Plato

Theaetetus

Ευκλειδης
Ευ.
Ευ.

ἄρτι, Τερψίων, πάλαι ἐξ ἀγροῦ;

Τερψσιων
Τε.
Τε.

ἐπιεικῶς πάλαι. καὶ σέ γε ἐζήτουν κατ’ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷόςτ’ εὑρεῖν.

Ευκλειδης
Ευ.
Ευ.

οὐ γὰρ κατὰ πόλιν.

Τερψσιων
Τε.
Τε.

ποῦ μήν;

Ευκλειδης
Ευ.
Ευ.

εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε.

Τερψσιων
Τε.
Τε.

ζῶντι τετελευτηκότι;

Ευκλειδης
Ευ.
Ευ.

ζῶντι καὶ μάλα μόλις · χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.

Τερψσιων
Τε.
Τε.

μῶν δυσεντερία;

Ευκλειδης
Ευ.
Ευ.

ναί.

Τερψσιων
Τε.
Τε.

οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.

Ευκλειδης
Ευ.
Ευ.

καλόντε καὶ ἀγαθόν, Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.

Τερψσιων
Τε.
Τε.

καὶ οὐδέν γ’ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ 142cμὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν;

Ευκλειδης
Ευ.
Ευ.

ἠπείγετο οἴκαδε · ἐπεὶ ἔγωγ’ἐδεόμην καὶ συνεβούλευον, ἀλλ’οὐκ ἤθελεν. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς ἄλλατε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενόςτε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι Ἀθήναζε τούςτε λόγους οὓς διελέχθη 142dαὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέτε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι.

Τερψσιων
Τε.
Τε.

καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι;

Ευκλειδης
Ευ.
Ευ.

οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος · ἀλλ’ἐγραψάμην μὲν τότ’εὐθὺς οἴκαδ’ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος ἔγραφον, καὶ ὁσάκις Ἀθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτη μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνορθούμην · ὥστε μοι σχεδόν τι πᾶς λόγος γέγραπται.

Τερψσιων
Τε.
Τε.

ἀληθῆ · ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι ὡς ἐξ ἀγροῦ ἥκων.

Ευκλειδης
Ευ.
Ευ.

ἀλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ἐρινοῦ Θεαίτητον προύπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλ’ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις παῖς ἀναγνώσεται.

Τερψσιων
Τε.
Τε.

ὀρθῶς λέγεις.

Ευκλειδης
Ευ.
Ευ.

τὸ μὲν δὴ βιβλίον, Τερψίων, τουτί · ἐγραψάμην δὲ δὴ οὑτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτη διηγούμενον ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι. ἔφη δὲ τῷτε γεωμέτρῃ Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ. ἵνα οὖν ἐν τῇ 143cγραφῇ μὴ παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὑτοῦτε ὁπότε λέγοι Σωκράτης, οἷον καὶ ἐγὼ ἔφην καὶ ἐγὼ εἶπον, αὖ περὶ τοῦ ἀποκρινομένου ὅτι συνέφη οὐχ ὡμολόγει, τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα.

Τερψσιων
Τε.
Τε.

καὶ οὐδέν γε ἀπὸ τρόπου, Εὐκλείδη.

Ευκλειδης
Ευ.
Ευ.

ἀλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε.

Σωκρατης
Σω.
Σω.

εἰ μὲν τῶν ἐν Κυρήνῃ μᾶλλον ἐκηδόμην, Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι · νῦν δὲ ἧττον γὰρ ἐκείνους τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς. ταῦτα δὴ αὐτόςτε σκοπῶ καθ’ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι. σοὶ δὴ οὐκ ὀλίγιστοι πλησιάζουσι, 143eκαὶ δικαίως · ἄξιος γὰρ τάτε ἄλλα καὶ γεωμετρίας ἕνεκα. εἰ δὴ οὖν τινι ἐνέτυχες ἀξίῳ λόγου, ἡδέως ἂν πυθοίμην.

Θεοδωρος
Θε.
Θε.

καὶ μήν, Σώκρατες, ἐμοίτε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον οἵῳ ὑμῖν τῶν πολιτῶν μειρακίῳ ἐντετύχηκα. καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι. νῦν δέ καὶ μή μοι ἄχθου οὐκ ἔστι καλός, προσέοικε δὲ σοὶ τήντε σιμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων · ἧττον δὲ σὺ ταῦτ’ἔχει. ἀδεῶς δὴ λέγω. εὖ γὰρ ἴσθι ὅτι ὧν δὴ πώποτε ἐνέτυχον καὶ πάνυ πολλοῖς πεπλησίακα οὐδένα πω ᾐσθόμην οὕτω θαυμαστῶς εὖ πεφυκότα. τὸ γὰρ εὐμαθῆ ὄντα ὡς ἄλλῳ χαλεπὸν πρᾷον αὖ εἶναι διαφερόντως, καὶ ἐπὶ τούτοις ἀνδρεῖον παρ’ὁντινοῦν, ἐγὼ μὲν οὔτ’ἂν ᾠόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον · ἀλλ’οἵτε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύρροποί εἰσι, καὶ ᾁττοντες φέρονται ὥσπερ τὰ ἀνερμάτιστα 144bπλοῖα, καὶ μανικώτεροι ἀνδρειότεροι φύονται, οἵτε αὖ ἐμβριθέστεροι νωθροί πως ἀπαντῶσι πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες. δὲ οὕτω λείωςτε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσειςτε καὶ ζητήσεις μετὰ πολλῆς πρᾳότητος, οἷον ἐλαίου ῥεῦμα ἀψοφητὶ ῥέοντος, ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτως ταῦτα διαπράττεσθαι.

Σωκρατης
Σω.
Σω.

εὖ ἀγγέλλεις. τίνος δὲ καὶ ἔστι τῶν πολιτῶν;

Θεοδωρος
Θε.
Θε.

ἀκήκοα μὲν τοὔνομα, μνημονεύω δὲ οὔ. ἀλλὰ 144cγάρ ἐστι τῶνδε τῶν προσιόντων ἐν τῷ μέσῳ · ἄρτι γὰρ ἐν τῷ ἔξω δρόμῳ ἠλείφοντο ἑταῖροίτέ τινες οὗτοι αὐτοῦ καὶ αὐτός, νῦν δέ μοι δοκοῦσιν ἀλειψάμενοι δεῦρο ἰέναι. ἀλλὰ σκόπει εἰ γιγνώσκεις αὐτόν.

Σωκρατης
Σω.
Σω.

γιγνώσκω · τοῦ Σουνιῶς Εὐφρονίου ἐστίν, καὶ πάνυ γε, φίλε, ἀνδρὸς οἷον καὶ σὺ τοῦτον διηγῇ, καὶ ἄλλως εὐδοκίμου, καὶ μέντοι καὶ οὐσίαν μάλα πολλὴν κατέλιπεν. τὸ δ’ὄνομα οὐκ οἶδα τοῦ μειρακίου.

Θεοδωρος
Θε.
Θε.

Θεαίτητος, Σώκρατες, τό γε ὄνομα · τὴν μέντοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι. ἀλλ’ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθεριότητα θαυμαστός, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

γεννικὸν λέγεις τὸν ἄνδρα. καί μοι κέλευε αὐτὸν ἐνθάδε παρακαθίζεσθαι.

Θεοδωρος
Θε.
Θε.

ἔσται ταῦτα. Θεαίτητε, δεῦρο παρὰ Σωκράτη.

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν, Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι ποῖόν τι ἔχω τὸ πρόσωπον · φησὶν γὰρ Θεόδωρος 144eἔχειν με σοὶ ὅμοιον. ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἐπεσκεψάμεθ’ἂν εἰ μουσικὸς ὢν λέγει;

Θεαιτητος
Θε.
Θε.

ἐπεσκεψάμεθ’ἄν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθ’ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν;

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

νῦν δέ γ’, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων 145aὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει οὔ.

Θεαιτητος
Θε.
Θε.

δοκεῖ μοι.

Σωκρατης
Σω.
Σω.

οὖν ζωγραφικὸς Θεόδωρος;

Θεαιτητος
Θε.
Θε.

οὔχ, ὅσον γέ με εἰδέναι.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὐ δὲ γεωμετρικός;

Θεαιτητος
Θε.
Θε.

πάντως δήπου, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

καὶ ἀστρονομικὸς καὶ λογιστικόςτε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.

Θεαιτητος
Θε.
Θε.

ἴσως οὔ.

Σωκρατης
Σω.
Σω.

τί δ’εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήντε καὶ σοφίαν; ἆρ’οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ὥρα τοίνυν, φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι · ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένουςτε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.

Θεαιτητος
Θε.
Θε.

εὖ ἂν ἔχοι, Σώκρατες · ἀλλ’ὅρα μὴ παίζων 145cἔλεγεν.

Σωκρατης
Σω.
Σω.

οὐχ οὗτος τρόπος Θεοδώρου · ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν πάντως γὰρ οὐδεὶς ἐπισκήψετ’αὐτῷ ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.

Σωκρατης
Σω.
Σω.

λέγε δή μοι · μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

καὶ τῶν περὶ ἀστρονομίαντε καὶ ἁρμονίας καὶ λογισμούς;

Θεαιτητος
Θε.
Θε.

προθυμοῦμαί γε δή.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἐγώ, παῖ, παράτε τούτου καὶ παρ’ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλ’ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ μετὰ σοῦτε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε · ἆρ’οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ μανθάνει τις;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

σοφίᾳ δέ γ’οἶμαι σοφοὶ οἱ σοφοί.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

σοφία. οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τοῦτ’αὐτὸ τοίνυν ἐστὶν ἀπορῶ καὶ οὐ δύναμαι λαβεῖν ἱκανῶς παρ’ἐμαυτῷ, ἐπιστήμη ὅτι ποτὲ τυγχάνει ὄν. ἆρ’οὖν δὴ ἔχομεν λέγειν αὐτό; τί φατέ; τίς ἂν ἡμῶν πρῶτος εἴποι; δὲ ἁμαρτών, καὶ ὃς ἂν ἀεὶ ἁμαρτάνῃ, καθεδεῖται, ὥσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες, ὄνος · ὃς δ’ἂν περιγένηται ἀναμάρτητος, βασιλεύσει ἡμῶν καὶ ἐπιτάξει ὅτι ἂν βούληται ἀποκρίνεσθαι. τί σιγᾶτε; οὔ τί που, Θεόδωρε, ἐγὼ ὑπὸ φιλολογίας ἀγροικίζομαι, προθυμούμενος ἡμᾶς ποιῆσαι διαλέγεσθαι καὶ φίλουςτε καὶ προσηγόρους ἀλλήλοις γίγνεσθαι;

Θεοδωρος
Θε.
Θε.

ἥκιστα μέν, Σώκρατες, τὸ τοιοῦτον ἂν εἴη ἄγροικον, ἀλλὰ τῶν μειρακίων τι κέλευέ σοι ἀποκρίνεσθαι · ἐγὼ μὲν γὰρ ἀήθης τῆς τοιαύτης διαλέκτου, καὶ οὐ δ’αὖ συνεθίζεσθαι ἡλικίαν ἔχω. τοῖσδε δὲ πρέποιτε ἂν τοῦτο καὶ πολὺ πλέον ἐπιδιδοῖεν · τῷ γὰρ ὄντι νεότης εἰς πᾶν ἐπίδοσιν ἔχει. ἀλλ’, ὥσπερ ἤρξω, μὴ ἀφίεσο τοῦ Θεαιτήτου ἀλλ’ἐρώτα.

Σωκρατης
Σω.
Σω.

ἀκούεις δή, Θεαίτητε, λέγει Θεόδωρος, 146cἀπειθεῖν, ὡς ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεις, οὔτε θέμις περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν. ἀλλ’εὖ καὶ γενναίως εἰπέ · τί σοι δοκεῖ εἶναι ἐπιστήμη;

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ χρή, Σώκρατες, ἐπειδήπερ ὑμεῖς κελεύετε. πάντως γάρ, ἄν τι καὶ ἁμάρτω, ἐπανορθώσετε.

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν, ἄνπερ γε οἷοίτε ὦμεν.

Θεαιτητος
Θε.
Θε.

δοκεῖ τοίνυν μοι καὶ παρὰ Θεοδώρου ἄν τις μάθοι ἐπιστῆμαι εἶναι, γεωμετρίατε καὶ ἃς νυνδὴ σὺ διῆλθες, 146dκαὶ αὖ σκυτοτομικήτε καὶ αἱ τῶν ἄλλων δημιουργῶν τέχναι, πᾶσαίτε καὶ ἑκάστη τούτων, οὐκ ἄλλο τι ἐπιστήμη εἶναι.

Σωκρατης
Σω.
Σω.

γενναίως γε καὶ φιλοδώρως, φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ.

Θεαιτητος
Θε.
Θε.

πῶς τί τοῦτο λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ἴσως μὲν οὐδέν · μέντοι οἶμαι, φράσω. ὅταν λέγῃς σκυτικήν, μή τι ἄλλο φράζεις ἐπιστήμην ὑποδημάτων ἐργασίας;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Σωκρατης
Σω.
Σω.

τί δ’ὅταν τεκτονικήν; μή τι ἄλλο ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας;

Θεαιτητος
Θε.
Θε.

οὐ δὲ τοῦτο.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸ δέ γ’ἐρωτηθέν, Θεαίτητε, οὐ τοῦτο ἦν, τίνων ἐπιστήμη, οὐ δὲ ὁπόσαι τινές · οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτ’ἐστίν. οὐδὲν λέγω;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

σκέψαι δὴ καὶ τόδε. εἴ τις ἡμᾶς τῶν φαύλων τι καὶ προχείρων ἔροιτο, οἷον περὶ πηλοῦ ὅτι ποτ’ἐστίν, εἰ ἀποκριναίμεθα αὐτῷ πηλὸς τῶν χυτρέων καὶ πηλὸς τῶν ἰπνοπλαθῶν καὶ πηλὸς τῶν πλινθουργῶν, οὐκ ἂν γελοῖοι εἶμεν;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Σωκρατης
Σω.
Σω.

πρῶτον μέν γέ που οἰόμενοι συνιέναι ἐκ τῆς ἡμετέρας ἀποκρίσεως τὸν ἐρωτῶντα, ὅταν εἴπωμεν πηλός, εἴτε τῶν 147bκοροπλαθῶν προσθέντες εἴτε ἄλλων ὡντινωνοῦν δημιουργῶν. οἴει τίς τι συνίησίν τινος ὄνομα, μὴ οἶδεν τί ἐστιν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρα ἐπιστήμην ὑποδημάτων συνίησιν ἐπιστήμην μὴ εἰδώς.

Θεαιτητος
Θε.
Θε.

οὐ γάρ.

Σωκρατης
Σω.
Σω.

σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐπιστήμην ἀγνοῇ, οὐ δέ τινα ἄλλην τέχνην.

Θεαιτητος
Θε.
Θε.

ἔστιν οὕτως.

Σωκρατης
Σω.
Σω.

γελοία ἄρα ἀπόκρισις τῷ ἐρωτηθέντι ἐπιστήμη τί ἐστιν, ὅταν ἀποκρίνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ 147cἐπιστήμην ἀποκρίνεται οὐ τοῦτ’ἐρωτηθείς.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἔπειτά γέ που ἐξὸν φαύλως καὶ βραχέως ἀποκρίνασθαι περιέρχεται ἀπέραντον ὁδόν. οἷον καὶ ἐν τῇ τοῦ πηλοῦ ἐρωτήσει φαῦλόν που καὶ ἁπλοῦν εἰπεῖν ὅτι γῆ ὑγρῷ φυραθεῖσα πηλὸς ἂν εἴη, τὸ δ’ὅτου ἐᾶν χαίρειν.

Θεαιτητος
Θε.
Θε.

ῥᾴδιον, Σώκρατες, νῦν γε οὕτω φαίνεται · ἀτὰρ κινδυνεύεις ἐρωτᾶν οἷον καὶ αὐτοῖς ἡμῖν ἔναγχος εἰσῆλθε 147dδιαλεγομένοις, ἐμοίτε καὶ τῷ σῷ ὁμωνύμῳ τούτῳ Σωκράτει.

Σωκρατης
Σω.
Σω.

τὸ ποῖον δή, Θεαίτητε;

Θεαιτητος
Θε.
Θε.

περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφε, τῆςτε τρίποδος πέρι καὶ πεντέποδος ὅτι μήκει οὐ σύμμετροι τῇ ποδιαίᾳ, καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος · ἐν δὲ ταύτῃ πως ἐνέσχετο. ἡμῖν οὖν εἰσῆλθέ τι τοιοῦτον, ἐπειδὴ ἄπειροι τὸ πλῆθος αἱ δυνάμεις ἐφαίνοντο, πειραθῆναι συλλαβεῖν εἰς ἕν, ὅτῳ πάσας 147eταύτας προσαγορεύσομεν τὰς δυνάμεις.

Σωκρατης
Σω.
Σω.

καὶ ηὕρετέ τι τοιοῦτον;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε δοκοῦμεν · σκόπει δὲ καὶ σύ.

Σωκρατης
Σω.
Σω.

λέγε.

Θεαιτητος
Θε.
Θε.

τὸν ἀριθμὸν πάντα δίχα διελάβομεν · τὸν μὲν δυνάμενον ἴσον ἰσάκις γίγνεσθαι τῷ τετραγώνῳ τὸ σχῆμα ἀπεικάσαντες τετράγωνόντε καὶ ἰσόπλευρον προσείπομεν.

Σωκρατης
Σω.
Σω.

καὶ εὖ γε.

Θεαιτητος
Θε.
Θε.

τὸν τοίνυν μεταξὺ τούτου, ὧν καὶ τὰ τρία καὶ 148aτὰ πέντε καὶ πᾶς ὃς ἀδύνατος ἴσος ἰσάκις γενέσθαι, ἀλλ’ πλείων ἐλαττονάκις ἐλάττων πλεονάκις γίγνεται, μείζων δὲ καὶ ἐλάττων ἀεὶ πλευρὰ αὐτὸν περιλαμβάνει, τῷ προμήκει αὖ σχήματι ἀπεικάσαντες προμήκη ἀριθμὸν ἐκαλέσαμεν.

Σωκρατης
Σω.
Σω.

κάλλιστα. ἀλλὰ τί τὸ μετὰ τοῦτο;

Θεαιτητος
Θε.
Θε.

ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσι, μῆκος ὡρισάμεθα, ὅσαι δὲ τὸν ἑτερομήκη, 148bδυνάμεις, ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις, τοῖς δ’ἐπιπέδοις δύνανται. καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτον.

Σωκρατης
Σω.
Σω.

ἄριστά γ’ἀνθρώπων, παῖδες · ὥστε μοι δοκεῖ Θεόδωρος οὐκ ἔνοχος τοῖς ψευδομαρτυρίοις ἔσεσθαι.

Θεαιτητος
Θε.
Θε.

καὶ μήν, Σώκρατες, γε ἐρωτᾷς περὶ ἐπιστήμης οὐκ ἂν δυναίμην ἀποκρίνασθαι ὥσπερ περὶ τοῦ μήκουςτε καὶ τῆς δυνάμεως. καίτοι σύ γέ μοι δοκεῖς τοιοῦτόν τι ζητεῖν · ὥστε πάλιν αὖ φαίνεται ψευδὴς Θεόδωρος.

Σωκρατης
Σω.
Σω.

τί δέ; εἴ σε πρὸς δρόμον ἐπαινῶν μηδενὶ οὕτω δρομικῷ ἔφη τῶν νέων ἐντετυχηκέναι, εἶτα διαθέων τοῦ ἀκμάζοντος καὶ ταχίστου ἡττήθης, ἧττόν τι ἂν οἴει ἀληθῆ τόνδ’ἐπαινέσαι;

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τὴν ἐπιστήμην, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, σμικρόν τι οἴει εἶναι ἐξευρεῖν καὶ οὐ τῶν πάντῃ ἄκρων;

Θεαιτητος
Θε.
Θε.

νὴ τὸν Δί’ἔγωγε καὶ μάλα γε τῶν ἀκροτάτων.

Σωκρατης
Σω.
Σω.

θάρρει τοίνυν περὶ σαυτῷ καὶ τὶ οἴου Θεόδωρον 148dλέγειν, προθυμήθητι δὲ παντὶ τρόπῳ τῶντε ἄλλων πέρι καὶ ἐπιστήμης λαβεῖν λόγον τί ποτε τυγχάνει ὄν.

Θεαιτητος
Θε.
Θε.

προθυμίας μὲν ἕνεκα, Σώκρατες, φανεῖται.

Σωκρατης
Σω.
Σω.

ἴθι δή καλῶς γὰρ ἄρτι ὑφηγήσω πειρῶ μιμούμενος τὴν περὶ τῶν δυνάμεων ἀπόκρισιν, ὥσπερ ταύτας πολλὰς οὔσας ἑνὶ εἴδει περιέλαβες, οὕτω καὶ τὰς πολλὰς ἐπιστήμας ἑνὶ λόγῳ προσειπεῖν.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’εὖ ἴσθι, Σώκρατες, πολλάκις δὴ αὐτὸ ἐπεχείρησα σκέψασθαι, ἀκούων τὰς παρὰ σοῦ ἀποφερομένας ἐρωτήσεις. ἀλλὰ γὰρ οὔτ’αὐτὸς δύναμαι πεῖσαι ἐμαυτὸν ὡς ἱκανῶς τι λέγω οὔτ’ἄλλου ἀκοῦσαι λέγοντος οὕτως ὡς σὺ διακελεύῃ, οὐ μὲν δὴ αὖ οὐ δ’ἀπαλλαγῆναι τοῦ μέλειν.

Σωκρατης
Σω.
Σω.

ὠδίνεις γάρ, φίλε Θεαίτητε, διὰ τὸ μὴ κενὸς ἀλλ’ἐγκύμων εἶναι.

Θεαιτητος
Θε.
Θε.

οὐκ οἶδα, Σώκρατες · μέντοι πέπονθα λέγω.

Σωκρατης
Σω.
Σω.

εἶτα, καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίαςτε καὶ βλοσυρᾶς, Φαιναρέτης;

Θεαιτητος
Θε.
Θε.

ἤδη τοῦτό γε ἤκουσα.

Σωκρατης
Σω.
Σω.

ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εὖ ἴσθ’ὅτι · μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. λέληθα γάρ, ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην · οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. καὶ τοῦτο ἀκήκοας;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

εἴπω οὖν σοι τὸ αἴτιον;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ βούλομαι. οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένητε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλ’αἱ ἤδη ἀδύνατοι τίκτειν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε. στερίφαις μὲν οὖν ἄρα 149cοὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἀνθρωπίνη φύσις ἀσθενεστέρα λαβεῖν τέχνην ὧν ἂν ἄπειρος · ταῖς δὲ δι’ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα.

Θεαιτητος
Θε.
Θε.

εἰκός.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τόδε εἰκόςτε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν τῶν ἄλλων;

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ 149dἐπᾴδουσαι δύνανται ἐγείρειντε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειντε δὴ τὰς δυστοκούσας, καὶ ἐὰν νέον ὂν δόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν;

Θεαιτητος
Θε.
Θε.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν;

Θεαιτητος
Θε.
Θε.

οὐ πάνυ τοῦτο οἶδα.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἴσθ’ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἐπὶ 149eτῇ ὀμφαλητομίᾳ. ἐννόει γάρ · τῆς αὐτῆς ἄλλης οἴει τέχνης εἶναι θεραπείαντε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόντε καὶ σπέρμα καταβλητέον;

Θεαιτητος
Θε.
Θε.

οὔκ, ἀλλὰ τῆς αὐτῆς.

Σωκρατης
Σω.
Σω.

εἰς γυναῖκα δέ, φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς;

Θεαιτητος
Θε.
Θε.

οὔκουν εἰκός γε.

Σωκρατης
Σω.
Σω.

οὐ γάρ. ἀλλὰ διὰ τὴν ἄδικόντε καὶ ἄτεχνον συναγωγὴν ἀνδρὸς καὶ γυναικός, δὴ προαγωγία ὄνομα, φεύγουσι καὶ τὴν προμνηστικὴν ἅτε σεμναὶ οὖσαι αἱ μαῖαι, φοβούμεναι μὴ εἰς ἐκείνην τὴν αἰτίαν διὰ ταύτην ἐμπέσωσιν · ἐπεὶ ταῖς γε ὄντως μαίαις μόναις που προσήκει καὶ προμνήσασθαι ὀρθῶς.

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

τὸ μὲν τοίνυν τῶν μαιῶν τοσοῦτον, ἔλαττον δὲ τοῦ ἐμοῦ δράματος. οὐ γὰρ πρόσεστι γυναιξὶν ἐνίοτε μὲν 150bεἴδωλα τίκτειν, ἔστι δ’ὅτε ἀληθινά, τοῦτο δὲ μὴ ῥᾴδιον εἶναι διαγνῶναι. εἰ γὰρ προσῆν, μέγιστόντε καὶ κάλλιστον ἔργον ἦν ἂν ταῖς μαίαις τὸ κρίνειν τὸ ἀληθέςτε καὶ μή · οὐκ οἴει;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τῇ δέ γ’ἐμῇ τέχνῃ τῆς μαιεύσεως τὰ μὲν ἄλλα ὑπάρχει ὅσα ἐκείναις, διαφέρει δὲ τῷτε ἄνδρας ἀλλὰ μὴ γυναῖκας μαιεύεσθαι καὶ τῷ τὰς ψυχὰς αὐτῶν τικτούσας ἐπισκοπεῖν ἀλλὰ μὴ τὰ σώματα. μέγιστον δὲ τοῦτ’ἔνι 150cτῇ ἡμετέρᾳ τέχνῃ, βασανίζειν δυνατὸν εἶναι παντὶ τρόπῳ πότερον εἴδωλον καὶ ψεῦδος ἀποτίκτει τοῦ νέου διάνοια γόνιμόντε καὶ ἀληθές. ἐπεὶ τόδε γε καὶ ἐμοὶ ὑπάρχει ὅπερ ταῖς μαίαις · ἄγονός εἰμι σοφίας, καὶ ὅπερ ἤδη πολλοί μοι ὠνείδισαν, ὡς τοὺς μὲν ἄλλους ἐρωτῶ, αὐτὸς δὲ οὐδὲν ἀποφαίνομαι περὶ οὐδενὸς διὰ τὸ μηδὲν ἔχειν σοφόν, ἀληθὲς ὀνειδίζουσιν. τὸ δὲ αἴτιον τούτου τόδε · μαιεύεσθαί με θεὸς ἀναγκάζει, γεννᾶν δὲ ἀπεκώλυσεν. εἰμὶ δὴ οὖν αὐτὸς 150dμὲν οὐ πάνυ τι σοφός, οὐ δέ τί μοι ἔστιν εὕρημα τοιοῦτον γεγονὸς τῆς ἐμῆς ψυχῆς ἔκγονον · οἱ δ’ἐμοὶ συγγιγνόμενοι τὸ μὲν πρῶτον φαίνονται ἔνιοι μὲν καὶ πάνυ ἀμαθεῖς, πάντες δὲ προϊούσης τῆς συνουσίας, οἷσπερ ἂν θεὸς παρείκῃ, θαυμαστὸν ὅσον ἐπιδιδόντες, ὡς αὑτοῖςτε καὶ τοῖς ἄλλοις δοκοῦσι · καὶ τοῦτο ἐναργὲς ὅτι παρ’ἐμοῦ οὐδὲν πώποτε μαθόντες, ἀλλ’αὐτοὶ παρ’αὑτῶν πολλὰ καὶ καλὰ εὑρόντεςτε καὶ τεκόντες. τῆς μέντοι μαιείας θεόςτε καὶ ἐγὼ 150eαἴτιος. ὧδε δὲ δῆλον · πολλοὶ ἤδη τοῦτο ἀγνοήσαντες καὶ ἑαυτοὺς αἰτιασάμενοι, ἐμοῦ δὲ καταφρονήσαντες, αὐτοὶ ὑπ’ἄλλων πεισθέντες ἀπῆλθον πρῳαίτερον τοῦ δέοντος, ἀπελθόντες δὲ τάτε λοιπὰ ἐξήμβλωσαν διὰ πονηρὰν συνουσίαν καὶ τὰ ὑπ’ἐμοῦ μαιευθέντα κακῶς τρέφοντες ἀπώλεσαν, ψευδῆ καὶ εἴδωλα περὶ πλείονος ποιησάμενοι τοῦ ἀληθοῦς, τελευτῶντες δ’αὑτοῖςτε καὶ τοῖς ἄλλοις 151aἔδοξαν ἀμαθεῖς εἶναι. ὧν εἷς γέγονεν Ἀριστείδης Λυσιμάχου καὶ ἄλλοι πάνυ πολλοί · οὕς, ὅταν πάλιν ἔλθωσι δεόμενοι τῆς ἐμῆς συνουσίας καὶ θαυμαστὰ δρῶντες, ἐνίοις μὲν τὸ γιγνόμενόν μοι δαιμόνιον ἀποκωλύει συνεῖναι, ἐνίοις δὲ ἐᾷ, καὶ πάλιν οὗτοι ἐπιδιδόασι. πάσχουσι δὲ δὴ οἱ ἐμοὶ συγγιγνόμενοι καὶ τοῦτο ταὐτὸν ταῖς τικτούσαις · ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίμπλανται νύκταςτε καὶ ἡμέρας πολὺ μᾶλλον ’κεῖναι · ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειντε καὶ 151bἀποπαύειν ἐμὴ τέχνη δύναται. καὶ οὗτοι μὲν δὴ οὕτως. ἐνίοις δέ, Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι, γνοὺς ὅτι οὐδὲν ἐμοῦ δέονται, πάνυ εὐμενῶς προμνῶμαι καί, σὺν θεῷ εἰπεῖν, πάνυ ἱκανῶς τοπάζω οἷς ἂν συγγενόμενοι ὄναιντο · ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖςτε καὶ θεσπεσίοις ἀνδράσι. ταῦτα δή σοι, ἄριστε, ἕνεκα τοῦδε ἐμήκυνα · ὑποπτεύω σε, ὥσπερ καὶ αὐτὸς οἴει, ὠδίνειν τι κυοῦντα ἔνδον. προσφέρου οὖν 151cπρός με ὡς πρὸς μαίας ὑὸν καὶ αὐτὸν μαιευτικόν, καὶ ἂν ἐρωτῶ προθυμοῦ ὅπως οἷόςτ’εἶ οὕτως ἀποκρίνασθαι · καὶ ἐὰν ἄρα σκοπούμενός τι ὧν ἂν λέγῃς ἡγήσωμαι εἴδωλον καὶ μὴ ἀληθές, εἶτα ὑπεξαιρῶμαι καὶ ἀποβάλλω, μὴ ἀγρίαινε ὥσπερ αἱ πρωτοτόκοι περὶ τὰ παιδία. πολλοὶ γὰρ ἤδη, θαυμάσιε, πρός με οὕτω διετέθησαν, ὥστε ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι, καὶ οὐκ οἴονταί με εὐνοίᾳ τοῦτο ποιεῖν, πόρρω ὄντες τοῦ εἰδέναι ὅτι 151dοὐδεὶς θεὸς δύσνους ἀνθρώποις, οὐ δ’ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδόςτε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. πάλιν δὴ οὖν ἐξ ἀρχῆς, Θεαίτητε, ὅτι ποτ’ἐστὶν ἐπιστήμη, πειρῶ λέγειν · ὡς δ’οὐχ οἷόςτ’εἶ, μηδέποτ’εἴπῃς. ἐὰν γὰρ θεὸς ἐθέλῃ καὶ ἀνδρίζῃ, οἷόςτ’ἔσῃ.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μέντοι, Σώκρατες, σοῦ γε οὕτω παρακελευομένου αἰσχρὸν μὴ οὐ παντὶ τρόπῳ προθυμεῖσθαι ὅτι 151eτις ἔχει λέγειν. δοκεῖ οὖν μοι ἐπιστάμενός τι αἰσθάνεσθαι τοῦτο ἐπίσταται, καὶ ὥς γε νυνὶ φαίνεται, οὐκ ἄλλο τί ἐστιν ἐπιστήμη αἴσθησις.

Σωκρατης
Σω.
Σω.

εὖ γε καὶ γενναίως, παῖ · χρὴ γὰρ οὕτως ἀποφαινόμενον λέγειν. ἀλλὰ φέρε δὴ αὐτὸ κοινῇ σκεψώμεθα, γόνιμον ἀνεμιαῖον τυγχάνει ὄν. αἴσθησις, φῄς, ἐπιστήμη;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ 152aἐπιστήμης, ἀλλ’ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν. ἀνέγνωκας γάρ που;

Θεαιτητος
Θε.
Θε.

ἀνέγνωκα καὶ πολλάκις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὕτω πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί · ἄνθρωπος δὲ σύτε κἀγώ;

Θεαιτητος
Θε.
Θε.

λέγει γὰρ οὖν οὕτω.

Σωκρατης
Σω.
Σω.

εἰκὸς μέντοι σοφὸν ἄνδρα μὴ ληρεῖν · ἐπακολουθήσωμεν οὖν αὐτῷ. ἆρ’οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ μὲν ἡμῶν ῥιγῷ, δ’οὔ; καὶ μὲν ἠρέμα, δὲ σφόδρα;

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν τότε αὐτὸ ἐφ’ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν οὐ ψυχρὸν φήσομεν; πεισόμεθα τῷ Πρωταγόρᾳ ὅτι τῷ μὲν ῥιγῶντι ψυχρόν, τῷ δὲ μὴ οὔ;

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ φαίνεται οὕτω ἑκατέρῳ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸ δέ γε φαίνεται αἰσθάνεσθαί ἐστιν;

Θεαιτητος
Θε.
Θε.

ἔστιν γάρ.

Σωκρατης
Σω.
Σω.

φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔντε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

αἴσθησις ἄρα τοῦ ὄντος ἀεί ἐστιν καὶ ἀψευδὲς ὡς ἐπιστήμη οὖσα.

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν πρὸς Χαρίτων πάσσοφός τις ἦν Πρωταγόρας, καὶ τοῦτο ἡμῖν μὲν ᾐνίξατο τῷ πολλῷ συρφετῷ, τοῖς δὲ μαθηταῖς ἐν ἀπορρήτῳ τὴν ἀλήθειαν ἔλεγεν;

Θεαιτητος
Θε.
Θε.

πῶς δή, Σώκρατες, τοῦτο λέγεις;

Σωκρατης
Σω.
Σω.

ἐγὼ ἐρῶ καὶ μάλ’οὐ φαῦλον λόγον, ὡς ἄρα ἓν μὲν αὐτὸ καθ’αὑτὸ οὐδέν ἐστιν, οὐ δ’ἄν τι προσείποις ὀρθῶς οὐ δ’ὁποιονοῦν τι, ἀλλ’ἐὰν ὡς μέγα προσαγορεύῃς, καὶ σμικρὸν φανεῖται, καὶ ἐὰν βαρύ, κοῦφον, σύμπαντάτε οὕτως, ὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιουοῦν · ἐκ δὲ δὴ φορᾶςτε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίγνεται πάντα δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες · ἔστι μὲν γὰρ οὐδέποτ’οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόραςτε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών Ὠκεανόντε θεῶν γένεσιν καὶ μητέρα Τηθύν πάντα εἴρηκεν ἔκγονα ῥοῆςτε καὶ κινήσεως · οὐ δοκεῖ τοῦτο λέγειν;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ οὐ καταγέλαστος γενέσθαι;

Θεαιτητος
Θε.
Θε.

οὐ ῥᾴδιον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐ γάρ, Θεαίτητε. ἐπεὶ καὶ τάδε τῷ λόγῳ σημεῖα ἱκανά, ὅτι τὸ μὲν εἶναι δοκοῦν καὶ τὸ γίγνεσθαι κίνησις παρέχει, τὸ δὲ μὴ εἶναι καὶ ἀπόλλυσθαι ἡσυχία · τὸ γὰρ θερμόντε καὶ πῦρ, δὴ καὶ τἆλλα γεννᾷ καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως · τούτω δὲ κινήσεις. οὐχ αὗται γενέσεις πυρός;

Θεαιτητος
Θε.
Θε.

