Plato

Sophist

Θεοδωρος
Θε.
Θε.

κατὰ τὴν χθὲς ὁμολογίαν, Σώκρατες, ἥκομεν αὐτοίτε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, μάλα δὲ ἄνδρα φιλόσοφον.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν, Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν ἄγων κατὰ τὸν Ὁμήρου λόγον λέληθας; ὅς φησιν ἄλλους216bτε θεοὺς τοῖς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδοῦς δικαίας, καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν γιγνόμενον ὕβρειςτε καὶ εὐνομίας τῶν ἀνθρώπων καθορᾶν. τάχ’οὖν ἂν καὶ σοί τις οὗτος τῶν κρειττόνων συνέποιτο, φαύλους ἡμᾶς ὄντας ἐν τοῖς λόγοις ἐποψόμενόςτε καὶ ἐλέγξων, θεὸς ὤν τις ἐλεγκτικός.

Θεοδωρος
Θε.
Θε.

οὐχ οὗτος τρόπος, Σώκρατες, τοῦ ξένου, ἀλλὰ μετριώτερος τῶν περὶ τὰς ἔριδας ἐσπουδακότων. καί μοι δοκεῖ θεὸς μὲν ἁνὴρ οὐδαμῶς εἶναι, θεῖος μήν · πάντας 216cγὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω.

Σωκρατης
Σω.
Σω.

καὶ καλῶς γε, φίλε. τοῦτο μέντοι κινδυνεύει τὸ γένος οὐ πολύ τι ῥᾷον ὡς ἔπος εἰπεῖν εἶναι διακρίνειν τὸ τοῦ θεοῦ · πάνυ γὰρ ἇνδρες οὗτοι παντοῖοι φανταζόμενοι διὰ τὴν τῶν ἄλλων ἄγνοιαν ἐπιστρωφῶσι πόληας, οἱ μὴ πλαστῶς ἀλλ’ὄντως φιλόσοφοι, καθορῶντες ὑψόθεν τὸν τῶν κάτω βίον, καὶ τοῖς μὲν δοκοῦσιν εἶναι τοῦ μηδενὸς, τοῖς δ’ἄξιοι τοῦ παντός · καὶ τοτὲ μὲν πολιτικοὶ 216dφαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δ’ἔστιν οἷς δόξαν παράσχοιντ’ἂν ὡς παντάπασιν ἔχοντες μανικῶς. τοῦ μέντοι ξένου ἡμῖν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον αὐτῷ, τί ταῦθ’217aοἱ περὶ τὸν ἐκεῖ τόπον ἡγοῦντο καὶ ὠνόμαζον.

Θεοδωρος
Θε.
Θε.

τὰ ποῖα δή;

Σωκρατης
Σω.
Σω.

σοφιστήν, πολιτικόν, φιλόσοφον.

Θεοδωρος
Θε.
Θε.

τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν διαπορηθεὶς ἐρέσθαι διενοήθης;

Σωκρατης
Σω.
Σω.

τόδε · πότερον ἓν πάντα ταῦτα ἐνόμιζον δύο, καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθ’ἓν ὄνομα ἑκάστῳ προσῆπτον;

Θεοδωρος
Θε.
Θε.

ἀλλ’οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν αὐτά · πῶς, ξένε, λέγωμεν;

Ξενος
Ξε.
Ξε.

οὕτως, Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐ δὲ χαλεπὸν εἰπεῖν ὅτι γε τρί’ἡγοῦντο · καθ’ἕκαστον μὴν διορίσασθαι σαφῶς τί ποτ’ἔστιν, οὐ σμικρὸν οὐ δὲ ῥᾴδιον ἔργον.

Θεοδωρος
Θε.
Θε.

καὶ μὲν δὴ κατὰ τύχην γε, Σώκρατες, λόγων ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρ’ἐλθεῖν διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς · ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν, ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δ’ἡμῖν φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ἂν ἐνδείξασθαί τῳ βουληθῇς, δι’ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου;

Ξενος
Ξε.
Ξε.

τῷ μέν, Σώκρατες, ἀλύπωςτε καὶ εὐηνίως προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον · εἰ δὲ μή, τὸ καθ’αὑτόν.

Σωκρατης
Σω.
Σω.

ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως · συμβούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε, καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν.

Ξενος
Ξε.
Ξε.

Σώκρατες, αἰδώς τίς μ’ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι 217eτὴν συνουσίαν, ἀλλ’ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατ’ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον · τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλωςτε καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ 218aἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι δέχομαι παντάπασιν ἐξ ὧν αὐτόςτε πρότερον διείλεγμαι καὶ σὺ τὰ νῦν μοι διακελεύῃ.

Θεαιτητος
Θε.
Θε.

δρᾶ τοίνυν, ξένε, οὕτω καὶ καθάπερ εἶπε Σωκράτης πᾶσιν κεχαρισμένος ἔσῃ.

Ξενος
Ξε.
Ξε.

κινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι, Θεαίτητε · πρὸς δὲ σὲ ἤδη τὸ μετὰ τοῦτο, ὡς ἔοικε, γίγνοιτο ἂν λόγος. ἂν δ’ἄρα τι τῷ μήκει πονῶν ἄχθῃ, μὴ ἐμὲ αἰτιᾶσθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρους.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’οἶμαι μὲν δὴ νῦν οὕτως οὐκ ἀπερεῖν · ἂν δ’ἄρα τι τοιοῦτον γίγνηται, καὶ τόνδε παραληψόμεθα Σωκράτη, τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλικιώτην καὶ συγγυμναστήν, συνδιαπονεῖν μετ’ἐμοῦ τὰ πολλὰ οὐκ ἄηθες.

Ξενος
Ξε.
Ξε.

εὖ λέγεις, καὶ ταῦτα μὲν ἰδίᾳ βουλεύσῃ προϊόντος τοῦ λόγου · κοινῇ δὲ μετ’ἐμοῦ σοι συσκεπτέον ἀρχομένῳ πρῶτον, ὡς ἐμοὶ φαίνεται, νῦν ἀπὸ τοῦ σοφιστοῦ, ζητοῦντι 218cκαὶ ἐμφανίζοντι λόγῳ τί ποτ’ἔστι. νῦν γὰρ δὴ σύτε κἀγὼ τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφ’ καλοῦμεν ἑκάτερος τάχ’ἂν ἰδίᾳ παρ’ἡμῖν αὐτοῖς ἔχοιμεν · δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου. τὸ δὲ φῦλον νῦν ἐπινοοῦμεν ζητεῖν οὐ πάντων ῥᾷστον συλλαβεῖν τί ποτ’ἔστιν, σοφιστής · ὅσα δ’αὖ τῶν μεγάλων δεῖ διαπονεῖσθαι καλῶς, περὶ τῶν τοιούτων δέδοκται πᾶσιν καὶ πάλαι 218dτὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν μελετᾶν, πρὶν ἐν αὐτοῖς τοῖς μεγίστοις. νῦν οὖν, Θεαίτητε, ἔγωγε καὶ νῷν οὕτω συμβουλεύω, χαλεπὸν καὶ δυσθήρευτον ἡγησαμένοις εἶναι τὸ τοῦ σοφιστοῦ γένος πρότερον ἐν ἄλλῳ ῥᾴονι τὴν μέθοδον αὐτοῦ προμελετᾶν, εἰ μὴ σύ ποθεν εὐπετεστέραν ἔχεις εἰπεῖν ἄλλην ὁδόν.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’οὐκ ἔχω.

Ξενος
Ξε.
Ξε.

βούλει δῆτα περί τινος τῶν φαύλων μετιόντες πειραθῶμεν παράδειγμα αὐτὸ θέσθαι τοῦ μείζονος;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τί δῆτα προταξαίμεθ’ἂν εὔγνωστον μὲν καὶ σμικρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τῶν μειζόνων; οἷον ἀσπαλιευτής · ἆρ’οὐ πᾶσίτε γνώριμον καὶ σπουδῆς οὐ πάνυ τι πολλῆς τινος ἐπάξιον;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ ἀνεπιτήδειον ἡμῖν ἔχειν πρὸς βουλόμεθα.

Θεαιτητος
Θε.
Θε.

καλῶς ἂν ἔχοι.

Ξενος
Ξε.
Ξε.

φέρε δή, τῇδε ἀρχώμεθα αὐτοῦ. καί μοι λέγε · πότερον ὡς τεχνίτην αὐτὸν τινα ἄτεχνον, ἄλλην δὲ δύναμιν ἔχοντα θήσομεν;

Θεαιτητος
Θε.
Θε.

ἥκιστά γε ἄτεχνον.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα θεραπεία, τότε αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, δὴ 219bσκεῦος ὠνομάκαμεν, τε μιμητική, σύμπαντα ταῦτα δικαιότατ’ἂν ἑνὶ προσαγορεύοιτ’ἂν ὀνόματι.

Θεαιτητος
Θε.
Θε.

πῶς καὶ τίνι;

Ξενος
Ξε.
Ξε.

πᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού φαμεν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

τὰ δέ γε νυνδὴ διήλθομεν ἅπαντα εἶχεν εἰς τοῦτο τὴν αὑτῶν δύναμιν.

Θεαιτητος
Θε.
Θε.

εἶχε γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προσείπωμεν.

Θεαιτητος
Θε.
Θε.

ἔστω.

Ξενος
Ξε.
Ξε.

τὸ δὴ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ τὸ τῆς γνωρίσεως τότε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι, τὰ δὲ τοῖς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστ’ἄν που διὰ ταῦτα συνάπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν διαπρέψειεν.

Θεαιτητος
Θε.
Θε.

ναί · πρέποι γὰρ ἄν.

Ξενος
Ξε.
Ξε.

κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, Θεαίτητε, τιθῶμεν;

Θεαιτητος
Θε.
Θε.

ἐν κτητικῇ που δῆλον.

Ξενος
Ξε.
Ξε.

κτητικῆς δὲ ἆρ’οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς ἑκόντας μεταβλητικὸν ὂν διάτε δωρεῶν καὶ μισθώσεων καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, κατ’ἔργα κατὰ λόγους χειρούμενον σύμπαν, χειρωτικὸν ἂν εἴη;

Θεαιτητος
Θε.
Θε.

φαίνεται γοῦν ἐκ τῶν εἰρημένων.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὴν χειρωτικὴν ἆρ’οὐ διχῇ τμητέον;

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν διχῇ.

Θεαιτητος
Θε.
Θε.

λέγε ὅπῃ.

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἀψύχου γένους διελομένους, τὸ δ’ἐμψύχου.

Θεαιτητος
Θε.
Θε.

τί μήν; εἴπερ ἔστον γε ἄμφω.

Ξενος
Ξε.
Ξε.

πῶς δὲ οὐκ ἔστον; καὶ δεῖ γε ἡμᾶς τὸ μὲν τῶν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατ’ἔνια τῆς κολυμβητικῆς ἄττα μέρη καὶ τοιαῦτ’ἄλλα βραχέα, χαίρειν ἐᾶσαι, τὸ δέ, τῶν ἐμψύχων ζῴων οὖσαν θήραν, προσειπεῖν ζῳοθηρικήν.

Θεαιτητος
Θε.
Θε.

ἔστω.

Ξενος
Ξε.
Ξε.

ζῳοθηρικῆς δὲ ἆρ’οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι διῃρημένον, πεζοθηρικόν, τὸ δ’ἕτερον νευστικοῦ ζῴου πᾶν ἐνυγροθηρικόν;

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ ἔνυδρον;

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν θήρα λέγεταί πού τις ὀρνιθευτική.

Θεαιτητος
Θε.
Θε.

λέγεται γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τί δέ; ταύτην αὖ τὴν θήραν ἆρ’οὐκ ἂν κατὰ μέγιστα μέρη δύο διέλοιμεν;

Θεαιτητος
Θε.
Θε.

κατὰ ποῖα;

Ξενος
Ξε.
Ξε.

καθ’ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιεῖται τὴν θήραν, τὸ δὲ πληγῇ.

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον;

Ξενος
Ξε.
Ξε.

τὸ μέν, ὅτι πᾶν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργῃ τι περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα μῶν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

τοῦτο μὲν ἄρα ἑρκοθηρικὸν τῆς ἄγρας τὸ μέρος φήσομεν τι τοιοῦτον.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγῇ γιγνόμενον 220dἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προσειπεῖν ἑνὶ λόγῳ νῦν χρεών · τί τις ἄν, Θεαίτητε, εἴποι κάλλιον;

Θεαιτητος
Θε.
Θε.

ἀμελῶμεν τοῦ ὀνόματος · ἀρκεῖ γὰρ καὶ τοῦτο.

Ξενος
Ξε.
Ξε.

τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι πρὸς πυρὸς φῶς γιγνόμενον ὑπ’αὐτῶν τῶν περὶ τὴν θήραν πυρευτικὴν ῥηθῆναι συμβέβηκεν.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγκιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν.

Θεαιτητος
Θε.
Θε.

λέγεται γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆς πληκτικῆς τὸ μὲν ἄνωθεν εἰς τὸ κάτω γιγνόμενον διὰ τὸ τοῖς τριόδουσιν οὕτω μάλιστα χρῆσθαι τριοδοντία τις οἶμαι κέκληται.

Θεαιτητος
Θε.
Θε.

φασὶ γοῦν τινές.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπεῖν εἶδος.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

τὸ τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳτε γιγνόμενον καὶ τῶν ἰχθύων οὐχ τις ἂν τύχῃ τοῦ σώματος, ὥσπερ 221aτοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον · οὗ τί φήσομεν, Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι;

Θεαιτητος
Θε.
Θε.

δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐξευρεῖν, τοῦτ’αὐτὸ νῦν ἀποτετελέσθαι.

Ξενος
Ξε.
Ξε.

νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύτε κἀγὼ 221bσυνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς. συμπάσης γὰρ τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρωτικόν, χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ ζῳοθηρικόν, ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικοῦ δὲ τὸ κάτωθεν τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ πληκτικόν, πληκτικῆς δὲ ἀγκιστρευτικόν · τούτου δὲ τὸ περὶ τὴν κάτωθεν 221cἄνω πληγὴν ἀνασπωμένην, ἀπ’αὐτῆς τῆς πράξεως ἀφομοιωθὲν τοὔνομα, νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα ἐπίκλην γέγονεν.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.

Ξενος
Ξε.
Ξε.

φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτ’ἔστιν.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἐκεῖνό γ’ἦν τὸ ζήτημα πρῶτον, πότερον ἰδιώτην τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, Θεαίτητε, παντάπασιν ὡς ἀληθῶς σοφιστήν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς ἰδιώτην · μανθάνω γὰρ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.

Ξενος
Ξε.
Ξε.

ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.

Θεαιτητος
Θε.
Θε.

τίνα ποτ’οὖν δὴ ταύτην;

Ξενος
Ξε.
Ξε.

ἆρ’ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;

Θεαιτητος
Θε.
Θε.

τίνα τοῦ;

Ξενος
Ξε.
Ξε.

τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.

Θεαιτητος
Θε.
Θε.

τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.

Ξενος
Ξε.
Ξε.

δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν ἐνύδρων · τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

μέχρι μὲν τοίνυν ἐνταῦθα σοφιστὴς καὶ ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.

Θεαιτητος
Θε.
Θε.

ἐοίκατον γοῦν.

Ξενος
Ξε.
Ξε.

ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα θηρευσόμενος.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

δέ γε ἐπὶ γῆν καὶ ποταμοὺς ἑτέρους αὖ τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν τούτοις θρέμματα χειρωσόμενος.

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις;

Ξενος
Ξε.
Ξε.

τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.

Θεαιτητος
Θε.
Θε.

ποῖον ἑκάτερον;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.

Θεαιτητος
Θε.
Θε.

εἶτ’ἔστι τις θήρα τῶν ἡμέρων;

Ξενος
Ξε.
Ξε.

εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν · τούτων ὁπότερ’ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἡμᾶςτε ἥμερον, ξένε, ἡγοῦμαι ζῷον, θήραντε ἀνθρώπων εἶναι λέγω.

Ξενος
Ξε.
Ξε.

διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.

Θεαιτητος
Θε.
Θε.

κατὰ τί λέγοντες;

Ξενος
Ξε.
Ξε.

τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραννικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν, ὁρισάμενοι.

Θεαιτητος
Θε.
Θε.

καλῶς.

Ξενος
Ξε.
Ξε.

τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν 222dτέχνην προσειπόντες.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη.

Θεαιτητος
Θε.
Θε.

ποῖα;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον.

Θεαιτητος
Θε.
Θε.

γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνητικόν ἐστιν, τὸ δὲ δωροφορικόν;

Θεαιτητος
Θε.
Θε.

οὐ μανθάνω.

Ξενος
Ξε.
Ξε.

τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω προσέσχες.

Θεαιτητος
Θε.
Θε.

τοῦ πέρι;

Ξενος
Ξε.
Ξε.

ὅτι τοῖς θηρευθεῖσι δῶρα προσεπιδιδόασιν.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα λέγεις.

Ξενος
Ξε.
Ξε.

τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ χάριτος καὶ παντάπασι δι’ἡδονῆς τὸ δέλεαρ πεποιημένον καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολακικήν, ὡς 223a ἐγᾦμαι, πάντες φαῖμεν ἂν ἡδυντικήν τινα τέχνην εἶναι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα οὐ τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τίνι δὴ τούτῳ; πειρῶ λέγειν.

Θεαιτητος
Θε.
Θε.

δῆλον δή · τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν ἀνηυρηκέναι. τοῦτ’οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομ’ἂν ἡγοῦμαι καλεῖν αὐτόν.

Ξενος
Ξε.
Ξε.

κατὰ δὴ τὸν νῦν, Θεαίτητε, λόγον, ὡς ἔοικεν, τέχνης οἰκειωτικῆς, χειρωτικῆς, θηρευτικῆς, ζῳοθηρίας, χερσαίας, ἀνθρωποθηρίας, πιθανοθηρίας, ἰδιοθηρίας, νομισματοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων γιγνομένη θήρα προσρητέον, ὡς νῦν λόγος ἡμῖν συμβαίνει, σοφιστική.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἔτι δὲ καὶ τῇδε ἴδωμεν · οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλ’εὖ μάλα ποικίλης. καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλ’ἕτερον εἶναί τι γένος.

Θεαιτητος
Θε.
Θε.

πῇ δή;

Ξενος
Ξε.
Ξε.

τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.

Θεαιτητος
Θε.
Θε.

ἦν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;

Θεαιτητος
Θε.
Θε.

εἰρήσθω.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τί δέ; τῆς μεταβλητικῆς οὐχ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγορεύεται;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ καὶ πράσει ἐμπορική;

Θεαιτητος
Θε.
Θε.

τί δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τῆς δ’ἐμπορικῆς ἆρ’οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ψυχή, πωλοῦν διὰ νομίσματος ἀλλάττεται;

Θεαιτητος
Θε.
Θε.

πῶς τοῦτο λέγεις;

Ξενος
Ξε.
Ξε.

τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

μουσικήντε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα λέγεις.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιντε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;

Θεαιτητος
Θε.
Θε.

σφόδρα γε.

Ξενος
Ξε.
Ξε.

τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρ’οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτ’ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ 224cτὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι · τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.

Θεαιτητος
Θε.
Θε.

καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;

Ξενος
Ξε.
Ξε.

οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς, 224dἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.

Θεαιτητος
Θε.
Θε.

μάλα γε.

Ξενος
Ξε.
Ξε.

τρίτον δέ γ’οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.

Θεαιτητος
Θε.
Θε.

τί δ’οὐ μέλλω;

Ξενος
Ξε.
Ξε.

καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη · τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.

Ξενος
Ξε.
Ξε.

ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.

Θεαιτητος
Θε.
Θε.

ποίῳ δή;

Ξενος
Ξε.
Ξε.

τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.

Θεαιτητος
Θε.
Θε.

ἦν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.

Θεαιτητος
Θε.
Θε.

καθ’ὁποῖα λέγε.

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.

Θεαιτητος
Θε.
Θε.

ἔστιν.

Ξενος
Ξε.
Ξε.

τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τῷ δὲ λόγοις πρὸς λόγους τί τις, Θεαίτητε, ἄλλο 225bεἴπῃ πλὴν ἀμφισβητητικόν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

καθ’ὅσον μὲν γὰρ γίγνεται μήκεσίτε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δ’ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια 225cἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν λόγος, ἀτὰρ ἐπωνυμίας οὔθ’ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφ’ἡμῶν τυχεῖν ἄξιον.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ · κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρ’οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.

Θεαιτητος
Θε.
Θε.

παντάπασί γε.

Ξενος
Ξε.
Ξε.

τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν αὐτῶν πειραθῶμεν εἰπεῖν.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν χρή.

Ξενος
Ξε.
Ξε.

δοκῶ μὴν τό γε δι’ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς πολλοῖς τῶν ἀκουόντων οὐ μεθ’ἡδονῆς ἀκουόμενον καλεῖσθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.

Θεαιτητος
Θε.
Θε.

λέγεται γὰρ οὖν οὕτω πως.

Ξενος
Ξε.
Ξε.

τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.

Θεαιτητος
Θε.
Θε.

καὶ τί τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον τὸν μεταδιωκόμενον ὑφ’ἡμῶν σοφιστήν;

Ξενος
Ξε.
Ξε.

οὐδὲν ἀλλ’ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς λόγος αὖ μεμήνυκε νῦν, σοφιστής.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν ἀμφοῖν χρή.

Ξενος
Ξε.
Ξε.

χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε · τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;

Θεαιτητος
Θε.
Θε.

καὶ πολλά · ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;

Ξενος
Ξε.
Ξε.

τὰ τοιάδε, οἷον διηθεῖντε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ διακρίνειν .

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. γάρ;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;

Ξενος
Ξε.
Ξε.

διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.

Θεαιτητος
Θε.
Θε.

τίνα προσειπόντες;

Ξενος
Ξε.
Ξε.

διακριτικήν.

Θεαιτητος
Θε.
Θε.

ἔστω.

Ξενος
Ξε.
Ξε.

σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.

Θεαιτητος
Θε.
Θε.

ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ’ὅμοιον ἀφ’ὁμοίου.

Θεαιτητος
Θε.
Θε.

σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.

Ξενος
Ξε.
Ξε.

τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον · τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.

Θεαιτητος
Θε.
Θε.

λέγε τί.

Ξενος
Ξε.
Ξε.

πᾶσα τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.

Θεαιτητος
Θε.
Θε.

λέγεται γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;

Θεαιτητος
Θε.
Θε.

ναί, κατὰ σχολήν γε ἴσως · οὐ μὴν ἔγωγε καθορῶ νῦν.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.

Θεαιτητος
Θε.
Θε.

ποῖα καὶ τίνι;

Ξενος
Ξε.
Ξε.

τάτε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικῆς 227aἰατρικῆςτε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται · καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.

Θεαιτητος
Θε.
Θε.

μάλα γε.

Ξενος
Ξε.
Ξε.

παντάπασι μὲν οὖν, Θεαίτητε. ἀλλὰ γὰρ τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς φαρμακοποσίας οὐδὲν ἧττον οὐ δέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ 227bἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλ’ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον 227cεἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει · μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ σῶμα χωρὶς ὄν.

Ξενος
Ξε.
Ξε.

πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε 227dπειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.

Θεαιτητος
Θε.
Θε.

καθ’ὁποῖ’ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.

Ξενος
Ξε.
Ξε.

πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

καὶ μὴν καθαρμός γ’ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν πού τι φλαῦρον.

Θεαιτητος
Θε.
Θε.

ἦν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

καὶ ψυχῆς ἄρα, καθ’ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα γε.

Ξενος
Ξε.
Ξε.

δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.

Θεαιτητος
Θε.
Θε.

ποῖα;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’οἷον αἶσχος ἐγγιγνόμενον.

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔμαθον.

Ξενος
Ξε.
Ξε.

νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;

Θεαιτητος
Θε.
Θε.

οὐ δ’αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.

Ξενος
Ξε.
Ξε.

πότερον ἄλλο τι στάσιν ἡγούμενος τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

ἀλλ’αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς ἄλλο.

Ξενος
Ξε.
Ξε.

τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;

Θεαιτητος
Θε.
Θε.

καὶ σφόδρα γε.

Ξενος
Ξε.
Ξε.

συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τί δ’; ὅσ’ἂν κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ’ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;

Θεαιτητος
Θε.
Θε.

δῆλον ὡς ὑπὸ ἀμετρίας.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.

Θεαιτητος
Θε.
Θε.

σφόδρα γε.

Ξενος
Ξε.
Ξε.

τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ἀλήθειαν ὁρμωμένης 228dψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Ξενος
Ξε.
Ξε.

ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ συγχωρητέον, νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;

Θεαιτητος
Θε.
Θε.

τίνε τούτω;

Ξενος
Ξε.
Ξε.

περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.

Θεαιτητος
Θε.
Θε.

φαίνεσθον.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα Δίκῃ.

Θεαιτητος
Θε.
Θε.

τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν.

Ξενος
Ξε.
Ξε.

τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;

Θεαιτητος
Θε.
Θε.

οὐδεμίαν.

Ξενος
Ξε.
Ξε.

φέρε δή · διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει.

Θεαιτητος
Θε.
Θε.

σκοπῶ.

Ξενος
Ξε.
Ξε.

καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ’ἑνὶ τῶν αὑτῆς ἑκατέρῳ.

Θεαιτητος
Θε.
Θε.

τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;

Ξενος
Ξε.
Ξε.

ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.

Θεαιτητος
Θε.
Θε.

ποῖον δή;

Ξενος
Ξε.
Ξε.

τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι · δι’οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο ἀπαλλάττοντι λεκτέον;

Θεαιτητος
Θε.
Θε.

οἶμαι μὲν, ξένε, τὸ μὲν ἄλλο δημιουργικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν δι’ἡμῶν κεκλῆσθαι.

Ξενος
Ξε.
Ξε.

καὶ γὰρ σχεδόν, Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν. ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρ’ἄτομον ἤδη ἐστὶ πᾶν τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν χρὴ σκοπεῖν.

Ξενος
Ξε.
Ξε.

δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι.

Θεαιτητος
Θε.
Θε.

κατὰ τί;

Ξενος
Ξε.
Ξε.

τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἶναι, τὸ δ’ἕτερον αὐτῆς μόριον λειότερον.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, πρὸς τοὺς ὑεῖς μάλιστ’ἐχρῶντότε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν 230aαὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ μαλθακωτέρως παραμυθούμενοι · τὸ δ’οὖν σύμπαν αὐτὸ ὀρθότατα εἴποι τις ἂν νουθετητικήν.

Θεαιτητος
Θε.
Θε.

ἔστιν οὕτως.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε, εἴξασί τινες αὖ λόγον ἑαυτοῖς δόντες ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν οὐδέν ποτ’ἂν ἐθέλειν τὸν οἰόμενον εἶναι σοφὸν τούτων ὧν οἴοιτο πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνου τὸ νουθετητικὸν εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς γε νομίζοντες.

Ξενος
Ξε.
Ξε.

τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ στέλλονται.

Θεαιτητος
Θε.
Θε.

τίνι δή;

Ξενος
Ξε.
Ξε.

