τὴν ἀνδρείαν μόριον εἶναι ἓν τῶν τῆς ἀρετῆς.

Νικιας
Νι.
Νι.

ἔφαμεν γάρ.

Σωκρατης
Σω.
Σω.

τὸ δέ γε νῦν λεγόμενον οὐ φαίνεται.

Νικιας
Νι.
Νι.

οὐκ ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα ηὑρήκαμεν, Νικία, ἀνδρεία ὅτι ἔστιν.

Νικιας
Νι.
Νι.

οὐ φαινόμεθα.

Λαχης
Λα.
Λα.

καὶ μὴν ἔγωγε, φίλε Νικία, ᾤμην σε εὑρήσειν, 200aἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου · πάνυ δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ αὐτὴν ἀνευρήσεις.

Νικιας
Νι.
Νι.

εὖ γε, Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλ’εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετ’ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι. σὺ 200bμὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐ δὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους · ἐγὼ δ’οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦντε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐ δ’ἰδὼν πώποτε τὸν Δάμωνα καὶ μετ’ἄλλων · καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω · δοκεῖς 200cγάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.

Λαχης
Λα.
Λα.

σοφὸς γάρ τοι σὺ εἶ, Νικία. ἀλλ’ὅμως ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι · εἰ δὲ καὶ ἐμοὶ ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτ’ἐποίουν.

Νικιας
Νι.
Νι.

ταῦτα μὲν κἀγὼ συγχωρῶ · ἐάνπερ ἐθέλῃ Σωκράτης τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν. ἐπεὶ κἂν 200dἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι οὗτος · ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει. ἀλλ’ὅρα, Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.

Λυσιμαχος
Λυ.
Λυ.

δίκαιόν γέ τοι, Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ ἂν ἐθελήσαιμι ποιεῖν, οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι. πῶς οὖν φῄς, Σώκρατες; ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις;

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἂν δεινὸν εἴη, Λυσίμαχε, τοῦτό γε, μὴ ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι. εἰ μὲν οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον παρακαλεῖν, νῦν δ’ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα · τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο; ἐμοὶ μὲν οὖν δὴ αὐτῷ 201aδοκεῖ οὐδένα · ἀλλ’ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν τι δόξω συμβουλεύειν ὑμῖν. ἐγὼ γάρ φημι χρῆναι, ἄνδρες οὐδεὶς γὰρ ἔκφορος λόγος κοινῇ πάντας ἡμᾶς ζητεῖν μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον δεόμεθα γάρ ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους μήτε ἄλλου μηδενός · ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχομεν οὐ συμβουλεύω. εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι 201bτηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ ἀγαθὴν εἶναι αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι. καὶ ἡμεῖς οὖν ἐάσαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν μειρακίων ἐπιμέλειαν ποιησώμεθα.

Λυσιμαχος
Λυ.
Λυ.

ἐμοὶ μὲν ἀρέσκει, Σώκρατες, λέγεις · καὶ ἐθέλω, ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν μετὰ τῶν νεανίσκων. ἀλλά μοι οὑτωσὶ ποίησον · αὔριον 201cἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευσώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν διαλύσωμεν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ ποιήσω, Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.