Plato

Alcibiades 2

Σωκρατης
Σω.
Σω.

Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος πορεύῃ;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

φαίνῃ γέ τοι ἐσκυθρωπακέναιτε καὶ εἰς γῆν βλέπειν, ὥς τι συννοούμενος.

Αλκιβιαδης
Αλ.
Αλ.

καὶ τί ἄν τις συννοοῖτο, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

τὴν μεγίστην, Ἀλκιβιάδη, σύννοιαν, ὥς γ’ἐμοὶ 138bδοκεῖ. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, τυγχάνομεν εὐχόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἐνίοτε τούτων τὰ μὲν διδόναι, τὰ δ’οὔ, καὶ ἔστιν οἷς μὲν αὐτῶν, ἔστι δ’οἷς οὔ;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν δοκεῖ σοι πολλῆς προμηθείας γε προσδεῖσθαι, ὅπως μὴ λήσεται αὑτὸν εὐχόμενος μεγάλα κακά, δοκῶν δ’ἀγαθά, οἱ δὲ θεοὶ τύχωσιν ἐν ταύτῃ ὄντες τῇ ἕξει, ἐν διδόασιν αὐτοὶ τις εὐχόμενος τυγχάνει; ὥσπερ τὸν Οἰδίπουν 138cαὐτίκα φασὶν εὔξασθαι χαλκῷ διελέσθαι τὰ πατρῷα τοὺς ὑεῖς · ἐξὸν αὐτῷ τῶν παρόντων αὐτῷ κακῶν ἀποτροπήν τινα εὔξασθαι, ἕτερα πρὸς τοῖς ὑπάρχουσιν κατηρᾶτο · τοιγαροῦν ταῦτάτε ἐξετελέσθη, καὶ ἐκ τούτων ἄλλα πολλὰ καὶ δεινά, τί δεῖ καθ’ἕκαστα λέγειν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλὰ σὺ μέν, Σώκρατες, μαινόμενον ἄνθρωπον εἴρηκας · ἐπεὶ τίς ἄν σοι δοκεῖ τολμῆσαι ὑγιαίνων τοιαῦτ’εὔξασθαι;

Σωκρατης
Σω.
Σω.

τὸ μαίνεσθαι ἆρά γε ὑπεναντίον σοι δοκεῖ τῷ φρονεῖν;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἄφρονες δὲ καὶ φρόνιμοι δοκοῦσιν ἄνθρωποι εἶναι τινές σοι;

Αλκιβιαδης
Αλ.
Αλ.

εἶναι μέντοι.

Σωκρατης
Σω.
Σω.

φέρε δή, ἐπισκεψώμεθα τίνες ποτ’εἰσὶν οὗτοι. ὅτι μὲν γάρ εἰσί τινες, ὡμολόγηται, ἄφρονέςτε καὶ φρόνιμοι, καὶ μαινόμενοι ἕτεροι.

Αλκιβιαδης
Αλ.
Αλ.

ὡμολόγηται γάρ.

Σωκρατης
Σω.
Σω.

ἔτι δὲ ὑγιαίνοντές εἰσί τινες;

Αλκιβιαδης
Αλ.
Αλ.

εἰσίν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ἀσθενοῦντες ἕτεροι;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὐχ οἱ αὐτοί;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ γάρ.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν καὶ ἕτεροί τινές εἰσιν, οἳ μηδέτερα τούτων πεπόνθασιν;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἀνάγκη γάρ ἐστιν ἄνθρωπον ὄντα νοσεῖν μὴ νοσεῖν.

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τί δέ; περὶ φρονήσεως καὶ ἀφροσύνης ἆρά γε τὴν αὐτὴν ἔχεις σὺ γνώμην;

Αλκιβιαδης
Αλ.
Αλ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

εἰ δοκεῖ σοι οἷόντε εἶναι φρόνιμον ἄφρονα, ἔστι τι διὰ μέσου τρίτον πάθος, ποιεῖ τὸν ἄνθρωπον μήτε 139bφρόνιμον μήτε ἄφρονα;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἀνάγκη ἄρ’ἐστὶ τὸ ἕτερον τούτων πεπονθέναι.

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι μανίαν φρονήσει;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος, ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;

Αλκιβιαδης
Αλ.
Αλ.

ὡμολόγησα γάρ.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.

Αλκιβιαδης
Αλ.
Αλ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

πάντας οὖν ἂν φάντες, Ἀλκιβιάδη, τοὺς ἄφρονας μαίνεσθαι ὀρθῶς ἂν φαίημεν · αὐτίκα τῶν σῶν ἡλικιωτῶν εἴ τινες τυγχάνουσιν ἄφρονες ὄντες, ὥσπερ εἰσί, καὶ τῶν ἔτι πρεσβυτέρων. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τῶν ἐν τῇ πόλει ὀλίγους μὲν εἶναι τοὺς φρονίμους, ἄφρονας δὲ δὴ τοὺς πολλούς, οὓς δὴ σὺ μαινομένους καλεῖς;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οἴει ἂν οὖν χαίροντας ἡμᾶς εἶναι μετὰ τοσούτων 139dμαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλλομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι, πάλαι δὴ δίκην δεδωκέναι; ἀλλὰ ὅρα, μακάριε, μὴ οὐχ οὕτως ταῦτ’ἔχει.