διερωτῶσιν ὧν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων μηδέν · εἶθ’ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι, καὶ συνάγοντες δὴ τοῖς λόγοις εἰς ταὐτὸν τιθέασι παρ’ἀλλήλας, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑταῖς ἅμα περὶ τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας. οἱ δ’ὁρῶντες ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμεροῦνται, 230cκαὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὑτοὺς μεγάλων καὶ σκληρῶν δοξῶν ἀπαλλάττονται πασῶν ἀπαλλαγῶν ἀκούειντε ἡδίστην καὶ τῷ πάσχοντι βεβαιότατα γιγνομένην. νομίζοντες γάρ, παῖ φίλε, οἱ καθαίροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης τροφῆς ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ἂν τὰ ἐμποδίζοντα ἐντός τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν ἐκεῖνοι, μὴ πρότερον αὐτὴν ἕξειν τῶν προσφερομένων μαθημάτων 230dὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους δόξας ἐξελών, καθαρὸν ἀποφήνῃ καὶ ταῦτα ἡγούμενον ἅπερ οἶδεν εἰδέναι μόνα, πλείω δὲ μή.

Θεαιτητος
Θε.
Θε.

βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων αὕτη.

Ξενος
Ξε.
Ξε.

διὰ ταῦτα δὴ πάντα ἡμῖν, Θεαίτητε, καὶ τὸν ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν καθάρσεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ τυγχάνῃ 230eβασιλεὺς μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόντε καὶ αἰσχρὸν γεγονέναι ταῦτα καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνῃ τίνας 231aφήσομεν; ἐγὼ μὲν γὰρ φοβοῦμαι σοφιστὰς φάναι.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν εἰρημένα.

Ξενος
Ξε.
Ξε.

καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ. τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ ποιεῖσθαι τὴν φυλακήν · ὀλισθηρότατον γὰρ τὸ γένος. ὅμως δὲ ἔστω · οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι 231bγενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν.

Θεαιτητος
Θε.
Θε.

οὔκουν τό γε εἰκός.

Ξενος
Ξε.
Ξε.

ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικῆς δὲ παιδευτική · τῆς δὲ παιδευτικῆς περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ παραφανέντι μηδὲν ἄλλ’ἡμῖν εἶναι λεγέσθω πλὴν γένει γενναία σοφιστική.

Θεαιτητος
Θε.
Θε.

λεγέσθω μέν · ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ 231cπεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν.

Ξενος
Ξε.
Ξε.

εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν λόγον · ὀρθὴ γὰρ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥᾴδιον εἶναι διαφεύγειν. νῦν οὖν καὶ μάλιστα ἐπιθετέον αὐτῷ.

Θεαιτητος
Θε.
Θε.

καλῶς λέγεις.

Ξενος
Ξε.
Ξε.

πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ πρὸς 231dἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα ἡμῖν σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ πρῶτον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς μαθήματα.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;

Θεαιτητος
Θε.
Θε.

ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμῖν ἦν.

Ξενος
Ξε.
Ξε.

ὀρθῶς ἐμνημόνευσας. πέμπτον δ’ἐγὼ πειράσομαι 231eμνημονεύειν · τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.

Θεαιτητος
Θε.
Θε.

ἦν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δ’ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἆρ’οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθ’ὑγιές, ἀλλὰ δῆλον ὡς πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθ’ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;

Θεαιτητος
Θε.
Θε.

κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει δι’ἀργίαν πάσχωμεν, ἀλλ’ἀναλάβωμεν ἓν πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τί δ’; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ 232cπῃ. φέρε, περὶ τῶν θείων, ὅσ’ἀφανῆ τοῖς πολλοῖς, ἆρ’ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;

Θεαιτητος
Θε.
Θε.

λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.

Ξενος
Ξε.
Ξε.

τί δ’ὅσα φανερὰ γῆςτε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;

Θεαιτητος
Θε.
Θε.

τί γάρ;

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώςτε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοίτε ἀντειπεῖν δεινοὶ τούςτε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;

Θεαιτητος
Θε.
Θε.

παντάπασί γε.

Ξενος
Ξε.
Ξε.

τί δ’αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρ’οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;

Θεαιτητος
Θε.
Θε.

οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.

Ξενος
Ξε.
Ξε.

τά γε μὴν περὶ πασῶντε καὶ κατὰ μίαν ἑκάστην τέχνην, δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.

Θεαιτητος
Θε.
Θε.

τὰ Πρωταγόρειά μοι φαίνῃ περίτε πάλης καὶ 232eτῶν ἄλλων τεχνῶν εἰρηκέναι.

Ξενος
Ξε.
Ξε.

καὶ πολλῶν γε, μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρ’οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικ’εἶναι;

Θεαιτητος
Θε.
Θε.

φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.

Ξενος
Ξε.
Ξε.

σὺ δὴ πρὸς θεῶν, παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.

Ξενος
Ξε.
Ξε.

εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.

Θεαιτητος
Θε.
Θε.

μακάριον μεντἂν ἡμῶν, ξένε, ἦν τὸ γένος.

Ξενος
Ξε.
Ξε.

πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ’ἂν ὑγιές τι λέγων ἀντειπεῖν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Ξενος
Ξε.
Ξε.

τί ποτ’οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;

Θεαιτητος
Θε.
Θε.

τοῦ δὴ πέρι;

Ξενος
Ξε.
Ξε.

καθ’ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοίτε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτ’ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.

Θεαιτητος
Θε.
Θε.

σχολῇ μεντἄν.

Ξενος
Ξε.
Ξε.

νῦν δέ γ’ἐθέλουσιν;

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Ξενος
Ξε.
Ξε.

δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

οὐκ ὄντες γε · ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐκ ἀδύνατον;

Ξενος
Ξε.
Ξε.

δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην σοφιστὴς ἡμῖν ἀλλ’οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.

Ξενος
Ξε.
Ξε.

λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δή;

Ξενος
Ξε.
Ξε.

τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

εἴ τις φαίη μὴ λέγειν μη δ’ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα 233eπῶς πάντα εἶπες; τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γ’ἡμῖν εὐθὺς ἀγνοεῖς · τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις;

Ξενος
Ξε.
Ξε.

εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη 234aτίνα δὴ λέγων τὴν ποίησιν;

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ δὴ γεωργόν γε ἐρεῖς τινα · καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν.

Ξενος
Ξε.
Ξε.

φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων · καὶ τοίνυν καὶ ταχὺ ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται.

Θεαιτητος
Θε.
Θε.

παιδιὰν λέγεις τινά.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ παιδιὰν νομιστέον;

Θεαιτητος
Θε.
Θε.

πάντως που.

Ξενος
Ξε.
Ξε.

παιδιᾶς δὲ ἔχεις τι τεχνικώτερον καὶ χαριέστερον εἶδος τὸ μιμητικόν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς · πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τόν γ’ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τί δὲ δή; περὶ τοὺς λόγους ἆρ’οὐ προσδοκῶμεν εἶναί τινα ἄλλην τέχνην, αὖ δυνατὸν ὂν τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντ’εἶναι;

Θεαιτητος
Θε.
Θε.

τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;

Ξενος
Ξε.
Ξε.

τοὺς πολλοὺς οὖν, Θεαίτητε, τῶν τότε ἀκουόντων ἆρ’οὐκ ἀνάγκη χρόνουτε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ προϊούσης ἡλικίας τοῖςτε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα 234eπάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων;

Θεαιτητος
Θε.
Θε.

ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. οἶμαι δὲ καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.

Ξενος
Ξε.
Ξε.

τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν. περὶ δ’οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε · πότερον ἤδη τοῦτο 235aσαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς ἄν, ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις μερῶν εἷς.

Ξενος
Ξε.
Ξε.

γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐ θετέον;

Ξενος
Ξε.
Ξε.

ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτ’235bἀνεῖναι · σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτ’ἐκφεύξεται τόδε γε.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.

Θεαιτητος
Θε.
Θε.

κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.

Ξενος
Ξε.
Ξε.

δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα 235cὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν · ἐὰν δ’ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθ’ἕκαστάτε καὶ ἐπὶ πάντα μέθοδον.

Θεαιτητος
Θε.
Θε.

λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.

Ξενος
Ξε.
Ξε.

κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως 235dἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς · τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθ’ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.

Θεαιτητος
Θε.
Θε.

σὺ δ’ἀλλ’εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις.

Ξενος
Ξε.
Ξε.

μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δ’αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς 235eτούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.

Θεαιτητος
Θε.
Θε.

τί δ’; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτ’ἐπιχειροῦσι δρᾶν;

Ξενος
Ξε.
Ξε.

οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθ’ὅτι σμικρότερα μὲν τοῦ δέοντος 236aτὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτ’ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δ’ἐγγύθεν ὑφ’ἡμῶν ὁρᾶσθαι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἆρ’οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται;

Θεαιτητος
Θε.
Θε.

παντάπασί γε.

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν;

Θεαιτητος
Θε.
Θε.

κλητέον.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μη δ’εἰκὸς φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρ’οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ 236cμέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τὴν δὴ φάντασμα ἀλλ’οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρ’οὐ φανταστικὴν ὀρθότατ’ἂν προσαγορεύοιμεν;

Θεαιτητος
Θε.
Θε.

πολύ γε.

Ξενος
Ξε.
Ξε.

τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

δέ γε καὶ τότ’ἠμφεγνόουν, ἐν ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐ δὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς, 236dἀλλ’ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Ξενος
Ξε.
Ξε.

ἆρ’οὖν αὐτὸ γιγνώσκων σύμφης, σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι;

Θεαιτητος
Θε.
Θε.

πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας;

Ξενος
Ξε.
Ξε.

ὄντως, μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ 236eσκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, 237aΘεαίτητε, χαλεπόν.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

τετόλμηκεν λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι · ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ μέγας, παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενόςτε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇτε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα · ἀλλὰ σὺ τῆσδ’ἀφ’ὁδοῦ διζήμενος εἶργε νόημα. παρ’ἐκείνουτε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.

Θεαιτητος
Θε.
Θε.

τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον βέλτιστα διέξεισι σκοπῶν αὐτόςτε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε · τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν ἔριδος ἕνεκα μη δὲ παιδιᾶς, ἀλλ’εἰ σπουδῇ 237cδέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομ’ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόντε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι;

Θεαιτητος
Θε.
Θε.

χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον.

Ξενος
Ξε.
Ξε.

ἀλλ’οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί τι τὸ μὴ ὂν οὐκ οἰστέον.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ ἄν;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐ δ’ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι.

Θεαιτητος
Θε.
Θε.

πῶς δή;

Ξενος
Ξε.
Ξε.

καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ τὶ τοῦτο ἐπ’ὄντι λέγομεν ἑκάστοτε · μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον · γάρ;

Θεαιτητος
Θε.
Θε.

ἀδύνατον.

Ξενος
Ξε.
Ξε.

ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

ἑνὸς γὰρ δὴ τό γε τὶ φήσεις σημεῖον εἶναι, τὸ δὲ τινὲ δυοῖν, τὸ δὲ τινὲς πολλῶν.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.

Θεαιτητος
Θε.
Θε.

ἀναγκαιότατον μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἆρ’οὖν οὐ δὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν, λέγειν μέντοι μηδέν, ἀλλ’οὐ δὲ λέγειν φατέον, ὅς γ’ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι;

Θεαιτητος
Θε.
Θε.

τέλος γοῦν ἂν ἀπορίας λόγος ἔχοι.

Ξενος
Ξε.
Ξε.

μήπω μέγ’εἴπῃς · ἔτι γάρ, μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.

Θεαιτητος
Θε.
Θε.

πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.

Ξενος
Ξε.
Ξε.

τῷ μὲν ὄντι που προσγένοιτ’ἄν τι τῶν ὄντων ἕτερον.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Ξενος
Ξε.
Ξε.

ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.

Θεαιτητος
Θε.
Θε.

εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν μη δ’ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.

Θεαιτητος
Θε.
Θε.

οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν λόγος.

Ξενος
Ξε.
Ξε.

πῶς οὖν ἂν διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;

Θεαιτητος
Θε.
Θε.

λέγε πῇ;

Ξενος
Ξε.
Ξε.

μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος 238cἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;

Θεαιτητος
Θε.
Θε.

σαφέστατά γε.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.

Θεαιτητος
Θε.
Θε.

λέγεις ἀληθέστατα.

Ξενος
Ξε.
Ξε.

συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτ’εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθ’αὑτό, ἀλλ’ἔστιν ἀδιανόητόντε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἆρ’οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;

Θεαιτητος
Θε.
Θε.

τίνα δή;

Ξενος
Ξε.
Ξε.

θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;

Θεαιτητος
Θε.
Θε.

πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.

Ξενος
Ξε.
Ξε.

οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν 238eγὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτιτε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα · τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόντε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ;

Θεαιτητος
Θε.
Θε.

συνέπομαι. πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία 239aτοῖς πρόσθεν ἔλεγον;

Θεαιτητος
Θε.
Θε.

φαίνῃ.

Ξενος
Ξε.
Ξε.

τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μη δὲ τὸ παράπαν αὐτὸ καλεῖν · ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.

Θεαιτητος
Θε.
Θε.

παντάπασί γε.

Ξενος
Ξε.
Ξε.

τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλ’εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα.

Θεαιτητος
Θε.
Θε.

πῶς φῄς;

Ξενος
Ξε.
Ξε.

ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ.

Θεαιτητος
Θε.
Θε.

πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθ’ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην.

Ξενος
Ξε.
Ξε.

ἀλλ’εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν · ἕως δ’ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον σοφιστὴς τόπον καταδέδυκεν.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα δὴ φαίνεται.

Ξενος
Ξε.
Ξε.

τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν 239dτέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.

Θεαιτητος
Θε.
Θε.

δῆλον ὅτι φήσομεν τάτε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτ’ἔσθ’ἕτερα.

Ξενος
Ξε.
Ξε.

φανερός, Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

δόξει σοι μύειν παντάπασιν οὐκ ἔχειν ὄμματα.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα 240aοὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δ’ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.

Θεαιτητος
Θε.
Θε.

ποῖον;

Ξενος
Ξε.
Ξε.

τὸ διὰ πάντων τούτων πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.

