Plato

Philebus

Σωκρατης
Σω.
Σω.

ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρ’ἡμῖν ἀμφισβητεῖν, 11bἐὰν μή σοι κατὰ νοῦν λεγόμενος. βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα · τὸ δὲ παρ’ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαντε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ 11cαὐτῶν δυνατὰ μεταλαβεῖν · δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσίτε καὶ ἐσομένοις. μῶν οὐχ οὕτω πως λέγομεν, Φίληβε, ἑκάτεροι;

Φιληβος
Φι.
Φι.

πάντων μὲν οὖν μάλιστα, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, Πρώταρχε, λόγον;

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη δέχεσθαι · Φίληβος γὰρ ἡμῖν καλὸς ἀπείρηκεν.

Σωκρατης
Σω.
Σω.

δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι;

Πρωταρχος
Πρ.
Πρ.

δεῖ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν. ἆρ’οὐχ οὕτως;

Πρωταρχος
Πρ.
Πρ.

οὕτω μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δ’αὖ τὴν τοῦ φρονεῖν;

Πρωταρχος
Πρ.
Πρ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

τί δ’ἂν ἄλλη τις κρείττων τούτων φανῇ; μῶν οὐκ, 11eἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ τῆς 12aἡδονῆς τὸν τῆς φρονήσεως;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἂν δέ γε φρονήσει, νικᾷ μὲν φρόνησις τὴν ἡδονήν, δὲ ἡττᾶται; ταῦθ’οὕτως ὁμολογούμενά φατε, πῶς;

Πρωταρχος
Πρ.
Πρ.

ἐμοὶ γοῦν δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τί δὲ Φιλήβῳ; τί φῄς;

Φιληβος
Φι.
Φι.

ἐμοὶ μὲν πάντως νικᾶν ἡδονὴ δοκεῖ καὶ δόξει · σὺ δέ, Πρώταρχε, αὐτὸς γνώσῃ.

Πρωταρχος
Πρ.
Πρ.

παραδούς, Φίληβε, ἡμῖν τὸν λόγον οὐκ ἂν ἔτι κύριος εἴης τῆς πρὸς Σωκράτη ὁμολογίας καὶ τοὐναντίον.

Φιληβος
Φι.
Φι.

ἀληθῆ λέγεις · ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν.

Πρωταρχος
Πρ.
Πρ.

καὶ ἡμεῖς σοι τούτων γε αὐτῶν συμμάρτυρες ἂν εἶμεν, ὡς ταῦτα ἔλεγες λέγεις. ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆς, Σώκρατες, ὅμως καὶ μετὰ Φιλήβου ἑκόντος ὅπως ἂν ἐθέλῃ πειρώμεθα περαίνειν.

Σωκρατης
Σω.
Σω.

πειρατέον, ἀπ’αὐτῆς δὴ τῆς θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δ’ἀληθέστατον αὐτῆς ὄνομα ἡδονὴν εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα.

Σωκρατης
Σω.
Σω.

τὸ δ’ἐμὸν δέος, Πρώταρχε, ἀεὶ πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ’ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω · τὴν δὲ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον, καὶ ὅπερ εἶπον, ἀπ’ἐκείνης ἡμᾶς ἀρχομένους ἐνθυμεῖσθαι δεῖ καὶ σκοπεῖν ἥντινα φύσιν ἔχει. ἔστι γάρ, ἀκούειν μὲν οὕτως ἁπλῶς, ἕν τι, μορφὰς δὲ δήπου παντοίας εἴληφε καί τινα τρόπον ἀνομοίους ἀλλήλαις. ἰδὲ γάρ · ἥδεσθαι μέν φαμεν 12dτὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν · ἥδεσθαι δ’αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δ’αὖ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν · καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἀνόητος φαίνοιτο ἐνδίκως;

Πρωταρχος
Πρ.
Πρ.

εἰσὶ μὲν γὰρ ἀπ’ἐναντίων, Σώκρατες, αὗται πραγμάτων, οὐ μὴν αὐταί γε ἀλλήλαις ἐναντίαι. πῶς γὰρ 12eἡδονῇ γε ἡδονὴ οὐχ ὁμοιότατον ἂν εἴη, τοῦτο αὐτὸ ἑαυτῷ, πάντων χρημάτων;

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ χρῶμα, δαιμόνιε, χρώματι · κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν · γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν 13aαὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητ’ἔχοντα μυρίαν που τυγχάνει, καὶ πολλὰ ἕτερα οὕτως ἔχονθ’εὑρήσομεν. ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. φοβοῦμαι δὲ μή τινας ἡδονὰς ἡδοναῖς εὑρήσομεν ἐναντίας.

Πρωταρχος
Πρ.
Πρ.

ἴσως · ἀλλὰ τί τοῦθ’ἡμῶν βλάψει τὸν λόγον;

Σωκρατης
Σω.
Σω.

ὅτι προσαγορεύεις αὐτὰ ἀνόμοια ὄντα ἑτέρῳ, φήσομεν, ὀνόματι · λέγεις γὰρ ἀγαθὰ πάντ’εἶναι τὰ ἡδέα. τὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα λόγος οὐδεὶς ἀμφισβητεῖ · κακὰ δ’ὄντα αὐτῶν τὰ πολλὰ καὶ ἀγαθὰ δέ, ὡς ἡμεῖς φαμέν, ὅμως πάντα σὺ προσαγορεύεις ἀγαθὰ αὐτά, ὁμολογῶν ἀνόμοια εἶναι, τῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι. τί οὖν δὴ ταὐτὸν ἐν ταῖς κακαῖς ὁμοίως καὶ ἐν ἀγαθαῖς ἐνὸν πάσας ἡδονὰς ἀγαθὸν εἶναι προσαγορεύεις;

Πρωταρχος
Πρ.
Πρ.

πῶς λέγεις, Σώκρατες; οἴει γάρ τινα συγχωρήσεσθαι, θέμενον ἡδονὴν εἶναι τἀγαθόν, εἶτα ἀνέξεσθαί σου 13cλέγοντος τὰς μὲν εἶναί τινας ἀγαθὰς ἡδονάς, τὰς δέ τινας ἑτέρας αὐτῶν κακάς;

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὖν ἀνομοίους γε φήσεις αὐτὰς ἀλλήλαις εἶναι καί τινας ἐναντίας.

Πρωταρχος
Πρ.
Πρ.

οὔτι καθ’ὅσον γε ἡδοναί.

Σωκρατης
Σω.
Σω.

πάλιν εἰς τὸν αὐτὸν φερόμεθα λόγον, Πρώταρχε, οὐ δ’ἄρα ἡδονὴν ἡδονῆς διάφορον, ἀλλὰ πάσας ὁμοίας εἶναι φήσομεν, καὶ τὰ παραδείγματα ἡμᾶς τὰ νυνδὴ λεχθέντα οὐδὲν τιτρώσκει, πεισόμεθα δὲ καὶ ἐροῦμεν ἅπερ οἱ πάντων 13dφαυλότατοίτε καὶ περὶ λόγους ἅμα νέοι.

Πρωταρχος
Πρ.
Πρ.

τὰ ποῖα δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

ὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν ὡς τὸ ἀνομοιότατόν ἐστι τῷ ἀνομοιοτάτῳ πάντων ὁμοιότατον, ἕξω τὰ αὐτὰ σοὶ λέγειν, καὶ φανούμεθά γε νεώτεροι τοῦ δέοντος, καὶ λόγος ἡμῖν ἐκπεσὼν οἰχήσεται. πάλιν οὖν αὐτὸν ἀνακρουώμεθα, καὶ τάχ’ἂν ἰόντες εἰς τὰς ὁμοίας ἴσως ἄν πως ἀλλήλοις συγχωρήσαιμεν.

Πρωταρχος
Πρ.
Πρ.

λέγε πῶς;

Σωκρατης
Σω.
Σω.

ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, Πρώταρχε.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον δή;

Σωκρατης
Σω.
Σω.

φρόνησίςτε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθ’ὁπόσα δὴ κατ’ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτ’ἐστὶν ἀγαθόν, ἆρ’οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ σὸς λόγος;

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

πολλαίτε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις · εἰ δὲ καὶ ἐναντίαι πῃ 14aγίγνονταί τινες, ἆρα ἄξιος ἂν εἴην τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθ’ἡμῖν οὕτως λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας;

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οὐ μὴν δεῖ τοῦτο γενέσθαι, πλὴν τοῦ σωθῆναι. τό γε μήν μοι ἴσον τοῦ σοῦτε καὶ ἐμοῦ λόγου ἀρέσκει · πολλαὶ μὲν ἡδοναὶ καὶ ἀνόμοιοι γιγνέσθων, πολλαὶ δὲ ἐπιστῆμαι καὶ διάφοροι.

Σωκρατης
Σω.
Σω.

τὴν τοίνυν διαφορότητα, Πρώταρχε, τοῦτ’ἐμοῦ καὶ τοῦ σοῦ μὴ ἀποκρυπτόμενοι, κατατιθέντες δὲ εἰς τὸ μέσον, τολμῶμεν, ἄν πῃ ἐλεγχόμενοι μηνύσωσι πότερον ἡδονὴν τἀγαθὸν δεῖ λέγειν φρόνησιν τι τρίτον ἄλλο εἶναι. νῦν γὰρ οὐ δήπου πρός γε αὐτὸ τοῦτο φιλονικοῦμεν, ὅπως ἁγὼ τίθεμαι, ταῦτ’ἔσται τὰ νικῶντα, ταῦθ’ σύ, τῷ δ’ἀληθεστάτῳ δεῖ που συμμαχεῖν ἡμᾶς ἄμφω.

Πρωταρχος
Πρ.
Πρ.

δεῖ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον δι’ὁμολογίας βεβαιωσώμεθα.

Πρωταρχος
Πρ.
Πρ.

τὸν ποῖον δή;

Σωκρατης
Σω.
Σω.

τὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσίτε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε.

Πρωταρχος
Πρ.
Πρ.

λέγε σαφέστερον.

Σωκρατης
Σω.
Σω.

τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πως πεφυκότα θαυμαστόν. ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ.

Πρωταρχος
Πρ.
Πρ.

ἆρ’οὖν λέγεις ὅταν τις ἐμὲ φῇ Πρώταρχον ἕνα 14dγεγονότα φύσει πολλοὺς εἶναι πάλιν τοὺς ἐμὲ καὶ ἐναντίους ἀλλήλοις, μέγαν καὶ σμικρὸν τιθέμενος καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;

Σωκρατης
Σω.
Σω.

σὺ μέν, Πρώταρχε, εἴρηκας τὰ δεδημευμένα τῶν θαυμαστῶν περὶ τὸ ἓν καὶ πολλά, συγκεχωρημένα δὲ ὡς ἔπος εἰπεῖν ὑπὸ πάντων ἤδη μὴ δεῖν τῶν τοιούτων ἅπτεσθαι, παιδαριώδη καὶ ῥᾴδια καὶ σφόδρα τοῖς λόγοις ἐμπόδια ὑπολαμβανόντων γίγνεσθαι, ἐπεὶ μη δὲ τὰ τοιάδε, ὅταν τις 14eἑκάστου τὰ μέλητε καὶ ἅμα μέρη διελὼν τῷ λόγῳ, πάντα ταῦτα τὸ ἓν ἐκεῖνο εἶναι διομολογησάμενος, ἐλέγχῃ καταγελῶν ὅτι τέρατα διηνάγκασται φάναι, τότε ἓν ὡς πολλά ἐστι καὶ ἄπειρα, καὶ τὰ πολλὰ ὡς ἓν μόνον.

Πρωταρχος
Πρ.
Πρ.

σὺ δὲ δὴ ποῖα, Σώκρατες, ἕτερα λέγεις, μήπω συγκεχωρημένα δεδήμευται περὶ τὸν αὐτὸν τοῦτον λόγον;

Σωκρατης
Σω.
Σω.

ὁπόταν, παῖ, τὸ ἓν μὴ τῶν γιγνομένωντε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν. ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν · ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας · εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην; μετὰ δὲ τοῦτ’ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθ’ὅλην αὐτὴν αὑτῆς χωρίς, δὴ πάντων ἀδυνατώτατον φαίνοιτ’ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνίτε καὶ πολλοῖς γίγνεσθαι. ταῦτ’ἔστι τὰ 15cπερὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλ’οὐκ ἐκεῖνα, Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας αὖ καλῶς.

Πρωταρχος
Πρ.
Πρ.

οὐκοῦν χρὴ τοῦθ’ἡμᾶς, Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;

Σωκρατης
Σω.
Σω.

ὡς γοῦν ἐγὼ φαίην ἄν.

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα · Φίληβον δ’ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον.

Σωκρατης
Σω.
Σω.

εἶεν · πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης; ἆρ’ἐνθένδε;

Πρωταρχος
Πρ.
Πρ.

πόθεν;

Σωκρατης
Σω.
Σω.

φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθ’ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν. καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλ’ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν · δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς 15eτινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφ’ἡδονῆς ἐνθουσιᾷτε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δ’ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς 16aοὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.

Πρωταρχος
Πρ.
Πρ.