αὗται μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν τό γε τῶν ζῴων γένος ἐκ τῶν αὐτῶν τούτων φύεται.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

τί δέ; τῶν σωμάτων ἕξις οὐχ ὑπὸ ἡσυχίας μὲν καὶ ἀργίας διόλλυται, ὑπὸ γυμνασίων δὲ καὶ κινήσεως ἐπὶ πολὺ σῴζεται;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

δ’ἐν τῇ ψυχῇ ἕξις οὐχ ὑπὸ μαθήσεως μὲν καὶ μελέτης, κινήσεων ὄντων, κτᾶταίτε μαθήματα καὶ σῴζεται καὶ γίγνεται βελτίων, ὑπὸ δ’ἡσυχίας, ἀμελετησίαςτε καὶ 153cἀμαθίας οὔσης, οὔτε τι μανθάνει τε ἂν μάθῃ ἐπιλανθάνεται;

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

τὸ μὲν ἄρα ἀγαθὸν κίνησις κατάτε ψυχὴν καὶ κατὰ σῶμα, τὸ δὲ τοὐναντίον;

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἔτι οὖν σοι λέγω νηνεμίαςτε καὶ γαλήνας καὶ ὅσα τοιαῦτα, ὅτι αἱ μὲν ἡσυχίαι σήπουσι καὶ ἀπολλύασι, τὰ δ’ἕτερα σῴζει; καὶ ἐπὶ τούτοις τὸν κολοφῶνα, προσβιβάζω τὴν χρυσῆν σειρὰν ὡς οὐδὲν ἄλλο τὸν ἥλιον 153dὍμηρος λέγει, καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν περιφορὰ κινουμένη καὶ ἥλιος, πάντα ἔστι καὶ σῴζεται τὰ ἐν θεοῖςτε καὶ ἀνθρώποις, εἰ δὲ σταίη τοῦτο ὥσπερ δεθέν, πάντα χρήματ’ἂν διαφθαρείη καὶ γένοιτ’ἂν τὸ λεγόμενον ἄνω κάτω πάντα;

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἔμοιγε δοκεῖ, Σώκρατες, ταῦτα δηλοῦν ἅπερ λέγεις.

Σωκρατης
Σω.
Σω.

ὑπόλαβε τοίνυν, ἄριστε, οὑτωσί · κατὰ τὰ ὄμματα πρῶτον, δὴ καλεῖς χρῶμα λευκόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω τῶν σῶν ὀμμάτων μη δ’ἐν τοῖς ὄμμασι μη δέ 153eτιν’αὐτῷ χώραν ἀποτάξῃς · ἤδη γὰρ ἂν εἴητε δήπου ἐν τάξει καὶ μένον καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ πῶς;

Σωκρατης
Σω.
Σω.

ἑπώμεθα τῷ ἄρτι λόγῳ, μηδὲν αὐτὸ καθ’αὑτὸ ἓν ὂν τιθέντες · καὶ ἡμῖν οὕτω μέλαντε καὶ λευκὸν καὶ ὁτιοῦν ἄλλο χρῶμα ἐκ τῆς προσβολῆς τῶν ὀμμάτων πρὸς τὴν προσήκουσαν φορὰν φανεῖται γεγενημένον, καὶ δὴ ἕκαστον 154aεἶναί φαμεν χρῶμα οὔτε τὸ προσβάλλον οὔτε τὸ προσβαλλόμενον ἔσται, ἀλλὰ μεταξύ τι ἑκάστῳ ἴδιον γεγονός · σὺ διισχυρίσαιο ἂν ὡς οἷον σοὶ φαίνεται ἕκαστον χρῶμα, τοιοῦτον καὶ κυνὶ καὶ ὁτῳοῦν ζῴῳ;

Θεαιτητος
Θε.
Θε.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τί δέ; ἄλλῳ ἀνθρώπῳ ἆρ’ὅμοιον καὶ σοὶ φαίνεται ὁτιοῦν; ἔχεις τοῦτο ἰσχυρῶς, πολὺ μᾶλλον ὅτι οὐ δὲ σοὶ αὐτῷ ταὐτὸν διὰ τὸ μηδέποτε ὁμοίως αὐτὸν σεαυτῷ ἔχειν;

Θεαιτητος
Θε.
Θε.

τοῦτο μᾶλλόν μοι δοκεῖ ἐκεῖνο.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὲν παραμετρούμεθα οὗ ἐφαπτόμεθα μέγα λευκὸν θερμὸν ἦν, οὐκ ἄν ποτε ἄλλῳ προσπεσὸν ἄλλο ἂν ἐγεγόνει, αὐτό γε μηδὲν μεταβάλλον · εἰ δὲ αὖ τὸ παραμετρούμενον ἐφαπτόμενον ἕκαστον ἦν τούτων, οὐκ ἂν αὖ ἄλλου προσελθόντος τι παθόντος αὐτὸ μηδὲν παθὸν ἄλλο ἂν ἐγένετο. ἐπεὶ νῦν γε, φίλε, θαυμαστάτε καὶ γελοῖα εὐχερῶς πως ἀναγκαζόμεθα λέγειν, ὡς φαίη ἂν Πρωταγόραςτε καὶ πᾶς τὰ αὐτὰ ἐκείνῳ ἐπιχειρῶν λέγειν.

Θεαιτητος
Θε.
Θε.

πῶς δὴ καὶ ποῖα λέγεις;

Σωκρατης
Σω.
Σω.

σμικρὸν λαβὲ παράδειγμα, καὶ πάντα εἴσῃ βούλομαι. ἀστραγάλους γάρ που ἕξ, ἂν μὲν τέτταρας αὐτοῖς προσενέγκῃς, πλείους φαμὲν εἶναι τῶν τεττάρων καὶ ἡμιολίους, ἐὰν δὲ δώδεκα, ἐλάττους καὶ ἡμίσεις, καὶ οὐ δὲ ἀνεκτὸν ἄλλως λέγειν · σὺ ἀνέξῃ;

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἄν σε Πρωταγόρας ἔρηται τις ἄλλος · Θεαίτητε, ἔσθ’ὅπως τι μεῖζον πλέον γίγνεται ἄλλως αὐξηθέν; τί ἀποκρινῇ;

Θεαιτητος
Θε.
Θε.

ἐὰν μέν, Σώκρατες, τὸ δοκοῦν πρὸς τὴν νῦν 154dἐρώτησιν ἀποκρίνωμαι, ὅτι οὐκ ἔστιν · ἐὰν δὲ πρὸς τὴν προτέραν, φυλάττων μὴ ἐναντία εἴπω, ὅτι ἔστιν.

Σωκρατης
Σω.
Σω.

εὖ γε νὴ τὴν Ἥραν, φίλε, καὶ θείως. ἀτάρ, ὡς ἔοικεν, ἐὰν ἀποκρίνῃ ὅτι ἔστιν, Εὐριπίδειόν τι συμβήσεται · μὲν γὰρ γλῶττα ἀνέλεγκτος ἡμῖν ἔσται, δὲ φρὴν οὐκ ἀνέλεγκτος.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μὲν δεινοὶ καὶ σοφοὶ ἐγώτε καὶ σὺ ἦμεν, πάντα τὰ τῶν φρενῶν ἐξητακότες, ἤδη ἂν τὸ λοιπὸν 154eἐκ περιουσίας ἀλλήλων ἀποπειρώμενοι, συνελθόντες σοφιστικῶς εἰς μάχην τοιαύτην, ἀλλήλων τοὺς λόγους τοῖς λόγοις ἐκρούομεν · νῦν δὲ ἅτε ἰδιῶται πρῶτον βουλησόμεθα θεάσασθαι αὐτὰ πρὸς αὑτὰ τί ποτ’ἐστὶν διανοούμεθα, πότερον ἡμῖν ἀλλήλοις συμφωνεῖ οὐ δ’ὁπωστιοῦν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν ἔγωγε τοῦτ’ἂν βουλοίμην.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ἐγώ. ὅτε δ’οὕτως ἔχει, ἄλλο τι ἠρέμα, ὡς πάνυ πολλὴν σχολὴν ἄγοντες, πάλιν ἐπανασκεψόμεθα, 155aοὐ δυσκολαίνοντες ἀλλὰ τῷ ὄντι ἡμᾶς αὐτοὺς ἐξετάζοντες, ἅττα ποτ’ἐστὶ ταῦτα τὰ φάσματα ἐν ἡμῖν; ὧν πρῶτον ἐπισκοποῦντες φήσομεν, ὡς ἐγὼ οἶμαι, μηδέποτε μηδὲν ἂν μεῖζον μη δὲ ἔλαττον γενέσθαι μήτε ὄγκῳ μήτε ἀριθμῷ, ἕως ἴσον εἴη αὐτὸ ἑαυτῷ. οὐχ οὕτως;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

δεύτερον δέ γε, μήτε προστιθοῖτο μήτε ἀφαιροῖτο, τοῦτο μήτε αὐξάνεσθαί ποτε μήτε φθίνειν, ἀεὶ δὲ ἴσον εἶναι.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ καὶ τρίτον, μὴ πρότερον ἦν, ὕστερον ἀλλὰ τοῦτο εἶναι ἄνευ τοῦ γενέσθαι καὶ γίγνεσθαι ἀδύνατον;

Θεαιτητος
Θε.
Θε.

δοκεῖ γε δή.

Σωκρατης
Σω.
Σω.

ταῦτα δή, οἴομαι, ὁμολογήματα τρία μάχεται αὐτὰ αὑτοῖς ἐν τῇ ἡμετέρᾳ ψυχῇ, ὅταν τὰ περὶ τῶν ἀστραγάλων λέγωμεν, ὅταν φῶμεν ἐμὲ τηλικόνδε ὄντα, μήτε αὐξηθέντα μήτε τοὐναντίον παθόντα, ἐν ἐνιαυτῷ σοῦ τοῦ νέου νῦν μὲν μείζω εἶναι, ὕστερον δὲ ἐλάττω, μηδὲν τοῦ ἐμοῦ ὄγκου 155cἀφαιρεθέντος ἀλλὰ σοῦ αὐξηθέντος. εἰμὶ γὰρ δὴ ὕστερον πρότερον οὐκ , οὐ γενόμενος · ἄνευ γὰρ τοῦ γίγνεσθαι γενέσθαι ἀδύνατον, μηδὲν δὲ ἀπολλὺς τοῦ ὄγκου οὐκ ἄν ποτε ἐγιγνόμην ἐλάττων. καὶ ἄλλα δὴ μυρία ἐπὶ μυρίοις οὕτως ἔχει, εἴπερ καὶ ταῦτα παραδεξόμεθα. ἕπῃ γάρ που, Θεαίτητε · δοκεῖς γοῦν μοι οὐκ ἄπειρος τῶν τοιούτων εἶναι.

Θεαιτητος
Θε.
Θε.

καὶ νὴ τοὺς θεούς γε, Σώκρατες, ὑπερφυῶς ὡς θαυμάζω τί ποτ’ἐστὶ ταῦτα, καὶ ἐνίοτε ὡς ἀληθῶς βλέπων εἰς αὐτὰ σκοτοδινιῶ.

Σωκρατης
Σω.
Σω.

Θεόδωρος γάρ, φίλε, φαίνεται οὐ κακῶς τοπάζειν περὶ τῆς φύσεώς σου. μάλα γὰρ φιλοσόφου τοῦτο τὸ πάθος, τὸ θαυμάζειν · οὐ γὰρ ἄλλη ἀρχὴ φιλοσοφίας αὕτη, καὶ ἔοικεν τὴν Ἶριν Θαύμαντος ἔκγονον φήσας οὐ κακῶς γενεαλογεῖν. ἀλλὰ πότερον μανθάνεις ἤδη δι’ ταῦτα τοιαῦτ’ἐστὶν ἐξ ὧν τὸν Πρωταγόραν φαμὲν λέγειν, οὔπω;

Θεαιτητος
Θε.
Θε.

οὔπω μοι δοκῶ.

Σωκρατης
Σω.
Σω.

χάριν οὖν μοι εἴσῃ ἐάν σοι ἀνδρός, μᾶλλον δὲ ἀνδρῶν ὀνομαστῶν τῆς διανοίας τὴν ἀλήθειαν ἀποκεκρυμμένην 155eσυνεξερευνήσωμαι αὐτῶν;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐκ εἴσομαι, καὶ πάνυ γε πολλήν;

Σωκρατης
Σω.
Σω.

ἄθρει δὴ περισκοπῶν μή τις τῶν ἀμυήτων ἐπακούῃ. εἰσὶν δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι οὗ ἂν δύνωνται ἀπρὶξ τοῖν χεροῖν λαβέσθαι, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει.

Θεαιτητος
Θε.
Θε.

καὶ μὲν δή, Σώκρατες, σκληρούς γε λέγεις καὶ 156aἀντιτύπους ἀνθρώπους.

Σωκρατης
Σω.
Σω.

εἰσὶν γάρ, παῖ, μάλ’εὖ ἄμουσοι · ἇλλοι δὲ πολὺ κομψότεροι, ὧν μέλλω σοι τὰ μυστήρια λέγειν. ἀρχὴ δέ, ἐξ ἧς καὶ νυνδὴ ἐλέγομεν πάντα ἤρτηται, ἥδε αὐτῶν, ὡς τὸ πᾶν κίνησις ἦν καὶ ἄλλο παρὰ τοῦτο οὐδέν, τῆς δὲ κινήσεως δύο εἴδη, πλήθει μὲν ἄπειρον ἑκάτερον, δύναμιν δὲ τὸ μὲν ποιεῖν ἔχον, τὸ δὲ πάσχειν. ἐκ δὲ τῆς τούτων ὁμιλίαςτε καὶ τρίψεως πρὸς ἄλληλα γίγνεται ἔκγονα πλήθει μὲν 156bἄπειρα, δίδυμα δέ, τὸ μὲν αἰσθητόν, τὸ δὲ αἴσθησις, ἀεὶ συνεκπίπτουσα καὶ γεννωμένη μετὰ τοῦ αἰσθητοῦ. αἱ μὲν οὖν αἰσθήσεις τὰ τοιάδε ἡμῖν ἔχουσιν ὀνόματα, ὄψειςτε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ψύξειςτε καὶ καύσεις καὶ ἡδοναί γε δὴ καὶ λῦπαι καὶ ἐπιθυμίαι καὶ φόβοι κεκλημέναι καὶ ἄλλαι, ἀπέραντοι μὲν αἱ ἀνώνυμοι, παμπληθεῖς δὲ αἱ ὠνομασμέναι · τὸ δ’αὖ αἰσθητὸν γένος τούτων ἑκάσταις ὁμόγονον, 156cὄψεσι μὲν χρώματα παντοδαπαῖς παντοδαπά, ἀκοαῖς δὲ ὡσαύτως φωναί, καὶ ταῖς ἄλλαις αἰσθήσεσι τὰ ἄλλα αἰσθητὰ συγγενῆ γιγνόμενα. τί δὴ οὖν ἡμῖν βούλεται οὗτος μῦθος, Θεαίτητε, πρὸς τὰ πρότερα; ἆρα ἐννοεῖς;

Θεαιτητος
Θε.
Θε.

οὐ πάνυ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἄθρει ἐάν πως ἀποτελεσθῇ. βούλεται γὰρ δὴ λέγειν ὡς ταῦτα πάντα μὲν ὥσπερ λέγομεν κινεῖται, τάχος δὲ καὶ βραδυτὴς ἔνι τῇ κινήσει αὐτῶν. ὅσον μὲν οὖν βραδύ, ἐν τῷ αὐτῷ καὶ πρὸς τὰ πλησιάζοντα τὴν 156dκίνησιν ἴσχει καὶ οὕτω δὴ γεννᾷ, τὰ δὲ γεννώμενα οὕτω δὴ θάττω ἐστίν. φέρεται γὰρ καὶ ἐν φορᾷ αὐτῶν κίνησις πέφυκεν. ἐπειδὰν οὖν ὄμμα καὶ ἄλλο τι τῶν τούτῳ συμμέτρων πλησιάσαν γεννήσῃ τὴν λευκότητάτε καὶ αἴσθησιν αὐτῇ σύμφυτον, οὐκ ἄν ποτε ἐγένετο ἑκατέρου ἐκείνων πρὸς ἄλλο ἐλθόντος, τότε δὴ μεταξὺ φερομένων τῆς μὲν 156eὄψεως πρὸς τῶν ὀφθαλμῶν, τῆς δὲ λευκότητος πρὸς τοῦ συναποτίκτοντος τὸ χρῶμα, μὲν ὀφθαλμὸς ἄρα ὄψεως ἔμπλεως ἐγένετο καὶ ὁρᾷ δὴ τότε καὶ ἐγένετο οὔ τι ὄψις ἀλλ’ὀφθαλμὸς ὁρῶν, τὸ δὲ συγγεννῆσαν τὸ χρῶμα λευκότητος περιεπλήσθη καὶ ἐγένετο οὐ λευκότης αὖ ἀλλὰ λευκόν, εἴτε ξύλον εἴτε λίθος εἴτε ὁτῳοῦν συνέβη χρῆμα χρωσθῆναι τῷ τοιούτῳ χρώματι. καὶ τἆλλα δὴ οὕτω, σκληρὸν καὶ θερμὸν καὶ πάντα, τὸν αὐτὸν τρόπον ὑποληπτέον, αὐτὸ μὲν καθ’157aαὑτὸ μηδὲν εἶναι, δὴ καὶ τότε ἐλέγομεν, ἐν δὲ τῇ πρὸς ἄλληλα ὁμιλίᾳ πάντα γίγνεσθαι καὶ παντοῖα ἀπὸ τῆς κινήσεως, ἐπεὶ καὶ τὸ ποιοῦν εἶναί τι καὶ τὸ πάσχον αὐτῶν ἐπὶ ἑνὸς νοῆσαι, ὥς φασιν, οὐκ εἶναι παγίως. οὔτε γὰρ ποιοῦν ἐστί τι πρὶν ἂν τῷ πάσχοντι συνέλθῃ, οὔτε πάσχον πρὶν ἂν τῷ ποιοῦντι · τότέ τινι συνελθὸν καὶ ποιοῦν ἄλλῳ αὖ προσπεσὸν πάσχον ἀνεφάνη. ὥστε ἐξ ἁπάντων τούτων, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, οὐδὲν εἶναι ἓν αὐτὸ καθ’αὑτό, ἀλλά 157bτινι ἀεὶ γίγνεσθαι, τὸ δ’εἶναι πανταχόθεν ἐξαιρετέον, οὐχ ὅτι ἡμεῖς πολλὰ καὶ ἄρτι ἠναγκάσμεθα ὑπὸ συνηθείας καὶ ἀνεπιστημοσύνης χρῆσθαι αὐτῷ. τὸ δ’οὐ δεῖ, ὡς τῶν σοφῶν λόγος, οὔτε τι συγχωρεῖν οὔτε του οὔτ’ἐμοῦ οὔτε τόδε οὔτ’ἐκεῖνο οὔτε ἄλλο οὐδὲν ὄνομα ὅτι ἂν ἱστῇ, ἀλλὰ κατὰ φύσιν φθέγγεσθαι γιγνόμενα καὶ ποιούμενα καὶ ἀπολλύμενα καὶ ἀλλοιούμενα · ὡς ἐάν τί τις στήσῃ τῷ λόγῳ, εὐέλεγκτος τοῦτο ποιῶν. δεῖ δὲ καὶ κατὰ μέρος οὕτω λέγειν καὶ περὶ πολλῶν ἁθροισθέντων, δὴ ἁθροίσματι 157cἄνθρωπόντε τίθενται καὶ λίθον καὶ ἕκαστον ζῷόντε καὶ εἶδος. ταῦτα δή, Θεαίτητε, ἆρ’ἡδέα δοκεῖ σοι εἶναι, καὶ γεύοιο ἂν αὐτῶν ὡς ἀρεσκόντων;

Θεαιτητος
Θε.
Θε.