Θεαιτητος
Θε.
Θε.

τί δῆτα, ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;

Ξενος
Ξε.
Ξε.

ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἐπὶ τίνι τὸ 240bτοιοῦτον εἶπες;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς ἀληθινόν γε, ἀλλ’ἐοικὸς μέν.

Ξενος
Ξε.
Ξε.

ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὸ μὴ ἀληθινὸν ἆρ’ἐναντίον ἀληθοῦς;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

οὐκ ὄντως ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἔστι γε μήν πως.

Ξενος
Ξε.
Ξε.

οὔκουν ἀληθῶς γε, φῄς.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν · πλήν γ’εἰκὼν ὄντως.

Ξενος
Ξε.
Ξε.

οὐκ ὂν ἄρα ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;

Θεαιτητος
Θε.
Θε.

κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.

Ξενος
Ξε.
Ξε.

πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.

Θεαιτητος
Θε.
Θε.

ὁρῶ καὶ μάλα.

Ξενος
Ξε.
Ξε.

τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοίτε ἐσόμεθα;

Θεαιτητος
Θε.
Θε.

πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;

Ξενος
Ξε.
Ξε.

ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, τί ποτ’ἐροῦμεν;

Θεαιτητος
Θε.
Θε.

τοῦτο · τί γὰρ ἂν ἄλλο εἴπαιμεν;

Ξενος
Ξε.
Ξε.

ψευδὴς δ’αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, πῶς;

Θεαιτητος
Θε.
Θε.

οὕτως · τἀναντία.

Ξενος
Ξε.
Ξε.

λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Ξενος
Ξε.
Ξε.

πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, πως εἶναι τὰ μηδαμῶς ὄντα;

Θεαιτητος
Θε.
Θε.

εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.

Ξενος
Ξε.
Ξε.

τί δ’; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ τοῦτο δὴ ψεῦδος;

Θεαιτητος
Θε.
Θε.

καὶ τοῦτο.

Ξενος
Ξε.
Ξε.

καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται 241aτάτε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;

Ξενος
Ξε.
Ξε.

σχεδὸν οὐδαμῶς · ἀλλὰ ταῦτα σοφιστὴς οὐ φήσει. τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν προσδιωμολογημένα τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, Θεαίτητε, λέγει;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν 241bἐν δόξαιςτε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.

Ξενος
Ξε.
Ξε.

ὀρθῶς ἀπεμνημόνευσας. ἀλλ’ὅρα δὴ τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι · τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Ξενος
Ξε.
Ξε.

μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν 241cὡς ἔπος εἰπεῖν ἀπεράντων.

Θεαιτητος
Θε.
Θε.

ἀδύνατόν γ’ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.

Ξενος
Ξε.
Ξε.

τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;

Θεαιτητος
Θε.
Θε.

οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοίτ’ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.

Ξενος
Ξε.
Ξε.

ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐχ ἕξω;

Ξενος
Ξε.
Ξε.

τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τότε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.

Θεαιτητος
Θε.
Θε.

φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.

Ξενος
Ξε.
Ξε.

πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ; τούτων γὰρ μήτ’ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷόςτε ἔσται περὶ λόγων ψευδῶν λέγων δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γ’ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα.

Ξενος
Ξε.
Ξε.

διὰ ταῦτα μέντοι τολμητέον ἐπιτίθεσθαι τῷ πατρικῷ λόγῳ νῦν, τὸ παράπαν ἐατέον, εἰ τοῦτό τις εἴργει δρᾶν ὄκνος.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἡμᾶς τοῦτό γε μηδὲν μηδαμῇ εἴρξῃ.

Ξενος
Ξε.
Ξε.

τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι.

Θεαιτητος
Θε.
Θε.

λέγε μόνον.

Ξενος
Ξε.
Ξε.

εἶπόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταῦτ’ἔλεγχον ἀείτε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νῦν.

Θεαιτητος
Θε.
Θε.

εἶπες.

Ξενος
Ξε.
Ξε.

φοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταῦτά σοι μανικὸς εἶναι δόξω παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω καὶ 242bκάτω. σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησόμεθα, ἐάνπερ ἐλέγχωμεν.

Θεαιτητος
Θε.
Θε.

ὡς τοίνυν ἔμοιγε μηδαμῇ δόξων μηδὲν πλημμελεῖν, ἂν ἐπὶ τὸν ἔλεγχον τοῦτον καὶ τὴν ἀπόδειξιν ἴῃς, θαρρῶν ἴθι τούτου γε ἕνεκα.

Ξενος
Ξε.
Ξε.

φέρε δή, τίνα ἀρχήν τις ἂν ἄρξαιτο παρακινδυνευτικοῦ λόγου; δοκῶ μὲν γὰρ τήνδ’, παῖ, τὴν ὁδὸν ἀναγκαιοτάτην ἡμῖν εἶναι τρέπεσθαι.

Θεαιτητος
Θε.
Θε.

ποίαν δή;

Ξενος
Ξε.
Ξε.

τὰ δοκοῦντα νῦν ἐναργῶς ἔχειν ἐπισκέψασθαι πρῶτον 242cμή πῃ τεταραγμένοι μὲν ὦμεν περὶ ταῦτα, ῥᾳδίως δ’ἀλλήλοις ὁμολογῶμεν ὡς εὐκρινῶς ἔχοντες.

Θεαιτητος
Θε.
Θε.

λέγε σαφέστερον λέγεις.

Ξενος
Ξε.
Ξε.

εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ πᾶς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσατε καὶ ποῖά ἐστιν.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις 242dἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμουςτε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται · δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν θερμὸν καὶ ψυχρόν, συνοικίζειτε αὐτὰ καὶ ἐκδίδωσι · τὸ δὲ παρ’ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνουςτε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμπλέκειν 242eἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλάτε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ συμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν · αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’243aἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν · ἐκεῖνο δὲ ἀνεπίφθονον ἀποφήνασθαι τὸ ποῖον; ὅτι λίαν τῶν πολλῶν ἡμῶν ὑπεριδόντες ὠλιγώρησαν · οὐδὲν γὰρ φροντίσαντες εἴτ’ἐπακολουθοῦμεν αὐτοῖς λέγουσιν 243bεἴτε ἀπολειπόμεθα, περαίνουσι τὸ σφέτερον αὐτῶν ἕκαστοι.

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις;

Ξενος
Ξε.
Ξε.

ὅταν τις αὐτῶν φθέγξηται λέγων ὡς ἔστιν γέγονεν γίγνεται πολλὰ ἓν δύο, καὶ θερμὸν αὖ ψυχρῷ συγκεραννύμενον, ἄλλοθί πῃ διακρίσεις καὶ συγκρίσεις ὑποτιθείς, τούτων, Θεαίτητε, ἑκάστοτε σύ τι πρὸς θεῶν συνίης ὅτι λέγουσιν; ἐγὼ μὲν γὰρ ὅτε μὲν ἦν νεώτερος, τοῦτότε τὸ νῦν ἀπορούμενον ὁπότε τις εἴποι, τὸ μὴ ὄν, ἀκριβῶς ᾤμην συνιέναι. νῦν δὲ ὁρᾷς ἵν’ἐσμὲν αὐτοῦ πέρι τῆς ἀπορίας.

Θεαιτητος
Θε.
Θε.

ὁρῶ.

Ξενος
Ξε.
Ξε.

τάχα τοίνυν ἴσως οὐχ ἧττον κατὰ τὸ ὂν ταὐτὸν τοῦτο πάθος εἰληφότες ἐν τῇ ψυχῇ περὶ μὲν τοῦτο εὐπορεῖν φαμεν καὶ μανθάνειν ὁπόταν τις αὐτὸ φθέγξηται, περὶ δὲ θάτερον οὔ, πρὸς ἀμφότερα ὁμοίως ἔχοντες.

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Ξενος
Ξε.
Ξε.

καὶ περὶ τῶν ἄλλων δὴ τῶν προειρημένων ἡμῖν ταὐτὸν τοῦτο εἰρήσθω.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τῶν μὲν τοίνυν πολλῶν πέρι καὶ μετὰ τοῦτο σκεψόμεθ’, 243dἂν δόξῃ, περὶ δὲ τοῦ μεγίστουτε καὶ ἀρχηγοῦ πρώτου νῦν σκεπτέον.

Θεαιτητος
Θε.
Θε.

τίνος δὴ λέγεις; δῆλον ὅτι τὸ ὂν φῂς πρῶτον δεῖν διερευνήσασθαι τί ποθ’οἱ λέγοντες αὐτὸ δηλοῦν ἡγοῦνται;

Ξενος
Ξε.
Ξε.

κατὰ πόδα γε, Θεαίτητε, ὑπέλαβες. λέγω γὰρ δὴ ταύτῃ δεῖν ποιεῖσθαι τὴν μέθοδον ἡμᾶς, οἷον αὐτῶν παρόντων ἀναπυνθανομένους ὧδε · φέρε, ὁπόσοι θερμὸν καὶ ψυχρὸν τινε δύο τοιούτω τὰ πάντ’εἶναί φατε, τί ποτε 243eἄρα τοῦτ’ἐπ’ἀμφοῖν φθέγγεσθε, λέγοντες ἄμφω καὶ ἑκάτερον εἶναι; τί τὸ εἶναι τοῦτο ὑπολάβωμεν ὑμῶν; πότερον τρίτον παρὰ τὰ δύο ἐκεῖνα, καὶ τρία τὸ πᾶν ἀλλὰ μὴ δύο ἔτι καθ’ὑμᾶς τιθῶμεν; οὐ γάρ που τοῖν γε δυοῖν καλοῦντες θάτερον ὂν ἀμφότερα ὁμοίως εἶναι λέγετε · σχεδὸν γὰρ ἂν ἀμφοτέρως ἕν, ἀλλ’οὐ δύο εἴτην.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ λέγεις.

Ξενος
Ξε.
Ξε.

ἀλλ’ἆρά γε τὰ ἄμφω βούλεσθε καλεῖν ὄν;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Ξενος
Ξε.
Ξε.

ἀλλ’, φίλοι, φήσομεν, κἂν οὕτω τὰ δύο λέγοιτ’ἂν σαφέστατα ἕν.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα εἴρηκας.

Ξενος
Ξε.
Ξε.

ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δ’ἠπορήκαμεν. διδάσκετε οὖν πρῶτον τοῦτ’αὐτὸ ἡμᾶς, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρ’ὑμῶν, τὸ δὲ 244bτούτου γίγνηται πᾶν τοὐναντίον. ταῦτα δὴ λέγοντέςτε καὶ ἀξιοῦντες παράτε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, παῖ, τὶ πλημμελήσομεν;

Θεαιτητος
Θε.
Θε.

ἥκιστά γε.

Ξενος
Ξε.
Ξε.

τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρ’οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τόδε τοίνυν ἀποκρινέσθων. ἕν πού φατε μόνον εἶναι; φαμὲν γάρ, φήσουσιν. γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τί δέ; ὂν καλεῖτέ τι;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, πῶς;

Θεαιτητος
Θε.
Θε.

τίς οὖν αὐτοῖς μετὰ τοῦτ’, ξένε, ἀπόκρισις;

Ξενος
Ξε.
Ξε.

δῆλον, Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

τότε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς 244dἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τιθείςτε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ τοῦ ὀνόματος αὖ τὸ ἓν ὄν.

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ταὐτὸν φήσουσι τούτῳ;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐ φήσουσίτε καὶ φασίν;

Ξενος
Ξε.
Ξε.

εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει, πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ · τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ τῇ, τοιοῦτόν γε ὂν τὸ ὂν μέσοντε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν · πῶς;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶντε ὂν καὶ ὅλον ἓν εἶναι.

Θεαιτητος
Θε.
Θε.

τί δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τὸ δὲ πεπονθὸς ταῦτα ἆρ’οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι;

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

ἀμερὲς δήπου δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι.

Θεαιτητος
Θε.
Θε.

δεῖ γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ λόγῳ.

Θεαιτητος
Θε.
Θε.

μανθάνω.

Ξενος
Ξε.
Ξε.

πότερον δὴ πάθος ἔχον τὸ ὂν τοῦ ἑνὸς οὕτως ἕντε ἔσται καὶ ὅλον, παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν;

Θεαιτητος
Θε.
Θε.

χαλεπὴν προβέβληκας αἵρεσιν.

Ξενος
Ξε.
Ξε.

ἀληθέστατα μέντοι λέγεις. πεπονθόςτε γὰρ τὸ ὂν ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἐάν γε τὸ ὂν μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπ’ἐκείνου πάθος, δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ συμβαίνει.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦτε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτάτε 245dταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μη δ’ἂν γενέσθαι ποτὲ ὄν.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον · ὥστε οὔτε οὐσίαν οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα.

Θεαιτητος
Θε.
Θε.

παντάπασιν ἔοικε ταῦθ’οὕτως ἔχειν.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν οὐ δ’ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι · ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν , τοσοῦτον ὅλον ἀναγκαῖον αὐτὸ εἶναι.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ γε.

Ξενος
Ξε.
Ξε.

καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον 245eεἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι.

Θεαιτητος
Θε.
Θε.

δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα · συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.

Ξενος
Ξε.
Ξε.

τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντοςτε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω · τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν’ἐκ πάντων ἴδωμεν 246aὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτ’ἔστιν.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον παρέχει προσβολὴν καὶ ἐπαφήν 246bτινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τίς τι φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

Θεαιτητος
Θε.
Θε.

δεινοὺς εἴρηκας ἄνδρας · ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοῖς προσέτυχον.

Ξενος
Ξε.
Ξε.

τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι · τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπ’αὐτῶν ἀλήθειαν 246cκατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντ’οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, Θεαίτητε, ἀεὶ συνέστηκεν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

παρ’ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.

Θεαιτητος
Θε.
Θε.

πῶς οὖν δὴ ληψόμεθα;

Ξενος
Ξε.
Ξε.

παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον, ἡμερώτεροι γάρ · παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων 246dβίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλ’ὧδέ μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν · εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον τὸ παρὰ χειρόνων · ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα.

Ξενος
Ξε.
Ξε.

κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρ’αὐτῶν ἀφερμήνευε.

Θεαιτητος
Θε.
Θε.

ταῦτ’ἔσται.

Ξενος
Ξε.
Ξε.

λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Ξενος
Ξε.
Ξε.

τιθέντες τι τῶν ὄντων ψυχήν;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

ἀλλ’οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;

Θεαιτητος
Θε.
Θε.

ναί, καὶ ταῦτα σύμφασιν.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.

Θεαιτητος
Θε.
Θε.

φασὶ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν πάντα ἀόρατα;

Θεαιτητος
Θε.
Θε.

σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.

Ξενος
Ξε.
Ξε.

τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;

Θεαιτητος
Θε.
Θε.

τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται 247cτὸ τολμᾶν μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν πάντ’εἶναι σώματα διισχυρίζεσθαι.

Ξενος
Ξε.
Ξε.

σαφῶς γὰρ ἡμῖν, Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες · ἐπεὶ τούτων οὐ δ’ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοίτε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντ’ἂν πᾶν μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.

Θεαιτητος
Θε.
Θε.

σχεδὸν οἷα διανοοῦνται λέγεις.

Ξενος
Ξε.
Ξε.

πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς · εἰ γάρ τι καὶ 247dσμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ. τὸ γὰρ ἐπίτε τούτοις ἅμα καὶ ἐπ’ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. τάχ’οὖν ἴσως ἂν ἀποροῖεν · εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρ’ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδ’εἶναι τὸ ὄν.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.

Ξενος
Ξε.
Ξε.

λέγω δὴ τὸ καὶ ὁποιανοῦν κεκτημένον δύναμιν 247eεἴτ’εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτ’εἰς τὸ παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πᾶν τοῦτο ὄντως εἶναι · τίθεμαι γὰρ ὅρον τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.

Ξενος
Ξε.
Ξε.

καλῶς · ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖντε καὶ τούτοις 248aἕτερον ἂν φανείη. πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν ἐνταῦθα μενέτω συνομολογηθέν.

Θεαιτητος
Θε.
Θε.

μένει.

Ξενος
Ξε.
Ξε.

πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν φίλους · σὺ δ’ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.

Θεαιτητος
Θε.
Θε.

ταῦτ’ἔσται.

Ξενος
Ξε.
Ξε.

γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε; γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ σώματι μὲν ἡμᾶς γενέσει δι’αἰσθήσεως κοινωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν, ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε ἄλλως.

Θεαιτητος
Θε.
Θε.

φαμὲν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τὸ δὲ δὴ κοινωνεῖν, πάντων ἄριστοι, τί τοῦθ’ὑμᾶς ἐπ’ἀμφοῖν λέγειν φῶμεν; ἆρ’οὐ τὸ νυνδὴ παρ’ἡμῶν ῥηθέν;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

πάθημα ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν πρὸς ἄλληλα συνιόντων γιγνόμενον. τάχ’οὖν, Θεαίτητε, αὐτῶν τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεις, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.

Θεαιτητος
Θε.
Θε.

τίν’οὖν δὴ λέγουσι λόγον;

Ξενος
Ξε.
Ξε.

οὐ συγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς γηγενεῖς οὐσίας πέρι.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ τοῦ πάσχειν δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πρὸς δὴ ταῦτα τόδε λέγουσιν, ὅτι γενέσει μὲν μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δυνάμεως, πρὸς δὲ οὐσίαν τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν λέγουσί τι;

Ξενος
Ξε.
Ξε.

πρὸς γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρ’αὐτῶν 248dἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δ’οὐσίαν γιγνώσκεσθαι.

Θεαιτητος
Θε.
Θε.

φασὶ μὴν τοῦτό γε.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὸ γιγνώσκειν τὸ γιγνώσκεσθαί φατε ποίημα πάθος ἀμφότερον; τὸ μὲν πάθημα, τὸ δὲ θάτερον; παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μεταλαμβάνειν;

Θεαιτητος
Θε.
Θε.

δῆλον ὡς οὐδέτερον οὐδετέρου · τἀναντία γὰρ ἂν τοῖς ἔμπροσθεν λέγοιεν.

Ξενος
Ξε.
Ξε.

μανθάνω · τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται 248eποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς γνώσεως, καθ’ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς 249aὄντι μὴ παρεῖναι, μη δὲ ζῆν αὐτὸ μη δὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;

Θεαιτητος
Θε.
Θε.

δεινὸν μεντἄν, ξένε, λόγον συγχωροῖμεν.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Ξενος
Ξε.
Ξε.

ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντ’αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;

Θεαιτητος
Θε.
Θε.

καὶ τίν’ἂν ἕτερον ἔχοι τρόπον;

Ξενος
Ξε.
Ξε.

ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν ἔχειν, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;

Θεαιτητος
Θε.
Θε.

πάντα ἔμοιγε ἄλογα ταῦτ’εἶναι φαίνεται.

Ξενος
Ξε.
Ξε.

καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

συμβαίνει δ’οὖν, Θεαίτητε, ἀκινήτωντε ὄντων νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντ’εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων ἐξαιρήσομεν.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ 249cσοι χωρὶς στάσεως γενέσθαι ποτ’ἄν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Ξενος
Ξε.
Ξε.

τί δ’; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα γενόμενον ἂν καὶ ὁπουοῦν;

Θεαιτητος
Θε.
Θε.

ἥκιστα.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς ἂν ἐπιστήμην φρόνησιν νοῦν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπῃοῦν.

Θεαιτητος
Θε.
Θε.

σφόδρα γε.

Ξενος
Ξε.
Ξε.

τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν καὶ τὰ πολλὰ 249dεἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶντε αὖ πανταχῇ τὸ ὂν κινούντων μη δὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄντε καὶ τὸ πᾶν συναμφότερα λέγειν.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα.

Ξενος
Ξε.
Ξε.

τί οὖν; ἆρ’οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειληφέναι τῷ λόγῳ τὸ ὄν;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

βαβαὶ μέντ’ἂν ἄρα , Θεαίτητε, ὥς μοι δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.

Θεαιτητος
Θε.
Θε.

πῶς αὖ καὶ τί τοῦτ’εἴρηκας;

Ξενος
Ξε.
Ξε.

μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοῖς;

Θεαιτητος
Θε.
Θε.

ἐμοὶ γοῦν · ὅπῃ δ’αὖ λελήθαμεν οὕτως ἔχοντες, οὐ πάνυ συνίημι.

Ξενος
Ξε.
Ξε.

σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες 250aδικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.

Θεαιτητος
Θε.
Θε.

ποῖα; ὑπόμνησόν με.

Ξενος
Ξε.
Ξε.

πάνυ μὲν οὖν · καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

εἶεν δή, κίνησιν καὶ στάσιν ἆρ’οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;

Θεαιτητος
Θε.
Θε.

φημὶ γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Ξενος
Ξε.
Ξε.

ἀλλ’ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Ξενος
Ξε.
Ξε.

τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπ’ἐκείνου τήντε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;

Θεαιτητος
Θε.
Θε.

κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.

Ξενος
Ξε.
Ξε.

οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλ’ἕτερον δή τι τούτων.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Ξενος
Ξε.
Ξε.

κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.

Θεαιτητος
Θε.
Θε.

σχεδόν.

Ξενος
Ξε.
Ξε.

ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρ’ἑαυτῷ βεβαιώσασθαι;

Θεαιτητος
Θε.
Θε.

ποῖ γάρ;

Ξενος
Ξε.
Ξε.

οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ 250dκινεῖται, πῶς οὐχ ἕστηκεν; τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται. δυνατὸν οὖν τοῦτο;

Θεαιτητος
Θε.
Θε.

πάντων μὲν οὖν ἀδυνατώτατον.

Ξενος
Ξε.
Ξε.

τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφ’ὅτι ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ ὄν;

Θεαιτητος
Θε.
Θε.

ἐμοὶ μέν, ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι φαινόμεθα.

Ξενος
Ξε.
Ξε.

τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον · ἐπειδὴ δὲ ἐξ ἴσου τότε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλήφατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως 251aἀναφαίνεσθαι · καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἂν οἷοίτε ὦμεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοῖν ἅμα.

Θεαιτητος
Θε.
Θε.

καλῶς.

Ξενος
Ξε.
Ξε.

λέγωμεν δὴ καθ’ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.

Θεαιτητος
Θε.
Θε.

οἷον δὴ τί; παράδειγμα εἰπέ.

Ξενος
Ξε.
Ξε.

λέγομεν ἄνθρωπον δήπου πόλλ’ἄττα ἐπονομάζοντες, τάτε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον 251bἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ λέγεις.

Ξενος
Ξε.
Ξε.

ὅθεν γε οἶμαι τοῖςτε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν · εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τάτε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν 251cἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν λόγος τοὺς 251dπώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.

Θεαιτητος
Θε.
Θε.

τὰ ποῖα δή;

Ξενος
Ξε.
Ξε.

πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλ’ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρ’ἡμῖν λόγοις τιθῶμεν; πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; τὰ μέν, τὰ δὲ μή; τούτων, 251e Θεαίτητε, τί ποτ’ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;

Θεαιτητος
Θε.
Θε.

ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι.

Ξενος
Ξε.
Ξε.

τί οὖν οὐ καθ’ἓν ἀποκρινόμενος ἐφ’ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;

Θεαιτητος
Θε.
Θε.

καλῶς λέγεις.

Ξενος
Ξε.
Ξε.

καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκοῦν κίνησίςτε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν;

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔσται.

Ξενος
Ξε.
Ξε.

ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅματε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατ’εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί · πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότ’εἶναι.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξις.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος ἑτέρου θάτερον προσαγορεύειν.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

τῷτε εἶναί που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ χωρὶς καὶ τῷ τῶν ἄλλων καὶ τῷ καθ’αὑτὸ καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ λέγεις ὅμοιόντε καὶ ἀληθές.

Ξενος
Ξε.
Ξε.

τί δ’, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;

Θεαιτητος
Θε.
Θε.

τοῦτο μὲν οἷόςτε κἀγὼ διαλύειν.

Ξενος
Ξε.
Ξε.

πῶς;

Θεαιτητος
Θε.
Θε.

ὅτι κίνησίςτε αὐτὴ παντάπασιν ἵσταιτ’ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπ’ἀλλήλοιν.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίντε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τὸ τρίτον δὴ μόνον λοιπόν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, πάντα μηδὲν τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πᾶς ἄρα βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δ’οὔ, σχεδὸν 253aοἷον τὰ γράμματα πεπονθότ’ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα γε.

Ξενος
Ξε.
Ξε.

πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό;

Θεαιτητος
Θε.
Θε.

τέχνης.

Ξενος
Ξε.
Ξε.

ποίας;

Θεαιτητος
Θε.
Θε.

τῆς γραμματικῆς.

Ξενος
Ξε.
Ξε.

τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους ἆρ’οὐχ οὕτως; μὲν τοὺς συγκεραννυμένουςτε καὶ μὴ τέχνην ἔχων γιγνώσκειν μουσικός, δὲ μὴ συνιεὶς ἄμουσος;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν τοιαῦτα εὑρήσομεν ἕτερα.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τί δ’; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρ’οὐ μετ’ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα 253cοὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντ’ἄττ’αὔτ’ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ δι’ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης;

Ξενος
Ξε.
Ξε.

τίν’οὖν αὖ προσεροῦμεν, Θεαίτητε, ταύτην; πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον;

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις;

Ξενος
Ξε.
Ξε.

τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκτικῆς φήσομεν ἐπιστήμης εἶναι;

Θεαιτητος
Θε.
Θε.

ναί, φήσομεν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρίς, πάντῃ διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ δι’ὅλων πολλῶν ἐν ἑνὶ συνημμένην, καὶ πολλὰς χωρὶς πάντῃ διωρισμένας · τοῦτο δ’253eἔστιν, τε κοινωνεῖν ἕκαστα δύναται καὶ ὅπῃ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλῳ δώσεις, ὡς ἐγᾦμαι, πλὴν τῷ καθαρῶςτε καὶ δικαίως φιλοσοφοῦντι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ ἂν ἄλλῳ δοίη τις;

Ξενος
Ξε.
Ξε.

τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ καὶ νῦν καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν χαλεπὸν 254aἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον τε τοῦ σοφιστοῦ χαλεπότης τε τούτου.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

μὲν ἀποδιδράσκων εἰς τὴν τοῦ μὴ ὄντος σκοτεινότητα, τριβῇ προσαπτόμενος αὐτῆς, διὰ τὸ σκοτεινὸν τοῦ τόπου κατανοῆσαι χαλεπός · γάρ;

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Ξενος
Ξε.
Ξε.

δέ γε φιλόσοφος, τῇ τοῦ ὄντος ἀεὶ διὰ λογισμῶν προσκείμενος ἰδέᾳ, διὰ τὸ λαμπρὸν αὖ τῆς χώρας οὐδαμῶς εὐπετὴς ὀφθῆναι · τὰ γὰρ τῆς τῶν πολλῶν ψυχῆς ὄμματα 254bκαρτερεῖν πρὸς τὸ θεῖον ἀφορῶντα ἀδύνατα.

Θεαιτητος
Θε.
Θε.

καὶ ταῦτα εἰκὸς οὐχ ἧττον ἐκείνων οὕτως ἔχειν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν περὶ μὲν τούτου καὶ τάχα ἐπισκεψόμεθα σαφέστερον, ἂν ἔτι βουλομένοις ἡμῖν · περὶ δὲ τοῦ σοφιστοῦ που δῆλον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανῶς αὐτὸν θεασώμεθα.

Θεαιτητος
Θε.
Θε.

καλῶς εἶπες.