ἆρ’, Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς; ὅμως δὲ μανθάνομεν γὰρ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ 16bτινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύτε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν · οὐ γὰρ σμικρὸς παρὼν λόγος, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐ γὰρ οὖν, παῖδες, ὥς φησιν ὑμᾶς προσαγορεύων Φίληβος. οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐ δ’ἂν γένοιτο ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυγοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν.

Πρωταρχος
Πρ.
Πρ.

τίς αὕτη; λεγέσθω μόνον.

Σωκρατης
Σω.
Σω.

ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον · πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε. σκόπει δὲ ἣν λέγω.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί · καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων. δεῖν 16dοὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν εὑρήσειν γὰρ ἐνοῦσαν ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατ’ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα · τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν 16eμεταξὺ τοῦ ἀπείρουτε καὶ τοῦ ἑνός, τότε δ’ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν. οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους · οἱ δὲ νῦν τῶν ἀνθρώπων 17aσοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει οἷς διακεχώρισται τότε διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς λόγους.

Πρωταρχος
Πρ.
Πρ.

τὰ μέν πως, Σώκρατες, δοκῶ σου μανθάνειν, τὰ δὲ ἔτι σαφέστερον δέομαι λέγεις ἀκοῦσαι.

Σωκρατης
Σω.
Σω.

σαφὲς μήν, Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμμασιν λέγω, καὶ λάμβαν’αὐτὸ ἐν τούτοις οἷσπερ καὶ 17bπεπαίδευσαι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντωντε καὶ ἑκάστου.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ὅτι τὸ ἕν · ἀλλ’ὅτι πόσατ’ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ τὸ μουσικὸν τυγχάνει ποιοῦν, τοῦτ’ἔστι ταὐτόν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

φωνὴ μέν που καὶ τὸ κατ’ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον. πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γ’ἔπος εἰπεῖν εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.

Πρωταρχος
Πρ.
Πρ.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’, φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητόςτε πέρι καὶ βαρύτητος, 17dκαὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔντε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, δὴ δι’ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν ὅταν γὰρ αὐτά17eτε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταντε ἄλλο τῶν ἓν ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο γέγονας · τὸ δ’ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐ δ’ἐνάριθμον, ἅτ’οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.

Πρωταρχος
Πρ.
Πρ.

κάλλιστα, Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης.

Φιληβος
Φι.
Φι.

κἀμοὶ ταῦτά γε αὐτά · ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;

Σωκρατης
Σω.
Σω.

ὀρθῶς μέντοι τοῦθ’ἡμᾶς, Πρώταρχε, ἠρώτηκε Φίληβος.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.

Σωκρατης
Σω.
Σω.

δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπ’ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλ’ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον 18bἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλ’ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶντε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν 18cἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν · τὸ μετὰ τοῦτο διῄρει τάτε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνίτε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε · καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐ δ’ἂν ἓν αὐτὸ καθ’αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς 18dὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπ’αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.

Φιληβος
Φι.
Φι.

ταῦτ’ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, Πρώταρχε, ἔμαθον · τὸ δ’αὐτό μοι τοῦ λόγου νῦντε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.

Σωκρατης
Σω.
Σω.

μῶν, Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτ’ἐστίν;

Φιληβος
Φι.
Φι.

ναί, τοῦτ’ἔστιν πάλαι ζητοῦμεν ἐγώτε καὶΠρώταρχος.

Σωκρατης
Σω.
Σω.

μὴν ἐπ’αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, 18eπάλαι.

Φιληβος
Φι.
Φι.

πῶς;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;

Φιληβος
Φι.
Φι.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.

Φιληβος
Φι.
Φι.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τοῦτ’αὐτὸ τοίνυν ἡμᾶς πρόσθεν λόγος ἀπαιτεῖ, πῶς ἔστιν ἓν καὶ πολλὰ αὐτῶν ἑκάτερον, καὶ πῶς μὴ ἄπειρα 19aεὐθύς, ἀλλά τινά ποτε ἀριθμὸν ἑκάτερον ἔμπροσθεν κέκτηται τοῦ ἄπειρα αὐτῶν ἕκαστα γεγονέναι;

Πρωταρχος
Πρ.
Πρ.

οὐκ εἰς φαῦλόν γε ἐρώτημα, Φίληβε, οὐκ οἶδ’ὅντινα τρόπον κύκλῳ πως περιαγαγὼν ἡμᾶς ἐμβέβληκε Σωκράτης. καὶ σκόπει δὴ πότερος ἡμῶν ἀποκρινεῖται τὸ νῦν ἐρωτώμενον. ἴσως δὴ γελοῖον τὸ ἐμὲ τοῦ λόγου διάδοχον παντελῶς ὑποστάντα διὰ τὸ μὴ δύνασθαι τὸ νῦν ἐρωτηθὲν ἀποκρίνασθαι σοὶ πάλιν τοῦτο προστάττειν · γελοιότερον 19bδ’οἶμαι πολὺ τὸ μηδέτερον ἡμῶν δύνασθαι. σκόπει δὴ τί δράσομεν. εἴδη γάρ μοι δοκεῖ νῦν ἐρωτᾶν ἡδονῆς ἡμᾶς Σωκράτης εἴτε ἔστιν εἴτε μή, καὶ ὁπόσα ἐστὶ καὶ ὁποῖα · τῆςτ’αὖ φρονήσεως πέρι κατὰ ταὐτὰ ὡσαύτως.

Σωκρατης
Σω.
Σω.

ἀληθέστατα λέγεις, παῖ Καλλίου · μὴ γὰρ δυνάμενοι τοῦτο κατὰ παντὸς ἑνὸς καὶ ὁμοίου καὶ ταὐτοῦ δρᾶν καὶ τοῦ ἐναντίου, ὡς παρελθὼν λόγος ἐμήνυσεν, οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν ἡμῶν οὐδέποτε γένοιτο ἄξιος.

Πρωταρχος
Πρ.
Πρ.

σχεδὸν ἔοικεν οὕτως, Σώκρατες, ἔχειν. ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δ’εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν. τί δή μοι τοῦτο εἴρηται τὰ νῦν; ἐγώ σοι φράσω. σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον. Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθ’ὁπόσα τοιαῦτ’ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα 19dἀλλ’ἐκεῖνά ἐστιν πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵν’ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται. φῂς δ’, ὡς ἔοικε, σὺ τὸ προσρηθησόμενον ὀρθῶς ἄμεινον ἡδονῆς γε ἀγαθὸν εἶναι νοῦν, ἐπιστήμην, σύνεσιν, τέχνην καὶ πάντα αὖ τὰ τούτων συγγενῆ, κτᾶσθαι δεῖν ἀλλ’οὐχὶ ἐκεῖνα. τούτων δὴ μετ’ἀμφισβητήσεως ἑκατέρων λεχθέντων ἡμεῖς σοι μετὰ παιδιᾶς ἠπειλήσαμεν 19eὡς οὐκ ἀφήσομεν οἴκαδέ σε πρὶν ἂν τούτων τῶν λόγων πέρας ἱκανὸν γένηταί τι διορισθέντων, σὺ δὲ συνεχώρησας καὶ ἔδωκας εἰς ταῦθ’ἡμῖν σαυτόν, ἡμεῖς δὲ δὴ λέγομεν, καθάπερ οἱ παῖδες, ὅτι τῶν ὀρθῶς δοθέντων ἀφαίρεσις οὐκ ἔστι · παῦσαι δὴ τὸν τρόπον ἡμῖν ἀπαντῶν τοῦτον ἐπὶ τὰ νῦν λεγόμενα.

Σωκρατης
Σω.
Σω.

τίνα λέγεις;

Πρωταρχος
Πρ.
Πρ.

εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθ’ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλ’εἰ δρᾶν τοῦθ’ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον · ὑπέσχου γάρ. βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον καὶ ἐατέον, εἴ πῃ καθ’ἕτερόν τινα τρόπον οἷόςτ’εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρ’ἡμῖν.

Σωκρατης
Σω.
Σω.

δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθ’οὕτως εἶπες · τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι. πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δὴ καὶ τίνων;

Σωκρατης
Σω.
Σω.

λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περίτε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν. καίτοι τοῦτό γε ἂν ἐναργῶς 20cἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν · τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο. πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατ’ἐμὴν δόξαν. προϊὸν δ’ἔτι σαφέστερον δείξει.

Πρωταρχος
Πρ.
Πρ.

κάλλιστ’εἰπὼν οὕτω καὶ διαπέραινε.

Σωκρατης
Σω.
Σω.

μίκρ’ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα.

Πρωταρχος
Πρ.
Πρ.

τὰ ποῖα;

Σωκρατης
Σω.
Σω.

τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον μὴ τέλεον εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

πάντων δήπου τελεώτατον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τί δέ; ἱκανὸν τἀγαθόν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.

Σωκρατης
Σω.
Σω.

τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.

Πρωταρχος
Πρ.
Πρ.

οὐκ ἔστι τούτοις ἀντειπεῖν.

Σωκρατης
Σω.
Σω.

σκοπῶμεν δὴ καὶ κρίνωμεν τόντε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.

Πρωταρχος
Πρ.
Πρ.

πῶς εἶπες;

Σωκρατης
Σω.
Σω.

μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτ’ἐν τῷ τῆς φρονήσεως ἡδονή. δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστ’ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι · δεόμενον δ’21aἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτ’ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἀποκρίνου δή.

Πρωταρχος
Πρ.
Πρ.

λέγε.

Σωκρατης
Σω.
Σω.

δέξαι’ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας;

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτ’ἔχεις παντελῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι 21bτὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοι’ἄν τι;

Πρωταρχος
Πρ.
Πρ.

καὶ τί; πάντα γὰρ ἔχοιμ’ἄν που τὸ χαίρειν ἔχων.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν;

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως;

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μη δ’ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆςτ’ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μη δ’ἡντινοῦν μνήμην ὑπομένειν · δόξαν δ’αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μη δ’εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος τῶν ὅσα θαλάττια μετ’ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων. ἔστι ταῦτα, παρὰ 21dταῦτα ἔχομεν ἄλλα διανοηθῆναι;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν αἱρετὸς ἡμῖν βίος τοιοῦτος;

Πρωταρχος
Πρ.
Πρ.

εἰς ἀφασίαν παντάπασί με, Σώκρατες, οὗτος λόγος ἐμβέβληκε τὰ νῦν.

Σωκρατης
Σω.
Σω.

μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν.

Πρωταρχος
Πρ.
Πρ.

τὸν ποῖον δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

εἴ τις δέξαιτ’ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος, 21eἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μη δ’αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων.

Πρωταρχος
Πρ.
Πρ.

οὐδέτερος βίος, Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐ δ’ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.

Σωκρατης
Σω.
Σω.

τί δ’ συναμφότερος, Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;

Πρωταρχος
Πρ.
Πρ.

ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;

Σωκρατης
Σω.
Σω.

οὕτω καὶ τῶν τοιούτων ἔγωγε.

Πρωταρχος
Πρ.
Πρ.

πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ’κείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις οὐχ μέν, δ’οὔ.

Σωκρατης
Σω.
Σω.

μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, 22bτοῖν δυοῖν δ’οὐδέτερος ἱκανὸς οὐ δὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.

Σωκρατης
Σω.
Σω.

μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν · εἰ δέ τις ἄλλα ᾑρεῖθ’ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας τινος ἀνάγκης οὐκ εὐδαίμονος.

Πρωταρχος
Πρ.
Πρ.

ἔοικε γοῦν ταῦθ’οὕτως ἔχειν.

Σωκρατης
Σω.
Σω.

ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.

Φιληβος
Φι.
Φι.

οὐ δὲ γὰρ σὸς νοῦς, Σώκρατες, ἔστι τἀγαθόν, ἀλλ’ἕξει που ταὐτὰ ἐγκλήματα.

Σωκρατης
Σω.
Σω.

τάχ’ἄν, Φίληβε, γ’ἐμός · οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλ’ἄλλως πως ἔχειν. τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι 22dτί δράσομεν · τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθ’ἂν ἑκάτερος μὲν τὸν νοῦν αἴτιον, δ’ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δ’ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι. τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτ’ἔστι τοῦτο λαβὼν βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον 22eτὸν λόγον οὔτ’ἂν τῶν πρωτείων οὐ δ’αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο · πορρωτέρω δ’ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλὰ μήν, Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων · τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ 23aνοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων · τὰ γὰρ αὔτ’ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν · οὐ δὲ γὰρ ἐκείνοις ἔτ’ἂν ὁμοίως φαίνοιτο καλή.

Σωκρατης
Σω.
Σω.

τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;

Πρωταρχος
Πρ.
Πρ.

οὐδὲν λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἆρ’ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;

Πρωταρχος
Πρ.
Πρ.

οὐ μόνον γε ἀλλ’ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.

Σωκρατης
Σω.
Σω.

βαβαῖ ἄρα, Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐ δὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων · ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.

Πρωταρχος
Πρ.
Πρ.

ποίαν δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δ’, εἰ βούλει, τριχῇ.