Αλκιβιαδης
Αλ.
Αλ.

πῶς ἂν οὖν ποτ’ἔχοι, Σώκρατες; κινδυνεύει γὰρ οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἐμοὶ δοκεῖ. ἀλλὰ τῇδέ πῃ ἀθρητέον.

Αλκιβιαδης
Αλ.
Αλ.

πῇ ποτε λέγεις;

Σωκρατης
Σω.
Σω.

ἐγὼ δή σοί γε ἐρῶ. ὑπολαμβάνομέν γέ τινας εἶναι νοσοῦντας · οὔ;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα ποδαγρᾶν πυρέττειν ὀφθαλμιᾶν, οὐκ ἂν δοκεῖ σοι καὶ μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν; πολλαὶ γὰρ δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκοῦσιν.

Σωκρατης
Σω.
Σω.

ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;

Αλκιβιαδης
Αλ.
Αλ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα ἔμοιγε · ἀπορῶ μέντοι γε πῶς λέγω.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύντε δύο σκεπτομένω τυχὸν εὑρήσομεν.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλὰ προσέχω, Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία;

Αλκιβιαδης
Αλ.
Αλ.

ὡμολογήθη.

Σωκρατης
Σω.
Σω.

καὶ ὀρθῶς γέ μοι δοκεῖ ὁμολογηθῆναι. καὶ γὰρ οἱ πυρέττοντες πάντες νοσοῦσιν, οὐ μέντοι οἱ νοσοῦντες πάντες πυρέττουσιν οὐ δὲ ποδαγρῶσιν οὐ δέ γε ὀφθαλμιῶσιν, 140bοἶμαι · ἀλλὰ νόσος μὲν πᾶν τὸ τοιοῦτόν ἐστι, διαφέρειν δέ φασιν οὓς δὴ καλοῦμεν ἰατροὺς τὴν ἀπεργασίαν αὐτῶν. οὐ γὰρ πᾶσιν οὔτε ὅμοιαι οὔτε ὁμοίως διαπράττονται, ἀλλὰ κατὰ τὴν αὑτῆς δύναμιν ἑκάστη · νόσοι μέντοι πᾶσαί εἰσιν. ὥσπερ δημιουργούς τινας ὑπολαμβάνομεν · οὔ;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοὺς σκυτοτόμους καὶ τέκτονας καὶ ἀνδριαντοποιοὺς καὶ ἑτέρους παμπληθεῖς, οὓς τί δεῖ καθ’ἕκαστα λέγειν; ἔχουσι δ’οὖν διειληφότες δημιουργίας μέρη, καὶ 140cπάντες οὗτοί εἰσι δημιουργοί, οὐ μέντοι εἰσὶ τέκτονές γε οὐ δὲ σκυτοτόμοι οὐ δ’ἀνδριαντοποιοί, οἳ σύμπαντές εἰσι δημιουργοί.

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οὕτως μὲν τοίνυν καὶ τὴν ἀφροσύνην διειληφότες εἰσί, καὶ τοὺς μὲν πλεῖστον αὐτῆς μέρος ἔχοντας μαινομένους καλοῦμεν, τοὺς δ’ὀλίγον ἔλαττον ἠλιθίουςτε καὶ ἐμβροντήτους · οἱ δὲ ἐν εὐφημοτάτοις ὀνόμασι βουλόμενοι κατονομάζειν οἱ μὲν μεγαλοψύχους, οἱ δὲ εὐήθεις, ἕτεροι δὲ 140dἀκάκους καὶ ἀπείρους καὶ ἐνεούς · εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ ἀναζητῶν ὀνόματα. πάντα δὲ ταῦτα ἀφροσύνη ἐστίν, διαφέρει δέ, ὥσπερ τέχνη τέχνης ἡμῖν κατεφαίνετο καὶ νόσος νόσου · πῶς σοι δοκεῖ;

Αλκιβιαδης
Αλ.
Αλ.

ἐμοὶ μὲν οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀπ’ἐκείνου πάλιν ἐπανέλθωμεν. ἦν γὰρ δήπου καὶ ἐν ἀρχῇ τοῦ λόγου, σκεπτέον εἶναι τοὺς ἄφρονάςτε καὶ φρονίμους, τίνες ποτ’εἰσίν. ὡμολόγητο γὰρ εἶναί τινας · γὰρ οὔ;

Αλκιβιαδης
Αλ.
Αλ.

ναί, ὡμολόγηται.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν τούτους φρονίμους ὑπολαμβάνεις, οἳ ἂν εἰδῶσιν ἅττα δεῖ πράττειν καὶ λέγειν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἄφρονας δὲ ποτέρους; ἆρά γε τοὺς μηδέτερα τούτων εἰδότας;

Αλκιβιαδης
Αλ.
Αλ.