Ξενος
Ξε.
Ξε.

ὅτ’οὖν δὴ τὰ μὲν ἡμῖν τῶν γενῶν ὡμολόγηται κοινωνεῖν ἐθέλειν ἀλλήλοις, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπ’ὀλίγον, τὰ δ’ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν κωλύειν τοῖς 254cπᾶσι κεκοινωνηκέναι, τὸ δὴ μετὰ τοῦτο συνεπισπώμεθα τῷ λόγῳ τῇδε σκοποῦντες, μὴ περὶ πάντων τῶν εἰδῶν, ἵνα μὴ ταραττώμεθα ἐν πολλοῖς, ἀλλὰ προελόμενοι τῶν μεγίστων λεγομένων ἄττα, πρῶτον μὲν ποῖα ἕκαστά ἐστιν, ἔπειτα κοινωνίας ἀλλήλων πῶς ἔχει δυνάμεως, ἵνα τότε ὂν καὶ μὴ ὂν εἰ μὴ πάσῃ σαφηνείᾳ δυνάμεθα λαβεῖν, ἀλλ’οὖν λόγου γε ἐνδεεῖς μηδὲν γιγνώμεθα περὶ αὐτῶν, καθ’ὅσον τρόπος ἐνδέχεται τῆς νῦν σκέψεως, ἐὰν ἄρα ἡμῖν πῃ 254dπαρεικάθῃ τὸ μὴ ὂν λέγουσιν ὡς ἔστιν ὄντως μὴ ὂν ἀθῴοις ἀπαλλάττειν.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν χρή.

Ξενος
Ξε.
Ξε.

μέγιστα μὴν τῶν γενῶν νυνδὴ διῇμεν τότε ὂν αὐτὸ καὶ στάσις καὶ κίνησις.

Θεαιτητος
Θε.
Θε.

πολύ γε.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν τώ γε δύο φαμὲν αὐτοῖν ἀμείκτω πρὸς ἀλλήλω.

Θεαιτητος
Θε.
Θε.

σφόδρα γε.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γε ὂν μεικτὸν ἀμφοῖν · ἐστὸν γὰρ ἄμφω που.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τρία δὴ γίγνεται ταῦτα.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν αὐτῶν ἕκαστον τοῖν μὲν δυοῖν ἕτερόν ἐστιν, αὐτὸ δ’ἑαυτῷ ταὐτόν.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

τί ποτ’αὖ νῦν οὕτως εἰρήκαμεν τότε ταὐτὸν καὶ θάτερον; πότερα δύο γένη τινὲ αὐτώ, τῶν μὲν τριῶν ἄλλω, συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε ἀλλ’οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν σκεπτέον, τότε ταὐτὸν 255aτοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Ξενος
Ξε.
Ξε.

ἀλλ’οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθ’ἕτερον οὔτε ταὐτόν ἐστι.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόντε εἶναι.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

κίνησίςτε στήσεται καὶ στάσις αὖ κινηθήσεται · περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ 255bφύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ γε.

Ξενος
Ξε.
Ξε.

μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν λέγωμεν κίνησίν γ’εἶναι ταὐτὸν θάτερον, μη δ’αὖ στάσιν.

Θεαιτητος
Θε.
Θε.

μὴ γάρ.

Ξενος
Ξε.
Ξε.

ἀλλ’ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Ξενος
Ξε.
Ξε.

ἀλλ’εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες 255cἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.

Ξενος
Ξε.
Ξε.

ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.

Θεαιτητος
Θε.
Θε.

σχεδόν.

Ξενος
Ξε.
Ξε.

τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; τοῦτο καὶ τὸ ὂν ὡς δύ’ἄττα ὀνόματα ἐφ’ἑνὶ γένει διανοεῖσθαι δεῖ;

Θεαιτητος
Θε.
Θε.

τάχ’ἄν.

Ξενος
Ξε.
Ξε.

ἀλλ’οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.

Θεαιτητος
Θε.
Θε.

τί δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τὸ δέ γ’ἕτερον ἀεὶ πρὸς ἕτερον · γάρ;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην · ἀλλ’εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον · νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον , συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.

Θεαιτητος
Θε.
Θε.

λέγεις καθάπερ ἔχει.

Ξενος
Ξε.
Ξε.

πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς 255eεἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν · ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθ’ἓν ἀναλαμβάνοντες.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως. πῶς λέγομεν;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

οὐ στάσις ἄρ’ἐστίν.

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Ξενος
Ξε.
Ξε.

ἔστι δέ γε διὰ τὸ μετέχειν τοῦ ὄντος.

Θεαιτητος
Θε.
Θε.

ἔστιν.

Ξενος
Ξε.
Ξε.

αὖθις δὴ πάλιν κίνησις ἕτερον ταὐτοῦ ἐστιν.

Θεαιτητος
Θε.
Θε.

σχεδόν.

Ξενος
Ξε.
Ξε.

οὐ ταὐτὸν ἄρα ἐστίν.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

ἀλλὰ μὴν αὕτη γ’ἦν ταὐτὸν διὰ τὸ μετέχειν αὖ πάντ’αὐτοῦ.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Ξενος
Ξε.
Ξε.

τὴν κίνησιν δὴ ταὐτόντ’εἶναι καὶ μὴ ταὐτὸν ὁμολογητέον καὶ οὐ δυσχεραντέον. οὐ γὰρ ὅταν εἴπωμεν αὐτὴν ταὐτὸν καὶ μὴ ταὐτόν, ὁμοίως εἰρήκαμεν, ἀλλ’ὁπόταν μὲν 256b ταὐτόν, διὰ τὴν μέθεξιν ταὐτοῦ πρὸς ἑαυτὴν οὕτω λέγομεν, ὅταν δὲ μὴ ταὐτόν, διὰ τὴν κοινωνίαν αὖ θατέρου, δι’ἣν ἀποχωριζομένη ταὐτοῦ γέγονεν οὐκ ἐκεῖνο ἀλλ’ἕτερον, ὥστε ὀρθῶς αὖ λέγεται πάλιν οὐ ταὐτόν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν κἂν εἴ πῃ μετελάμβανεν αὐτὴ κίνησις στάσεως, οὐδὲν ἂν ἄτοπον ἦν στάσιμον αὐτὴν προσαγορεύειν;

Θεαιτητος
Θε.
Θε.

ὀρθότατά γε, εἴπερ τῶν γενῶν συγχωρησόμεθα τὰ μὲν ἀλλήλοις ἐθέλειν μείγνυσθαι, τὰ δὲ μή.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἐπί γε τὴν τούτου πρότερον ἀπόδειξιν τῶν νῦν ἀφικόμεθα, ἐλέγχοντες ὡς ἔστι κατὰ φύσιν ταύτῃ.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

λέγωμεν δὴ πάλιν · κίνησίς ἐστιν ἕτερον τοῦ ἑτέρου, καθάπερ ταὐτοῦτε ἦν ἄλλο καὶ τῆς στάσεως;

Θεαιτητος
Θε.
Θε.

ἀναγκαῖον.

Ξενος
Ξε.
Ξε.

οὐχ ἕτερον ἄρ’ἐστί πῃ καὶ ἕτερον κατὰ τὸν νυνδὴ λόγον.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

τί οὖν δὴ τὸ μετὰ τοῦτο; ἆρ’αὖ τῶν μὲν τριῶν ἕτερον αὐτὴν φήσομεν εἶναι, τοῦ δὲ τετάρτου μὴ φῶμεν, 256dὁμολογήσαντες αὐτὰ εἶναι πέντε, περὶ ὧν καὶ ἐν οἷς προυθέμεθα σκοπεῖν;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς; ἀδύνατον γὰρ συγχωρεῖν ἐλάττω τὸν ἀριθμὸν τοῦ νυνδὴ φανέντος.

Ξενος
Ξε.
Ξε.

ἀδεῶς ἄρα τὴν κίνησιν ἕτερον εἶναι τοῦ ὄντος διαμαχόμενοι λέγωμεν;

Θεαιτητος
Θε.
Θε.

ἀδεέστατα μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν δὴ σαφῶς κίνησις ὄντως οὐκ ὄν ἐστι καὶ ὄν, ἐπείπερ τοῦ ὄντος μετέχει;

Θεαιτητος
Θε.
Θε.

σαφέστατά γε.

Ξενος
Ξε.
Ξε.

ἔστιν ἄρα ἐξ ἀνάγκης τὸ μὴ ὂν ἐπίτε κινήσεως εἶναι καὶ κατὰ πάντα τὰ γένη · κατὰ πάντα γὰρ θατέρου 256eφύσις ἕτερον ἀπεργαζομένη τοῦ ὄντος ἕκαστον οὐκ ὂν ποιεῖ, καὶ σύμπαντα δὴ κατὰ ταὐτὰ οὕτως οὐκ ὄντα ὀρθῶς ἐροῦμεν, καὶ πάλιν, ὅτι μετέχει τοῦ ὄντος, εἶναίτε καὶ ὄντα.

Θεαιτητος
Θε.
Θε.

κινδυνεύει.

Ξενος
Ξε.
Ξε.

περὶ ἕκαστον ἄρα τῶν εἰδῶν πολὺ μέν ἐστι τὸ ὄν, ἄπειρον δὲ πλήθει τὸ μὴ ὄν.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ τὸ ὂν αὐτὸ τῶν ἄλλων ἕτερον εἶναι λεκτέον.

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Ξενος
Ξε.
Ξε.

καὶ τὸ ὂν ἄρ’ἡμῖν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ τοσαῦτα οὐκ ἔστιν · ἐκεῖνα γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν, ἀπέραντα δὲ τὸν ἀριθμὸν τἆλλα οὐκ ἔστιν αὖ.

Θεαιτητος
Θε.
Θε.

σχεδὸν οὕτως.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν δὴ καὶ ταῦτα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει κοινωνίαν ἀλλήλοις τῶν γενῶν φύσις. εἰ δέ τις ταῦτα μὴ συγχωρεῖ, πείσας ἡμῶν τοὺς ἔμπροσθεν λόγους οὕτω πειθέτω τὰ μετὰ ταῦτα.

Θεαιτητος
Θε.
Θε.

δικαιότατα εἴρηκας.

Ξενος
Ξε.
Ξε.

ἴδωμεν δὴ καὶ τόδε.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος ἀλλ’ἕτερον μόνον.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

οἷον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μᾶλλόν τί σοι φαινόμεθα τὸ σμικρὸν τὸ ἴσον δηλοῦν τῷ ῥήματι;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Ξενος
Ξε.
Ξε.

οὐκ ἄρ’, ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν, συγχωρησόμεθα, τοσοῦτον δὲ μόνον, ὅτι τῶν ἄλλων τὶ μηνύει 257cτὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τῶν ἐπιόντων ὀνομάτων, μᾶλλον δὲ τῶν πραγμάτων περὶ ἅττ’ἂν κέηται τὰ ἐπιφθεγγόμενα ὕστερον τῆς ἀποφάσεως ὀνόματα.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τόδε δὲ διανοηθῶμεν, εἰ καὶ σοὶ συνδοκεῖ.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι καθάπερ ἐπιστήμη.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δ’ἐπί τῳ γιγνόμενον μέρος αὐτῆς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ 257dἑαυτῆς ἰδίαν · διὸ πολλαὶ τέχναιτ’εἰσὶ λεγόμεναι καὶ ἐπιστῆμαι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς οὔσης ταὐτὸν πέπονθε τοῦτο.

Θεαιτητος
Θε.
Θε.

τάχ’ἄν · ἀλλ’ὅπῃ δὴ λέγωμεν;

Ξενος
Ξε.
Ξε.

ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;

Θεαιτητος
Θε.
Θε.

ἔστιν.

Ξενος
Ξε.
Ξε.

τοῦτ’οὖν ἀνώνυμον ἐροῦμεν τιν’ἔχον ἐπωνυμίαν;

Θεαιτητος
Θε.
Θε.

ἔχον · γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν τῆς τοῦ καλοῦ φύσεως.

Ξενος
Ξε.
Ξε.

ἴθι νυν τόδε μοι λέγε.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

ἄλλο τι τῶν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν καὶ πρός τι τῶν ὄντων αὖ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν εἶναι τὸ μὴ καλόν;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

ὄντος δὴ πρὸς ὂν ἀντίθεσις, ὡς ἔοικ’, εἶναί τις συμβαίνει τὸ μὴ καλόν.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα.

Ξενος
Ξε.
Ξε.

τί οὖν; κατὰ τοῦτον τὸν λόγον ἆρα μᾶλλον μὲν τὸ καλὸν ἡμῖν ἐστι τῶν ὄντων, ἧττον δὲ τὸ μὴ καλόν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

ὁμοίως ἄρα τὸ μὴ μέγα καὶ τὸ μέγα αὐτὸ εἶναι λεκτέον;

Θεαιτητος
Θε.
Θε.

ὁμοίως.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ τὸ μὴ δίκαιον τῷ δικαίῳ κατὰ ταὐτὰ θετέον πρὸς τὸ μηδέν τι μᾶλλον εἶναι θάτερον θατέρου;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

καὶ τἆλλα δὴ ταύτῃ λέξομεν, ἐπείπερ θατέρου φύσις ἐφάνη τῶν ὄντων οὖσα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ καὶ τὰ μόρια αὐτῆς μηδενὸς ἧττον ὄντα τιθέναι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν, ὡς ἔοικεν, τῆς θατέρου μορίου φύσεως 258bκαὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὐσία ἐστίν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα ἀλλὰ τοσοῦτον μόνον, ἕτερον ἐκείνου.

Θεαιτητος
Θε.
Θε.

σαφέστατά γε.

Ξενος
Ξε.
Ξε.

τίν’οὖν αὐτὴν προσείπωμεν;

Θεαιτητος
Θε.
Θε.

δῆλον ὅτι τὸ μὴ ὄν, διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο.

Ξενος
Ξε.
Ξε.