οὐκ οἶδα ἔγωγε, Σώκρατες · καὶ γὰρ οὐ δὲ περὶ σοῦ δύναμαι κατανοῆσαι πότερα δοκοῦντά σοι λέγεις αὐτὰ ἐμοῦ ἀποπειρᾷ.

Σωκρατης
Σω.
Σω.

οὐ μνημονεύεις, φίλε, ὅτι ἐγὼ μὲν οὔτ’οἶδα οὔτε ποιοῦμαι τῶν τοιούτων οὐδὲν ἐμόν, ἀλλ’εἰμὶ αὐτῶν ἄγονος, σὲ δὲ μαιεύομαι καὶ τούτου ἕνεκα ἐπᾴδωτε καὶ παρατίθημι 157dἑκάστων τῶν σοφῶν ἀπογεύσασθαι, ἕως ἂν εἰς φῶς τὸ σὸν δόγμα συνεξαγάγω · ἐξαχθέντος δὲ τότ’ἤδη σκέψομαι εἴτ’ἀνεμιαῖον εἴτε γόνιμον ἀναφανήσεται. ἀλλὰ θαρρῶν καὶ καρτερῶν εὖ καὶ ἀνδρείως ἀποκρίνου ἂν φαίνηταί σοι περὶ ὧν ἂν ἐρωτῶ.

Θεαιτητος
Θε.
Θε.

ἐρώτα δή.

Σωκρατης
Σω.
Σω.

λέγε τοίνυν πάλιν εἴ σοι ἀρέσκει τὸ μή τι εἶναι ἀλλὰ γίγνεσθαι ἀεὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα ἄρτι διῇμεν.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἔμοιγε, ἐπειδὴ σοῦ ἀκούω οὕτω διεξιόντος, θαυμασίως φαίνεται ὡς ἔχειν λόγον καὶ ὑποληπτέον ᾗπερ διελήλυθας.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν ἀπολίπωμεν ὅσον ἐλλεῖπον αὐτοῦ. λείπεται δὲ ἐνυπνίωντε πέρι καὶ νόσων τῶντε ἄλλων καὶ μανίας, ὅσατε παρακούειν παρορᾶν τι ἄλλο παραισθάνεσθαι λέγεται. οἶσθα γάρ που ὅτι ἐν πᾶσι τούτοις ὁμολογουμένως ἐλέγχεσθαι δοκεῖ ὃν ἄρτι διῇμεν λόγον, 158aὡς παντὸς μᾶλλον ἡμῖν ψευδεῖς αἰσθήσεις ἐν αὐτοῖς γιγνομένας, καὶ πολλοῦ δεῖ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι, ἀλλὰ πᾶν τοὐναντίον οὐδὲν ὧν φαίνεται εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τίς δὴ οὖν, παῖ, λείπεται λόγος τῷ τὴν αἴσθησιν ἐπιστήμην τιθεμένῳ καὶ τὰ φαινόμενα ἑκάστῳ ταῦτα καὶ εἶναι τούτῳ φαίνεται;

Θεαιτητος
Θε.
Θε.

ἐγὼ μέν, Σώκρατες, ὀκνῶ εἰπεῖν ὅτι οὐκ ἔχω τί λέγω, διότι μοι νυνδὴ ἐπέπληξας εἰπόντι αὐτό. ἐπεὶ ὡς 158bἀληθῶς γε οὐκ ἂν δυναίμην ἀμφισβητῆσαι ὡς οἱ μαινόμενοι ὀνειρώττοντες οὐ ψευδῆ δοξάζουσιν, ὅταν οἱ μὲν θεοὶ αὐτῶν οἴωνται εἶναι, οἱ δὲ πτηνοίτε καὶ ὡς πετόμενοι ἐν τῷ ὕπνῳ διανοῶνται.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ δὲ τὸ τοιόνδε ἀμφισβήτημα ἐννοεῖς περὶ αὐτῶν, μάλιστα δὲ περὶ τοῦ ὄναρτε καὶ ὕπαρ;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

πολλάκις σε οἶμαι ἀκηκοέναι ἐρωτώντων, τί ἄν τις ἔχοι τεκμήριον ἀποδεῖξαι, εἴ τις ἔροιτο νῦν οὕτως ἐν τῷ παρόντι πότερον καθεύδομεν καὶ πάντα διανοούμεθα ὀνειρώττομεν, 158c ἐγρηγόραμέντε καὶ ὕπαρ ἀλλήλοις διαλεγόμεθα.

Θεαιτητος
Θε.
Θε.

καὶ μήν, Σώκρατες, ἄπορόν γε ὅτῳ χρὴ ἐπιδεῖξαι τεκμηρίῳ · πάντα γὰρ ὥσπερ ἀντίστροφα τὰ αὐτὰ παρακολουθεῖ. τε γὰρ νυνὶ διειλέγμεθα οὐδὲν κωλύει καὶ ἐν τῷ ὕπνῳ δοκεῖν ἀλλήλοις διαλέγεσθαι · καὶ ὅταν δὴ ὄναρ ὀνείρατα δοκῶμεν διηγεῖσθαι, ἄτοπος ὁμοιότης τούτων ἐκείνοις.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν ὅτι τό γε ἀμφισβητῆσαι οὐ χαλεπόν, ὅτε 158dκαὶ πότερόν ἐστιν ὕπαρ ὄναρ ἀμφισβητεῖται, καὶ δὴ ἴσου ὄντος τοῦ χρόνου ὃν καθεύδομεν ἐγρηγόραμεν, ἐν ἑκατέρῳ διαμάχεται ἡμῶν ψυχὴ τὰ ἀεὶ παρόντα δόγματα παντὸς μᾶλλον εἶναι ἀληθῆ, ὥστε ἴσον μὲν χρόνον τάδε φαμὲν ὄντα εἶναι, ἴσον δὲ ἐκεῖνα, καὶ ὁμοίως ἐφ’ἑκατέροις διισχυριζόμεθα.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ περὶ νόσωντε καὶ μανιῶν αὐτὸς λόγος, πλὴν τοῦ χρόνου ὅτι οὐχὶ ἴσος;

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

τί οὖν; πλήθει χρόνου καὶ ὀλιγότητι τὸ ἀληθὲς ὁρισθήσεται;

Θεαιτητος
Θε.
Θε.

γελοῖον μεντἂν εἴη πολλαχῇ.

Σωκρατης
Σω.
Σω.

ἀλλά τι ἄλλο ἔχεις σαφὲς ἐνδείξασθαι ὁποῖα τούτων τῶν δοξασμάτων ἀληθῆ;

Θεαιτητος
Θε.
Θε.

οὔ μοι δοκῶ.

Σωκρατης
Σω.
Σω.

ἐμοῦ τοίνυν ἄκουε οἷα περὶ αὐτῶν ἂν λέγοιεν οἱ τὰ ἀεὶ δοκοῦντα ὁριζόμενοι τῷ δοκοῦντι εἶναι ἀληθῆ. λέγουσι δέ, ὡς ἐγὼ οἶμαι, οὕτως ἐρωτῶντες · Θεαίτητε, ἂν ἕτερον παντάπασιν, μή πῄ τινα δύναμιν τὴν αὐτὴν ἕξει τῷ ἑτέρῳ; καὶ μὴ ὑπολάβωμεν τῇ μὲν ταὐτὸν εἶναι ἐρωτῶμεν τῇ δὲ ἕτερον, ἀλλ’ὅλως ἕτερον.

Θεαιτητος
Θε.
Θε.

ἀδύνατον τοίνυν ταὐτόν τι ἔχειν ἐν δυνάμει ἐν ἄλλῳ ὁτῳοῦν, ὅταν κομιδῇ ἕτερον.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ καὶ ἀνόμοιον ἀναγκαῖον τὸ τοιοῦτον ὁμολογεῖν;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

εἰ ἄρα τι συμβαίνει ὅμοιόν τῳ γίγνεσθαι ἀνόμοιον, εἴτε ἑαυτῷ εἴτε ἄλλῳ, ὁμοιούμενον μὲν ταὐτὸν φήσομεν γίγνεσθαι, ἀνομοιούμενον δὲ ἕτερον;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν πρόσθεν ἐλέγομεν ὡς πολλὰ μὲν εἴη τὰ ποιοῦντα καὶ ἄπειρα, ὡσαύτως δέ γε τὰ πάσχοντα;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν ὅτι γε ἄλλο ἄλλῳ συμμειγνύμενον καὶ ἄλλῳ οὐ ταὐτὰ ἀλλ’ἕτερα γεννήσει;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

λέγωμεν δὴ ἐμέτε καὶ σὲ καὶ τἆλλα ἤδη κατὰ τὸν αὐτὸν λόγον, Σωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα. πότερον ὅμοιον τοῦτ’ἐκείνῳ ἀνόμοιον φήσομεν;

Θεαιτητος
Θε.
Θε.

ἆρα τὸν ἀσθενοῦντα Σωκράτη, ὅλον τοῦτο λέγεις ὅλῳ ἐκείνῳ, τῷ ὑγιαίνοντι Σωκράτει;

Σωκρατης
Σω.
Σω.

κάλλιστα ὑπέλαβες · αὐτὸ τοῦτο λέγω.

Θεαιτητος
Θε.
Θε.

ἀνόμοιον δήπου.

Σωκρατης
Σω.
Σω.

καὶ ἕτερον ἄρα οὕτως ὥσπερ ἀνόμοιον;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

καὶ καθεύδοντα δὴ καὶ πάντα νυνδὴ διήλθομεν, ὡσαύτως φήσεις;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἕκαστον δὴ τῶν πεφυκότων τι ποιεῖν, ἄλλο τι, ὅταν μὲν λάβῃ ὑγιαίνοντα Σωκράτη, ὡς ἑτέρῳ μοι χρήσεται, ὅταν δὲ ἀσθενοῦντα, ὡς ἑτέρῳ;

Θεαιτητος
Θε.
Θε.

τί δ’οὐ μέλλει;

Σωκρατης
Σω.
Σω.

καὶ ἕτερα δὴ ἐφ’ἑκατέρου γεννήσομεν ἐγώτε πάσχων καὶ ἐκεῖνο τὸ ποιοῦν;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ὅταν δὴ οἶνον πίνω ὑγιαίνων, ἡδύς μοι φαίνεται καὶ γλυκύς;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

ἐγέννησε γὰρ δὴ ἐκ τῶν προωμολογημένων τότε 159dποιοῦν καὶ τὸ πάσχον γλυκύτητάτε καὶ αἴσθησιν, ἅμα φερόμενα ἀμφότερα, καὶ μὲν αἴσθησις πρὸς τοῦ πάσχοντος οὖσα αἰσθανομένην τὴν γλῶτταν ἀπηργάσατο, δὲ γλυκύτης πρὸς τοῦ οἴνου περὶ αὐτὸν φερομένη γλυκὺν τὸν οἶνον τῇ ὑγιαινούσῃ γλώττῃ ἐποίησεν καὶ εἶναι καὶ φαίνεσθαι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν τὰ πρότερα ἡμῖν οὕτως ὡμολόγητο.

Σωκρατης
Σω.
Σω.

ὅταν δὲ ἀσθενοῦντα, ἄλλο τι πρῶτον μὲν τῇ ἀληθείᾳ οὐ τὸν αὐτὸν ἔλαβεν; ἀνομοίῳ γὰρ δὴ προσῆλθεν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

ἕτερα δὴ αὖ ἐγεννησάτην τε τοιοῦτος Σωκράτης καὶ τοῦ οἴνου πόσις, περὶ μὲν τὴν γλῶτταν αἴσθησιν πικρότητος, περὶ δὲ τὸν οἶνον γιγνομένην καὶ φερομένην πικρότητα, καὶ τὸν μὲν οὐ πικρότητα ἀλλὰ πικρόν, ἐμὲ δὲ οὐκ αἴσθησιν ἀλλ’αἰσθανόμενον;

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὔκουν ἐγώτε οὐδὲν ἄλλο ποτὲ γενήσομαι οὕτως αἰσθανόμενος · τοῦ γὰρ ἄλλου ἄλλη αἴσθησις, καὶ ἀλλοῖον 160aκαὶ ἄλλον ποιεῖ τὸν αἰσθανόμενον · οὔτ’ἐκεῖνο τὸ ποιοῦν ἐμὲ μήποτ’ἄλλῳ συνελθὸν ταὐτὸν γεννῆσαν τοιοῦτον γένηται · ἀπὸ γὰρ ἄλλου ἄλλο γεννῆσαν ἀλλοῖον γενήσεται.

Θεαιτητος
Θε.
Θε.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ μὴν ἔγωγε ἐμαυτῷ τοιοῦτος, ἐκεῖνότε ἑαυτῷ τοιοῦτον γενήσεται.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ἀνάγκη δέ γε ἐμέτε τινὸς γίγνεσθαι, ὅταν αἰσθανόμενος γίγνωμαι · αἰσθανόμενον γάρ, μηδενὸς δὲ αἰσθανόμενον, 160bἀδύνατον γίγνεσθαι · ἐκεῖνότε τινὶ γίγνεσθαι, ὅταν γλυκὺ πικρὸν τι τοιοῦτον γίγνηται · γλυκὺ γάρ, μηδενὶ δὲ γλυκὺ ἀδύνατον γενέσθαι.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

λείπεται δὴ οἶμαι ἡμῖν ἀλλήλοις, εἴτ’ἐσμέν, εἶναι, εἴτε γιγνόμεθα, γίγνεσθαι, ἐπείπερ ἡμῶν ἀνάγκη τὴν οὐσίαν συνδεῖ μέν, συνδεῖ δὲ οὐδενὶ τῶν ἄλλων οὐ δ’αὖ ἡμῖν αὐτοῖς. ἀλλήλοις δὴ λείπεται συνδεδέσθαι. ὥστε εἴτε τις εἶναί τι ὀνομάζει, τινὶ εἶναι τινὸς πρός τι ῥητέον αὐτῷ, εἴτε γίγνεσθαι · αὐτὸ δὲ ἐφ’αὑτοῦ τι ὂν γιγνόμενον οὔτε 160cαὐτῷ λεκτέον οὔτ’ἄλλου λέγοντος ἀποδεκτέον, ὡς λόγος ὃν διεληλύθαμεν σημαίνει.

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὅτε δὴ τὸ ἐμὲ ποιοῦν ἐμοί ἐστιν καὶ οὐκ ἄλλῳ, ἐγὼ καὶ αἰσθάνομαι αὐτοῦ, ἄλλος δ’οὔ;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

ἀληθὴς ἄρα ἐμοὶ ἐμὴ αἴσθησις τῆς γὰρ ἐμῆς οὐσίας ἀεί ἐστιν καὶ ἐγὼ κριτὴς κατὰ τὸν Πρωταγόραν τῶντε ὄντων ἐμοὶ ὡς ἔστι, καὶ τῶν μὴ ὄντων ὡς οὐκ ἔστιν.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

πῶς ἂν οὖν ἀψευδὴς ὢν καὶ μὴ πταίων τῇ διανοίᾳ περὶ τὰ ὄντα γιγνόμενα οὐκ ἐπιστήμων ἂν εἴην ὧνπερ αἰσθητής;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς ὅπως οὔ.

Σωκρατης
Σω.
Σω.

παγκάλως ἄρα σοι εἴρηται ὅτι ἐπιστήμη οὐκ ἄλλο τί ἐστιν αἴσθησις, καὶ εἰς ταὐτὸν συμπέπτωκεν, κατὰ μὲν Ὅμηρον καὶ Ἡράκλειτον καὶ πᾶν τὸ τοιοῦτον φῦλον οἷον ῥεύματα κινεῖσθαι τὰ πάντα, κατὰ δὲ Πρωταγόραν τὸν σοφώτατον πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι, κατὰ 160eδὲ Θεαίτητον τούτων οὕτως ἐχόντων αἴσθησιν ἐπιστήμην γίγνεσθαι. γάρ, Θεαίτητε; φῶμεν τοῦτο σὸν μὲν εἶναι οἷον νεογενὲς παιδίον, ἐμὸν δὲ μαίευμα; πῶς λέγεις;

Θεαιτητος
Θε.
Θε.

οὕτως ἀνάγκη, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν δή, ὡς ἔοικεν, μόλις ποτὲ ἐγεννήσαμεν, ὅτι δή ποτε τυγχάνει ὄν. μετὰ δὲ τὸν τόκον τὰ ἀμφιδρόμια αὐτοῦ ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ, σκοπουμένους μὴ λάθῃ ἡμᾶς οὐκ ἄξιον ὂν τροφῆς τὸ γιγνόμενον, 161aἀλλὰ ἀνεμιαῖόντε καὶ ψεῦδος. σὺ οἴει πάντως δεῖν τό γε σὸν τρέφειν καὶ μὴ ἀποτιθέναι, καὶ ἀνέξῃ ἐλεγχόμενον ὁρῶν, καὶ οὐ σφόδρα χαλεπανεῖς ἐάν τις σοῦ ὡς πρωτοτόκου αὐτὸ ὑφαιρῇ;

Θεοδωρος
Θε.
Θε.

ἀνέξεται, Σώκρατες, Θεαίτητος · οὐδαμῶς γὰρ δύσκολος. ἀλλὰ πρὸς θεῶν εἰπὲ αὖ οὐχ οὕτως ἔχει;

Σωκρατης
Σω.
Σω.