τούτους.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ;

Αλκιβιαδης
Αλ.
Αλ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

τούτων μέντοι ἔλεγον, Ἀλκιβιάδη, καὶ τὸν 141aΟἰδίπουν εἶναι τῶν ἀνθρώπων · εὑρήσεις δ’ἔτι καὶ τῶν νῦν πολλοὺς οὐκ ὀργῇ κεχρημένους, ὥσπερ ἐκεῖνον, οὐ δ’οἰομένους κακά σφισιν εὔχεσθαι, ἀλλ’ἀγαθά. ἐκεῖνος μὲν ὥσπερ οὐ δ’ηὔχετο, οὐ δ’ᾤετο · ἕτεροι δέ τινές εἰσιν οἳ τἀναντία τούτων πεπόνθασιν. ἐγὼ μὲν γὰρ οἶμαί σε πρῶτον, εἴ σοι ἐμφανὴς γενόμενος θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος, ἐρωτήσειεν, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι τύραννον γενέσθαι τῆς Ἀθηναίων πόλεως · εἰ δὲ τοῦτο φαῦλον ἡγήσαιο καὶ μὴ μέγα τι, προσθείη καὶ 141bπάντων τῶν Ἑλλήνων · εἰ δέ σε ὁρῴη ἔτι ἔλαττον δοκοῦντα ἔχειν, εἰ μὴ καὶ πάσης Εὐρώπης, ὑποσταίη σοι καὶ τοῦτο, καὶ τοῦτο μὴ μόνον ὑποσταίη, ἀλλ’αὐθημερόν σου βουλομένου ὡς πάντας αἰσθήσεσθαι ὅτι Ἀλκιβιάδης Κλεινίου τύραννός ἐστιν · αὐτὸν οἶμαι ἄν σε ἀπιέναι περιχαρῆ γενόμενον, ὡς τῶν μεγίστων ἀγαθῶν κεκυρηκότα.

Αλκιβιαδης
Αλ.
Αλ.

ἐγὼ μὲν οἶμαι, Σώκρατες, κἂν ἄλλον ὁντινοῦν, εἴπερ τοιαῦτα συμβαίη αὐτῷ.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μέντοι ἀντί γε τῆς σῆς ψυχῆς οὐ δ’ἂν τὴν πάντων Ἑλλήνωντε καὶ βαρβάρων χώραντε καὶ τυραννίδα βουληθείης σοι γενέσθαι.

Αλκιβιαδης
Αλ.
Αλ.

οὐκ οἶμαι ἔγωγε. πῶς γὰρ ἄν, μηθέν γέ τι μέλλων αὐτοῖς χρήσεσθαι;

Σωκρατης
Σω.
Σω.

τί δ’εἰ μέλλοις κακῶςτε καὶ βλαβερῶς χρῆσθαι; οὐ δ’ἂν οὕτως;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ δέχεσθαίτε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις 141dβλάπτεσθαι μέλλοι διὰ ταῦτα τὸ παράπαν τοῦ βίου ἀπαλλαγῆναι. πολλοὺς δ’ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραννίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτ’αὐτοῖς παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν. οἶμαι δέ σε οὐκ ἀνήκοον εἶναι ἔνιά γε χθιζάτε καὶ πρωιζὰ γεγενημένα, ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρασθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννόςτε καὶ εὐδαίμων 141eἀνὴρ ἐσόμενος · κατασχὼν δὲ τρεῖς τέτταρας ἡμέρας τὴν τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφ’ἑτέρων τινῶν ἐτελεύτησεν. ὁρᾷς δὴ καὶ τῶν ἡμετέρων πολιτῶν ταῦτα γὰρ οὐκ ἄλλων ἀκηκόαμεν, ἀλλ’αὐτοὶ παρόντες οἴδαμεν 142aὅσοι στρατηγίας ἐπιθυμήσαντες ἤδη καὶ τυχόντες αὐτῆς οἱ μὲν ἔτι καὶ νῦν φυγάδες τῆσδε τῆς πόλεώς εἰσιν, οἱ δὲ τὸν βίον ἐτελεύτησαν · οἱ δὲ ἄριστα δοκοῦντες αὐτῶν πράττειν διὰ πολλῶν κινδύνων ἐλθόντες καὶ φόβων οὐ μόνον ἐν ταύτῃ τῇ στρατηγίᾳ, ἀλλ’ἐπεὶ εἰς τὴν ἑαυτῶν κατῆλθον, ὑπὸ τῶν συκοφαντῶν πολιορκούμενοι πολιορκίαν οὐδὲν ἐλάττω τῆς ὑπὸ τῶν πολεμίων διετέλεσαν, ὥστε ἐνίους αὐτῶν εὔχεσθαι ἀστρατηγήτους εἶναι μᾶλλον ἐστρατηγηκέναι. εἰ μὲν οὖν ἦσαν οἱ κίνδυνοίτε καὶ πόνοι φέροντες εἰς ὠφέλειαν, εἶχεν ἄν τινα λόγον · νῦν δὲ καὶ πολὺ τοὐναντίον. εὑρήσεις δὲ καὶ περὶ τέκνων τὸν αὐτὸν τρόπον, εὐξαμένους τινὰς ἤδη γενέσθαι καὶ γενομένων εἰς συμφοράςτε καὶ λύπας τὰς μεγίστας καταστάντας. οἱ μὲν γὰρ μοχθηρῶν διὰ τέλους ὄντων τῶν τέκνων ὅλον τὸν βίον λυπούμενοι διήγαγον · τοὺς δὲ χρηστῶν μὲν γενομένων, 142cσυμφοραῖς δὲ χρησαμένων ὥστε στερηθῆναι, καὶ τούτους οὐδὲν εἰς ἐλάττονας δυστυχίας καθεστηκότας ἤπερ ἐκείνους καὶ βουλομένους ἂν ἀγένητα μᾶλλον εἶναι γενέσθαι. ἀλλ’ὅμως τούτωντε καὶ ἑτέρων πολλῶν ὁμοιοτρόπων τούτοις οὕτω σφόδρα καταδήλων ὄντων, σπάνιον εὑρεῖν ὅστις ἂν διδομένων ἀπόσχοιτο μέλλων δι’εὐχῆς τεύξεσθαι παύσαιτο ἂν εὐχόμενος · οἱ δὲ πολλοὶ οὔτε ἂν τυραννίδος διδομένης ἀπόσχοιντο ἂν οὔτε στρατηγίας οὐ δ’ἑτέρων 142dπολλῶν, παρόντα βλάπτει μᾶλλον ὠφελεῖ, ἀλλὰ κἂν εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει · ὀλίγον δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττ’ἂν τὸ πρῶτον εὔξωνται. ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς μάτην θεοὺς ἄνθρωποι αἰτιῶνται, ἐξ ἐκείνων φάμενοι κακά σφισιν εἶναι · οἱ δὲ καὶ αὐτοὶ σφῇσιν εἴτε ἀτασθαλίαισιν εἴτε ἀφροσύναις χρὴ εἰπεῖν, ὑπὲρ μόρον 142eἄλγε’ἔχουσι. κινδυνεύει γοῦν, Ἀλκιβιάδη, φρόνιμός τις εἶναι ἐκεῖνος ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχομένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι · λέγει δέ πως ὡδί 143aΖεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν κελεύει. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ποιητής · σὺ δ’εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.