Πρωταρχος
Πρ.
Πρ.

καθ’ὅτι, φράζοις ἄν;

Σωκρατης
Σω.
Σω.

λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.

Πρωταρχος
Πρ.
Πρ.

ποῖα;

Σωκρατης
Σω.
Σω.

τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον 23dἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δ’, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατ’εἴδη διιστὰς καὶ συναριθμούμενος.

Πρωταρχος
Πρ.
Πρ.

τί φῄς, ὠγαθέ;

Σωκρατης
Σω.
Σω.

τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται.

Πρωταρχος
Πρ.
Πρ.

λέγε τίνος.

Σωκρατης
Σω.
Σω.

τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο.

Πρωταρχος
Πρ.
Πρ.

μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου;

Σωκρατης
Σω.
Σω.

τάχ’ἄν · οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν · ἂν δέ τι δέῃ, 23eσυγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον.

Πρωταρχος
Πρ.
Πρ.

εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχ’ἂν ἑποίμην.

Σωκρατης
Σω.
Σω.

λέγω τοίνυν τὰ δύο προτίθεμαι ταὔτ’εἶναι ἅπερ νυνδή, τὸ μὲν ἄπειρον, τὸ δὲ πέρας ἔχον · ὅτι δὲ τρόπον τινὰ τὸ ἄπειρον πόλλ’ἐστί, πειράσομαι φράζειν. τὸ δὲ πέρας ἔχον ἡμᾶς περιμενέτω.

Πρωταρχος
Πρ.
Πρ.

μένει.

Σωκρατης
Σω.
Σω.

σκέψαι δή. χαλεπὸν μὲν γὰρ καὶ ἀμφισβητήσιμον κελεύω σε σκοπεῖν, ὅμως δὲ σκόπει. θερμοτέρου καὶ ψυχροτέρου πέρι πρῶτον ὅρα πέρας εἴ ποτέ τι νοήσαις ἄν, τὸ μᾶλλόντε καὶ ἧττον ἐν αὐτοῖς οἰκοῦντε τοῖς γένεσιν, 24bἕωσπερ ἂν ἐνοικῆτον, τέλος οὐκ ἂν ἐπιτρεψαίτην γίγνεσθαι · γενομένης γὰρ τελευτῆς καὶ αὐτὼ τετελευτήκατον.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀεὶ δέ γε, φαμέν, ἔντε τῷ θερμοτέρῳ καὶ ψυχροτέρῳ τὸ μᾶλλόντε καὶ ἧττον ἔνι.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

ἀεὶ τοίνυν λόγος ἡμῖν σημαίνει τούτω μὴ τέλος ἔχειν · ἀτελῆ δ’ὄντε δήπου παντάπασιν ἀπείρω γίγνεσθον.

Πρωταρχος
Πρ.
Πρ.

καὶ σφόδρα γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εὖ γε, φίλε Πρώταρχε, ὑπέλαβες καὶ 24cἀνέμνησας ὅτι καὶ τὸ σφόδρα τοῦτο, σὺ νῦν ἐφθέγξω, καὶ τό γε ἠρέμα τὴν αὐτὴν δύναμιν ἔχετον τῷ μᾶλλόντε καὶ ἧττον · ὅπου γὰρ ἂν ἐνῆτον, οὐκ ἐᾶτον εἶναι ποσὸν ἕκαστον, ἀλλ’ἀεὶ σφοδρότερον ἡσυχαιτέρου καὶ τοὐναντίον ἑκάσταις πράξεσιν ἐμποιοῦντε τὸ πλέον καὶ τὸ ἔλαττον ἀπεργάζεσθον, τὸ δὲ ποσὸν ἀφανίζετον. γὰρ ἐλέχθη νυνδή, μὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλ’ἐάσαντε αὐτότε καὶ τὸ μέτριον ἐν τῇ 24dτοῦ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα ἕδρᾳ ἐγγενέσθαι, αὐτὰ ἔρρει ταῦτα ἐκ τῆς αὑτῶν χώρας ἐν ἐνῆν. οὐ γὰρ ἔτι θερμότερον οὐ δὲ ψυχρότερον εἴτην ἂν λαβόντε τὸ ποσόν · προχωρεῖ γὰρ καὶ οὐ μένει τότε θερμότερον ἀεὶ καὶ τὸ ψυχρότερον ὡσαύτως, τὸ δὲ ποσὸν ἔστη καὶ προϊὸν ἐπαύσατο. κατὰ δὴ τοῦτον τὸν λόγον ἄπειρον γίγνοιτ’ἂν τὸ θερμότερον καὶ τοὐναντίον ἅμα.

Πρωταρχος
Πρ.
Πρ.

φαίνεται γοῦν, Σώκρατες · ἔστι δ’, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι. τὸ δὲ εἰς αὖθίςτε καὶ αὖθις 24eἴσως λεχθέντα τόντε ἐρωτῶντα καὶ τὸν ἐρωτώμενον ἱκανῶς ἂν συμφωνοῦντας ἀποφήναιεν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εὖ μὲν λέγεις καὶ πειρατέον οὕτω ποιεῖν. νῦν μέντοι ἄθρει τῆς τοῦ ἀπείρου φύσεως εἰ τοῦτο δεξόμεθα σημεῖον, ἵνα μὴ πάντ’ἐπεξιόντες μηκύνωμεν.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

ὁπόσ’ἂν ἡμῖν φαίνηται μᾶλλόντε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα 25aτοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.

Πρωταρχος
Πρ.
Πρ.

μέμνημαι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς 25b μέτρον πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. πῶς σὺ φῄς;

Πρωταρχος
Πρ.
Πρ.

κάλλιστά γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

εἶεν · τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;

Πρωταρχος
Πρ.
Πρ.

σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.

Σωκρατης
Σω.
Σω.

θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.

Πρωταρχος
Πρ.
Πρ.

εὔχου δὴ καὶ σκόπει.

Σωκρατης
Σω.
Σω.

σκοπῶ · καί μοι δοκεῖ τις, Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;

Σωκρατης
Σω.
Σω.

φράσω δῆλον ὅτι · σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. γάρ;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόντε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.

Πρωταρχος
Πρ.
Πρ.

τῆς τοῦ ἀπείρου λέγεις;

Σωκρατης
Σω.
Σω.

ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.

Πρωταρχος
Πρ.
Πρ.

ποίαν;

Σωκρατης
Σω.
Σω.

ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλ’ἴσως καὶ νῦν ταὐτὸν δράσει, εἰ τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.

Πρωταρχος
Πρ.
Πρ.

ποίαν καὶ πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς 25eἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.

Πρωταρχος
Πρ.
Πρ.

μανθάνω · φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφ’ἑκάστων αὐτῶν συμβαίνειν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς γὰρ φαίνομαι.

Πρωταρχος
Πρ.
Πρ.

λέγε τοίνυν.

Σωκρατης
Σω.
Σω.

ἆρα οὐκ ἐν μὲν νόσοις τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;

Πρωταρχος
Πρ.
Πρ.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρ’οὐ ταὐτὰ ταῦτα · ἅμα πέραςτε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;

Πρωταρχος
Πρ.
Πρ.

κάλλιστά γε.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐκ τούτων ὧραίτε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶντε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθ’ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα θεός, καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντ’ἔθετο · καὶ σὺ μὲν ἀποκναῖσαι φῂς 26cαὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, Πρώταρχε, πῶς φαίνεται;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα, Σώκρατες, ἔμοιγε κατὰ νοῦν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οἶμαι κατανοεῖν · ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι · τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.

Σωκρατης
Σω.
Σω.

τὸ γὰρ πλῆθός σε, θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως · καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο 26dγένη, ὅμως δ’ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτ’ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.

Πρωταρχος
Πρ.
Πρ.

ἔμαθον.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον · κοινὴ δ’ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

ἔμοιγε · πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτίατ’ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;

Πρωταρχος
Πρ.
Πρ.

ἕτερον γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτ’ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν · τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην 27cλέγων ἆρα μὴ πλημμελοίην ἄν τι;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

φέρε δή, τὸ μετὰ τοῦθ’ἡμῖν τίς λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρ’οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτ’ἂν φρονήσεως. οὐχ οὕτως ἦν;

Πρωταρχος
Πρ.
Πρ.

οὕτω μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;

Πρωταρχος
Πρ.
Πρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἴθι δή · νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆςτε καὶ φρονήσεως. ἦν οὕτως;

Πρωταρχος
Πρ.
Πρ.

ἦν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίςτέ ἐστι καὶ ὁποίου γένους;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ μέρος γ’αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους · οὐ γὰρ δυοῖν τινοῖν ἐστι ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτ’ἄν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

εἶεν · τί δὲ σός, Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δ’ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.

Φιληβος
Φι.
Φι.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

ἡδονὴ καὶ λύπη πέρας ἔχετον, τῶν τὸ μᾶλλόντε καὶ ἧττον δεχομένων ἐστόν;

Φιληβος
Φι.
Φι.

ναί, τῶν τὸ μᾶλλον, Σώκρατες · οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.

Σωκρατης
Σω.
Σω.

οὐ δέ γ’ἄν, Φίληβε, λύπη πᾶν κακόν · ὥστ’ἄλλο τι νῷν σκεπτέον τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων · φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, Πρώταρχέτε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.

Φιληβος
Φι.
Φι.

σεμνύνεις γάρ, Σώκρατες, τὸν σεαυτοῦ θεόν.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ σύ, ἑταῖρε, τὴν σαυτοῦ · τὸ δ’ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς τοι λέγει Σωκράτης, Φίληβε, καὶ αὐτῷ πειστέον.

Φιληβος
Φι.
Φι.

οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε · νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.

Σωκρατης
Σω.
Σω.

πειστέον, Πρώταρχε · οὐ δὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλ’ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;

Πρωταρχος
Πρ.
Πρ.

παντάπασί γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ῥᾴδιον · πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦτε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.

Πρωταρχος
Πρ.
Πρ.

λέγ’ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.

Σωκρατης
Σω.
Σω.

καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

πότερον, Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;

Πρωταρχος
Πρ.
Πρ.

οὐδὲν τῶν αὐτῶν, θαυμάσιε Σώκρατες · μὲν γὰρ σὺ νῦν λέγεις, οὐ δὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ’ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐ δ’ἂν δοξάσαιμι.

Σωκρατης
Σω.
Σω.

βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον 29aσυμφήσωμεν ὡς ταῦθ’οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλ’ἀτάκτως ἔχειν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὐκ ἂν βουλοίμην;

Σωκρατης
Σω.
Σω.

ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα · χειμαζόμεθα γὰρ ὄντως ὑπ’ἀπορίας ἐν τοῖς νῦν λόγοις.

Σωκρατης
Σω.
Σω.

φέρε δή, περὶ ἑκάστου τῶν παρ’ἡμῖν λαβὲ τὸ τοιόνδε.

Πρωταρχος
Πρ.
Πρ.

ποῖον;

Σωκρατης
Σω.
Σω.

ὅτι μικρόντε τούτων ἕκαστον παρ’ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρ’ἡμῖν, ἔστι δ’ἐν τῷ παντί.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν σμικρὸν μέν τι τὸ παρ’ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δ’ἐν τῷ παντὶ πλήθειτε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλ’ἀληθὲς λέγεις.

Σωκρατης
Σω.
Σω.

τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρ’ἡμῖν πυρός, τοὐναντίον ὑπ’ἐκείνου τότ’ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντ’ἴσχει ταῦτα;

Πρωταρχος
Πρ.
Πρ.

τοῦτο μὲν οὐ δ’ἀποκρίσεως ἄξιον ἐρωτᾷς.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς · ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περίτε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;

Πρωταρχος
Πρ.
Πρ.

τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;

Σωκρατης
Σω.
Σω.

σχεδὸν οὐ δ’ὁστισοῦν · ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρ’οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν · τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ’ἡμῖν σῶμα ἐκ τοῦ παρ’ἡμῖν τοῦτο τρέφεταίτε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέντε καὶ ἔχει;

Πρωταρχος
Πρ.
Πρ.

καὶ τοῦθ’ἕτερον, Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.

Σωκρατης
Σω.
Σω.

τί δέ; τόδε ἆρα ἄξιον; πῶς ἐρεῖς;

Πρωταρχος
Πρ.
Πρ.

λέγε τὸ ποῖον.

Σωκρατης
Σω.
Σω.

τὸ παρ’ἡμῖν σῶμα ἆρ’οὐ ψυχὴν φήσομεν ἔχειν;

Πρωταρχος
Πρ.
Πρ.

δῆλον ὅτι φήσομεν.

Σωκρατης
Σω.
Σω.

πόθεν, φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;

Πρωταρχος
Πρ.
Πρ.

δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐ γάρ που δοκοῦμέν γε, Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος 30bἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρ’ἡμῖν ψυχήντε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δ’αὐτῶν τούτων ὄντων ἐν ὅλῳτε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δ’οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οὐδαμῶς τοῦτό γ’ἂν λόγον ἔχοι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὴ τοῦτο, μετ’ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, πολλάκις εἰρήκαμεν, ἄπειρόντε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ’αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσάτε καὶ συντάττουσα ἐνιαυτούςτε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατ’ἄν.