πότερον οὖν, ὥσπερ εἶπες, ἔστιν οὐδενὸς τῶν ἄλλων οὐσίας ἐλλειπόμενον, καὶ δεῖ θαρροῦντα ἤδη λέγειν ὅτι τὸ μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτοῦ φύσιν ἔχον, ὥσπερ τὸ μέγα 258cἦν μέγα καὶ τὸ καλὸν ἦν καλὸν καὶ τὸ μὴ μέγα μὴ μέγα καὶ τὸ μὴ καλὸν μὴ καλόν, οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦντε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν; τινα ἔτι πρὸς αὐτό, Θεαίτητε, ἀπιστίαν ἔχομεν;

Θεαιτητος
Θε.
Θε.

οὐδεμίαν.

Ξενος
Ξε.
Ξε.

οἶσθ’οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν;

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

πλεῖον ’κεῖνος ἀπεῖπε σκοπεῖν, ἡμεῖς εἰς τὸ πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτῷ.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

ὅτι μέν πού φησιν οὐ γὰρ μήποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα, ἀλλὰ σὺ τῆσδ’ἀφ’ὁδοῦ διζήσιος εἶργε νόημα.

Θεαιτητος
Θε.
Θε.

λέγει γὰρ οὖν οὕτως.

Ξενος
Ξε.
Ξε.

ἡμεῖς δέ γε οὐ μόνον τὰ μὴ ὄντα ὡς ἔστιν ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος τυγχάνει ὂν τοῦ μὴ ὄντος ἀπεφηνάμεθα · τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν258eτε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν.

Θεαιτητος
Θε.
Θε.

καὶ παντάπασί γε, ξένε, ἀληθέστατά μοι δοκοῦμεν εἰρηκέναι.

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν ἡμᾶς εἴπῃ τις ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν, 259aεἴτ’ἔστιν εἴτε μή, λόγον ἔχον καὶ παντάπασιν ἄλογον · δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν, ὅτι συμμείγνυταίτε ἀλλήλοις τὰ γένη καὶ τότε ὂν καὶ θάτερον διὰ πάντων καὶ δι’ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ μετέσχεν ἀλλ’ἕτερον, ἕτερον δὲ τοῦ ὄντος ὂν ἔστι σαφέστατα 259bἐξ ἀνάγκης εἶναι μὴ ὄν · τὸ δὲ ὂν αὖ θατέρου μετειληφὸς ἕτερον τῶν ἄλλων ἂν εἴη γενῶν, ἕτερον δ’ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐ δὲ σύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τἆλλα δὴ καθ’ἕκαστον οὕτω καὶ σύμπαντα πολλαχῇ μὲν ἔστι, πολλαχῇ δ’οὐκ ἔστιν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

καὶ ταύταις δὴ ταῖς ἐναντιώσεσιν εἴτε ἀπιστεῖ τις, σκεπτέον αὐτῷ καὶ λεκτέον βέλτιόν τι τῶν νῦν εἰρημένων · εἴτε ὥς τι χαλεπὸν κατανενοηκὼς χαίρει τοτὲ μὲν ἐπὶ θάτερα τοτὲ δ’ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλῆς σπουδῆς ἐσπούδακεν, ὡς οἱ νῦν λόγοι φασί. τοῦτο μὲν γὰρ οὔτε τι κομψὸν οὔτε χαλεπὸν εὑρεῖν, ἐκεῖνο δ’ἤδη καὶ χαλεπὸν ἅμα καὶ καλόν.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

καὶ πρόσθεν εἴρηται, τὸ ταῦτα ἐάσαντα ὡς δυνατὰ τοῖς λεγομένοις οἷόντ’εἶναι καθ’ἕκαστον ἐλέγχοντα ἐπακολουθεῖν, ὅταντέ τις ἕτερον ὄν πῃ ταὐτὸν 259dεἶναι φῇ καὶ ὅταν ταὐτὸν ὂν ἕτερον, ἐκείνῃ καὶ κατ’ἐκεῖνο φησι τούτων πεπονθέναι πότερον. τὸ δὲ ταὐτὸν ἕτερον ἀποφαίνειν ἁμῇ γέ πῃ καὶ τὸ θάτερον ταὐτὸν καὶ τὸ μέγα σμικρὸν καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία ἀεὶ προφέροντα ἐν τοῖς λόγοις, οὔτε τις ἔλεγχος οὗτος ἀληθινὸς ἄρτιτε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος νεογενὴς ὤν.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

καὶ γάρ, ὠγαθέ, τό γε πᾶν ἀπὸ παντὸς ἐπιχειρεῖν 259eἀποχωρίζειν ἄλλωςτε οὐκ ἐμμελὲς καὶ δὴ καὶ παντάπασιν ἀμούσου τινὸς καὶ ἀφιλοσόφου.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

τελεωτάτη πάντων λόγων ἐστὶν ἀφάνισις τὸ διαλύειν ἕκαστον ἀπὸ πάντων · διὰ γὰρ τὴν ἀλλήλων τῶν εἰδῶν συμπλοκὴν λόγος γέγονεν ἡμῖν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

σκόπει τοίνυν ὡς ἐν καιρῷ νυνδὴ τοῖς τοιούτοις διεμαχόμεθα καὶ προσηναγκάζομεν ἐᾶν ἕτερον ἑτέρῳ μείγνυσθαι.

Θεαιτητος
Θε.
Θε.

πρὸς δὴ τί;

Ξενος
Ξε.
Ξε.

πρὸς τὸ τὸν λόγον ἡμῖν τῶν ὄντων ἕν τι γενῶν εἶναι. τούτου γὰρ στερηθέντες, τὸ μὲν μέγιστον, φιλοσοφίας ἂν στερηθεῖμεν · ἔτι δ’ἐν τῷ παρόντι δεῖ λόγον ἡμᾶς διομολογήσασθαι τί ποτ’ἔστιν, εἰ δὲ ἀφῃρέθημεν αὐτὸ μη δ’εἶναι τὸ παράπαν, οὐδὲν ἂν ἔτι που λέγειν οἷοίτ’ἦμεν. ἀφῃρέθημεν δ’ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἶναι μεῖξιν μηδενὶ πρὸς μηδέν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς τοῦτό γε · λόγον δὲ δι’ὅτι νῦν διομολογητέον οὐκ ἔμαθον.

Ξενος
Ξε.
Ξε.

ἀλλ’ἴσως τῇδ’ἑπόμενος ῥᾷστ’ἂν μάθοις.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν δὴ μὴ ὂν ἡμῖν ἕν τι τῶν ἄλλων γένος ὂν ἀνεφάνη, κατὰ πάντα τὰ ὄντα διεσπαρμένον.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τὸ μετὰ τοῦτο σκεπτέον εἰ δόξῃτε καὶ λόγῳ μείγνυται.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Ξενος
Ξε.
Ξε.

μὴ μειγνυμένου μὲν αὐτοῦ τούτοις ἀναγκαῖον ἀληθῆ πάντ’εἶναι, μειγνυμένου δὲ δόξατε ψευδὴς γίγνεται καὶ λόγος · τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν λέγειν, τοῦτ’ἔστι που τὸ ψεῦδος ἐν διανοίᾳτε καὶ λόγοις γιγνόμενον.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

ὄντος δέ γε ψεύδους ἔστιν ἀπάτη.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἀπάτης οὔσης εἰδώλωντε καὶ εἰκόνων ἤδη καὶ φαντασίας πάντα ἀνάγκη μεστὰ εἶναι.

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Ξενος
Ξε.
Ξε.

τὸν δέ γε σοφιστὴν ἔφαμεν ἐν τούτῳ που τῷ τόπῳ 260dκαταπεφευγέναι μέν, ἔξαρνον δὲ γεγονέναι τὸ παράπαν μη δ’εἶναι ψεῦδος · τὸ γὰρ μὴ ὂν οὔτε διανοεῖσθαί τινα οὔτε λέγειν · οὐσίας γὰρ οὐδὲν οὐδαμῇ τὸ μὴ ὂν μετέχειν.

Θεαιτητος
Θε.
Θε.

ἦν ταῦτα.

Ξενος
Ξε.
Ξε.

νῦν δέ γε τοῦτο μὲν ἐφάνη μετέχον τοῦ ὄντος, ὥστε ταύτῃ μὲν ἴσως οὐκ ἂν μάχοιτο ἔτι · τάχα δ’ἂν φαίη τῶν εἰδῶν τὰ μὲν μετέχειν τοῦ μὴ ὄντος, τὰ δ’οὔ, καὶ λόγον δὴ καὶ δόξαν εἶναι τῶν οὐ μετεχόντων, ὥστε τὴν εἰδωλοποιικὴν καὶ φανταστικήν, ἐν φαμεν αὐτὸν εἶναι, 260eδιαμάχοιτ’ἂν πάλιν ὡς παντάπασιν οὐκ ἔστιν, ἐπειδὴ δόξα καὶ λόγος οὐ κοινωνεῖ τοῦ μὴ ὄντος · ψεῦδος γὰρ τὸ παράπαν οὐκ εἶναι ταύτης μὴ συνισταμένης τῆς κοινωνίας. διὰ ταῦτ’οὖν λόγον πρῶτον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον ὅτι ποτ’ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ 261aμὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψεῦδος ὂν ἀποδείξωμεν, ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ ἔνοχός ἐστιν, καὶ ἀπολύσαντες ἐν ἄλλῳ γένει ζητῶμεν.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ δέ γε, ξένε, ἔοικεν ἀληθὲς εἶναι τὸ περὶ τὸν σοφιστὴν κατ’ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη τὸ γένος. φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπ’αὐτὸν ἐκεῖνον ἀφικέσθαι. νῦν γὰρ μόγις μὲν τὸ μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ 261bπροβέβληται, καὶ δεῖ δὴ ψεῦδος ὡς ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσως ἕτερον, καὶ ἔτ’ἄλλο μετ’ἐκεῖνο · καὶ πέρας, ὡς ἔοικεν, οὐδὲν φανήσεταί ποτε.

Ξενος
Ξε.
Ξε.

θαρρεῖν, Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνάμενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι. τί γὰρ γ’ἀθυμῶν ἐν τούτοις δράσειεν ἂν ἐν ἄλλοις, μηδὲν ἐν ἐκείνοις ἀνύτων καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείς; σχολῇ που, τὸ κατὰ 261cτὴν παροιμίαν λεγόμενον, γε τοιοῦτος ἄν ποτε ἕλοι πόλιν. νῦν δ’ἐπεί, ὠγαθέ, τοῦτο λέγεις διαπεπέρανται, τό τοι μέγιστον ἡμῖν τεῖχος ᾑρημένον ἂν εἴη, τὰ δ’ἄλλα ἤδη ῥᾴω καὶ σμικρότερα.

Θεαιτητος
Θε.
Θε.

καλῶς εἶπες.

Ξενος
Ξε.
Ξε.

λόγον δὴ πρῶτον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή, λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτῶν ἅπτεται τὸ μὴ ὂν παντάπασιν ἀληθῆ μέν ἐστιν ἀμφότερα ταῦτα, ψεῦδος δὲ οὐδέποτε οὐδέτερον.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα. φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον;

Ξενος
Ξε.
Ξε.

εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή.

Θεαιτητος
Θε.
Θε.

δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δ’οὔ.

Ξενος
Ξε.
Ξε.

τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα 261eκαὶ δηλοῦντά τι συναρμόττει, τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ.

Θεαιτητος
Θε.
Θε.

πῶς τί τοῦτ’εἶπας;

Ξενος
Ξε.
Ξε.

ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν. ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.

Θεαιτητος
Θε.
Θε.

εἰπὲ ἑκάτερον.

Ξενος
Ξε.
Ξε.

τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γ’ἐπ’αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐ δ’αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.

Θεαιτητος
Θε.
Θε.

ταῦτ’οὐκ ἔμαθον.

Ξενος
Ξε.
Ξε.

δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις · ἐπεὶ τοῦτ’αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

οἷον βαδίζει τρέχει καθεύδει, καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτ’εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.

Θεαιτητος
Θε.
Θε.

πῶς γάρ;

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ πάλιν ὅταν λέγηται λέων ἔλαφος ἵππος, ὅσατε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων 262cὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος · οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτ’ἐκείνως πρᾶξιν οὐ δ’ἀπραξίαν οὐ δὲ οὐσίαν ὄντος οὐ δὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ. τότε δ’ἥρμοσέντε καὶ λόγος ἐγένετο εὐθὺς πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων πρῶτόςτε καὶ σμικρότατος.

Θεαιτητος
Θε.
Θε.

πῶς ἄρ’ὧδε λέγεις;

Ξενος
Ξε.
Ξε.

ὅταν εἴπῃ τις · ἄνθρωπος μανθάνει, λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόντε καὶ πρῶτον;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Ξενος
Ξε.
Ξε.

δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων γιγνομένων γεγονότων μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ λέγειντε αὐτὸν ἀλλ’οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δ’οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν 262eοὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ἔτι δὴ σμικρὸν τόδε.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Ξενος
Ξε.
Ξε.

λόγον ἀναγκαῖον, ὅτανπερ , τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ;

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς.

Θεαιτητος
Θε.
Θε.

δεῖ γοῦν.

Ξενος
Ξε.
Ξε.

λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει δι’ὀνόματος καὶ ῥήματος · ὅτου δ’ἂν λόγος , σύ μοι φράζειν.

Θεαιτητος
Θε.
Θε.

ταῦτ’ἔσται κατὰ δύναμιν.

Ξενος
Ξε.
Ξε.

Θεαίτητος κάθηται. μῶν μὴ μακρὸς λόγος;

Θεαιτητος
Θε.
Θε.

οὔκ, ἀλλὰ μέτριος.

Ξενος
Ξε.
Ξε.

σὸν ἔργον δὴ φράζειν περὶ οὗτ’ἐστὶ καὶ ὅτου.

Θεαιτητος
Θε.
Θε.

δῆλον ὅτι περὶ ἐμοῦτε καὶ ἐμός.

Ξενος
Ξε.
Ξε.

τί δὲ ὅδ’αὖ;

Θεαιτητος
Θε.
Θε.