Αλκιβιαδης
Αλ.
Αλ.

χαλεπόν, Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα · ἐκεῖνο δ’οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς 143bαὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλ’οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλ’οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἴσως, βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦτε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς 143cλέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧντε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.

Αλκιβιαδης
Αλ.
Αλ.

πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν γιγνώσκειν;

Σωκρατης
Σω.
Σω.

ἔμοιγε δοκεῖ · σοὶ δ’οὔ;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ μέντοι μὰ Δία.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν οὐ δὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις 143dτυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.

Αλκιβιαδης
Αλ.
Αλ.

εὐφήμει πρὸς Διός, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὔτοι τὸν λέγοντα, Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστ’οὐ δὲ ῥητέον εἶναι οὕτως εἰκῇ. δοκεῖς δ’ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οὐ δέ γε ἄλλον οἶμαι οὐδένα.

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ μέντοι.

Σωκρατης
Σω.
Σω.

κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;

Αλκιβιαδης
Αλ.
Αλ.

φημί.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα · εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόντε καὶ φίλον, ἐγχειρίδιον λαβόντα, 144aἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα · οἱ δὲ φαῖεν ἔνδον εἶναι καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν · ἀλλ’εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι · οὐκ ἂν δοκεῖ σοι;

Αλκιβιαδης
Αλ.
Αλ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον 144bἀγνοήσαιςτε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρ’ἔτι ἂν αὐτὸν τολμήσαις ἀποκτεῖναι;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ.

Σωκρατης
Σω.
Σω.

οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλ’αὐτὸν ἐκεῖνον ὃν ἠβούλου. γάρ;

Αλκιβιαδης
Αλ.
Αλ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν ἐπίθοιο αὐτῷ.

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

τί δέ; τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐκ οἶμαι ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐ γὰρ δήπου οὐ δ’ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐ δὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ.

Αλκιβιαδης
Αλ.
Αλ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν.

Αλκιβιαδης
Αλ.
Αλ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν ὅτι ἔστιν ὧντε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλ’οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν, ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι.

Αλκιβιαδης
Αλ.
Αλ.

τί μάλιστα, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος , ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό. σκόπει δὲ ὧδε. ἆρ’οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι, ὅταν τι μέλλωμεν ἤτοι πράττειν λέγειν, οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι τῷ ὄντι εἰδέναι τοῦθ’ ἂν προχειροτέρως 144eμέλλωμεν λέγειν πράττειν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμουτε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας καὶ λιμένων κατασκευῆς · ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε 145aπόλις πράττει πρὸς ἄλλην πόλιν αὐτὴ καθ’αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις.

Αλκιβιαδης
Αλ.
Αλ.

ἂν δυνηθῶ.

Σωκρατης
Σω.
Σω.

καλεῖς γὰρ δήπου φρονίμουςτε καὶ ἄφρονας;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δ’ὀλίγους φρονίμους;

Αλκιβιαδης
Αλ.
Αλ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;

Αλκιβιαδης
Αλ.
Αλ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οὐ δέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. γάρ;

Αλκιβιαδης
Αλ.
Αλ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὐ δὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐ δὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ μέντοι.