Πρωταρχος
Πρ.
Πρ.

δικαιότατα δῆτα.

Σωκρατης
Σω.
Σω.

σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.

Πρωταρχος
Πρ.
Πρ.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δ’ἄλλοις ἄλλα καλά, καθ’ὅτι φίλον ἑκάστοις λέγεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

μάλα γε.

Σωκρατης
Σω.
Σω.

τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, Πρώταρχε, εἰρηκέναι, ἀλλ’ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.

Πρωταρχος
Πρ.
Πρ.

ἔστι γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς 30eἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος ἦν ἡμῖν ἓν τοῦτο}. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.

Πρωταρχος
Πρ.
Πρ.

ἔχω καὶ μάλα ἱκανῶς · καίτοι με ἀποκρινάμενος ἔλαθες.

Σωκρατης
Σω.
Σω.

ἀνάπαυλα γάρ, Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε παιδιά.

Πρωταρχος
Πρ.
Πρ.

καλῶς εἶπες.

Σωκρατης
Σω.
Σω.

νῦν δήπου, ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρόςτε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφ’ἑαυτοῦ ἔχοντος μη δὲ ἕξοντός ποτε γένους.

Πρωταρχος
Πρ.
Πρ.

μεμνησόμεθα · πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν · ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπητε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.

Πρωταρχος
Πρ.
Πρ.

κοινὸν δέ γε, φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.

Σωκρατης
Σω.
Σω.

ἔσται ταῦτ’εἰς δύναμιν, θαυμάσιε.

Πρωταρχος
Πρ.
Πρ.

καλῶς εἶπες.

Σωκρατης
Σω.
Σω.

κοινὸν τοίνυν ὑπακούωμεν δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν.

Πρωταρχος
Πρ.
Πρ.

μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;

Σωκρατης
Σω.
Σω.

κάλλιστ’εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστ’ἤδη πρόσεχε.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ λέγεις εἰκός.

Σωκρατης
Σω.
Σω.

πάλιν δὲ ἁρμοττομένηςτε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι’ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.

Πρωταρχος
Πρ.
Πρ.

οἶμαι μέν σε ὀρθῶς λέγειν, Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;

Πρωταρχος
Πρ.
Πρ.

ποῖα;

Σωκρατης
Σω.
Σω.

πείνη μέν που λύσις καὶ λύπη;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

δίψος δ’αὖ φθορὰ καὶ λύπη, δὲ τοῦ 32aὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή · διάκρισις δέ γ’αὖ καὶ διάλυσις παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίςτε καὶ ψῦξις ἡδονή.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ ῥίγους μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη · πάλιν δ’εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων κατὰ φύσιν ὁδὸς ἡδονή. καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ 32bπέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δ’εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν.

Πρωταρχος
Πρ.
Πρ.

ἔστω · δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπηςτε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;

Πρωταρχος
Πρ.
Πρ.

κείσθω.

Σωκρατης
Σω.
Σω.

τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν 32cπαθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν.

Πρωταρχος
Πρ.
Πρ.

ἔστι γὰρ οὖν τοῦθ’ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς ὑπέλαβες. ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιντε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπηςτε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι 32dτὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις, ὅτι ταύτῃ πῃ δεῖ διαπορηθῆναι τὸ νῦν μεταδιωκόμενον.

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν τοίνυν τόδε συνίδωμεν · εἴπερ 32eὄντως ἔστι τὸ λεγόμενον, διαφθειρομένων μὲν αὐτῶν ἀλγηδών, ἀνασῳζομένων δὲ ἡδονή, τῶν μήτε διαφθειρομένων μήτε ἀνασῳζομένων ἐννοήσωμεν πέρι, τίνα ποτὲ ἕξιν δεῖ τότε ἐν ἑκάστοις εἶναι τοῖς ζῴοις, ὅταν οὕτως ἴσχῃ. σφόδρα δὲ προσέχων τὸν νοῦν εἰπέ · ἆρα οὐ πᾶσα ἀνάγκη πᾶν ἐν τῷ τότε χρόνῳ ζῷον μήτε τι λυπεῖσθαι μήτε ἥδεσθαι μήτε μέγα μήτε σμικρόν;

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἔστι τις τρίτη ἡμῶν τοιαύτη διάθεσις 33aπαράτε τὴν τοῦ χαίροντος καὶ παρὰ τὴν τοῦ λυπουμένου;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι. πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθ’ἡμῖν μή. βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.

Πρωταρχος
Πρ.
Πρ.

λέγε ποῖον.

Σωκρατης
Σω.
Σω.

τὸν τοῦ φρονεῖν βίον οἶσθ’ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν.

Πρωταρχος
Πρ.
Πρ.

τὸν τοῦ μὴ χαίρειν μη δὲ λυπεῖσθαι λέγεις;

Σωκρατης
Σω.
Σω.

ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα οὕτως ἐρρήθη.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι · καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.

Πρωταρχος
Πρ.
Πρ.

οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον.

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν οὐκ εἰκός · ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν. ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς 33cαὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι , καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

μνήμην, ὡς ἔοικεν, ὅτι ποτ’ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθ’ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς φῄς;

Σωκρατης
Σω.
Σω.

θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ δι’ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόντε καὶ κοινὸν ἑκατέρῳ.

Πρωταρχος
Πρ.
Πρ.

κείσθω.

Σωκρατης
Σω.
Σω.

τὰ μὲν δὴ μὴ δι’ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ δι’ἀμφοῖν μὴ λανθάνειν, ἆρ’ὀρθότατα ἐροῦμεν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν · ἔστι γὰρ λήθη μνήμης ἔξοδος, δ’ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε. τοῦ δὴ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. γάρ;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην 34aκαλεῖς ἀναισθησίαν ἐπονόμασον.

Πρωταρχος
Πρ.
Πρ.

ἔμαθον.

Σωκρατης
Σω.
Σω.

τὸ δ’ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δ’αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοι’ἄν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἤδη μανθάνομεν βουλόμεθα καλεῖν τὴν αἴσθησιν;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

μνήμης δὲ ἀνάμνησιν ἆρ’οὐ διαφέρουσαν λέγομεν;

Πρωταρχος
Πρ.
Πρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ τόδε;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὅταν μετὰ τοῦ σώματος ἔπασχέν ποθ’ ψυχή, ταῦτ’ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. γάρ;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτ’αἰσθήσεως εἴτ’αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν 34cαὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις που λέγομεν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς λέγεις.

Σωκρατης
Σω.
Σω.

οὗ δὴ χάριν ἅπαντ’εἴρηται ταῦτ’, ἔστι τόδε.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν · διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι.

Πρωταρχος
Πρ.
Πρ.

λέγωμεν τοίνυν, Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα.

Σωκρατης
Σω.
Σω.

πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν 34dμορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτ’ἔστι καὶ ποῦ γίγνεται.

Πρωταρχος
Πρ.
Πρ.

σκοπῶμεν τοίνυν · οὐδὲν γὰρ ἀπολοῦμεν.

Σωκρατης
Σω.
Σω.

ἀπολοῦμεν μὲν οὖν ταῦτά γε, Πρώταρχε · εὑρόντες νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς ἠμύνω · τὸ δ’ἐφεξῆς τούτοις πειρώμεθα λέγειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν νυνδὴ πείνηντε καὶ δίψος καὶ πολλὰ ἕτερα 34eτοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας;

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθ’ἑνὶ προσαγορεύομεν ὀνόματι;

Πρωταρχος
Πρ.
Πρ.

μὰ Δί’οὐ ῥᾴδιον ἴσως εἰπεῖν, Σώκρατες, ἀλλ’ὅμως λεκτέον.

Σωκρατης
Σω.
Σω.

ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν.

Πρωταρχος
Πρ.
Πρ.

πόθεν δή;

Σωκρατης
Σω.
Σω.

διψῇ γέ που λέγομεν ἑκάστοτέ τι;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

τοῦτο δέ γ’ἐστὶ κενοῦται;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;

Πρωταρχος
Πρ.
Πρ.

ναί, πώματός γε.

Σωκρατης
Σω.
Σω.

πώματος, πληρώσεως πώματος;

Πρωταρχος
Πρ.
Πρ.

οἶμαι μὲν πληρώσεως.

Σωκρατης
Σω.
Σω.

κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων πάσχει · κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.

Πρωταρχος
Πρ.
Πρ.

σαφέστατά γε.

Σωκρατης
Σω.
Σω.

τί οὖν; τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτ’αἰσθήσει πληρώσεως ἐφάπτοιτ’ἂν εἴτε μνήμῃ, τούτου μήτ’ἐν τῷ νῦν χρόνῳ πάσχει μήτ’ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις · δ’ἐπιθυμεῖ πληρώσεως.

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

πληρώσεώς γ’ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαῖον.

Σωκρατης
Σω.
Σω.

τὸ μὲν δὴ σῶμα ἀδύνατον · κενοῦται γάρ που.

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, 35cτῇ μνήμῃ δῆλον ὅτι · τῷ γὰρ ἂν ἔτ’ἄλλῳ ἐφάψαιτο;

Πρωταρχος
Πρ.
Πρ.

σχεδὸν οὐδενί.

Σωκρατης
Σω.
Σω.

μανθάνομεν οὖν συμβέβηχ’ἡμῖν ἐκ τούτων τῶν λόγων;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος λόγος γίγνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

δ’ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην λόγος ψυχῆς σύμπασαν τήντε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα.

Σωκρατης
Σω.
Σω.

διψῆν ἄρα ἡμῶν τὸ σῶμα πεινῆν τι τῶν τοιούτων πάσχειν οὐδαμῇ λόγος αἱρεῖ.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.

Πρωταρχος
Πρ.
Πρ.

ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;

Σωκρατης
Σω.
Σω.

ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαντέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.

Πρωταρχος
Πρ.
Πρ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

τί δ’ὅταν ἐν μέσῳ τούτων γίγνηται;

Πρωταρχος
Πρ.
Πρ.

πῶς ἐν μέσῳ;

Σωκρατης
Σω.
Σω.

διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ὧν γενομένων παύοιτ’ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω · τί 36aτότε; φῶμεν μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

φῶμεν μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

πότερον ἀλγοῦνθ’ὅλως χαίροντα;

Πρωταρχος
Πρ.
Πρ.

μὰ Δί’, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.

Σωκρατης
Σω.
Σω.

πῶς, Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρ’οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ 36bπληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα γε.

Σωκρατης
Σω.
Σω.

μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις ἀλγεῖν;

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

τότε ἄρ’ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταίτε ἅμα καὶ χαίρει.

Πρωταρχος
Πρ.
Πρ.

κινδυνεύει.

Σωκρατης
Σω.
Σω.

τί δ’ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρ’οὐ τότε τὸ διπλοῦν γίγνοιτ’ἂν περὶ τὰς λύπας πάθος, σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι 36cδιπλοῦν;

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

πότερον ἀληθεῖς ταύτας τὰς λύπαςτε καὶ ἡδονὰς ψευδεῖς εἶναι λέξομεν; τὰς μέν τινας ἀληθεῖς, τὰς δ’οὔ;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’, Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ λῦπαι;

Σωκρατης
Σω.
Σω.

πῶς δέ, Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ψευδεῖς, προσδοκίαι ἀληθεῖς μή, δόξαι ἀληθεῖς ψευδεῖς;

Πρωταρχος
Πρ.
Πρ.

δόξας μὲν ἔγωγ’ἄν που συγχωροίην, τὰ δ’ἕτερα ταῦτ’οὐκ ἄν.

Σωκρατης
Σω.
Σω.

πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εἰ πρὸς τὰ παρεληλυθότα, παῖ ’κείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.

Πρωταρχος
Πρ.
Πρ.

ἴσως τοῦτό γε.

Σωκρατης
Σω.
Σω.

χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

λέγε δή μοι · θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δ’ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

οὔτε δὴ ὄναρ οὔθ’ὕπαρ, ὡς φῄς, οὔτ’ἐν μανίαις οὔτ’ἐν παραφροσύναις οὐδεὶς ἔσθ’ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐ δ’αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δ’οὔ.

Πρωταρχος
Πρ.
Πρ.

πάνθ’οὕτω ταῦτα, Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ὀρθῶς; σκεπτέον εἴτ’ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;

Πρωταρχος
Πρ.
Πρ.

σκεπτέον, ὥς γ’ἐγὼ φαίην ἄν.

Σωκρατης
Σω.
Σω.

διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆςτε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ἥδεσθαι;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ τό γε τὸ ἡδόμενον ἥδεται;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτ’ἀπολεῖ.

Πρωταρχος
Πρ.
Πρ.

ναί, καὶ τοῦθ’οὕτως ἔχει.

Σωκρατης
Σω.
Σω.

ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδήςτε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δ’ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.

Πρωταρχος
Πρ.
Πρ.

σκεπτέον.

Σωκρατης
Σω.
Σω.

ἆρ’ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδόςτε καὶ 37cἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτ’εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποί’ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθ’ἡμῖν διομολογητέον.