φιλόλογός γ’εἶ ἀτεχνῶς καὶ χρηστός, Θεόδωρε, ὅτι με οἴει λόγων τινὰ εἶναι θύλακον καὶ ῥᾳδίως ἐξελόντα 161bἐρεῖν ὡς οὐκ αὖ ἔχει οὕτω ταῦτα · τὸ δὲ γιγνόμενον οὐκ ἐννοεῖς, ὅτι οὐδεὶς τῶν λόγων ἐξέρχεται παρ’ἐμοῦ ἀλλ’ἀεὶ παρὰ τοῦ ἐμοὶ προσδιαλεγομένου, ἐγὼ δὲ οὐδὲν ἐπίσταμαι πλέον πλὴν βραχέος, ὅσον λόγον παρ’ἑτέρου σοφοῦ λαβεῖν καὶ ἀποδέξασθαι μετρίως. καὶ νῦν τοῦτο παρὰ τοῦδε πειράσομαι, οὔ τι αὐτὸς εἰπεῖν.

Θεοδωρος
Θε.
Θε.

σὺ κάλλιον, Σώκρατες, λέγεις · καὶ ποίει οὕτως.

Σωκρατης
Σω.
Σω.

οἶσθ’οὖν, Θεόδωρε, θαυμάζω τοῦ ἑταίρου σου Πρωταγόρου;

Θεοδωρος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἔστιν · τὴν δ’ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς κυνοκέφαλος τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθησιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίᾳ, δ’ἄρα 161dἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων βατράχου γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων. πῶς λέγωμεν, Θεόδωρε; εἰ γὰρ δὴ ἑκάστῳ ἀληθὲς ἔσται ἂν δι’αἰσθήσεως δοξάζῃ, καὶ μήτε τὸ ἄλλου πάθος ἄλλος βέλτιον διακρινεῖ, μήτε τὴν δόξαν κυριώτερος ἔσται ἐπισκέψασθαι ἕτερος τὴν ἑτέρου ὀρθὴ ψευδής, ἀλλ’ πολλάκις εἴρηται, αὐτὸς τὰ αὑτοῦ ἕκαστος μόνος δοξάσει, ταῦτα δὲ πάντα ὀρθὰ καὶ ἀληθῆ, τί δή ποτε, ἑταῖρε, Πρωταγόρας μὲν σοφός, ὥστε καὶ ἄλλων 161eδιδάσκαλος ἀξιοῦσθαι δικαίως μετὰ μεγάλων μισθῶν, ἡμεῖς δὲ ἀμαθέστεροίτε καὶ φοιτητέον ἡμῖν ἦν παρ’ἐκεῖνον, μέτρῳ ὄντι αὐτῷ ἑκάστῳ τῆς αὑτοῦ σοφίας; ταῦτα πῶς μὴ φῶμεν δημούμενον λέγειν τὸν Πρωταγόραν; τὸ δὲ δὴ ἐμόντε καὶ τῆς ἐμῆς τέχνης τῆς μαιευτικῆς σιγῶ ὅσον γέλωτα ὀφλισκάνομεν, οἶμαι δὲ καὶ σύμπασα τοῦ διαλέγεσθαι πραγματεία. τὸ γὰρ ἐπισκοπεῖν καὶ ἐπιχειρεῖν ἐλέγχειν τὰς ἀλλήλων φαντασίαςτε καὶ δόξας, ὀρθὰς ἑκάστου οὔσας, οὐ μακρὰ 162aμὲν καὶ διωλύγιος φλυαρία, εἰ ἀληθὴς Ἀλήθεια Πρωταγόρου ἀλλὰ μὴ παίζουσα ἐκ τοῦ ἀδύτου τῆς βίβλου ἐφθέγξατο;

Θεοδωρος
Θε.
Θε.

Σώκρατες, φίλος ἁνήρ, ὥσπερ σὺ νυνδὴ εἶπες. οὐκ ἂν οὖν δεξαίμην δι’ἐμοῦ ὁμολογοῦντος ἐλέγχεσθαι Πρωταγόραν, οὐ δ’αὖ σοὶ παρὰ δόξαν ἀντιτείνειν. τὸν οὖν Θεαίτητον πάλιν λαβέ · πάντως καὶ νυνδὴ μάλ’ἐμμελῶς σοι ἐφαίνετο ὑπακούειν.

Σωκρατης
Σω.
Σω.

ἆρα κἂν εἰς Λακεδαίμονα ἐλθών, Θεόδωρε, πρὸς τὰς παλαίστρας ἀξιοῖς ἂν ἄλλους θεώμενος γυμνούς, ἐνίους φαύλους, αὐτὸς μὴ ἀντεπιδεικνύναι τὸ εἶδος παραποδυόμενος;

Θεοδωρος
Θε.
Θε.

ἀλλὰ τί μὴν δοκεῖς, εἴπερ μέλλοιέν μοι ἐπιτρέψειν καὶ πείσεσθαι; ὥσπερ νῦν οἶμαι ὑμᾶς πείσειν ἐμὲ μὲν ἐᾶν θεᾶσθαι καὶ μὴ ἕλκειν πρὸς τὸ γυμνάσιον σκληρὸν ἤδη ὄντα, τῷ δὲ δὴ νεωτέρῳτε καὶ ὑγροτέρῳ ὄντι προσπαλαίειν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εἰ οὕτως, Θεόδωρε, σοὶ φίλον, οὐ δ’ἐμοὶ 162cἐχθρόν, φασὶν οἱ παροιμιαζόμενοι. πάλιν δὴ οὖν ἐπὶ τὸν σοφὸν Θεαίτητον ἰτέον. λέγε δή, Θεαίτητε, πρῶτον μὲν νυνδὴ διήλθομεν, ἆρα οὐ σὺ θαυμάζεις εἰ ἐξαίφνης οὕτως ἀναφανήσῃ μηδὲν χείρων εἰς σοφίαν ὁτουοῦν ἀνθρώπων καὶ θεῶν; ἧττόν τι οἴει τὸ Πρωταγόρειον μέτρον εἰς θεοὺς εἰς ἀνθρώπους λέγεσθαι;

Θεαιτητος
Θε.
Θε.

μὰ Δί’οὐκ ἔγωγε · καὶ ὅπερ γε ἐρωτᾷς, πάνυ θαυμάζω. ἡνίκα γὰρ διῇμεν ὃν τρόπον λέγοιεν τὸ δοκοῦν 162dἑκάστῳ τοῦτο καὶ εἶναι τῷ δοκοῦντι, πάνυ μοι εὖ ἐφαίνετο λέγεσθαι · νῦν δὲ τοὐναντίον τάχα μεταπέπτωκεν.

Σωκρατης
Σω.
Σω.

νέος γὰρ εἶ, φίλε παῖ · τῆς οὖν δημηγορίας ὀξέως ὑπακούεις καὶ πείθῃ. πρὸς γὰρ ταῦτα ἐρεῖ Πρωταγόρας τις ἄλλος ὑπὲρ αὐτοῦ · γενναῖοι παῖδέςτε καὶ γέροντες, δημηγορεῖτε συγκαθεζόμενοι, θεούςτε εἰς τὸ μέσον ἄγοντες, 162eοὓς ἐγὼ ἔκτε τοῦ λέγειν καὶ τοῦ γράφειν περὶ αὐτῶν ὡς εἰσὶν ὡς οὐκ εἰσίν, ἐξαιρῶ, καὶ οἱ πολλοὶ ἂν ἀποδέχοιντο ἀκούοντες, λέγετε ταῦτα, ὡς δεινὸν εἰ μηδὲν διοίσει εἰς σοφίαν ἕκαστος τῶν ἀνθρώπων βοσκήματος ὁτουοῦν · ἀπόδειξιν δὲ καὶ ἀνάγκην οὐ δ’ἡντινοῦν λέγετε ἀλλὰ τῷ εἰκότι χρῆσθε, εἰ ἐθέλοι Θεόδωρος ἄλλος τις τῶν γεωμετρῶν χρώμενος γεωμετρεῖν, ἄξιος οὐ δ’ἑνὸς μόνου ἂν εἴη. σκοπεῖτε οὖν σύτε καὶ Θεόδωρος εἰ ἀποδέξεσθε πιθανολογίᾳτε καὶ εἰκόσι 163aπερὶ τηλικούτων λεγομένους λόγους.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’οὐ δίκαιον, Σώκρατες, οὔτε σὺ οὔτε ἂν ἡμεῖς φαῖμεν.

Σωκρατης
Σω.
Σω.

ἄλλῃ δὴ σκεπτέον, ὡς ἔοικεν, ὡς τε σὸς καὶ Θεοδώρου λόγος.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν ἄλλῃ.

Σωκρατης
Σω.
Σω.

τῇδε δὴ σκοπῶμεν εἰ ἄρα ἐστὶν ἐπιστήμητε καὶ αἴσθησις ταὐτὸν ἕτερον. εἰς γὰρ τοῦτό που πᾶς λόγος ἡμῖν ἔτεινεν, καὶ τούτου χάριν τὰ πολλὰ καὶ ἄτοπα ταῦτα ἐκινήσαμεν. οὐ γάρ;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὖν ὁμολογήσομεν, τῷ ὁρᾶν αἰσθανόμεθα τῷ ἀκούειν, πάντα ταῦτα ἅμα καὶ ἐπίστασθαι; οἷον τῶν βαρβάρων πρὶν μαθεῖν τὴν φωνὴν πότερον οὐ φήσομεν ἀκούειν ὅταν φθέγγωνται, ἀκούειντε καὶ ἐπίστασθαι λέγουσι; καὶ αὖ γράμματα μὴ ἐπιστάμενοι, βλέποντες εἰς αὐτὰ πότερον οὐχ ὁρᾶν ἐπίστασθαι εἴπερ ὁρῶμεν διισχυριούμεθα;

Θεαιτητος
Θε.
Θε.

αὐτό γε, Σώκρατες, τοῦτο αὐτῶν, ὅπερ ὁρῶμέντε καὶ ἀκούομεν, ἐπίστασθαι φήσομεν · τῶν μὲν γὰρ τὸ σχῆμα καὶ τὸ χρῶμα ὁρᾶντε καὶ ἐπίστασθαι, τῶν δὲ τὴν 163cὀξύτητα καὶ βαρύτητα ἀκούειντε ἅμα καὶ εἰδέναι · δὲ οἵτε γραμματισταὶ περὶ αὐτῶν καὶ οἱ ἑρμηνῆς διδάσκουσιν, οὔτε αἰσθάνεσθαι τῷ ὁρᾶν ἀκούειν οὔτε ἐπίστασθαι.

Σωκρατης
Σω.
Σω.

ἄριστά γ’, Θεαίτητε, καὶ οὐκ ἄξιόν σοι πρὸς ταῦτα ἀμφισβητῆσαι, ἵνα καὶ αὐξάνῃ. ἀλλ’ὅρα δὴ καὶ τόδε ἄλλο προσιόν, καὶ σκόπει πῇ αὐτὸ διωσόμεθα.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δή;

Σωκρατης
Σω.
Σω.

τὸ τοιόνδε · εἴ τις ἔροιτο · ἆρα δυνατὸν ὅτου τις ἐπιστήμων γένοιτό ποτε, ἔτι ἔχοντα μνήμην αὐτοῦ τούτου καὶ σῳζόμενον, τότε ὅτε μέμνηται μὴ ἐπίστασθαι αὐτὸ τοῦτο μέμνηται; μακρολογῶ δέ, ὡς ἔοικε, βουλόμενος ἐρέσθαι εἰ μαθών τίς τι μεμνημένος μὴ οἶδε.

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς, Σώκρατες; τέρας γὰρ ἂν εἴη λέγεις.

Σωκρατης
Σω.
Σω.

μὴ οὖν ἐγὼ ληρῶ; σκόπει δέ. ἆρα τὸ ὁρᾶν οὐκ αἰσθάνεσθαι λέγεις καὶ τὴν ὄψιν αἴσθησιν;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἰδών τι ἐπιστήμων ἐκείνου γέγονεν εἶδεν κατὰ τὸν ἄρτι λόγον;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δέ; μνήμην οὐ λέγεις μέντοι τι;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

πότερον οὐδενὸς τινός;

Θεαιτητος
Θε.
Θε.

τινὸς δήπου.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὧν ἔμαθε καὶ ὧν ᾔσθετο, τοιουτωνί τινων;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

δὴ εἶδέ τις, μέμνηταί που ἐνίοτε;

Θεαιτητος
Θε.
Θε.

μέμνηται.

Σωκρατης
Σω.
Σω.

καὶ μύσας; τοῦτο δράσας ἐπελάθετο;

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ δεινόν, Σώκρατες, τοῦτό γε φάναι.

Σωκρατης
Σω.
Σω.

δεῖ γε μέντοι, εἰ σώσομεν τὸν πρόσθε λόγον · εἰ δὲ μή, οἴχεται.

Θεαιτητος
Θε.
Θε.

καὶ ἐγώ, νὴ τὸν Δία, ὑποπτεύω, οὐ μὴν ἱκανῶς γε συννοῶ · ἀλλ’εἰπὲ πῇ.

Σωκρατης
Σω.
Σω.

τῇδε · μὲν ὁρῶν ἐπιστήμων, φαμέν, τούτου γέγονεν οὗπερ ὁρῶν · ὄψις γὰρ καὶ αἴσθησις καὶ ἐπιστήμη ταὐτὸν ὡμολόγηται.

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

δέ γε ὁρῶν καὶ ἐπιστήμων γεγονὼς οὗ ἑώρα, ἐὰν μύσῃ, μέμνηται μέν, οὐχ ὁρᾷ δὲ αὐτό. γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸ δέ γε οὐχ ὁρᾷ οὐκ ἐπίσταταί ἐστιν, εἴπερ καὶ τὸ ὁρᾷ ἐπίσταται.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

συμβαίνει ἄρα, οὗ τις ἐπιστήμων ἐγένετο, ἔτι μεμνημένον αὐτὸν μὴ ἐπίστασθαι, ἐπειδὴ οὐχ ὁρᾷ · τέρας ἔφαμεν ἂν εἶναι εἰ γίγνοιτο.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

τῶν ἀδυνάτων δή τι συμβαίνειν φαίνεται ἐάν τις ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν φῇ εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἄλλο ἄρα ἑκάτερον φατέον.

Θεαιτητος
Θε.
Θε.

κινδυνεύει.

Σωκρατης
Σω.
Σω.

τί οὖν δῆτ’ἂν εἴη ἐπιστήμη; πάλιν ἐξ ἀρχῆς, ὡς ἔοικεν, λεκτέον. καίτοι τί ποτε μέλλομεν, Θεαίτητε, δρᾶν;

Θεαιτητος
Θε.
Θε.

τίνος πέρι;

Σωκρατης
Σω.
Σω.

φαινόμεθά μοι ἀλεκτρυόνος ἀγεννοῦς δίκην πρὶν νενικηκέναι ἀποπηδήσαντες ἀπὸ τοῦ λόγου ᾁδειν.

Θεαιτητος
Θε.
Θε.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

ἀντιλογικῶς ἐοίκαμεν πρὸς τὰς τῶν ὀνομάτων ὁμολογίας ἀνομολογησάμενοι καὶ τοιούτῳ τινὶ περιγενόμενοι τοῦ λόγου ἀγαπᾶν, καὶ οὐ φάσκοντες ἀγωνισταὶ ἀλλὰ φιλόσοφοι 164dεἶναι λανθάνομεν ταὐτὰ ἐκείνοις τοῖς δεινοῖς ἀνδράσιν ποιοῦντες.

Θεαιτητος
Θε.
Θε.

οὔπω μανθάνω ὅπως λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἐγὼ πειράσομαι δηλῶσαι περὶ αὐτῶν γε δὴ νοῶ. ἠρόμεθα γὰρ δὴ εἰ μαθὼν καὶ μεμνημένος τίς τι μὴ ἐπίσταται, καὶ τὸν ἰδόντα καὶ μύσαντα μεμνημένον ὁρῶντα δὲ οὒ ἀποδείξαντες, οὐκ εἰδότα ἀπεδείξαμεν καὶ ἅμα μεμνημένον · τοῦτο δ’εἶναι ἀδύνατον. καὶ οὕτω δὴ μῦθος ἀπώλετο Πρωταγόρειος, καὶ σὸς ἅμα τῆς ἐπιστήμης καὶ αἰσθήσεως ὅτι ταὐτόν ἐστιν.

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὔ τι ἄν, οἶμαι, φίλε, εἴπερ γε πατὴρ τοῦ ἑτέρου μύθου ἔζη, ἀλλὰ πολλὰ ἂν ἤμυνε · νῦν δὲ ὀρφανὸν αὐτὸν ἡμεῖς προπηλακίζομεν. καὶ γὰρ οὐ δ’οἱ ἐπίτροποι, οὓς Πρωταγόρας κατέλιπεν, βοηθεῖν ἐθέλουσιν, ὧν Θεόδωρος εἷς ὅδε. ἀλλὰ δὴ αὐτοὶ κινδυνεύσομεν τοῦ δικαίου ἕνεκ’αὐτῷ βοηθεῖν.

Θεοδωρος
Θε.
Θε.

οὐ γὰρ ἐγώ, Σώκρατες, ἀλλὰ μᾶλλον Καλλίας 165a Ἱππονίκου τῶν ἐκείνου ἐπίτροπος · ἡμεῖς δέ πως θᾶττον ἐκ τῶν ψιλῶν λόγων πρὸς τὴν γεωμετρίαν ἀπενεύσαμεν. χάριν γε μέντοι σοὶ ἕξομεν ἐὰν αὐτῷ βοηθῇς.

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις, Θεόδωρε. σκέψαι οὖν τήν γ’ἐμὴν βοήθειαν. τῶν γὰρ ἄρτι δεινότερα ἄν τις ὁμολογήσειεν μὴ προσέχων τοῖς ῥήμασι τὸν νοῦν, τὸ πολὺ εἰθίσμεθα φάναιτε καὶ ἀπαρνεῖσθαι. σοὶ λέγω ὅπῃ, Θεαιτήτῳ.

Θεοδωρος
Θε.
Θε.

εἰς τὸ κοινὸν μὲν οὖν, ἀποκρινέσθω δὲ νεώτερος · σφαλεὶς γὰρ ἧττον ἀσχημονήσει.

Σωκρατης
Σω.
Σω.

λέγω δὴ τὸ δεινότατον ἐρώτημα, ἔστι δὲ οἶμαι τοιόνδε τι · ἆρα οἷόντε τὸν αὐτὸν εἰδότα τι τοῦτο οἶδεν μὴ εἰδέναι;

Θεοδωρος
Θε.
Θε.

τί δὴ οὖν ἀποκρινούμεθα, Θεαίτητε;

Θεαιτητος
Θε.
Θε.