Σωκρατης
Σω.
Σω.

ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ τοῦ βελτίστου ἐπιστήμη αὕτη δ’ἦν αὐτὴ δήπου ἥπερ καὶ τοῦ ὠφελίμου · γάρ; ναί. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ · τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. πῶς δοκεῖ;

Αλκιβιαδης
Αλ.
Αλ.

ἐμοὶ μὲν οὕτως.

Σωκρατης
Σω.
Σω.

τί δ’εἴ τις ἱππεύειν τοξεύειν οἶδεν, αὖ πυκτεύειν παλαίειν τι τῆς ἄλλης ἀγωνίας καὶ ἄλλο τι 145dτῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρ’οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατ’αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις · ἄλλως πως;

Αλκιβιαδης
Αλ.
Αλ.

οὔκ, ἀλλ’οὕτως.

Σωκρατης
Σω.
Σω.

δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, πολλοῦ 145eφήσομεν ἐνδεῖν;

Αλκιβιαδης
Αλ.
Αλ.

πολλοῦ μέντοι νὴ Δία.

Σωκρατης
Σω.
Σω.

ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶντε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶντε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δ’ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶντε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων 146aχρῆσθαι καὶ πρὸς τίνα;

Αλκιβιαδης
Αλ.
Αλ.

φαύλην τινὰ ἔγωγε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόντε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας […] τούτῳ μέρος, ἵν’αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν · λέγω δὲ τὸ κατ’αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον · τοῦ δὲ τῇ πόλειτε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα, ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα. οὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν φάντες πολλῆς ταραχῆςτε καὶ ἀνομίας μεστὴν εἶναι τὴν τοιαύτην πολιτείαν;

Αλκιβιαδης
Αλ.
Αλ.

ὀρθῶς μέντοι νὴ Δία.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι τῷ ὄντι εἰδέναι τοῦτο ἂν προχείρως μέλλωμεν πράττειν λέγειν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἐδόκει.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν κἂν μὲν πράττῃ τις οἶδεν δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν 146cκαὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ;

Αλκιβιαδης
Αλ.
Αλ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

ἐὰν δέ γ’οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτ’αὐτὸν αὑτῷ;

Αλκιβιαδης
Αλ.
Αλ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἄλλως πως;

Αλκιβιαδης
Αλ.
Αλ.

οὔκ, ἀλλ’οὕτως.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δ’ὀλίγους φρονίμους;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας.

Αλκιβιαδης
Αλ.
Αλ.

φαμὲν γάρ.

Σωκρατης
Σω.
Σω.

λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτ’εἰδέναι μηδὲν μήτ’οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττ’ἂν εἰδῶσιν οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ὠφελεῖσθαι.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν, ὅτε γ’ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων 146eἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος , ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρ’οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;

Αλκιβιαδης
Αλ.
Αλ.

καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ τινος κυβερνήτου τὸν ἀσφαλῶς 147aμέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης περὶ χρημάτων κτῆσιν σώματος ῥώμην καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπ’αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι. δὲ δὴ τὴν καλουμένην πολυμαθίαντε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρ’οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου 147bδιατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, λέγει κατηγορῶν πού τινος, ὡς ἄρα πολλὰ μὲν ἠπίστατο ἔργα, κακῶς δέ, φησίν, ἠπίστατο πάντα.

Αλκιβιαδης
Αλ.
Αλ.

καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, Σώκρατες; ἐμοὶ μὲν γὰρ οὐ δ’ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι.

Σωκρατης
Σω.
Σω.

καὶ μάλα γε πρὸς λόγον · ἀλλ’αἰνίττεται, βέλτιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες. ἔστιντε γὰρ φύσει ποιητικὴ σύμπασα αἰνιγματώδης καὶ 147cοὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι · ἔτιτε πρὸς τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦτε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλ’ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν. οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόντε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόντε ἦν ἐπίστασθαι κακῶς ἐκεῖνος γάρ ἐστιν λέγων τὸν Μαργίτην πολλὰ 147dμὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο ἀλλ’αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι · γίγνεται οὖν συντεθὲν ἔξω μὲν τοῦ μέτρου, ἔστι δ’ γε βούλεται, ὡς πολλὰ μὲν ἠπίστατο ἔργα, κακὸν δ’ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα. δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι, φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς προειρημένοις λόγοις.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλ’ἐμοὶ μὲν δοκεῖ, Σώκρατες · χαλεπῶς γ’ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μη δὲ τούτοις.

Σωκρατης
Σω.
Σω.

καὶ ὀρθῶς γέ σοι δοκεῖ.

Αλκιβιαδης
Αλ.
Αλ.