Πρωταρχος
Πρ.
Πρ.

δῆλον.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε · πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαιτε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαίτε καὶ ἡδοναί.

Πρωταρχος
Πρ.
Πρ.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἂν δέ γε πονηρία τούτων, Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;

Πρωταρχος
Πρ.
Πρ.

ἀλλὰ τί μήν, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

τί δ’, ἂν ὀρθότης τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαῖον.

Σωκρατης
Σω.
Σω.

ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον , τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐ δ’ὀρθῶς δοξάζουσαν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

τί δ’, ἂν αὖ λύπην τινα ἡδονὴν περὶ τὸ ἐφ’ λυπεῖται τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν χρηστὴν τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οὐχ οἷόντε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, Σώκρατες, 38aἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δ’ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, Πρώταρχε, λόγῳ τὰ νῦν.

Πρωταρχος
Πρ.
Πρ.

οὐδέν γε, ἀλλ’ἅπερ ἀκούω λέγω.

Σωκρατης
Σω.
Σω.

διαφέρει δ’ἡμῖν οὐδέν, ἑταῖρε, μετὰ δόξηςτε ὀρθῆς καὶ μετ’ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;

Πρωταρχος
Πρ.
Πρ.

εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.

Σωκρατης
Σω.
Σω.

τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.

Πρωταρχος
Πρ.
Πρ.

ἄγ’ὅπῃ σοι φαίνεται.

Σωκρατης
Σω.
Σω.

τῇδε δὴ ἄγω.

Πρωταρχος
Πρ.
Πρ.

πῇ;

Σωκρατης
Σω.
Σω.

δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;

Πρωταρχος
Πρ.
Πρ.

ἔστιν.

Σωκρατης
Σω.
Σω.

ἕπεται μὴν ταύταις, νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐκ μνήμηςτε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθ’ἑκάστοτε;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθ’ἴσχειν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθ’ἅπερ ὁρᾷ;

Πρωταρχος
Πρ.
Πρ.

φαίην ἄν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτ’ἂν ὧδε;

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

τί ποτ’ἄρ’ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθ’ἑστάναι 38dφανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτ’εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτ’ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν μετὰ ταῦτα τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ παρενεχθείς γ’αὖ τάχ’ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.

Πρωταρχος
Πρ.
Πρ.

μάλα γε.

Σωκρατης
Σω.
Σω.

κἂν μέν τίς γ’αὐτῷ παρῇ, τάτε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτ’ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως τότε δόξαν ἐκαλοῦμεν;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἂν δ’ἄρα μόνος τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

δοκεῖ μοι τότε ἡμῶν ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα περὶ ταῦτ’ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους · καὶ ὅταν μὲν ἀληθῆ γράφῃ, δόξατε ἀληθὴς καὶ λόγοι ἀπ’αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι · ψευδῆ δ’ὅταν τοιοῦτος παρ’ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.

Σωκρατης
Σω.
Σω.

ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.

Πρωταρχος
Πρ.
Πρ.

τίνα;

Σωκρατης
Σω.
Σω.

ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;

Σωκρατης
Σω.
Σω.

ὅταν ἀπ’ὄψεως τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων 39cκαὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. τοῦτο οὐκ ἔστι γιγνόμενον παρ’ἡμῖν;

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;

Πρωταρχος
Πρ.
Πρ.

παντάπασιν.

Σωκρατης
Σω.
Σω.

εἰ δὴ ταῦτ’ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;

Πρωταρχος
Πρ.
Πρ.

περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντ’ἄν, ὥσθ’ἡμῖν συμβαίνει τὸ προχαίρειντε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν τὰ γράμματάτε καὶ ζωγραφήματα, σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν 39eγεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

ἆρα σφόδρα λέγεις, ὅτι πάντ’ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δ’αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;

Πρωταρχος
Πρ.
Πρ.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρ’οὐ θεοφιλής ἐστιν;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τί δέ; ἄδικόςτε καὶ παντάπασι κακὸς ἆρ’οὐ 40a τοὐναντίον ἐκείνῳ;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα · καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπ’αὐτῷ πολλὰς ἡδονάς · καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφ’αὑτῷ χαίροντα σφόδρα καθορᾷ.

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ τὸ πολὺ τοὐναντίον, μὴ φῶμεν;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα φατέον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δ’ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαιότατα λέγεις.

Σωκρατης
Σω.
Σω.

εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.

Πρωταρχος
Πρ.
Πρ.

εἰσίν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπ’οὖσι δὲ μη δ’ἐπὶ γεγονόσι μη δὲ ἐπ’ἐσομένοις ἐνίοτε.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. γάρ;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαιςτε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μη δ’ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μη δὲ μέλλουσί ποτε γενήσεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

καὶ ταῦθ’οὕτως ἀναγκαῖον, Σώκρατες, ἔχειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αὐτὸς λόγος ἂν εἴη περὶ φόβωντε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;

Πρωταρχος
Πρ.
Πρ.

οὐκ ἄλλως.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἡδονάς γ’οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν τοὐναντίον, Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπαςτε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.

Σωκρατης
Σω.
Σω.

τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν · τὰς δὲ ψευδεῖς κατ’ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις 41bἐνούσαςτε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’, Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρ’ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

καλῶς.

Σωκρατης
Σω.
Σω.

περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.

Πρωταρχος
Πρ.
Πρ.

ἴωμεν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν 41cτοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.

Πρωταρχος
Πρ.
Πρ.

μεμνήμεθα καὶ προερρήθη ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;

Πρωταρχος
Πρ.
Πρ.

ἦν γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.

Πρωταρχος
Πρ.
Πρ.

λέγε.

Σωκρατης
Σω.
Σω.

γίγνεται τοίνυν, ὁπόταν ταῦτα, ἅμα παρακεῖσθαι λύπαςτε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρ’ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, καὶ νυνδὴ ἐφάνη.

Πρωταρχος
Πρ.
Πρ.

φαίνεται γοῦν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὡς τὸ μᾶλλόντε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπητε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.

Πρωταρχος
Πρ.
Πρ.

εἴρηται. τί μήν;

Σωκρατης
Σω.
Σω.

τίς οὖν μηχανὴ ταῦτ’ὀρθῶς κρίνεσθαι;

Πρωταρχος
Πρ.
Πρ.

πῇ δὴ καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπητε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’ἔστι ταῦτάτε τοιαῦτα καὶ βούλησις τῆς κρίσεως αὕτη.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν 42aτὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δ’ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;

Πρωταρχος
Πρ.
Πρ.

πολὺ μὲν οὖν μᾶλλον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον λέγεις;

Σωκρατης
Σω.
Σω.

τότε μὲν αἱ δόξαι ψευδεῖςτε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπαςτε καὶ ἡδονὰς ἅμα τοῦ παρ’αὑταῖς παθήματος ἀνεπίμπλασαν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέντε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρ’ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δ’αὖ διὰ τὸ παρ’ἡδονὰς τοὐναντίον ἐκείναις.

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον 42cἀλλ’οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐ δ’αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόντε καὶ ἀληθὲς τολμήσεις λέγειν.

Πρωταρχος
Πρ.
Πρ.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ταύτας φαινομέναςτε καὶ οὔσας ἐν τοῖς ζῴοις.

Πρωταρχος
Πρ.
Πρ.

ποίας δὴ καὶ πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι 42dκαὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαίτε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθ’ὁπόσα τοιαῦτ’ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.

Πρωταρχος
Πρ.
Πρ.

ναί, ταῦτα εἴρηται πολλάκις.

Σωκρατης
Σω.
Σω.

εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρ’ἡμῶν αὐτῶν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

τί δ’ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ;

Πρωταρχος
Πρ.
Πρ.

πότε δὲ τοῦτ’ἂν γένοιτο, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐδὲν πρὸς λόγον ἐστίν, Πρώταρχε, σὺ νῦν ἤρου τὸ ἐρώτημα.

Πρωταρχος
Πρ.
Πρ.

τί δή;

Σωκρατης
Σω.
Σω.

διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.

Πρωταρχος
Πρ.
Πρ.

ποίαν;

Σωκρατης
Σω.
Σω.

εἰ δ’οὖν μὴ γίγνοιτο, Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;

Πρωταρχος
Πρ.
Πρ.

μὴ κινουμένου τοῦ σώματος ἐφ’ἑκάτερα φῄς;

Σωκρατης
Σω.
Σω.

οὕτως.

Πρωταρχος
Πρ.
Πρ.

δῆλον δὴ τοῦτό γε, Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτ’ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτ’ἄν τις λύπη.

Σωκρατης
Σω.
Σω.

κάλλιστ’εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν · ἀεὶ γὰρ ἅπαντα ἄνωτε καὶ κάτω ῥεῖ.

Πρωταρχος
Πρ.
Πρ.

λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.

Σωκρατης
Σω.
Σω.

πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδ’οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.

Πρωταρχος
Πρ.
Πρ.

λέγε ὅπῃ.

Σωκρατης
Σω.
Σω.

ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους · σὺ δ’ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτ’αἰσθάνεται τὸ πάσχον, καὶ οὔτ’αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, πᾶν τοὐναντίον.

Πρωταρχος
Πρ.
Πρ.

ἅπαν δήπου τοὐναντίον · ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθ’ἡμᾶς.

Σωκρατης
Σω.
Σω.

οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτωτε καὶ ἄνω γιγνόμεναι λύπαςτε καὶ ἡδονὰς ἀπεργάζονται.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ὧδ’ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπαςτε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δ’αὖ μέτριαίτε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότερον οὕτως ’κείνως, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.

Πρωταρχος
Πρ.
Πρ.

ποῖος;

Σωκρατης
Σω.
Σω.

ὃν ἄλυπόντε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα 43dμὲν ἡδύν, τὸν δ’αὖ λυπηρόν, τὸν δ’ἕνα μηδέτερα. πῶς ἂν φαίης σὺ περὶ τούτων;

Πρωταρχος
Πρ.
Πρ.

οὐκ ἄλλως ἔγωγε ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθ’ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;

Πρωταρχος
Πρ.
Πρ.

ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.

Σωκρατης
Σω.
Σω.

τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δ’ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.

Πρωταρχος
Πρ.
Πρ.

κεῖται.

Σωκρατης
Σω.
Σω.

τὸ δὴ μηδέτερα τούτων ἔσθ’ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἄργυρος;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς ἄν;

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρα μέσος βίος ἡδὺς λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτ’εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτ’εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μήν, ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;

Πρωταρχος
Πρ.
Πρ.

φασὶ γοῦν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οἴονται τότε χαίρειν · οὐ γὰρ ἂν ἔλεγόν που.

Πρωταρχος
Πρ.
Πρ.

κινδυνεύει.

Σωκρατης
Σω.
Σω.

ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν φύσις ἑκατέρου.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μὴν χωρίς γε ἦν.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν αἱρώμεθα παρ’ἡμῖν ταῦτ’εἶναι, καθάπερ 44bἄρτι, τρία, δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δ’ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δὴ νῦν τοῦτο, Σώκρατες, ἐρωτώμεθα ὑφ’ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω.

Σωκρατης
Σω.
Σω.

ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, Πρώταρχε, οὐ μανθάνεις;

Πρωταρχος
Πρ.
Πρ.

λέγεις δὲ αὐτοὺς τίνας;

Σωκρατης
Σω.
Σω.

καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.

Πρωταρχος
Πρ.
Πρ.

τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, πῶς, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὔκ, ἀλλ’ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα, 44dοὐχ ἡδονήν, εἶναι. τούτοις μὲν οὖν ταῦτα ἂν προσχρήσαιο, σκεψάμενος ἔτι καὶ τὰ ἄλλα αὐτῶν δυσχεράσματα · μετὰ δὲ ταῦτα αἵ γέ μοι δοκοῦσιν ἡδοναὶ ἀληθεῖς εἶναι πεύσῃ, ἵνα ἐξ ἀμφοῖν τοῖν λόγοιν σκεψάμενοι τὴν δύναμιν αὐτῆς παραθώμεθα πρὸς τὴν κρίσιν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς λέγεις.

Σωκρατης
Σω.
Σω.

μεταδιώκωμεν δὴ τούτους, ὥσπερ συμμάχους, κατὰ τὸ τῆς δυσχερείας αὐτῶν ἴχνος. οἶμαι γὰρ τοιόνδε τι λέγειν αὐτούς, ἀρχομένους ποθὲν ἄνωθεν, ὡς εἰ βουληθεῖμεν ὁτουοῦν 44eεἴδους τὴν φύσιν ἰδεῖν, οἷον τὴν τοῦ σκληροῦ, πότερον εἰς τὰ σκληρότατα ἀποβλέποντες οὕτως ἂν μᾶλλον συννοήσαιμεν πρὸς τὰ πολλοστὰ σκληρότητι; δεῖ δή σε, Πρώταρχε, καθάπερ ἐμοί, καὶ τούτοις τοῖς δυσχερέσιν ἀποκρίνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν, καὶ λέγω γε αὐτοῖς ὅτι πρὸς τὰ πρῶτα μεγέθει.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ καὶ τὸ τῆς ἡδονῆς γένος ἰδεῖν ἥντινά ποτ’ἔχει φύσιν βουληθεῖμεν, οὐκ εἰς τὰς πολλοστὰς ἡδονὰς 45aἀποβλεπτέον, ἀλλ’εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας.