ἀδύνατόν που, οἶμαι ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὔκ, εἰ τὸ ὁρᾶν γε ἐπίστασθαι θήσεις. τί γὰρ χρήσῃ ἀφύκτῳ ἐρωτήματι, τὸ λεγόμενον ἐν φρέατι συσχόμενος, ὅταν ἐρωτᾷ ἀνέκπληκτος ἀνήρ, καταλαβὼν τῇ χειρὶ 165cσοῦ τὸν ἕτερον ὀφθαλμόν, εἰ ὁρᾷς τὸ ἱμάτιον τῷ κατειλημμένῳ;

Θεαιτητος
Θε.
Θε.

οὐ φήσω οἶμαι τούτῳ γε, τῷ μέντοι ἑτέρῳ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὁρᾷςτε καὶ οὐχ ὁρᾷς ἅμα ταὐτόν;

Θεαιτητος
Θε.
Θε.

οὕτω γέ πως.

Σωκρατης
Σω.
Σω.

οὐδὲν ἐγώ, φήσει, τοῦτο οὔτε τάττω οὔτ’ἠρόμην τὸ ὅπως, ἀλλ’εἰ ἐπίστασαι, τοῦτο καὶ οὐκ ἐπίστασαι. νῦν δὲ οὐχ ὁρᾷς ὁρῶν φαίνῃ. ὡμολογηκὼς δὲ τυγχάνεις τὸ ὁρᾶν ἐπίστασθαι καὶ τὸ μὴ ὁρᾶν μὴ ἐπίστασθαι. ἐξ οὖν τούτων λογίζου τί σοι συμβαίνει.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ λογίζομαι ὅτι τἀναντία οἷς ὑπεθέμην.

Σωκρατης
Σω.
Σω.

ἴσως δέ γ’, θαυμάσιε, πλείω ἂν τοιαῦτ’ἔπαθες εἴ τίς σε προσηρώτα εἰ ἐπίστασθαι ἔστι μὲν ὀξύ, ἔστι δὲ ἀμβλύ, καὶ ἐγγύθεν μὲν ἐπίστασθαι, πόρρωθεν δὲ μή, καὶ σφόδρα καὶ ἠρέμα τὸ αὐτό, καὶ ἄλλα μυρία, ἐλλοχῶν ἂν πελταστικὸς ἀνὴρ μισθοφόρος ἐν λόγοις ἐρόμενος, ἡνίκ’ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν ἔθου, ἐμβαλὼν ἂν εἰς τὸ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ τὰς τοιαύτας αἰσθήσεις, ἤλεγχεν 165eἂν ἐπέχων καὶ οὐκ ἀνιεὶς πρὶν θαυμάσας τὴν πολυάρατον σοφίαν συνεποδίσθης ὑπ’αὐτοῦ, οὗ δή σε χειρωσάμενόςτε καὶ συνδήσας ἤδη ἂν τότε ἐλύτρου χρημάτων ὅσων σοίτε κἀκείνῳ ἐδόκει. τίν’οὖν δὴ Πρωταγόρας, φαίης ἂν ἴσως, λόγον ἐπίκουρον τοῖς αὑτοῦ ἐρεῖ; ἄλλο τι πειρώμεθα λέγειν;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ταῦτάτε δὴ πάντα ὅσα ἡμεῖς ἐπαμύνοντες αὐτῷ 166aλέγομεν, καὶ ὁμόσε οἶμαι χωρήσεται καταφρονῶν ἡμῶν καὶ λέγων · οὗτος δὴ Σωκράτης χρηστός, ἐπειδὴ αὐτῷ παιδίον τι ἐρωτηθὲν ἔδεισεν εἰ οἷόντε τὸν αὐτὸν τὸ αὐτὸ μεμνῆσθαι ἅμα καὶ μὴ εἰδέναι, καὶ δεῖσαν ἀπέφησεν διὰ τὸ μὴ δύνασθαι προορᾶν, γέλωτα δὴ τὸν ἐμὲ ἐν τοῖς λόγοις ἀπέδειξεν. τὸ δέ, ῥᾳθυμότατε Σώκρατες, τῇδ’ἔχει · ὅταν τι τῶν ἐμῶν δι’ἐρωτήσεως σκοπῇς, ἐὰν μὲν ἐρωτηθεὶς οἷάπερ ἂν ἐγὼ ἀποκριναίμην ἀποκρινάμενος σφάλληται, ἐγὼ 166bἐλέγχομαι, εἰ δὲ ἀλλοῖα, αὐτὸς ἐρωτηθείς. αὐτίκα γὰρ δοκεῖς τινά σοι συγχωρήσεσθαι μνήμην παρεῖναί τῳ ὧν ἔπαθε, τοιοῦτόν τι οὖσαν πάθος οἷον ὅτε ἔπασχε, μηκέτι πάσχοντι; πολλοῦ γε δεῖ. αὖ ἀποκνήσειν ὁμολογεῖν οἷόντ’εἶναι εἰδέναι καὶ μὴ εἰδέναι τὸν αὐτὸν τὸ αὐτό; ἐάνπερ τοῦτο δείσῃ, δώσειν ποτὲ τὸν αὐτὸν εἶναι τὸν ἀνομοιούμενον τῷ πρὶν ἀνομοιοῦσθαι ὄντι; μᾶλλον δὲ τὸν εἶναί τινα ἀλλ’οὐχὶ τούς, καὶ τούτους γιγνομένους ἀπείρους, ἐάνπερ 166cἀνομοίωσις γίγνηται, εἰ δὴ ὀνομάτων γε δεήσει θηρεύσεις διευλαβεῖσθαι ἀλλήλων; ἀλλ’, μακάριε, φήσει, γενναιοτέρως ἐπ’αὐτὸ ἐλθὼν λέγω, εἰ δύνασαι, ἐξέλεγξον ὡς οὐχὶ ἴδιαι αἰσθήσεις ἑκάστῳ ἡμῶν γίγνονται, ὡς ἰδίων γιγνομένων οὐδέν τι ἂν μᾶλλον τὸ φαινόμενον μόνῳ ἐκείνῳ γίγνοιτο, εἰ εἶναι δεῖ ὀνομάζειν, εἴη ᾧπερ φαίνεται · ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν εἰς τὰ συγγράμματά μου ἀναπείθεις, 166dοὐ καλῶς ποιῶν. ἐγὼ γάρ φημι μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα · μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶντε ὄντων καὶ μή, μυρίον μέντοι διαφέρειν ἕτερον ἑτέρου αὐτῷ τούτῳ, ὅτι τῷ μὲν ἄλλα ἔστιτε καὶ φαίνεται, τῷ δὲ ἄλλα. καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ μὴ φάναι εἶναι, ἀλλ’αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἄν τινι ἡμῶν, φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσῃ ἀγαθὰ φαίνεσθαίτε καὶ εἶναι. τὸν δὲ λόγον αὖ μὴ τῷ ῥήματί μου 166eδίωκε, ἀλλ’ὧδε ἔτι σαφέστερον μάθε τί λέγω. οἷον γὰρ ἐν τοῖς πρόσθεν ἐλέγετο ἀναμνήσθητι, ὅτι τῷ μὲν ἀσθενοῦντι πικρὰ φαίνεται ἐσθίει καὶ ἔστι, τῷ δὲ ὑγιαίνοντι τἀναντία ἔστι καὶ φαίνεται. σοφώτερον μὲν οὖν τούτων οὐδέτερον δεῖ 167aποιῆσαι οὐ δὲ γὰρ δυνατόν οὐ δὲ κατηγορητέον ὡς μὲν κάμνων ἀμαθὴς ὅτι τοιαῦτα δοξάζει, δὲ ὑγιαίνων σοφὸς ὅτι ἀλλοῖα, μεταβλητέον δ’ἐπὶ θάτερα · ἀμείνων γὰρ ἑτέρα ἕξις. οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνω μεταβλητέον · ἀλλ’ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, δὲ σοφιστὴς λόγοις. ἐπεὶ οὔ τί γε ψευδῆ δοξάζοντά τίς τινα ὕστερον ἀληθῆ ἐποίησε δοξάζειν · οὔτε γὰρ τὰ μὴ ὄντα δυνατὸν δοξάσαι, οὔτε ἄλλα παρ’ ἂν πάσχῃ, ταῦτα 167bδὲ ἀεὶ ἀληθῆ. ἀλλ’οἶμαι πονηρᾶς ψυχῆς ἕξει δοξάζοντα συγγενῆ ἑαυτῆς χρηστὴ ἐποίησε δοξάσαι ἕτερα τοιαῦτα, δή τινες τὰ φαντάσματα ὑπὸ ἀπειρίας ἀληθῆ καλοῦσιν, ἐγὼ δὲ βελτίω μὲν τὰ ἕτερα τῶν ἑτέρων, ἀληθέστερα δὲ οὐδέν. καὶ τοὺς σοφούς, φίλε Σώκρατες, πολλοῦ δέω βατράχους λέγειν, ἀλλὰ κατὰ μὲν σώματα ἰατροὺς λέγω, κατὰ δὲ φυτὰ γεωργούς. φημὶ γὰρ καὶ τούτους τοῖς φυτοῖς ἀντὶ πονηρῶν 167cαἰσθήσεων, ὅταν τι αὐτῶν ἀσθενῇ, χρηστὰς καὶ ὑγιεινὰς αἰσθήσειςτε καὶ ἀληθεῖς ἐμποιεῖν, τοὺς δέ γε σοφούςτε καὶ ἀγαθοὺς ῥήτορας ταῖς πόλεσι τὰ χρηστὰ ἀντὶ τῶν πονηρῶν δίκαια δοκεῖν εἶναι ποιεῖν. ἐπεὶ οἷά γ’ἂν ἑκάστῃ πόλει δίκαια καὶ καλὰ δοκῇ, ταῦτα καὶ εἶναι αὐτῇ, ἕως ἂν αὐτὰ νομίζῃ · ἀλλ’ σοφὸς ἀντὶ πονηρῶν ὄντων αὐτοῖς ἑκάστων χρηστὰ ἐποίησεν εἶναι καὶ δοκεῖν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ σοφιστὴς τοὺς παιδευομένους οὕτω δυνάμενος παιδαγωγεῖν σοφόςτε 167dκαὶ ἄξιος πολλῶν χρημάτων τοῖς παιδευθεῖσιν. καὶ οὕτω σοφώτεροίτέ εἰσιν ἕτεροι ἑτέρων καὶ οὐδεὶς ψευδῆ δοξάζει, καὶ σοί, ἐάντε βούλῃ ἐάντε μή, ἀνεκτέον ὄντι μέτρῳ · σῴζεται γὰρ ἐν τούτοις λόγος οὗτος. σὺ εἰ μὲν ἔχεις ἐξ ἀρχῆς ἀμφισβητεῖν, ἀμφισβήτει λόγῳ ἀντιδιεξελθών · εἰ δὲ δι’ἐρωτήσεων βούλει, δι’ἐρωτήσεων · οὐ δὲ γὰρ τοῦτο φευκτέον, ἀλλὰ πάντων μάλιστα διωκτέον τῷ νοῦν ἔχοντι. ποίει 167eμέντοι οὑτωσί · μὴ ἀδίκει ἐν τῷ ἐρωτᾶν. καὶ γὰρ πολλὴ ἀλογία ἀρετῆς φάσκοντα ἐπιμελεῖσθαι μηδὲν ἀλλ’ ἀδικοῦντα ἐν λόγοις διατελεῖν. ἀδικεῖν δ’ἐστὶν ἐν τῷ τοιούτῳ, ὅταν τις μὴ χωρὶς μὲν ὡς ἀγωνιζόμενος τὰς διατριβὰς ποιῆται, χωρὶς δὲ διαλεγόμενος, καὶ ἐν μὲν τῷ παίζῃτε καὶ σφάλλῃ καθ’ὅσον ἂν δύνηται, ἐν δὲ τῷ διαλέγεσθαι σπουδάζῃτε καὶ ἐπανορθοῖ τὸν προσδιαλεγόμενον, ἐκεῖνα μόνα αὐτῷ ἐνδεικνύμενος 168aτὰ σφάλματα, αὐτὸς ὑφ’ἑαυτοῦ καὶ τῶν προτέρων συνουσιῶν παρεκέκρουστο. ἂν μὲν γὰρ οὕτω ποιῇς, ἑαυτοὺς αἰτιάσονται οἱ προσδιατρίβοντές σοι τῆς αὑτῶν ταραχῆς καὶ ἀπορίας ἀλλ’οὐ σέ, καὶ σὲ μὲν διώξονται καὶ φιλήσουσιν, αὑτοὺς δὲ μισήσουσι καὶ φεύξονται ἀφ’ἑαυτῶν εἰς φιλοσοφίαν, ἵν’ἄλλοι γενόμενοι ἀπαλλαγῶσι τῶν οἳ πρότερον ἦσαν · ἐὰν δὲ τἀναντία τούτων δρᾷς ὥσπερ οἱ πολλοί, τἀναντία συμβήσεταί σοι καὶ τοὺς συνόντας ἀντὶ φιλοσόφων 168bμισοῦντας τοῦτο τὸ πρᾶγμα ἀποφανεῖς ἐπειδὰν πρεσβύτεροι γένωνται. ἐὰν οὖν ἐμοὶ πείθῃ, καὶ πρότερον ἐρρήθη, οὐ δυσμενῶς οὐ δὲ μαχητικῶς ἀλλ’ἵλεῳ τῇ διανοίᾳ συγκαθεὶς ὡς ἀληθῶς σκέψῃ τί ποτε λέγομεν, κινεῖσθαίτε ἀποφαινόμενοι τὰ πάντα, τότε δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι ἰδιώτῃτε καὶ πόλει. καὶ ἐκ τούτων ἐπισκέψῃ εἴτε ταὐτὸν εἴτε καὶ ἄλλο ἐπιστήμη καὶ αἴσθησις, ἀλλ’οὐχ ὥσπερ ἄρτι ἐκ συνηθείας 168cῥημάτωντε καὶ ὀνομάτων, οἱ πολλοὶ ὅπῃ ἂν τύχωσιν ἕλκοντες ἀπορίας ἀλλήλοις παντοδαπὰς παρέχουσι. ταῦτα, Θεόδωρε, τῷ ἑταίρῳ σου εἰς βοήθειαν προσηρξάμην κατ’ἐμὴν δύναμιν σμικρὰ ἀπὸ σμικρῶν · εἰ δ’αὐτὸς ἔζη, μεγαλειότερον ἂν τοῖς αὑτοῦ ἐβοήθησεν.

Θεοδωρος
Θε.
Θε.

παίζεις, Σώκρατες · πάνυ γὰρ νεανικῶς τῷ ἀνδρὶ βεβοήθηκας.

Σωκρατης
Σω.
Σω.

εὖ λέγεις, ἑταῖρε. καί μοι εἰπέ · ἐνενόησάς που λέγοντος ἄρτι τοῦ Πρωταγόρου καὶ ὀνειδίζοντος ἡμῖν ὅτι 168dπρὸς παιδίον τοὺς λόγους ποιούμενοι τῷ τοῦ παιδὸς φόβῳ ἀγωνιζοίμεθα εἰς τὰ ἑαυτοῦ, καὶ χαριεντισμόν τινα ἀποκαλῶν, ἀποσεμνύνων δὲ τὸ πάντων μέτρον, σπουδάσαι ἡμᾶς διεκελεύσατο περὶ τὸν αὑτοῦ λόγον;

Θεοδωρος
Θε.
Θε.

πῶς γὰρ οὐκ ἐνενόησα, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

τί οὖν; κελεύεις πείθεσθαι αὐτῷ;

Θεοδωρος
Θε.
Θε.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν ὅτι τάδε πάντα πλὴν σοῦ παιδία ἐστίν. εἰ οὖν πεισόμεθα τῷ ἀνδρί, ἐμὲ καὶ σὲ δεῖ ἐρωτῶντάςτε καὶ 168eἀποκρινομένους ἀλλήλοις σπουδάσαι αὐτοῦ περὶ τὸν λόγον, ἵνα μὴ τοῦτό γε ἔχῃ ἐγκαλεῖν, ὡς παίζοντες πρὸς μειράκια διεσκεψάμεθ’αὐτοῦ τὸν λόγον.

Θεοδωρος
Θε.
Θε.

τί δ’; οὐ πολλῶν τοι Θεαίτητος μεγάλους πώγωνας ἐχόντων ἄμεινον ἂν ἐπακολουθήσειε λόγῳ διερευνωμένῳ;

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὔ τι σοῦ γε, Θεόδωρε, ἄμεινον. μὴ οὖν οἴου ἐμὲ μὲν τῷ σῷ ἑταίρῳ τετελευτηκότι δεῖν παντὶ τρόπῳ 169aἐπαμύνειν, σὲ δὲ μηδενί. ἀλλ’ἴθι, ἄριστε, ὀλίγον ἐπίσπου, μέχρι τούτου αὐτοῦ ἕως ἂν εἰδῶμεν εἴτε ἄρα σὲ δεῖ διαγραμμάτων πέρι μέτρον εἶναι, εἴτε πάντες ὁμοίως σοὶ ἱκανοὶ ἑαυτοῖς εἴςτε ἀστρονομίαν καὶ τἆλλα ὧν δὴ σὺ πέρι αἰτίαν ἔχεις διαφέρειν.

Θεοδωρος
Θε.
Θε.

οὐ ῥᾴδιον, Σώκρατες, σοὶ παρακαθήμενον μὴ διδόναι λόγον, ἀλλ’ἐγὼ ἄρτι παρελήρησα φάσκων σε ἐπιτρέψειν μοι μὴ ἀποδύεσθαι, καὶ οὐχὶ ἀναγκάσειν καθάπερ Λακεδαιμόνιοι · σὺ δέ μοι δοκεῖς πρὸς τὸν Σκίρωνα μᾶλλον 169bτείνειν. Λακεδαιμόνιοι μὲν γὰρ ἀπιέναι ἀποδύεσθαι κελεύουσι, σὺ δὲ κατ’Ἀνταῖόν τί μοι μᾶλλον δοκεῖς τὸ δρᾶμα δρᾶν · τὸν γὰρ προσελθόντα οὐκ ἀνίης πρὶν ἂν ἀναγκάσῃς ἀποδύσας ἐν τοῖς λόγοις προσπαλαῖσαι.

Σωκρατης
Σω.
Σω.