πάλιν αὖ μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ φέρε πρὸς Διός ὁρᾷς γὰρ δήπου τὴν ἀπορίαν ὅσητε καὶ οἵα, ταύτης δὲ καὶ σύ μοι δοκεῖς κεκοινωνηκέναι · μεταβαλλόμενός γέ τοι ἄνω καὶ κάτω οὐ δ’ὁτιοῦν παύῃ, ἀλλ’ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ 148aκαὶ οὐκέτι ὡσαύτως δοκεῖν εἰ οὖν σοί γ’ἔτι καὶ νῦν ἐμφανὴς γενόμενος θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι ἐπιτρέψειεν εὔξασθαι, τί ποτ’ἂν οἴει τῶν παρ’ἐκείνου διδομένων λαμβάνων αὐτὸς εὐξάμενος γενέσθαι τοῦ καιροῦ τυχεῖν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλὰ μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐθὲν ἂν ἔχοιμί σοι εἰπεῖν, Σώκρατες, οὕτως · ἀλλὰ μάργον τί μοι δοκεῖ εἶναι, 148bκαὶ ὡς ἀληθῶς πολλῆς φυλακῆς, ὅπως μὴ λήσει τις αὑτὸν εὐχόμενος μὲν κακά, δοκῶν δὲ τἀγαθά, ἔπειτ’ὀλίγον ἐπισχών, ὅπερ καὶ σὺ ἔλεγες, παλινῳδῇ, ἀνευχόμενος ἅττ’ἂν τὸ πρῶτον εὔξηται.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐχὶ εἰδώς τι πλέον ἡμῶν ποιητής, οὗ καὶ ἐν ἀρχῇ τοῦ λόγου ἐπεμνήσθην, τὰ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν ἐκέλευεν;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τοῦτον μὲν τοίνυν, Ἀλκιβιάδη, καὶ Λακεδαιμόνιοι 148cτὸν ποιητὴν ἐζηλωκότες, εἴτε καὶ αὐτοὶ οὕτως ἐπεσκεμμένοι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἑκάστοτε παραπλησίαν εὐχὴν εὔχονται, τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς τοὺς θεοὺς διδόναι κελεύοντες αὖ σφίσιν αὐτοῖς · πλείω δ’οὐδεὶς ἂν ἐκείνων εὐξαμένων ἀκούσειεν. τοιγαροῦν εἰς τὸ παρῆκον τοῦ χρόνου οὐδένων ἧττον εὐτυχεῖς εἰσιν ἄνθρωποι · εἰ δ’ἄρα καὶ συμβέβηκεν αὐτοῖς ὥστε μὴ πάντα εὐτυχεῖν, ἀλλ’οὖν οὐ διὰ 148dτὴν ἐκείνων εὐχήν, ἐπὶ τοῖς θεοῖς δ’ἐστὶν ὥστε οἶμαι καὶ διδόναι ἅττ’ἄν τις εὐχόμενος τυγχάνῃ καὶ τἀναντία τούτων. βούλομαι δέ σοι καὶ ἕτερόν τι διηγήσασθαι, ποτε ἤκουσα τινῶν, ὡς Ἀθηναίοις καὶ Λακεδαιμονίοις διαφορᾶς γενομένης συνέβαινεν ἀεὶ τῇ πόλει ἡμῶν ὥστε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὁπότε μάχη γένοιτο δυστυχεῖν καὶ μηδέποτε δύνασθαι κρατῆσαι · τοὺς οὖν Ἀθηναίους ἀγανακτοῦντας τῷ πράγματι καὶ ἀπορουμένους τίνι 148eχρὴ μηχανῇ τῶν παρόντων κακῶν ἀποτροπὴν εὑρεῖν, βουλευομένοις αὐτοῖς δοκεῖν κράτιστον εἶναι πέμψαντας πρὸς Ἄμμωνα ἐκεῖνον ἐπερωτᾶν · ἔτι δὲ πρὸς τούτοις τάδε, ἀνθ’ὅτου ποτὲ Λακεδαιμονίοις οἱ θεοὶ μᾶλλον νίκην διδόασιν σφίσιν αὐτοῖς, οἳ πλείστας, φάναι, μὲν θυσίας καὶ καλλίστας τῶν Ἑλλήνων ἄγομεν, ἀναθήμασίτε κεκοσμήκαμεν τὰ ἱερὰ αὐτῶν ὡς οὐδένες ἄλλοι, πομπάςτε πολυτελεστάτας καὶ σεμνοτάτας ἐδωρούμεθα τοῖς θεοῖς ἀν’ἕκαστον ἔτος, καὶ 149aἐτελοῦμεν χρήματα ὅσα οὐ δ’ἇλλοι σύμπαντες Ἕλληνες · Λακεδαιμονίοις δέ, φάναι, οὐδεπώποτ’ἐμέλησεν οὐδὲν τούτων, ἀλλ’οὕτως ὀλιγώρως διάκεινται πρὸς τοὺς