Πρωταρχος
Πρ.
Πρ.

πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις περὶ ὑγιαίνοντας; εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ 45bἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.

Πρωταρχος
Πρ.
Πρ.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

τί δ’; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;

Πρωταρχος
Πρ.
Πρ.

τοῦτο μὲν ἀληθές.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόντ’ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλ’εἰς νόσον ἰόντας δεῖ σκοπεῖν; ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλ’οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε. νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μη δ’εἶναι τὸ παράπαν αὐτήν.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου.

Σωκρατης
Σω.
Σω.

τάχα, Πρώταρχε, οὐχ ἧττον δείξεις. ἀπόκριναι γάρ · ἐν ὕβρει μείζους ἡδονάς οὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσας ὁρᾷς ἐν τῷ σώφρονι βίῳ; λέγε δὲ προσέχων τὸν νοῦν.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’ἔμαθον λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ. τοὺς μὲν γὰρ σώφρονάς που καὶ παροιμιαζόμενος 45eἐπίσχει λόγος ἑκάστοτε, τὸ μηδὲν ἄγαν παρακελευόμενος, πείθονται · τὸ δὲ τῶν ἀφρόνωντε καὶ ὑβριστῶν μέχρι μανίας σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται.

Σωκρατης
Σω.
Σω.

καλῶς · καὶ εἴ γε τοῦθ’οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλ’οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας.

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.

Πρωταρχος
Πρ.
Πρ.

ποίων;

Σωκρατης
Σω.
Σω.

τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.

Πρωταρχος
Πρ.
Πρ.

ποίας;

Σωκρατης
Σω.
Σω.

οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως · τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν λύπην;

Πρωταρχος
Πρ.
Πρ.

σύμμεικτον τοῦτό γ’ἄρ’, Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.

Σωκρατης
Σω.
Σω.

οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον · ἀλλ’ἄνευ τούτων, Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον.

Πρωταρχος
Πρ.
Πρ.

οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς.

Σωκρατης
Σω.
Σω.

τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς 46cτοῖς σώμασιν, αἱ δ’αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ · τὰς δ’αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

ὁπόταν ἐν τῇ καταστάσει τις τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ 46dδυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶντε καὶ ἡδονῶν, αἱ δ’ἐκ τῶν ἑτέρων πλειόνων;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνται τὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶν ὁπόταν ἐν τοῖς ἐντὸς τὸ ζέον καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί 46eτις, τὸ δ’ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερ’ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν τὰ διακεκριμένα συγχεῖν 47a ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ τὰ τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζειτε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δ’αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνειτε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται;

Πρωταρχος
Πρ.
Πρ.

μάλα γε.

Σωκρατης
Σω.
Σω.

καὶ λέγειντε, ἑταῖρε, αὐτόντε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει · καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερόςτε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστ’ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται.

Πρωταρχος
Πρ.
Πρ.

πάντα, Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας.

Σωκρατης
Σω.
Σω.

περί γε τῶν ἡδονῶν, Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆςτε καὶ ἐντὸς κερασθέντων · περὶ δέ γ’ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπηντε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστ’εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε 47dμὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπηςτε καὶ ἡδονῆς συμπίπτει γενομένη.

Πρωταρχος
Πρ.
Πρ.

κινδυνεύεις ὀρθότατα λέγειν.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπηςτε καὶ ἡδονῆς λοιπὴ μία.

Πρωταρχος
Πρ.
Πρ.

ποία, φῄς;

Σωκρατης
Σω.
Σω.

ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς οὖν δὴ τοῦτ’αὐτὸ λέγομεν;

Σωκρατης
Σω.
Σω.

ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρ’οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς;

Πρωταρχος
Πρ.
Πρ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αὐτὰς ἡδονῶν μεστὰς εὑρήσομεν ἀμηχάνων; δεόμεθα ὑπομιμνῄσκεσθαι τὸ ὅςτ’ἐφέηκε πολύφρονά περ χαλεπῆναι ὅςτε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο, 48aκαὶ τὰς ἐν τοῖς θρήνοις καὶ πόθοις ἡδονὰς ἐν λύπαις οὔσας ἀναμεμειγμένας;

Πρωταρχος
Πρ.
Πρ.

οὔκ, ἀλλ’οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ τάς γε τραγικὰς θεωρήσεις, ὅταν ἅμα χαίροντες κλάωσι, μέμνησαι;

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

τὴν δ’ἐν ταῖς κωμῳδίαις διάθεσιν ἡμῶν τῆς ψυχῆς, ἆρ’οἶσθ’ὡς ἔστι κἀν τούτοις μεῖξις λύπηςτε καὶ ἡδονῆς;

Πρωταρχος
Πρ.
Πρ.

οὐ πάνυ κατανοῶ.

Σωκρατης
Σω.
Σω.

παντάπασι γὰρ οὐ ῥᾴδιον, Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος.

Πρωταρχος
Πρ.
Πρ.

οὔκουν ὥς γ’ἔοικεν ἐμοί.

Σωκρατης
Σω.
Σω.

λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷόςτ’ μεῖξιν λύπηςτε καὶ ἡδονῆς.

Πρωταρχος
Πρ.
Πρ.

λέγοις ἄν.

Σωκρατης
Σω.
Σω.

τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη · τῆς δ’αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων.

Πρωταρχος
Πρ.
Πρ.

τὸ γνῶθι σαυτὸν λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.

Πρωταρχος
Πρ.
Πρ.

πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς .

Σωκρατης
Σω.
Σω.

λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;

Πρωταρχος
Πρ.
Πρ.

λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον κατὰ τὴν αὑτῶν οὐσίαν.

Πρωταρχος
Πρ.
Πρ.

πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες.

Σωκρατης
Σω.
Σω.

πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τῶν ἀρετῶν δ’ἆρ’οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν ἔτι διαιρετέον, Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν. πῶς οὖν τέμνομεν δίχα, λέγεις; πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον.

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ταύτῃ τοίνυν δίελε, καὶ ὅσοι μὲν αὐτῶν εἰσι μετ’ἀσθενείας τοιοῦτοι καὶ ἀδύνατοι καταγελώμενοι τιμωρεῖσθαι, γελοίους τούτους φάσκων εἶναι τἀληθῆ φθέγξῃ · τοὺς δὲ δυνατοὺς τιμωρεῖσθαι καὶ ἰσχυροὺς φοβεροὺς καὶ ἐχθροὺς 49cπροσαγορεύων ὀρθότατον τούτων σαυτῷ λόγον ἀποδώσεις. ἄγνοια γὰρ μὲν τῶν ἰσχυρῶν ἐχθράτε καὶ αἰσχρά βλαβερὰ γὰρ καὶ τοῖς πέλας αὐτήτε καὶ ὅσαι εἰκόνες αὐτῆς εἰσιν δ’ἀσθενὴς ἡμῖν τὴν τῶν γελοίων εἴληχε τάξιντε καὶ φύσιν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις. ἀλλὰ γὰρ τῶν ἡδονῶν καὶ λυπῶν μεῖξις ἐν τούτοις οὔπω μοι καταφανής.

Σωκρατης
Σω.
Σω.

τὴν τοίνυν τοῦ φθόνου λαβὲ δύναμιν πρῶτον.

Πρωταρχος
Πρ.
Πρ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή;

Πρωταρχος
Πρ.
Πρ.

τοῦτο μὲν ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπὶ μὲν τοῖς τῶν ἐχθρῶν κακοῖς οὔτ’ἄδικον οὔτε φθονερόν ἐστι τὸ χαίρειν;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τὰ δέ γε τῶν φίλων ὁρῶντας ἔστιν ὅτε κακὰ μὴ λυπεῖσθαι, χαίρειν δέ, ἆρα οὐκ ἄδικόν ἐστιν;

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὴν ἄγνοιαν εἴπομεν ὅτι κακὸν πᾶσιν;

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

τὴν οὖν τῶν φίλων δοξοσοφίαν καὶ δοξοκαλίαν καὶ 49eὅσα νυνδὴ διήλθομεν, ἐν τρισὶν λέγοντες εἴδεσιν γίγνεσθαι, γελοῖα μὲν ὁπόσα ἀσθενῆ, μισητὰ δ’ὁπόσα ἐρρωμένα, φῶμεν μὴ φῶμεν ὅπερ εἶπον ἄρτι, τὴν τῶν φίλων ἕξιν ταύτην ὅταν ἔχῃ τις τὴν ἀβλαβῆ τοῖς ἄλλοις, γελοίαν εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

κακὸν δ’οὐχ ὁμολογοῦμεν αὐτὴν ἄγνοιάν γε οὖσαν εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

χαίρομεν δὲ λυπούμεθα, ὅταν ἐπ’αὐτῇ γελῶμεν;

Πρωταρχος
Πρ.
Πρ.

δῆλον ὅτι χαίρομεν.

Σωκρατης
Σω.
Σω.

ἡδονὴν δὲ ἐπὶ τοῖς τῶν φίλων κακοῖς, οὐ φθόνον ἔφαμεν εἶναι τὸν τοῦτ’ἀπεργαζόμενον;

Πρωταρχος
Πρ.
Πρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι · τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

μηνύει δὴ νῦν λόγος ἡμῖν ἐν θρήνοιςτε καὶ ἐν τραγῳδίαις καὶ κωμῳδίαις, μὴ τοῖς δράμασι μόνον ἀλλὰ καὶ τῇ τοῦ βίου συμπάσῃ τραγῳδίᾳ καὶ κωμῳδίᾳ, λύπας ἡδοναῖς ἅμα κεράννυσθαι, καὶ ἐν ἄλλοις δὴ μυρίοις.

Πρωταρχος
Πρ.
Πρ.

ἀδύνατον μὴ ὁμολογεῖν ταῦτα, Σώκρατες, εἰ καί τις φιλονικοῖ πάνυ πρὸς τἀναντία.

Σωκρατης
Σω.
Σω.

ὀργὴν μὴν καὶ πόθον καὶ θρῆνον καὶ φόβον καὶ 50cἔρωτα καὶ ζῆλον καὶ φθόνον προυθέμεθα καὶ ὁπόσα τοιαῦτα, ἐν οἷς ἔφαμεν εὑρήσειν μειγνύμενα τὰ νῦν πολλάκις λεγόμενα. γάρ;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

μανθάνομεν οὖν ὅτι θρήνου πέρι καὶ φθόνου καὶ ὀργῆς πάντα ἐστὶ τὰ νυνδὴ διαπερανθέντα;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὐ μανθάνομεν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν πολλὰ ἔτι τὰ λοιπά;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάνυ γε.

Σωκρατης
Σω.
Σω.

διὰ δὴ τί μάλισθ’ὑπολαμβάνεις με δεῖξαί σοι τὴν ἐν τῇ κωμῳδίᾳ μεῖξιν; ἆρ’οὐ πίστεως χάριν, ὅτι τήν γε ἐν 50dτοῖς φόβοις καὶ ἔρωσι καὶ τοῖς ἄλλοις ῥᾴδιον κρᾶσιν ἐπιδεῖξαι · λαβόντα δὲ τοῦτο παρὰ σαυτῷ ἀφεῖναί με μηκέτι ἐπ’ἐκεῖνα ἰόντα δεῖν μηκύνειν τοὺς λόγους, ἀλλ’ἁπλῶς λαβεῖν τοῦτο, ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετ’ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις; νῦν οὖν λέγε πότερα ἀφίης με μέσας ποιήσεις νύκτας; εἰπὼν δὲ σμικρὰ οἶμαί σου τεύξεσθαι μεθεῖναί με · τούτων γὰρ ἁπάντων αὔριον 50eἐθελήσω σοι λόγον δοῦναι, τὰ νῦν δὲ ἐπὶ τὰ λοιπὰ βούλομαι στέλλεσθαι πρὸς τὴν κρίσιν ἣν Φίληβος ἐπιτάττει.

Πρωταρχος
Πρ.
Πρ.

καλῶς εἶπες, Σώκρατες · ἀλλ’ὅσα λοιπὰ ἡμῖν διέξελθε ὅπῃ σοι φίλον.

Σωκρατης
Σω.
Σω.

κατὰ φύσιν τοίνυν μετὰ τὰς μειχθείσας ἡδονὰς ὑπὸ δή τινος ἀνάγκης ἐπὶ τὰς ἀμείκτους πορευοίμεθ’ἂν ἐν τῷ μέρει.

Πρωταρχος
Πρ.
Πρ.

κάλλιστ’εἶπες.

Σωκρατης
Σω.
Σω.

ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς. τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλ’ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δ’οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δ’αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαιςτε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περίτε σώματος καὶ ψυχῆς ἀπορίας.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθεῖς δ’αὖ τίνας, Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτ’ἄν;

Σωκρατης
Σω.
Σω.