ἄριστά γε, Θεόδωρε, τὴν νόσον μου ἀπῄκασας · ἰσχυρικώτερος μέντοι ἐγὼ ἐκείνων. μυρίοι γὰρ ἤδη μοι Ἡρακλέεςτε καὶ Θησέες ἐντυχόντες καρτεροὶ πρὸς τὸ λέγειν μάλ’εὖ συγκεκόφασιν, ἀλλ’ἐγὼ οὐδέν τι μᾶλλον ἀφίσταμαι · οὕτω τις ἔρως δεινὸς ἐνδέδυκε τῆς περὶ ταῦτα γυμνασίας. μὴ οὖν μη δὲ σὺ φθονήσῃς προσανατριψάμενος σαυτόντε ἅμα καὶ ἐμὲ ὀνῆσαι.

Θεοδωρος
Θε.
Θε.

οὐδὲν ἔτι ἀντιλέγω, ἀλλ’ἄγε ὅπῃ ’θέλεις · πάντως τὴν περὶ ταῦτα εἱμαρμένην ἣν ἂν σὺ ἐπικλώσῃς δεῖ ἀνατλῆναι ἐλεγχόμενον. οὐ μέντοι περαιτέρω γε ὧν προτίθεσαι οἷόςτ’ἔσομαι παρασχεῖν ἐμαυτόν σοι.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἀρκεῖ καὶ μέχρι τούτων. καί μοι πάνυ τήρει τὸ τοιόνδε, μή που παιδικόν τι λάθωμεν εἶδος τῶν λόγων 169dποιούμενοι, καί τις πάλιν ἡμῖν αὐτὸ ὀνειδίσῃ.

Θεοδωρος
Θε.
Θε.

ἀλλὰ δὴ πειράσομαί γε καθ’ὅσον ἂν δύνωμαι.

Σωκρατης
Σω.
Σω.

τοῦδε τοίνυν πρῶτον πάλιν ἀντιλαβώμεθα οὗπερ τὸ πρότερον, καὶ ἴδωμεν ὀρθῶς οὐκ ὀρθῶς ἐδυσχεραίνομεν ἐπιτιμῶντες τῷ λόγῳ ὅτι αὐτάρκη ἕκαστον εἰς φρόνησιν ἐποίει, καὶ ἡμῖν συνεχώρησεν Πρωταγόρας περίτε τοῦ ἀμείνονος καὶ χείρονος διαφέρειν τινάς, οὓς δὴ καὶ εἶναι σοφούς. οὐχί;

Θεοδωρος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ μὲν τοίνυν αὐτὸς παρὼν ὡμολόγει ἀλλὰ μὴ ἡμεῖς 169eβοηθοῦντες ὑπὲρ αὐτοῦ συνεχωρήσαμεν, οὐδὲν ἂν πάλιν ἔδει ἐπαναλαβόντας βεβαιοῦσθαι · νῦν δὲ τάχ’ἄν τις ἡμᾶς ἀκύρους τιθείη τῆς ὑπὲρ ἐκείνου ὁμολογίας. διὸ καλλιόνως ἔχει σαφέστερον περὶ τούτου αὐτοῦ διομολογήσασθαι · οὐ γάρ τι σμικρὸν παραλλάττει οὕτως ἔχον ἄλλως.

Θεοδωρος
Θε.
Θε.

λέγεις ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν δι’ἄλλων ἀλλ’ἐκ τοῦ ἐκείνου λόγου ὡς 170aδιὰ βραχυτάτων λάβωμεν τὴν ὁμολογίαν.

Θεοδωρος
Θε.
Θε.

πῶς;

Σωκρατης
Σω.
Σω.

οὑτωσί · τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναί φησί που δοκεῖ;

Θεοδωρος
Θε.
Θε.

φησὶ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, Πρωταγόρα, καὶ ἡμεῖς ἀνθρώπου, μᾶλλον δὲ πάντων ἀνθρώπων δόξας λέγομεν, καὶ φαμὲν οὐδένα ὅντινα οὐ τὰ μὲν αὑτὸν ἡγεῖσθαι τῶν ἄλλων σοφώτερον, τὰ δὲ ἄλλους ἑαυτοῦ, καὶ ἔν γε τοῖς μεγίστοις κινδύνοις, ὅταν ἐν στρατείαις νόσοις ἐν θαλάττῃ χειμάζωνται, ὥσπερ πρὸς θεοὺς ἔχειν τοὺς ἐν ἑκάστοις ἄρχοντας, σωτῆρας σφῶν 170bπροσδοκῶντας, οὐκ ἄλλῳ τῳ διαφέροντας τῷ εἰδέναι · καὶ πάντα που μεστὰ τἀνθρώπινα ζητούντων διδασκάλουςτε καὶ ἄρχοντας ἑαυτῶντε καὶ τῶν ἄλλων ζῴων τῶντε ἐργασιῶν, οἰομένωντε αὖ ἱκανῶν μὲν διδάσκειν, ἱκανῶν δὲ ἄρχειν εἶναι. καὶ ἐν τούτοις ἅπασι τί ἄλλο φήσομεν αὐτοὺς τοὺς ἀνθρώπους ἡγεῖσθαι σοφίαν καὶ ἀμαθίαν εἶναι παρὰ σφίσιν;

Θεοδωρος
Θε.
Θε.

οὐδὲν ἄλλο.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὴν μὲν σοφίαν ἀληθῆ διάνοιαν ἡγοῦνται, τὴν δὲ ἀμαθίαν ψευδῆ δόξαν;

Θεοδωρος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τί οὖν, Πρωταγόρα, χρησόμεθα τῷ λόγῳ; πότερον ἀληθῆ φῶμεν ἀεὶ τοὺς ἀνθρώπους δοξάζειν, τοτὲ μὲν ἀληθῆ, τοτὲ δὲ ψευδῆ; ἐξ ἀμφοτέρων γάρ που συμβαίνει μὴ ἀεὶ ἀληθῆ ἀλλ’ἀμφότερα αὐτοὺς δοξάζειν. σκόπει γάρ, Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν σὺ αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆτε εἶναι καὶ ψευδῆ δοξάζειν.

Θεοδωρος
Θε.
Θε.

ἀλλ’ἄπιστον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν εἰς τοῦτό γε ἀνάγκης λόγος ἥκει πάντων χρημάτων μέτρον ἄνθρωπον λέγων.

Θεοδωρος
Θε.
Θε.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

ὅταν σὺ κρίνας τι παρὰ σαυτῷ πρός με ἀποφαίνῃ περί τινος δόξαν, σοὶ μὲν δὴ τοῦτο κατὰ τὸν ἐκείνου λόγον ἀληθὲς ἔστω, ἡμῖν δὲ δὴ τοῖς ἄλλοις περὶ τῆς σῆς κρίσεως πότερον οὐκ ἔστιν κριταῖς γενέσθαι, ἀεὶ σὲ κρίνομεν ἀληθῆ δοξάζειν; μυρίοι ἑκάστοτέ σοι μάχονται ἀντιδοξάζοντες, ἡγούμενοι ψευδῆ κρίνειντε καὶ οἴεσθαι;

Θεοδωρος
Θε.
Θε.

νὴ τὸν Δία, Σώκρατες, μάλα μυρίοι δῆτα, φησὶν Ὅμηρος, οἵ γέ μοι τὰ ἐξ ἀνθρώπων πράγματα παρέχουσιν.

Σωκρατης
Σω.
Σω.

τί οὖν; βούλει λέγωμεν ὡς σὺ τότε σαυτῷ μὲν ἀληθῆ δοξάζεις, τοῖς δὲ μυρίοις ψευδῆ;

Θεοδωρος
Θε.
Θε.

ἔοικεν ἔκ γε τοῦ λόγου ἀνάγκη εἶναι.

Σωκρατης
Σω.
Σω.

τί δὲ αὐτῷ Πρωταγόρᾳ; ἆρ’οὐχὶ ἀνάγκη, εἰ μὲν μη δὲ αὐτὸς ᾤετο μέτρον εἶναι ἄνθρωπον μη δὲ οἱ πολλοί, ὥσπερ οὐ δὲ οἴονται, μηδενὶ δὴ εἶναι ταύτην τὴν ἀλήθειαν 171aἣν ἐκεῖνος ἔγραψεν; εἰ δὲ αὐτὸς μὲν ᾤετο, τὸ δὲ πλῆθος μὴ συνοίεται, οἶσθ’ὅτι πρῶτον μὲν ὅσῳ πλείους οἷς μὴ δοκεῖ οἷς δοκεῖ, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ἔστιν.

Θεοδωρος
Θε.
Θε.

ἀνάγκη, εἴπερ γε καθ’ἑκάστην δόξαν ἔσται καὶ οὐκ ἔσται.

Σωκρατης
Σω.
Σω.

ἔπειτά γε τοῦτ’ἔχει κομψότατον · ἐκεῖνος μὲν περὶ τῆς αὑτοῦ οἰήσεως τὴν τῶν ἀντιδοξαζόντων οἴησιν, ἐκεῖνον ἡγοῦνται ψεύδεσθαι, συγχωρεῖ που ἀληθῆ εἶναι ὁμολογῶν τὰ ὄντα δοξάζειν ἅπαντας.

Θεοδωρος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὴν αὑτοῦ ἂν ψευδῆ συγχωροῖ, εἰ τὴν τῶν ἡγουμένων αὐτὸν ψεύδεσθαι ὁμολογεῖ ἀληθῆ εἶναι;

Θεοδωρος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

οἱ δέ γ’ἄλλοι οὐ συγχωροῦσιν ἑαυτοῖς ψεύδεσθαι;

Θεοδωρος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

δέ γ’αὖ ὁμολογεῖ καὶ ταύτην ἀληθῆ τὴν δόξαν ἐξ ὧν γέγραφεν.

Θεοδωρος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἐξ ἁπάντων ἄρα ἀπὸ Πρωταγόρου ἀρξαμένων ἀμφισβητήσεται, μᾶλλον δὲ ὑπό γε ἐκείνου ὁμολογήσεται, ὅταν τῷ τἀναντία λέγοντι συγχωρῇ ἀληθῆ αὐτὸν δοξάζειν, 171cτότε καὶ Πρωταγόρας αὐτὸς συγχωρήσεται μήτε κύνα μήτε τὸν ἐπιτυχόντα ἄνθρωπον μέτρον εἶναι μη δὲ περὶ ἑνὸς οὗ ἂν μὴ μάθῃ. οὐχ οὕτως;

Θεοδωρος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπειδὴ ἀμφισβητεῖται ὑπὸ πάντων, οὐδενὶ ἂν εἴη Πρωταγόρου Ἀλήθεια ἀληθής, οὔτε τινὶ ἄλλῳ οὔτ’αὐτῷ ἐκείνῳ.

Θεοδωρος
Θε.
Θε.

ἄγαν, Σώκρατες, τὸν ἑταῖρόν μου καταθέομεν.

Σωκρατης
Σω.
Σω.

ἀλλά τοι, φίλε, ἄδηλον εἰ καὶ παραθέομεν τὸ ὀρθόν. εἰκός γε ἄρα ἐκεῖνον πρεσβύτερον ὄντα σοφώτερον 171dἡμῶν εἶναι · καὶ εἰ αὐτίκα ἐντεῦθεν ἀνακύψειε μέχρι τοῦ αὐχένος, πολλὰ ἂν ἐμέτε ἐλέγξας ληροῦντα, ὡς τὸ εἰκός, καὶ σὲ ὁμολογοῦντα, καταδὺς ἂν οἴχοιτο ἀποτρέχων. ἀλλ’ἡμῖν ἀνάγκη οἶμαι χρῆσθαι ἡμῖν αὐτοῖς ὁποῖοί τινές ἐσμεν, καὶ τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν. καὶ δῆτα καὶ νῦν ἄλλο τι φῶμεν ὁμολογεῖν ἂν τοῦτό γε ὁντινοῦν, τὸ εἶναι σοφώτερον ἕτερον ἑτέρου, εἶναι δὲ καὶ ἀμαθέστερον;

Θεοδωρος
Θε.
Θε.

ἐμοὶ γοῦν δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ ταύτῃ ἂν μάλιστα ἵστασθαι τὸν λόγον, 171eἡμεῖς ὑπεγράψαμεν βοηθοῦντες Πρωταγόρᾳ, ὡς τὰ μὲν πολλὰ δοκεῖ, ταύτῃ καὶ ἔστιν ἑκάστῳ, θερμά, ξηρά, γλυκέα, πάντα ὅσα τοῦ τύπου τούτου · εἰ δέ που ἔν τισι συγχωρήσεται διαφέρειν ἄλλον ἄλλου, περὶ τὰ ὑγιεινὰ καὶ νοσώδη ἐθελῆσαι ἂν φάναι μὴ πᾶν γύναιον καὶ παιδίον, καὶ θηρίον δέ, ἱκανὸν εἶναι ἰᾶσθαι αὑτὸ γιγνῶσκον ἑαυτῷ τὸ ὑγιεινόν, ἀλλὰ ἐνταῦθα δὴ ἄλλον ἄλλου διαφέρειν, εἴπερ που;

Θεοδωρος
Θε.
Θε.

ἔμοιγε δοκεῖ οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ περὶ πολιτικῶν, καλὰ μὲν καὶ αἰσχρὰ καὶ δίκαια καὶ ἄδικα καὶ ὅσια καὶ μή, οἷα ἂν ἑκάστη πόλις οἰηθεῖσα θῆται νόμιμα αὑτῇ, ταῦτα καὶ εἶναι τῇ ἀληθείᾳ ἑκάστῃ, καὶ ἐν τούτοις μὲν οὐδὲν σοφώτερον οὔτε ἰδιώτην ἰδιώτου οὔτε πόλιν πόλεως εἶναι · ἐν δὲ τῷ συμφέροντα ἑαυτῇ μὴ συμφέροντα τίθεσθαι, ἐνταῦθ’, εἴπερ που, αὖ ὁμολογήσει σύμβουλόντε συμβούλου διαφέρειν καὶ πόλεως δόξαν ἑτέραν ἑτέρας πρὸς ἀλήθειαν, καὶ οὐκ ἂν πάνυ τολμήσειε 172bφῆσαι, ἂν θῆται πόλις συμφέροντα οἰηθεῖσα αὑτῇ, παντὸς μᾶλλον ταῦτα καὶ συνοίσειν · ἀλλ’ἐκεῖ οὗ λέγω, ἐν τοῖς δικαίοις καὶ ἀδίκοις καὶ ὁσίοις καὶ ἀνοσίοις, ἐθέλουσιν ἰσχυρίζεσθαι ὡς οὐκ ἔστι φύσει αὐτῶν οὐδὲν οὐσίαν ἑαυτοῦ ἔχον, ἀλλὰ τὸ κοινῇ δόξαν τοῦτο γίγνεται ἀληθὲς τότε, ὅταν δόξῃ καὶ ὅσον ἂν δοκῇ χρόνον. καὶ ὅσοι γε ἂν μὴ παντάπασι τὸν Πρωταγόρου λόγον λέγωσιν, ὧδέ πως τὴν σοφίαν ἄγουσι. λόγος δὲ ἡμᾶς, Θεόδωρε, ἐκ λόγου μείζων ἐξ ἐλάττονος 172cκαταλαμβάνει.

Θεοδωρος
Θε.
Θε.

οὐκοῦν σχολὴν ἄγομεν, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

φαινόμεθα. καὶ πολλάκις μέν γε δή, δαιμόνιε, καὶ ἄλλοτε κατενόησα, ἀτὰρ καὶ νῦν, ὡς εἰκότως οἱ ἐν ταῖς φιλοσοφίαις πολὺν χρόνον διατρίψαντες εἰς τὰ δικαστήρια ἰόντες γελοῖοι φαίνονται ῥήτορες.

Θεοδωρος
Θε.
Θε.

πῶς δὴ οὖν λέγεις;

Σωκρατης
Σω.
Σω.

κινδυνεύουσιν οἱ ἐν δικαστηρίοις καὶ τοῖς τοιούτοις ἐκ νέων κυλινδούμενοι πρὸς τοὺς ἐν φιλοσοφίᾳ καὶ τῇ 172dτοιᾷδε διατριβῇ τεθραμμένους ὡς οἰκέται πρὸς ἐλευθέρους τεθράφθαι.

Θεοδωρος
Θε.
Θε.

πῇ δή;

Σωκρατης
Σω.
Σω.

ἧι τοῖς μὲν τοῦτο σὺ εἶπες ἀεὶ πάρεστι, σχολή, καὶ τοὺς λόγους ἐν εἰρήνῃ ἐπὶ σχολῆς ποιοῦνται · ὥσπερ ἡμεῖς νυνὶ τρίτον ἤδη λόγον ἐκ λόγου μεταλαμβάνομεν, οὕτω κἀκεῖνοι, ἐὰν αὐτοὺς ἐπελθὼν τοῦ προκειμένου μᾶλλον καθάπερ ἡμᾶς ἀρέσῃ · καὶ διὰ μακρῶν βραχέων μέλει οὐδὲν λέγειν, ἂν μόνον τύχωσι τοῦ ὄντος · οἱ δὲ ἐν ἀσχολίᾳ172eτε ἀεὶ λέγουσι κατεπείγει γὰρ ὕδωρ ῥέον καὶ οὐκ ἐγχωρεῖ περὶ οὗ ἂν ἐπιθυμήσωσι τοὺς λόγους ποιεῖσθαι, ἀλλ’ἀνάγκην ἔχων ἀντίδικος ἐφέστηκεν καὶ ὑπογραφὴν παραναγιγνωσκομένην ὧν ἐκτὸς οὐ ῥητέον · οἱ δὲ λόγοι ἀεὶ περὶ ὁμοδούλου πρὸς δεσπότην καθήμενον, ἐν χειρί τινα δίκην ἔχοντα, καὶ οἱ ἀγῶνες οὐδέποτε τὴν ἄλλως ἀλλ’ἀεὶ τὴν περὶ αὐτοῦ, πολλάκις δὲ καὶ περὶ ψυχῆς 173a δρόμος · ὥστ’ἐξ ἁπάντων τούτων ἔντονοι καὶ δριμεῖς γίγνονται, ἐπιστάμενοι τὸν δεσπότην λόγῳτε θωπεῦσαι καὶ ἔργῳ ὑπελθεῖν, σμικροὶ δὲ καὶ οὐκ ὀρθοὶ τὰς ψυχάς. τὴν γὰρ αὔξην καὶ τὸ εὐθύτε καὶ τὸ ἐλευθέριον ἐκ νέων δουλεία ἀφῄρηται, ἀναγκάζουσα πράττειν σκολιά, μεγάλους κινδύνους καὶ φόβους ἔτι ἁπαλαῖς ψυχαῖς ἐπιβάλλουσα, οὓς οὐ δυνάμενοι μετὰ τοῦ δικαίου καὶ ἀληθοῦς ὑποφέρειν, εὐθὺς ἐπὶ τὸ ψεῦδόςτε καὶ τὸ ἀλλήλους ἀνταδικεῖν τρεπόμενοι 173bπολλὰ κάμπτονται καὶ συγκλῶνται, ὥσθ’ὑγιὲς οὐδὲν ἔχοντες τῆς διανοίας εἰς ἄνδρας ἐκ μειρακίων τελευτῶσι, δεινοίτε καὶ σοφοὶ γεγονότες, ὡς οἴονται. καὶ οὗτοι μὲν δὴ τοιοῦτοι, Θεόδωρε · τοὺς δὲ τοῦ ἡμετέρου χοροῦ πότερον βούλει διελθόντες ἐάσαντες πάλιν ἐπὶ τὸν λόγον τρεπώμεθα, ἵνα μὴ καί, νυνδὴ ἐλέγομεν, λίαν πολὺ τῇ ἐλευθερίᾳ καὶ μεταλήψει τῶν λόγων καταχρώμεθα;

Θεοδωρος
Θε.
Θε.