θεούς, ὥστε καὶ ἀνάπηρα θύουσιν ἑκάστοτε καὶ τἆλλα πάντα οὐκ ὀλίγῳ ἐνδεεστέρως τιμῶσιν ἤπερ ἡμεῖς, χρήματα οὐδὲν ἐλάττω κεκτημένοι τῆς ἡμετέρας πόλεως. ἐπεὶ δὴ εἰρηκέναι ταῦτα καὶ ἐπερωτῆσαι τί χρὴ πράττοντας αὐτοὺς τῶν παρόντων κακῶν ἀπαλλαγὴν εὑρεῖν, ἄλλο μὲν οὐθὲν ἀποκριθῆναι τὸν 149bπροφήτην τὸν γὰρ θεὸν οὐκ ἐᾶν δῆλον ὅτι καλέσαντα δὲ αὐτόν, Ἀθηναίοις, φάναι, τάδε λέγει Ἄμμων · φησὶν ἂν βούλεσθαι αὑτῷ τὴν Λακεδαιμονίων εὐφημίαν εἶναι μᾶλλον τὰ σύμπαντα τῶν Ἑλλήνων ἱερά. τοσαῦτα εἰπεῖν, οὐκέτι περαιτέρω. τήν γ’οὖν εὐφημίαν οὐκ ἄλλην τινά μοι δοκεῖ λέγειν θεὸς τὴν εὐχὴν αὐτῶν · ἔστι γὰρ τῷ ὄντι πολὺ 149cδιαφέρουσα τῶν ἄλλων. οἱ μὲν γὰρ ἄλλοι Ἕλληνες οἱ μὲν χρυσόκερως βοῦς παραστησάμενοι, ἕτεροι δ’ἀναθήμασι δωρούμενοι τοὺς θεούς, εὔχονται ἅττ’ἂν τύχῃ ταῦτα, ἄντε ἀγαθὰ ἄντε κακά · βλασφημούντων οὖν αὐτῶν ἀκούοντες οἱ θεοὶ οὐκ ἀποδέχονται τὰς πολυτελεῖς ταυτασὶ πομπάςτε καὶ θυσίας. ἀλλὰ δοκεῖ μοι πολλῆς φυλακῆς δεῖσθαι καὶ σκέψεως ὅτι ποτὲ ῥητέον ἐστὶ καὶ μή. εὑρήσεις δὲ καὶ παρ’Ὁμήρῳ ἕτερα παραπλήσια τούτοις 149dεἰρημένα. φησὶν γὰρ τοὺς Τρῶας ἔπαυλιν ποιουμένους ἔρδειν ἀθανάτοισι τεληέσσας ἑκατόμβας · τὴν δὲ κνῖσαν ἐκ τοῦ πεδίου τοὺς ἀνέμους φέρειν οὐρανὸν εἴσω ἡδεῖαν · τῆς δ’οὔ τι θεοὺς μάκαρας δατέεσθαι, οὐ δ’ἐθέλειν · μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ 149eκαὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο · ὥστε οὐδὲν αὐτοῖς ἦν προύργου θύειντε καὶ δῶρα τελεῖν μάτην, θεοῖς ἀπηχθημένους. οὐ γὰρ οἶμαι τοιοῦτόν ἐστι τὸ τῶν θεῶν ὥστε ὑπὸ δώρων παράγεσθαι οἷον κακὸν τοκιστήν · ἀλλὰ καὶ ἡμεῖς εὐήθη λόγον λέγομεν, ἀξιοῦντες Λακεδαιμονίων ταύτῃ περιεῖναι. καὶ γὰρ ἂν δεινὸν εἴη εἰ πρὸς τὰ δῶρα καὶ τὰς θυσίας ἀποβλέπουσιν ἡμῶν οἱ θεοὶ ἀλλὰ μὴ πρὸς τὴν ψυχήν, ἄν τις ὅσιος καὶ δίκαιος ὢν 150aτυγχάνῃ. πολλῷ γε μᾶλλον οἶμαι πρὸς τὰς πολυτελεῖς ταύτας πομπάςτε καὶ θυσίας, ἃς οὐδὲν κωλύει πολλὰ μὲν εἰς θεούς, πολλὰ δ’εἰς ἀνθρώπους ἡμαρτηκότας καὶ ἰδιώτην καὶ πόλιν ἔχειν ἀν’ἕκαστον ἔτος τελεῖν · οἱ δέ, ἅτε οὐ δωροδόκοι ὄντες, καταφρονοῦσιν ἁπάντων τούτων, ὥς φησιν θεὸς καὶ θεῶν προφήτης. κινδυνεύει γοῦν καὶ παρὰ θεοῖς καὶ παρ’ἀνθρώποις τοῖς νοῦν ἔχουσι δικαιοσύνητε 150bκαὶ φρόνησις διαφερόντως τετιμῆσθαι · φρόνιμοι δὲ καὶ δίκαιοι οὐκ ἄλλοι τινές εἰσιν τῶν εἰδότων δεῖ πράττειν καὶ λέγειν καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους. βουλοίμην δ’ἂν καὶ σοῦ πυθέσθαι ὅτι ποτ’ἐν νῷ ἔχεις πρὸς ταῦτα.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλ’ἐμοὶ μέν, Σώκρατες, οὐκ ἄλλῃ πῃ δοκεῖ ᾗπερ σοίτε καὶ τῷ θεῷ · οὐ δὲ γὰρ ἂν εἰκὸς εἴη ἀντίψηφον ἐμὲ τῷ θεῷ γενέσθαι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μέμνησαι ἐν πολλῇ ἀπορίᾳ φάσκων εἶναι, 150cὅπως μὴ λάθῃς σεαυτὸν εὐχόμενος κακά, δοκῶν δὲ ἀγαθά;