τὰς περίτε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας παραδίδωσιν.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δὴ ταῦτα, Σώκρατες, αὖ λέγομεν οὕτω;

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν λέγω, πειρατέον 51cμὴν δηλοῦν. σχημάτωντε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ζῴων τινων ζωγραφημάτων, ἀλλ’εὐθύ τι λέγω, φησὶν λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τάτε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδάτε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις. ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλ’ἀεὶ καλὰ καθ’αὑτὰ πεφυκέναι καί τινας 51dἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς · καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα ἀλλ’ἆρα μανθάνομεν, πῶς;

Πρωταρχος
Πρ.
Πρ.

πειρῶμαι μέν, Σώκρατες · πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.

Σωκρατης
Σω.
Σω.

λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλ’αὐτὰς καθ’αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.

Πρωταρχος
Πρ.
Πρ.

ἔστι γὰρ οὖν καὶ τοῦτο.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν · τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτ’ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν. ἀλλ’, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο ὧν λέγομεν ἡδονῶν.

Πρωταρχος
Πρ.
Πρ.

κατανοῶ.

Σωκρατης
Σω.
Σω.

ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ 52aμαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μη δὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οὕτω συνδοκεῖ.

Σωκρατης
Σω.
Σω.

τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;

Πρωταρχος
Πρ.
Πρ.

οὔ τι φύσει γε, ἀλλ’ἔν τισι λογισμοῖς τοῦ 52bπαθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.

Σωκρατης
Σω.
Σω.

καὶ μήν, μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.

Σωκρατης
Σω.
Σω.

ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτουςτε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὐ ῥητέον;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάςτε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν · καὶ τὰς τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ δεχομένας, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διάτε σώματος καὶ ψυχῆς φερομένου 52dθῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι; τὸ καθαρόντε καὶ εἰλικρινὲς τὸ σφόδρατε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;

Πρωταρχος
Πρ.
Πρ.

τί ποτ’ἄρα, Σώκρατες, ἐρωτᾷς βουλόμενος;

Σωκρατης
Σω.
Σω.

μηδέν, Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς52eτε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρ’αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δ’οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν · προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.

Πρωταρχος
Πρ.
Πρ.

τί οὖν προελώμεθα;

Σωκρατης
Σω.
Σω.

τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόντε καὶ πλεῖστον τὸ ἀκρατέστατον, ἐν χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;

Πρωταρχος
Πρ.
Πρ.

δῆλον ὅτι τὸ μάλιστ’εἰλικρινὲς ὄν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς. ἆρ’οὖν οὐ τοῦτο ἀληθέστατον, Πρώταρχε, 53bκαὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλ’οὐ τὸ πλεῖστον οὐ δὲ τὸ μέγιστον;

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατά γε.

Σωκρατης
Σω.
Σω.

σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλ’ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ 53cμεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτ’ἄν.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.

Σωκρατης
Σω.
Σω.

τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.

Πρωταρχος
Πρ.
Πρ.

τί δή;

Σωκρατης
Σω.
Σω.

διαπερανοῦμαί σοι τοῦτ’αὐτὸ ἐπανερωτῶν, 53dΠρώταρχε φίλε.

Πρωταρχος
Πρ.
Πρ.

λέγε καὶ ἐρώτα μόνον.

Σωκρατης
Σω.
Σω.

ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθ’αὑτό, τὸ δ’ἀεὶ ἐφιέμενον ἄλλου.

Πρωταρχος
Πρ.
Πρ.

πῶς τούτω καὶ τίνε λέγεις;

Σωκρατης
Σω.
Σω.

τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δ’ἐλλιπὲς ἐκείνου.

Πρωταρχος
Πρ.
Πρ.

λέγ’ἔτι σαφέστερον.

Σωκρατης
Σω.
Σω.

παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει 53eκατὰ πάνθ’ὅσα λέγομεν εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

τὸ τρίτον ἔτ’ἐρῶ; λέγε σαφέστερον, Σώκρατες, ὅτι λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐδέν τι ποικίλον, Πρώταρχε · ἀλλ’ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δ’ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστ’ἀεί, τὸ δ’οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.

Πρωταρχος
Πρ.
Πρ.

μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.

Σωκρατης
Σω.
Σω.

τάχα δ’ἴσως, παῖ, μᾶλλον μαθησόμεθα προελθόντος 54aτοῦ λόγου.

Πρωταρχος
Πρ.
Πρ.

τί γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

δύο δὴ τάδε ἕτερα λάβωμεν.

Πρωταρχος
Πρ.
Πρ.

ποῖα;

Σωκρατης
Σω.
Σω.

ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.

Πρωταρχος
Πρ.
Πρ.

δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.

Σωκρατης
Σω.
Σω.

ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;

Πρωταρχος
Πρ.
Πρ.

τοῦτο προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτ’ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;

Σωκρατης
Σω.
Σω.

φαίνομαι.

Πρωταρχος
Πρ.
Πρ.

πρὸς θεῶν ἆρ’ ἐπανερωτᾷς με τοιόνδε τι; λέγ’, Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθ’ὁπόσα τοιαῦτ’ἐστίν;

Σωκρατης
Σω.
Σω.

λέγω τοῦτ’αὐτό, Πρώταρχε.

Πρωταρχος
Πρ.
Πρ.

τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐδὲν ὅτι οὔ · σὺ μέντοι τοῦ λόγου συμμέτεχε.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακάτε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.

Πρωταρχος
Πρ.
Πρ.

σαφέστατα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτ’ἄν.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτ’ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι · τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ἄριστε, μοῖραν θετέον.

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαιότατον.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μη δ’ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ · δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δὴ καὶ ποίων λέγεις;

Σωκρατης
Σω.
Σω.

τῶν ὅσοι ἐξιώμενοι πείνην δίψαν τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντέςτε καὶ πεινῶντες καὶ τἆλλα τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.

Πρωταρχος
Πρ.
Πρ.

ἐοίκασι γοῦν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαῖον.

Σωκρατης
Σω.
Σω.

τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτ’ἄν τις τοῦθ’αἱρούμενος, ἀλλ’οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δ’ἦν ὡς οἷόντε καθαρώτατα.

Πρωταρχος
Πρ.
Πρ.

πολλή τις, ὡς ἔοικεν, Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.

Σωκρατης
Σω.
Σω.

πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.

Πρωταρχος
Πρ.
Πρ.

πῇ;

Σωκρατης
Σω.
Σω.

πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μη δὲ καλὸν μήτε ἐν σώμασι μήτ’ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ σωφροσύνην νοῦν τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι; πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει, 55cτότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.

Πρωταρχος
Πρ.
Πρ.

πάντ’ἐστὶ ταῦτα, Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν · γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστ’αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖςτε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δ’ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δ’ὡς ἀκαθαρτότερα.

Πρωταρχος
Πρ.
Πρ.

οὐκοῦν χρή.

Σωκρατης
Σω.
Σω.

τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;

Πρωταρχος
Πρ.
Πρ.

ποίας καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.

Πρωταρχος
Πρ.
Πρ.

φαῦλον μὲν δή.

Σωκρατης
Σω.
Σω.

τὸ γοῦν μετὰ ταῦτ’εἰκάζειν λείποιτ’ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας 56aἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας.

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαιότατα λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἰατρικήντε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας.

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροιςτε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται.

Πρωταρχος
Πρ.
Πρ.

πῇ;

Σωκρατης
Σω.
Σω.

κατάτε ναυπηγίαν καὶ κατ’οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ 56cτόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ.

Πρωταρχος
Πρ.
Πρ.

καὶ πάνυ γε, Σώκρατες, ὀρθῶς λέγεις.

Σωκρατης
Σω.
Σω.

θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος.

Πρωταρχος
Πρ.
Πρ.

κείσθω.

Σωκρατης
Σω.
Σω.

τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν.

Πρωταρχος
Πρ.
Πρ.

ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή.

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν. ἀλλ’, Πρώταρχε, ἆρ’οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; πῶς;

Πρωταρχος
Πρ.
Πρ.

ποίας δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

ἀριθμητικὴν πρῶτον ἆρ’οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δ’αὖ τὴν τῶν φιλοσοφούντων;

Πρωταρχος
Πρ.
Πρ.

πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν;

Σωκρατης
Σω.
Σω.

οὐ σμικρὸς ὅρος, Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα καὶ 56eτὰ πάντων μέγιστα · οἱ δ’οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύ’αὐτὰς εἶναι.

Σωκρατης
Σω.
Σω.

τί δέ; λογιστικὴ καὶ μετρητικὴ κατὰ τεκτονικὴν καὶ κατ’ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίαςτε καὶ 57aλογισμῶν καταμελετωμένων πότερον ὡς μία ἑκατέρα λεκτέον δύο τιθῶμεν;

Πρωταρχος
Πρ.
Πρ.

τῇ πρόσθεν ἑπόμενος ἔγωγ’ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς. οὗ δ’ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;

Πρωταρχος
Πρ.
Πρ.

ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.

Σωκρατης
Σω.
Σω.

δοκεῖ τοίνυν ἔμοιγε οὗτος λόγος, οὐχ ἧττον ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας 57bἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθ’ἕνεκα τούτων ἐπικεχείρηκεν.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἆρ’οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπ’ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἐν τούτοις δὲ ἆρ’οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς 57cδυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον τῶν φιλοσοφούντων μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.

Σωκρατης
Σω.
Σω.

τίν’οὖν, Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;

Πρωταρχος
Πρ.
Πρ.

Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δ’αὐτῶν αἱ περὶ τὴν 57dτῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρατε καὶ ἀριθμοὺς διαφέρουσιν.

Σωκρατης
Σω.
Σω.

ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν τὸ ποῖον; ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.

Πρωταρχος
Πρ.
Πρ.

διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστ’εἶναι;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἡμᾶς, Πρώταρχε, ἀναίνοιτ’ἂν τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.

Πρωταρχος
Πρ.
Πρ.

τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;

Σωκρατης
Σω.
Σω.

δῆλον ὁτιὴ πᾶς ἂν τήν γε νῦν λεγομένην γνοίη · τὴν γὰρ περὶ τὸ ὂν καὶ τὸ ὄντως καὶ τὸ κατὰ ταὐτὸν ἀεὶ πεφυκὸς πάντως ἔγωγε οἶμαι ἡγεῖσθαι σύμπαντας ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν. σὺ δὲ τί; πῶς τοῦτο, Πρώταρχε, διακρίνοις ἄν;

Πρωταρχος
Πρ.
Πρ.

ἤκουον μὲν ἔγωγε, Σώκρατες, ἑκάστοτε Γοργίου πολλάκις ὡς τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν 58b πάντα γὰρ ὑφ’αὑτῇ δοῦλα δι’ἑκόντων ἀλλ’οὐ διὰ βίας ποιοῖτο, καὶ μακρῷ ἀρίστη πασῶν εἴη τῶν τεχνῶν νῦν δ’οὔτε σοὶ οὔτε δὴ ἐκείνῳ βουλοίμην ἂν ἐναντία τίθεσθαι.

Σωκρατης
Σω.
Σω.

τὰ ὅπλα μοι δοκεῖς βουληθεὶς εἰπεῖν αἰσχυνθεὶς ἀπολιπεῖν.

Πρωταρχος
Πρ.
Πρ.

ἔστω νῦν ταῦτα ταύτῃ ὅπῃ σοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν αἴτιος ἐγὼ τοῦ μὴ καλῶς ὑπολαβεῖν σε;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

οὐκ, φίλε Πρώταρχε, τοῦτο ἔγωγε ἐζήτουν πω, 58cτίς τέχνη τίς ἐπιστήμη πασῶν διαφέρει τῷ μεγίστη καὶ ἀρίστη καὶ πλεῖστα ὠφελοῦσα ἡμᾶς, ἀλλὰ τίς ποτε τὸ σαφὲς καὶ τἀκριβὲς καὶ τὸ ἀληθέστατον ἐπισκοπεῖ, κἂν εἰ σμικρὰ καὶ σμικρὰ ὀνινᾶσα, τοῦτ’ἔστιν νῦν δὴ ζητοῦμεν. ἀλλ’ὅρα οὐ δὲ γὰρ ἀπεχθήσῃ Γοργίᾳ, τῇ μὲν ἐκείνου ὑπάρχειν τέχνῃ διδοὺς πρὸς χρείαν τοῖς ἀνθρώποις κρατεῖν, δ’εἶπον ἐγὼ νῦν πραγματείᾳ, καθάπερ τοῦ λευκοῦ πέρι τότε ἔλεγον, κἂν εἰ σμικρόν, καθαρὸν δ’εἴη, τοῦ πολλοῦ 58dκαὶ μὴ τοιούτου διαφέρειν, τούτῳ γ’αὐτῷ τῷ ἀληθεστάτῳ, καὶ νῦν δὴ σφόδρα διανοηθέντες καὶ ἱκανῶς διαλογισάμενοι, μήτ’εἴς τινας ὠφελίας ἐπιστημῶν βλέψαντες μήτε τινὰς εὐδοκιμίας, ἀλλ’εἴ τις πέφυκε τῆς ψυχῆς ἡμῶν δύναμις ἐρᾶντε τοῦ ἀληθοῦς καὶ πάντα ἕνεκα τούτου πράττειν, ταύτην εἴπωμεν διεξερευνησάμενοι τὸ καθαρὸν νοῦτε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν τινα ἑτέραν ταύτης κυριωτέραν ἡμῖν ζητητέον.