ποῖος;

Ξενος
Ξε.
Ξε.

Θεαίτητος, νῦν ἐγὼ διαλέγομαι, πέτεται.

Θεαιτητος
Θε.
Θε.

καὶ τοῦτον οὐ δ’ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόντε καὶ περὶ ἐμοῦ.

Ξενος
Ξε.
Ξε.

ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;

Θεαιτητος
Θε.
Θε.

τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

λέγει δὲ αὐτῶν μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Ξενος
Ξε.
Ξε.

δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὰ μὴ ὄντ’ἄρα ὡς ὄντα λέγει.

Θεαιτητος
Θε.
Θε.

σχεδόν.

Ξενος
Ξε.
Ξε.

ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτ’ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.

Θεαιτητος
Θε.
Θε.

νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.

Ξενος
Ξε.
Ξε.

ἔπειτα δέ γε τινός.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.

Θεαιτητος
Θε.
Θε.

πῶς γάρ;

Ξενος
Ξε.
Ξε.

μηδενὸς δέ γε ὢν οὐ δ’ἂν λόγος εἴη τὸ παράπαν · ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα.

Ξενος
Ξε.
Ξε.

περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ἔοικεν τοιαύτη σύνθεσις ἔκτε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντωςτε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τί δὲ δή; διάνοιάτε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆτε καὶ ἀληθῆ πάνθ’ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

ὧδ’εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτ’ἔστιν 263eκαὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.

Θεαιτητος
Θε.
Θε.

δίδου μόνον.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν · πλὴν μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ’αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τὸ δέ γ’ἀπ’ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν τὸ ποῖον; φάσιντε καὶ ἀπόφασιν.

Θεαιτητος
Θε.
Θε.

ἴσμεν.

Ξενος
Ξε.
Ξε.

ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Ξενος
Ξε.
Ξε.

τί δ’ὅταν μὴ καθ’αὑτὸ ἀλλὰ δι’αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρ’οἷόντε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δ’ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, 264bδόξα δὲ διανοίας ἀποτελεύτησις, φαίνεται δὲ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό;

Θεαιτητος
Θε.
Θε.

κατανοῶ.

Ξενος
Ξε.
Ξε.

μὴ τοίνυν μη δ’εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ 264cγὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατ’εἴδη διαιρέσεων.

Θεαιτητος
Θε.
Θε.

ποίων δή;

Ξενος
Ξε.
Ξε.

διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν.

Θεαιτητος
Θε.
Θε.

ἦν ταῦτα.

Ξενος
Ξε.
Ξε.

καὶ τοῦθ’ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμ’εἴη τὸ παράπαν 264dοὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι.

Θεαιτητος
Θε.
Θε.

λέγεις ἀληθῆ.

Ξενος
Ξε.
Ξε.

νῦν δέ γ’ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δ’οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν.

Θεαιτητος
Θε.
Θε.

ἐγχωρεῖ.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν ὅτι γ’ἦν σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ 264eπροτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες 265aφύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθ’ἡμῖν;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

νῦν δέ γ’ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλ’οὐκ αὐτῶν ἑκάστων · γάρ;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

ποιητικῆς δὴ πρῶτον δύ’ἔστω μέρη.

Θεαιτητος
Θε.
Θε.

ποίω;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν θεῖον, τὸ δ’ἀνθρώπινον.

Θεαιτητος
Θε.
Θε.

οὔπω μεμάθηκα.

Ξενος
Ξε.
Ξε.

ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ’ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.

Θεαιτητος
Θε.
Θε.

μεμνήμεθα.

Ξενος
Ξε.
Ξε.

ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσατ’ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι ποίῳ τῳ; τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, μετὰ λόγουτε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;

Θεαιτητος
Θε.
Θε.

ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω · νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.

Ξενος
Ξε.
Ξε.

καλῶς γε, Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτ’ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν · ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ 265eἄνευ τῶν παρ’ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφ’ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω · χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτ’ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δ’ἐκ τούτων ὑπ’ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Ξενος
Ξε.
Ξε.

τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Ξενος
Ξε.
Ξε.

οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.

Θεαιτητος
Θε.
Θε.

τετμήσθω.

Ξενος
Ξε.
Ξε.

τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δ’αὖ τὰ πρὸς θεῶν, θεῖα.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὰ δέ γ’ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφ’ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δ’ὑπολοίπω σχεδὸν μάλιστ’ἂν λεγοίσθην εἰδωλοποιικώ · καὶ κατὰ ταῦτα δὴ πάλιν ποιητικὴ διχῇ διαιρεῖται.

Θεαιτητος
Θε.
Θε.

λέγε ὅπῃ ἑκατέρα αὖθις.

Ξενος
Ξε.
Ξε.

ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότ’ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα · πῶς;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Ξενος
Ξε.
Ξε.

τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλ’οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.

Θεαιτητος
Θε.
Θε.

ποῖα;

Ξενος
Ξε.
Ξε.

τάτε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθ’ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος 266cἐγγίγνηται, διπλοῦν δὲ ἡνίκ’ἂν φῶς οἰκεῖόντε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.

Θεαιτητος
Θε.
Θε.

δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτότε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.

Ξενος
Ξε.
Ξε.

τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρ’οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τιν’ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν,, τὸ δὲ εἴδωλον.

Θεαιτητος
Θε.
Θε.

νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει · θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.

Ξενος
Ξε.
Ξε.

τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ 266eψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός.

Θεαιτητος
Θε.
Θε.

ἦν γὰρ οὖν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν ἐφάνητε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο;

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

τὸ τοίνυν φανταστικὸν αὖθις διορίζωμεν δίχα.

Θεαιτητος
Θε.
Θε.

πῇ;

Ξενος
Ξε.
Ξε.

τὸ μὲν δι’ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτοῦ παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος τὸ φάντασμα.

Θεαιτητος
Θε.
Θε.

πῶς φῄς;

Ξενος
Ξε.
Ξε.

ὅταν οἶμαι τὸ σὸν σχῆμά τις τῷ ἑαυτοῦ χρώμενος σώματι προσόμοιον φωνὴν φωνῇ φαίνεσθαι ποιῇ, μίμησις τοῦτο τῆς φανταστικῆς μάλιστα κέκληταί που.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

μιμητικὸν δὴ τοῦτο αὐτῆς προσειπόντες ἀπονειμώμεθα · τὸ δ’ἄλλο πᾶν ἀφῶμεν μαλακισθέντες καὶ παρέντες 267bἑτέρῳ συναγαγεῖντε εἰς ἓν καὶ πρέπουσαν ἐπωνυμίαν ἀποδοῦναί τιν’αὐτῷ.

Θεαιτητος
Θε.
Θε.

νενεμήσθω, τὸ δὲ μεθείσθω.

Ξενος
Ξε.
Ξε.

καὶ μὴν καὶ τοῦτο ἔτι διπλοῦν, Θεαίτητε, ἄξιον ἡγεῖσθαι · δι’ δέ, σκόπει.

Θεαιτητος
Θε.
Θε.

λέγε.

Ξενος
Ξε.
Ξε.

τῶν μιμουμένων οἱ μὲν εἰδότες μιμοῦνται τοῦτο πράττουσιν, οἱ δ’οὐκ εἰδότες. καίτοι τίνα μείζω διαίρεσιν ἀγνωσίαςτε καὶ γνώσεως θήσομεν;

Θεαιτητος
Θε.
Θε.

οὐδεμίαν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τό γε ἄρτι λεχθὲν εἰδότων ἦν μίμημα; τὸ γὰρ σὸν σχῆμα καὶ σὲ γιγνώσκων ἄν τις μιμήσαιτο.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Ξενος
Ξε.
Ξε.

τί δὲ δικαιοσύνης τὸ σχῆμα καὶ ὅλης συλλήβδην ἀρετῆς; ἆρ’οὐκ ἀγνοοῦντες μέν, δοξάζοντες δέ πῃ, σφόδρα ἐπιχειροῦσιν πολλοὶ τὸ δοκοῦν σφίσιν τοῦτο ὡς ἐνὸν αὐτοῖς προθυμεῖσθαι φαίνεσθαι ποιεῖν, ὅτι μάλιστα ἔργοιςτε καὶ λόγοις μιμούμενοι;

Θεαιτητος
Θε.
Θε.

καὶ πάνυ γε πολλοί.

Ξενος
Ξε.
Ξε.

μῶν οὖν πάντες ἀποτυγχάνουσι τοῦ δοκεῖν εἶναι δίκαιοι μηδαμῶς ὄντες; τούτου πᾶν τοὐναντίον;

Θεαιτητος
Θε.
Θε.

πᾶν.

Ξενος
Ξε.
Ξε.

μιμητὴν δὴ τοῦτόν γε ἕτερον ἐκείνου λεκτέον οἶμαι, τὸν ἀγνοοῦντα τοῦ γιγνώσκοντος.

Θεαιτητος
Θε.
Θε.

ναί.

Ξενος
Ξε.
Ξε.

πόθεν οὖν ὄνομα ἑκατέρῳ τις αὐτῶν λήψεται πρέπον; δῆλον δὴ χαλεπὸν ὄν, διότι τῆς τῶν γενῶν κατ’εἴδη διαιρέσεως παλαιά τις, ὡς ἔοικεν, ἀργία τοῖς ἔμπροσθεν καὶ ἀσύννους παρῆν, ὥστε μη δ’ἐπιχειρεῖν μηδένα διαιρεῖσθαι · καθὸ δὴ τῶν ὀνομάτων ἀνάγκη μὴ σφόδρα εὐπορεῖν. ὅμως δέ, κἂν εἰ τολμηρότερον εἰρῆσθαι, διαγνώσεως ἕνεκα τὴν 267eμὲν μετὰ δόξης μίμησιν δοξομιμητικὴν προσείπωμεν, τὴν δὲ μετ’ἐπιστήμης ἱστορικήν τινα μίμησιν.

Θεαιτητος
Θε.
Θε.

ἔστω.

Ξενος
Ξε.
Ξε.

θατέρῳ τοίνυν χρηστέον · γὰρ σοφιστὴς οὐκ ἐν τοῖς εἰδόσιν ἦν ἀλλ’ἐν τοῖς μιμουμένοις δή.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Ξενος
Ξε.
Ξε.

τὸν δοξομιμητὴν δὴ σκοπώμεθα ὥσπερ σίδηρον, εἴτε ὑγιὴς εἴτε διπλόην ἔτ’ἔχων τινά ἐστιν ἐν αὑτῷ.

Θεαιτητος
Θε.
Θε.

σκοπῶμεν.

Ξενος
Ξε.
Ξε.

ἔχει τοίνυν καὶ μάλα συχνήν. μὲν γὰρ εὐήθης 268aαὐτῶν ἐστιν, οἰόμενος εἰδέναι ταῦτα δοξάζει · τὸ δὲ θατέρου σχῆμα διὰ τὴν ἐν τοῖς λόγοις κυλίνδησιν ἔχει πολλὴν ὑποψίαν καὶ φόβον ὡς ἀγνοεῖ ταῦτα πρὸς τοὺς ἄλλους ὡς εἰδὼς ἐσχημάτισται.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν ἔστιν ἑκατέρου γένος ὧν εἴρηκας.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν τὸν μὲν ἁπλοῦν μιμητήν τινα, τὸν δὲ εἰρωνικὸν μιμητὴν θήσομεν;

Θεαιτητος
Θε.
Θε.

εἰκὸς γοῦν.

Ξενος
Ξε.
Ξε.

τούτου δ’αὖ τὸ γένος ἓν δύο φῶμεν;

Θεαιτητος
Θε.
Θε.

ὅρα σύ.

Ξενος
Ξε.
Ξε.

σκοπῶ, καί μοι διττὼ καταφαίνεσθόν τινε · τὸν μὲν δημοσίᾳτε καὶ μακροῖς λόγοις πρὸς πλήθη δυνατὸν εἰρωνεύεσθαι καθορῶ, τὸν δὲ ἰδίᾳτε καὶ βραχέσι λόγοις ἀναγκάζοντα τὸν προσδιαλεγόμενον ἐναντιολογεῖν αὐτὸν αὑτῷ.

Θεαιτητος
Θε.
Θε.

λέγεις ὀρθότατα.

Ξενος
Ξε.
Ξε.

τίνα οὖν ἀποφαινώμεθα τὸν μακρολογώτερον εἶναι; πότερα πολιτικὸν δημολογικόν;

Θεαιτητος
Θε.
Θε.

δημολογικόν.

Ξενος
Ξε.
Ξε.

τί δὲ τὸν ἕτερον ἐροῦμεν; σοφὸν σοφιστικόν;

Θεαιτητος
Θε.
Θε.

τὸ μέν που σοφὸν ἀδύνατον, ἐπείπερ οὐκ εἰδότα 268cαὐτὸν ἔθεμεν · μιμητὴς δ’ὢν τοῦ σοφοῦ δῆλον ὅτι παρωνύμιον αὐτοῦ τι λήψεται, καὶ σχεδὸν ἤδη μεμάθηκα ὅτι τοῦτον δεῖ προσειπεῖν ἀληθῶς αὐτὸν ἐκεῖνον τὸν παντάπασιν ὄντως σοφιστήν.

Ξενος
Ξε.
Ξε.

οὐκοῦν συνδήσομεν αὐτοῦ, καθάπερ ἔμπροσθεν, τοὔνομα συμπλέξαντες ἀπὸ τελευτῆς ἐπ’ἀρχήν;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Ξενος
Ξε.
Ξε.

τὸ δὴ τῆς ἐναντιοποιολογικῆς εἰρωνικοῦ μέρους τῆς δοξαστικῆς μιμητικόν, τοῦ φανταστικοῦ γένους ἀπὸ τῆς 268dεἰδωλοποιικῆς οὐ θεῖον ἀλλ’ἀνθρωπικὸν τῆς ποιήσεως ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, ταύτης τῆς γενεᾶςτε καὶ αἵματος ὃς ἂν φῇ τὸν ὄντως σοφιστὴν εἶναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρεῖ.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.