Αλκιβιαδης
Αλ.
Αλ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλές σοί ἐστιν ἐλθεῖν πρὸς τὸν θεὸν εὐξομένῳ, ἵνα μη δ’ἂν οὕτω τύχῃ, βλασφημοῦντός σου ἀκούων οὐθὲν ἀποδέξηται τῆς θυσίας ταύτης, τυχὸν δὲ καὶ ἕτερόν τι προσαπολαύσῃς. ἐμοὶ μὲν οὖν δοκεῖ βέλτιστον εἶναι ἡσυχίαν ἔχειν · τῇ μὲν γὰρ Λακεδαιμονίων εὐχῇ διὰ τὴν μεγαλοψυχίαν τοῦτο γὰρ κάλλιστον τῶν ἐν ἀφροσύνῃ γε ὀνομάτων οὐκ ἂν οἶμαί σε ἐθέλειν χρῆσθαι. ἀναγκαῖον οὖν ἐστι περιμένειν ἕως ἄν τις μάθῃ ὡς δεῖ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους διακεῖσθαι.

Αλκιβιαδης
Αλ.
Αλ.

πότε οὖν παρέσται χρόνος οὗτος, Σώκρατες, καὶ τίς παιδεύσων; ἥδιστα γὰρ ἄν μοι δοκῶ ἰδεῖν τοῦτον τὸν ἄνθρωπον τίς ἐστιν.

Σωκρατης
Σω.
Σω.

οὗτος μέλει περὶ σοῦ. ἀλλὰ δοκεῖ μοι, ὥσπερ τῷ Διομήδει φησὶν τὴν Ἀθηνᾶν Ὅμηρος ἀπὸ τῶν ὀφθαλμῶν ἀφελεῖν τὴν ἀχλύν, ὄφρ’εὖ γιγνώσκοι ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, 150eοὕτω καὶ σοὶ δεῖν ἀπὸ τῆς ψυχῆς πρῶτον τὴν ἀχλὺν ἀφελόντα, νῦν παροῦσα τυγχάνει, τὸ τηνικαῦτ’ἤδη προσφέρειν δι’ὧν μέλλεις γνώσεσθαι ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν. νῦν μὲν γὰρ οὐκ ἄν μοι δοκεῖς δυνηθῆναι.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀφαιρείτω, εἴτε βούλεται τὴν ἀχλὺν εἴτε ἄλλο τι · ὡς ἐγὼ παρεσκεύασμαι μηθὲν ἂν φυγεῖν τῶν ὑπ’ἐκείνου προσταττομένων, ὅστις ποτ’ἐστὶν ἅνθρωπος, εἴ γε μέλλοιμι βελτίων γενέσθαι.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν κἀκεῖνος θαυμαστὴν ὅσην περὶ σὲ προθυμίαν ἔχει.

Αλκιβιαδης
Αλ.
Αλ.

εἰς τότε τοίνυν καὶ τὴν θυσίαν ἀναβάλλεσθαι κράτιστον εἶναί μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ ὀρθῶς γέ σοι δοκεῖ · ἀσφαλέστερον γάρ ἐστιν παρακινδυνεύειν τοσοῦτον κίνδυνον.

Αλκιβιαδης
Αλ.
Αλ.

ἀλλὰ πῶς, Σώκρατες; καὶ μὴν τουτονὶ τὸν στέφανον, ἐπειδή μοι δοκεῖς καλῶς συμβεβουλευκέναι, σοὶ 151bπεριθήσω · τοῖς θεοῖς δὲ καὶ στεφάνους καὶ τἆλλα πάντα τὰ νομιζόμενα τότε δώσομεν, ὅταν ἐκείνην τὴν ἡμέραν ἐλθοῦσαν ἴδω. ἥξει δ’οὐ διὰ μακροῦ τούτων θελόντων.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ δέχομαι καὶ τοῦτο, καὶ ἄλλο δὲ ἄν τι τῶν παρὰ σοῦ δοθέντων ἡδέως ἴδοιμι δεξάμενον ἐμαυτόν. ὥσπερ δὲ καὶ Κρέων Εὐριπίδῃ πεποίηται τὸν Τειρεσίαν ἰδὼν ἔχοντα τὰ στέφη καὶ ἀκούσας ἀπὸ τῶν πολεμίων ἀπαρχὰς αὐτὸν εἰληφέναι διὰ τὴν τέχνην, οἰωνὸν ἐθέμην, φησί, καλλίνικα σὰ στέφη · ἐν γὰρ κλύδωνι κείμεθ’, ὥσπερ οἶσθα σύ · οὕτω δὲ κἀγὼ παρὰ σοῦ τὴν δόξαν ταύτην οἰωνὸν τίθεμαι. δοκῶ δέ μοι οὐκ ἐν ἐλάττονι κλύδωνι τοῦ Κρέοντος εἶναι, καὶ βουλοίμην ἂν καλλίνικος γενέσθαι τῶν σῶν ἐραστῶν.