Πρωταρχος
Πρ.
Πρ.

ἀλλὰ σκοπῶ, καὶ χαλεπὸν οἶμαι συγχωρῆσαί τινα ἄλλην ἐπιστήμην τέχνην τῆς ἀληθείας ἀντέχεσθαι μᾶλλον ταύτην.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται, 59aπρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴτε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθ’ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃτε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, πῶς;

Πρωταρχος
Πρ.
Πρ.

οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν τοιοῦτος ἀνῄρηται τὸν πόνον;

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ 59bἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθ’ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μη δ’ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθ’ἡμῖν καὶ ὁτιοῦν;

Πρωταρχος
Πρ.
Πρ.

οἶμαι μὲν οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρα νοῦς οὐ δέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.

Πρωταρχος
Πρ.
Πρ.

οὔκουν εἰκός γε.

Σωκρατης
Σω.
Σω.

τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὡς περὶ ἐκεῖνα ἔσθ’ἡμῖν τότε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές · τὰ δ’ἄλλα πάντα δεύτεράτε καὶ ὕστερα λεκτέον.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρ’οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;

Πρωταρχος
Πρ.
Πρ.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις γ’ἄν τις τιμήσειε μάλιστα ὀνόματα;

Πρωταρχος
Πρ.
Πρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ταῦτ’ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλ’ἐστὶν ταῦτα τὰ ὀνόματα.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

εἶεν. τὸ μὲν δὴ φρονήσεώςτε καὶ ἡδονῆς πέρι 59eπρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.

Πρωταρχος
Πρ.
Πρ.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

τὸ δὴ μετὰ ταῦτα ἆρ’οὐ μειγνύναι ἐπιχειρητέον;

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;

Πρωταρχος
Πρ.
Πρ.

τὰ ποῖα;

Σωκρατης
Σω.
Σω.

καὶ πρότερον ἐμνήσθημεν · εὖ δ’ παροιμία 60aδοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.

Πρωταρχος
Πρ.
Πρ.

τί μήν;

Σωκρατης
Σω.
Σω.

φέρε δὴ πρὸς Διός · οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτ’αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς 60bτεθέντ’ἔχειν · Σωκράτης δ’ἓν μὲν οὔ φησι τοῦτ’εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τότε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν τὴν ἡδονήν. οὐ ταῦτ’ἔστιντε καὶ ἦν τὰ τότε λεγόμενα, Πρώταρχε;

Πρωταρχος
Πρ.
Πρ.

σφόδρα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων.

Πρωταρχος
Πρ.
Πρ.

τίνι;

Σωκρατης
Σω.
Σω.

ὧι παρείη τοῦτ’ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;

Πρωταρχος
Πρ.
Πρ.

οὕτω μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μη δὲ τὸ σμικρότατον ἔχουσαν;

Πρωταρχος
Πρ.
Πρ.

ἦν ταῦτα.

Σωκρατης
Σω.
Σω.

μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν 60dεἶναί τῳ;

Πρωταρχος
Πρ.
Πρ.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτ’ἄν οἱ καὶ ὁτιοῦν εἶναι καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθ’ὡς πλείστην εἴθ’ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτ’αὖ 60eμνήμην τοῦ πάθους μη δ’ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτ’ἂν φρόνησιν ἔχειν μᾶλλον μετά τινων ἡδονῶν πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον μετὰ φρονήσεως αὖ τινος.

Πρωταρχος
Πρ.
Πρ.

οὐκ ἔστιν, Σώκρατες, ἀλλ’οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς καί τινα τύπον αὐτοῦ ληπτέον, ἵν’, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;

Πρωταρχος
Πρ.
Πρ.

τίνα;

Σωκρατης
Σω.
Σω.

καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν 61bπρῶτον ὀρθῶς ἵν’οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.

Πρωταρχος
Πρ.
Πρ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατ’ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλ’ἐν τῷ μεικτῷ.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἐν τῷ μή;

Πρωταρχος
Πρ.
Πρ.

πολύ γε.

Σωκρατης
Σω.
Σω.

τοῖς δὴ θεοῖς, Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, 61cεἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθ’ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

φέρε δὴ πρότερον · ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;

Πρωταρχος
Πρ.
Πρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐκ ἀσφαλές. δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.

Πρωταρχος
Πρ.
Πρ.

λέγε τίνα.

Σωκρατης
Σω.
Σω.

ἦν ἡμῖν ἡδονήτε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, μὲν ἐπὶ 61eτὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, δ’ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;

Πρωταρχος
Πρ.
Πρ.

ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.

Σωκρατης
Σω.
Σω.

ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.

Πρωταρχος
Πρ.
Πρ.

ἔστω γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν, 62bκαὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;

Πρωταρχος
Πρ.
Πρ.

γελοίαν διάθεσιν ἡμῶν, Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.

Σωκρατης
Σω.
Σω.

πῶς φῄς; τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐ δὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε.

Σωκρατης
Σω.
Σω.

καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώςτε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;

Πρωταρχος
Πρ.
Πρ.

ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.

Σωκρατης
Σω.
Σω.

βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπ’ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν;

Πρωταρχος
Πρ.
Πρ.

οὔκουν ἔγωγε οἶδα, Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.

Σωκρατης
Σω.
Σω.

μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

μεθεῖνται · καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθ’ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν 62eτῶν ἡδονῶν.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.

Πρωταρχος
Πρ.
Πρ.

πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.

Σωκρατης
Σω.
Σω.

μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρ’οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;

Πρωταρχος
Πρ.
Πρ.

τί δ’οὔ; τάς γε ἀναγκαίας δήπουθεν.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβέςτε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέροντε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.

Πρωταρχος
Πρ.
Πρ.

πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;

Σωκρατης
Σω.
Σω.

οὐχ ἡμᾶς, Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης χωρὶς τοῦ φρονεῖν; οἶμαι μὲν πρὸς ταῦτα τόδ’αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτ’63cὠφέλιμον · πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθ’ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλάτε πάντα καὶ αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.

Πρωταρχος
Πρ.
Πρ.

καὶ καλῶς γε εἰρήκατε τὰ νῦν, φήσομεν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον · ἆρ’ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει; φαῖμεν ἂν αὖ τὸν νοῦντε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ποίων, φαῖεν ἂν ἴσως, ἡδονῶν;

Πρωταρχος
Πρ.
Πρ.

εἰκός.

Σωκρατης
Σω.
Σω.

δέ γ’ἡμέτερος λόγος μετὰ τοῦτ’ἐστὶν ὅδε. πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς, φήσομεν, ἆρ’ἔτι προσδεῖσθ’ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας; καὶ πῶς, Σώκρατες, ἴσως φαῖεν ἄν, αἵ γ’ἐμποδίσματάτε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας, καὶ γίγνεσθαί63eτε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τάτε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, δι’ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν; ἀλλ’ἅςτε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθ’ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ · τὰς δ’ἀεὶ μετ’ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν 64aκαὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔντ’ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον. ἆρ’οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρτε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;

Πρωταρχος
Πρ.
Πρ.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐ δ’ἂν ἕν.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐ δ’ἂν γενόμενον εἴη.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ ἄν;

Σωκρατης
Σω.
Σω.

οὐδαμῶς. ἀλλ’εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος νῦν λόγος ἀπειργάσθαι φαίνεται.

Πρωταρχος
Πρ.
Πρ.

καὶ ἐμοὶ τοίνυν, Σώκρατες, οὕτω λέγε δεδόχθαι.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις τῆς οἰκήσεως ἐφεστάναι λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;

Πρωταρχος
Πρ.
Πρ.

ἐμοὶ γοῦν δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστ’αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτ’ἐπισκεψόμεθα εἴθ’ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθῶς · τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, δι’ἣν παντὸς ἀξία γίγνεται ἡτισοῦν τὸ παράπαν οὐδενός.

Πρωταρχος
Πρ.
Πρ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.

Πρωταρχος
Πρ.
Πρ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τάτε κεραννύμενα καὶ πρώτην αὑτήν · οὐ δὲ 64eγὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

νῦν δὴ καταπέφευγεν ἡμῖν τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν · μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.

Πρωταρχος
Πρ.
Πρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατ’ἂν αἰτιασαίμεθ’ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἤδη τοίνυν, Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτ’ἂν ὁστισοῦν κριτὴς ἡδονῆςτε πέρι καὶ φρονήσεως, ὁπότερον 65bαὐτοῖν τοῦ ἀρίστου συγγενέστερόντε καὶ τιμιώτερον ἐν ἀνθρώποιςτέ ἐστι καὶ θεοῖς.

Πρωταρχος
Πρ.
Πρ.

δῆλον μέν, ὅμως δ’οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.

Σωκρατης
Σω.
Σω.

καθ’ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν · δεῖ γὰρ ἰδεῖν ποτέρῳ ὡς μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.

Πρωταρχος
Πρ.
Πρ.

κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;

Σωκρατης
Σω.
Σω.

ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, Πρώταρχε · καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον νοῦς ἀληθείᾳ.

Πρωταρχος
Πρ.
Πρ.

τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς 65dκαθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐ δὲ τὸν ὀλίγιστον κεκτημένων · νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν πάντων ὁμοιότατόντε καὶ ἀληθέστατον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως φρόνησις ἡδονῆς πλείω κέκτηται;

Πρωταρχος
Πρ.
Πρ.

εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας · οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐ δ’ἂν ἕν ποτε.

Σωκρατης
Σω.
Σω.

καλῶς εἴρηκας. ὅμως δ’ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, τοὐναντίον;

Πρωταρχος
Πρ.
Πρ.

ἀλλ’οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθ’ὕπαρ οὔτ’ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς.

Πρωταρχος
Πρ.
Πρ.

ἡδονὰς δέ γέ που, καὶ ταῦτα σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, τὸ γελοῖον ἐπ’αὐταῖς τὸ 66aπάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοίτε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.

Σωκρατης
Σω.
Σω.

πάντῃ δὴ φήσεις, Πρώταρχε, ὑπότε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐ δ’αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πῃ περὶ μέτρον καὶ τὸ μέτριον καὶ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν, τὴν ἀίδιον ᾑρῆσθαι.

Πρωταρχος
Πρ.
Πρ.

φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.

Σωκρατης
Σω.
Σω.

δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθ’ὁπόσα τῆς γενεᾶς αὖ ταύτης ἐστίν.

Πρωταρχος
Πρ.
Πρ.

ἔοικε γοῦν.

Σωκρατης
Σω.
Σω.

τὸ τοίνυν τρίτον, ὡς ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.

Πρωταρχος
Πρ.
Πρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ τέταρτα, τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμαςτε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ’66cεἶναι τὰ πρὸς τοῖς τρισὶ τέταρτα, εἴπερ τοῦ ἀγαθοῦ γέ ἐστι μᾶλλον τῆς ἡδονῆς συγγενῆ;

Πρωταρχος
Πρ.
Πρ.

τάχ’ἄν.

Σωκρατης
Σω.
Σω.

πέμπτας τοίνυν, ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμαις, τὰς δὲ αἰσθήσεσιν ἑπομένας;

Πρωταρχος
Πρ.
Πρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἕκτῃ δ’ἐν γενεᾷ, φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς · ἀτὰρ κινδυνεύει καὶ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ 66dταῦθ’ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.

Πρωταρχος
Πρ.
Πρ.

οὐκοῦν χρή.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπεξέλθωμεν.

Πρωταρχος
Πρ.
Πρ.

ποῖον δή;

Σωκρατης
Σω.
Σω.

Φίληβος τἀγαθὸν ἐτίθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.

Πρωταρχος
Πρ.
Πρ.

τὸ τρίτον, Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.

Σωκρατης
Σω.
Σω.

ναί, τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νυνδὴ διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόντε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.

Πρωταρχος
Πρ.
Πρ.

ἦν ταῦτα.

Σωκρατης
Σω.
Σω.

ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς εἰ φανείη τι τούτοιν ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν συνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.

Πρωταρχος
Πρ.
Πρ.

εἶπες γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μη δ’ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;

Πρωταρχος
Πρ.
Πρ.

ὀρθότατα.

Σωκρατης
Σω.
Σω.

φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ’αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.

Πρωταρχος
Πρ.
Πρ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν λόγος ἀπεφήνατο, γίγνοιτ’ἂν τῆς ἡδονῆς δύναμις.

Πρωταρχος
Πρ.
Πρ.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

πρῶτον δέ γε οὐ δ’ἂν οἱ πάντες βόεςτε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν · οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων.

Πρωταρχος
Πρ.
Πρ.

ἀληθέστατα, Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ἀφίετέ με;

Πρωταρχος
Πρ.
Πρ.

σμικρὸν ἔτι τὸ λοιπόν, Σώκρατες · οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.