μηδαμῶς, Σώκρατες, ἀλλὰ διελθόντες. πάνυ 173cγὰρ εὖ τοῦτο εἴρηκας, ὅτι οὐχ ἡμεῖς οἱ ἐν τῷ τοιῷδε χορεύοντες τῶν λόγων ὑπηρέται, ἀλλ’οἱ λόγοι ἡμέτεροι ὥσπερ οἰκέται, καὶ ἕκαστος αὐτῶν περιμένει ἀποτελεσθῆναι ὅταν ἡμῖν δοκῇ · οὔτε γὰρ δικαστὴς οὔτε θεατὴς ὥσπερ ποιηταῖς ἐπιτιμήσωντε καὶ ἄρξων ἐπιστατεῖ παρ’ἡμῖν.

Σωκρατης
Σω.
Σω.

λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων · τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς 173dἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐ δὲ ὅπου δικαστήριον βουλευτήριον τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον · νόμους δὲ καὶ ψηφίσματα λεγόμενα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι · σπουδαὶ δὲ ἑταιριῶν ἐπ’ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐ δὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ κακῶς τις γέγονεν ἐν πόλει, τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν οἱ τῆς θαλάττης λεγόμενοι 173eχόες. καὶ ταῦτα πάντ’οὐ δ’ὅτι οὐκ οἶδεν, οἶδεν · οὐ δὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον τᾶςτε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, οὐρανοῦθ’ὕπερ ἀστρονομοῦσα, 174aκαὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν αὑτὴν συγκαθιεῖσα.

Θεοδωρος
Θε.
Θε.

πῶς τοῦτο λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δ’ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας 174bὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον μὲν πλησίον καὶ γείτων λέληθεν, οὐ μόνον ὅτι πράττει, ἀλλ’ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν τι ἄλλο θρέμμα · τί δέ ποτ’ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν πάσχειν, ζητεῖτε καὶ πράγματ’ἔχει διερευνώμενος. μανθάνεις γάρ που, Θεόδωρε · οὔ;

Θεοδωρος
Θε.
Θε.

ἔγωγε · καὶ ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τοιγάρτοι, φίλε, ἰδίᾳτε συγγιγνόμενος τοιοῦτος 174cἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατάτε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχομένη · ἔντε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτ’οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι · ἀπορῶν 174dοὖν γελοῖος φαίνεται. ἔντε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι. τύραννόντε γὰρ βασιλέα ἐγκωμιαζόμενον, ἕνα τῶν νομέων, οἷον συβώτην ποιμένα τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα · δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειντε καὶ βδάλλειν νομίζει αὐτούς, ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν 174eνομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία πλέθρα ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ 175aἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐ δὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλῆς καὶ δοῦλοι βάρβαροίτε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν · ἀλλ’ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι 175bδὲ ἀπ’Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ πεντηκοστὸς ἀπ’αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαίτε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. ἐν ἅπασι δὴ τούτοις τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δ’ἐν ποσὶν ἀγνοῶντε καὶ ἐν ἑκάστοις ἀπορῶν.

Θεοδωρος
Θε.
Θε.

παντάπασι τὰ γιγνόμενα λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ὅταν δέ γέ τινα αὐτός, φίλε, ἑλκύσῃ ἄνω, καὶ 175cἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ τί ἐγὼ σὲ ἀδικῶ σὺ ἐμέ; εἰς σκέψιν αὐτῆς δικαιοσύνηςτε καὶ ἀδικίας, τίτε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἀλλήλων διαφέρετον, ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων, κεκτημένοςτ’αὖ χρυσίον, βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίωτέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν περὶ τούτων ἁπάντων ὅταν αὖ δέῃ λόγον 175dδιδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν · εἰλιγγιῶντε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶντε καὶ ἀπορῶν καὶ βατταρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐ δ’ἄλλῳ ἀπαιδεύτῳ οὐδενί, οὐ γὰρ αἰσθάνονται, τοῖς δ’ἐναντίως ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. οὗτος δὴ ἑκατέρου τρόπος, Θεόδωρε, 175eμὲν τῷ ὄντι ἐν ἐλευθερίᾳτε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μη δὲ ὄψον ἡδῦναι θῶπας λόγους · δ’αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶςτε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθερίως οὐ δέ γ’ἁρμονίαν λόγων 176aλαβόντος ὀρθῶς ὑμνῆσαι θεῶντε καὶ ἀνδρῶν εὐδαιμόνων βίον.

Θεοδωρος
Θε.
Θε.

εἰ πάντας, Σώκρατες, πείθοις λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ’ἀνθρώπους εἴη.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὔτ’ἀπολέσθαι τὰ κακὰ δυνατόν, Θεόδωρε ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη οὔτ’ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε 176bἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν · ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γάρ, ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δ’οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι · ταῦτα μὲν γάρ ἐστιν λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται · τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν. θεὸς οὐδαμῇ 176cοὐδαμῶς ἄδικος, ἀλλ’ὡς οἷόντε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτο καὶ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενίατε καὶ ἀνανδρία. μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής · αἱ δ’ἄλλαι δεινότητέςτε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις 176dβάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι πράττοντι μακρῷ ἄριστ’ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι · ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ’ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται · ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσιν, πληγαίτε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν 176eοὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.

Θεοδωρος
Θε.
Θε.

τίνα δὴ λέγεις;

Σωκρατης
Σω.
Σω.

παραδειγμάτων, φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητόςτε καὶ τῆς ἐσχάτης 177aἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι. οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν εἰκότα βίον ὁμοιοῦνται · ἐὰν δ’εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.

Θεοδωρος
Θε.
Θε.

καὶ μάλα δή, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

οἶδά τοι, ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν · ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναίτε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν. περὶ μὲν οὖν τούτων, ἐπειδὴ καὶ πάρεργα τυγχάνει λεγόμενα, ἀποστῶμεν εἰ δὲ μή, πλείω 177cἀεὶ ἐπιρρέοντα καταχώσει ἡμῶν τὸν ἐξ ἀρχῆς λόγον ἐπὶ δὲ τὰ ἔμπροσθεν ἴωμεν, εἰ καὶ σοὶ δοκεῖ.

Θεοδωρος
Θε.
Θε.

ἐμοὶ μὲν τὰ τοιαῦτα, Σώκρατες, οὐκ ἀηδέστερα ἀκούειν · ῥᾴω γὰρ τηλικῷδε ὄντι ἐπακολουθεῖν. εἰ μέντοι δοκεῖ, πάλιν ἐπανίωμεν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐνταῦθά που ἦμεν τοῦ λόγου, ἐν ἔφαμεν τοὺς τὴν φερομένην οὐσίαν λέγοντας, καὶ τὸ ἀεὶ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι τούτῳ δοκεῖ, ἐν μὲν τοῖς ἄλλοις ἐθέλειν διισχυρίζεσθαι καὶ οὐχ ἥκιστα περὶ τὰ δίκαια, ὡς 177dπαντὸς μᾶλλον ἂν θῆται πόλις δόξαντα αὑτῇ, ταῦτα καὶ ἔστι δίκαια τῇ θεμένῃ, ἕωσπερ ἂν κέηται · περὶ δὲ τἀγαθὰ οὐδένα ἀνδρεῖον ἔθ’οὕτως εἶναι ὥστε τολμᾶν διαμάχεσθαι ὅτι καὶ ἂν ὠφέλιμα οἰηθεῖσα πόλις ἑαυτῇ θῆται, καὶ ἔστι τοσοῦτον χρόνον ὅσον ἂν κέηται ὠφέλιμα, πλὴν εἴ τις τὸ ὄνομα λέγοι · τοῦτο δέ που σκῶμμ’ἂν εἴη πρὸς λέγομεν. οὐχί;

Θεοδωρος
Θε.
Θε.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

μὴ γὰρ λεγέτω τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα τὸ ὀνομαζόμενον θεωρείτω.

Θεοδωρος
Θε.
Θε.

μὴ γάρ.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ ἂν τοῦτο ὀνομάζῃ, τούτου δήπου στοχάζεται νομοθετουμένη, καὶ πάντας τοὺς νόμους, καθ’ὅσον οἴεταίτε καὶ δύναται, ὡς ὠφελιμωτάτους ἑαυτῇ τίθεται · πρὸς ἄλλο τι βλέπουσα νομοθετεῖται;

Θεοδωρος
Θε.
Θε.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

οὖν καὶ τυγχάνει ἀεί, πολλὰ καὶ διαμαρτάνει ἑκάστη;

Θεοδωρος
Θε.
Θε.

οἶμαι ἔγωγε καὶ ἁμαρτάνειν.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν ἐνθένδε ἂν μᾶλλον πᾶς τις ὁμολογήσειεν ταὐτὰ ταῦτα, εἰ περὶ παντός τις τοῦ εἴδους ἐρωτῴη ἐν καὶ τὸ ὠφέλιμον τυγχάνει ὄν · ἔστι δέ που καὶ περὶ τὸν μέλλοντα χρόνον. ὅταν γὰρ νομοθετώμεθα, ὡς ἐσομένους ὠφελίμους τοὺς νόμους τιθέμεθα εἰς τὸν ἔπειτα χρόνον · τοῦτο δὲ μέλλον ὀρθῶς ἂν λέγοιμεν.

Θεοδωρος
Θε.
Θε.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, οὑτωσὶ ἐρωτῶμεν Πρωταγόραν ἄλλον τινὰ τῶν ἐκείνῳ τὰ αὐτὰ λεγόντων · πάντων μέτρον ἄνθρωπός ἐστιν, ὡς φατέ, Πρωταγόρα, λευκῶν βαρέων κούφων, οὐδενὸς ὅτου οὐ τῶν τοιούτων · ἔχων γὰρ αὐτῶν τὸ κριτήριον ἐν αὑτῷ, οἷα πάσχει τοιαῦτα οἰόμενος, ἀληθῆτε οἴεται αὑτῷ καὶ ὄντα. οὐχ οὕτω;

Θεοδωρος
Θε.
Θε.

οὕτω.

Σωκρατης
Σω.
Σω.

καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, Πρωταγόρα, 178cἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι; οἷον θερμή · ἆρ’ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐ δὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα;

Θεοδωρος
Θε.
Θε.

γελοῖον μεντἂν εἴη.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οἶμαι περὶ οἴνου γλυκύτητος καὶ αὐστηρότητος 178dμελλούσης ἔσεσθαι τοῦ γεωργοῦ δόξα ἀλλ’οὐχ τοῦ κιθαριστοῦ κυρία.

Θεοδωρος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἂν αὖ περὶ ἀναρμόστουτε καὶ εὐαρμόστου ἐσομένου παιδοτρίβης ἂν βέλτιον δοξάσειεν μουσικοῦ, καὶ ἔπειτα αὐτῷ τῷ παιδοτρίβῃ δόξει εὐάρμοστον εἶναι.

Θεοδωρος
Θε.
Θε.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης, ἀκυροτέρα κρίσις τῆς τοῦ ὀψοποιοῦ περὶ τῆς ἐσομένης ἡδονῆς. περὶ μὲν γὰρ τοῦ 178eἤδη ὄντος ἑκάστῳ ἡδέος γεγονότος μηδέν πω τῷ λόγῳ διαμαχώμεθα, ἀλλὰ περὶ τοῦ μέλλοντος ἑκάστῳ καὶ δόξειν καὶ ἔσεσθαι πότερον αὐτὸς αὑτῷ ἄριστος κριτής, σύ, Πρωταγόρα, τό γε περὶ λόγους πιθανὸν ἑκάστῳ ἡμῶν ἐσόμενον εἰς δικαστήριον βέλτιον ἂν προδοξάσαις τῶν ἰδιωτῶν ὁστισοῦν;

Θεοδωρος
Θε.
Θε.

καὶ μάλα, Σώκρατες, τοῦτό γε σφόδρα ὑπισχνεῖτο πάντων διαφέρειν αὐτός.

Σωκρατης
Σω.
Σω.

νὴ Δία, μέλε · οὐδείς γ’ἂν αὐτῷ διελέγετο 179aδιδοὺς πολὺ ἀργύριον, εἰ μὴ τοὺς συνόντας ἔπειθεν ὅτι καὶ τὸ μέλλον ἔσεσθαίτε καὶ δόξειν οὔτε μάντις οὔτε τις ἄλλος ἄμεινον κρίνειεν ἂν αὐτός.

Θεοδωρος
Θε.
Θε.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ αἱ νομοθεσίαι καὶ τὸ ὠφέλιμον περὶ τὸ μέλλον ἐστί, καὶ πᾶς ἂν ὁμολογοῖ νομοθετουμένην πόλιν πολλάκις ἀνάγκην εἶναι τοῦ ὠφελιμωτάτου ἀποτυγχάνειν;

Θεοδωρος
Θε.
Θε.

μάλα γε.

Σωκρατης
Σω.
Σω.

μετρίως ἄρα ἡμῖν πρὸς τὸν διδάσκαλόν σου εἰρήσεται 179bὅτι ἀνάγκη αὐτῷ ὁμολογεῖν σοφώτερόντε ἄλλον ἄλλου εἶναι καὶ τὸν μὲν τοιοῦτον μέτρον εἶναι, ἐμοὶ δὲ τῷ ἀνεπιστήμονι μη δὲ ὁπωστιοῦν ἀνάγκην εἶναι μέτρῳ γίγνεσθαι, ὡς ἄρτι με ἠνάγκαζεν ὑπὲρ ἐκείνου λόγος, εἴτ’ἐβουλόμην εἴτε μή, τοιοῦτον εἶναι.

Θεοδωρος
Θε.
Θε.

ἐκείνῃ μοι δοκεῖ, Σώκρατες, μάλιστα ἁλίσκεσθαι λόγος, ἁλισκόμενος καὶ ταύτῃ, τὰς τῶν ἄλλων δόξας κυρίας ποιεῖ, αὗται δὲ ἐφάνησαν τοὺς ἐκείνου λόγους οὐδαμῇ ἀληθεῖς ἡγούμεναι.

Σωκρατης
Σω.
Σω.

πολλαχῇ, Θεόδωρε, καὶ ἄλλῃ ἂν τό γε τοιοῦτον ἁλοίη μὴ πᾶσαν παντὸς ἀληθῆ δόξαν εἶναι · περὶ δὲ τὸ παρὸν ἑκάστῳ πάθος, ἐξ ὧν αἱ αἰσθήσεις καὶ αἱ κατὰ ταύτας δόξαι γίγνονται, χαλεπώτερον ἑλεῖν ὡς οὐκ ἀληθεῖς. ἴσως δὲ οὐδὲν λέγω · ἀνάλωτοι γάρ, εἰ ἔτυχον, εἰσίν, καὶ οἱ φάσκοντες αὐτὰς ἐναργεῖςτε εἶναι καὶ ἐπιστήμας τάχα ἂν ὄντα λέγοιεν, καὶ Θεαίτητος ὅδε οὐκ ἀπὸ σκοποῦ εἴρηκεν 179dαἴσθησιν καὶ ἐπιστήμην ταὐτὸν θέμενος. προσιτέον οὖν ἐγγυτέρω, ὡς ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται · μάχη δ’οὖν περὶ αὐτῆς οὐ φαύλη οὐ δ’ὀλίγοις γέγονεν.

Θεοδωρος
Θε.
Θε.

πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.

Σωκρατης
Σω.
Σω.

τῷ τοι, φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ 179eἀρχῆς, ὥσπερ αὐτοὶ ὑποτείνονται.

Θεοδωρος
Θε.
Θε.

παντάπασι μὲν οὖν. καὶ γάρ, Σώκρατες, περὶ τούτων τῶν Ἡρακλειτείων , ὥσπερ σὺ λέγεις, Ὁμηρείων καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι, οὐδὲν μᾶλλον οἷόντε διαλεχθῆναι τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δ’ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως 180aἐν μέρει ἀποκρίνασθαι καὶ ἐρέσθαι ἧττον αὐτοῖς ἔνι τὸ μηδέν · μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐ δ’οὐδὲν πρὸς τὸ μη δὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ’ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, κἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν · οὐ δέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ’εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι 180bμήτ’ἐν λόγῳ μήτ’ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι · τούτῳ δὲ πάνυ πολεμοῦσιν, καὶ καθ’ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν.

Σωκρατης
Σω.
Σω.

ἴσως, Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσιν δὲ οὐ συγγέγονας · οὐ γὰρ σοὶ ἑταῖροί εἰσιν. ἀλλ’οἶμαι τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.

Θεοδωρος
Θε.
Θε.

ποίοις μαθηταῖς, δαιμόνιε; οὐ δὲ γίγνεται τῶν 180cτοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ’αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι. παρὰ μὲν οὖν τούτων, ὅπερ ᾖα ἐρῶν, οὐκ ἄν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων · αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι.

Σωκρατης
Σω.
Σω.

καὶ μετρίως γε λέγεις. τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως 180dἐπικρυπτομένων τοὺς πολλούς, ὡς γένεσις τῶν ἄλλων πάντων Ὠκεανόςτε καὶ Τηθὺς ῥεύματα ὄντα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων ἅτε σοφωτέρων ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, 180e οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ’εἶναι καὶ ἄλλα ὅσα Μέλισσοίτε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕντε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν αὑτῷ οὐκ ἔχον χώραν ἐν κινεῖται. τούτοις οὖν, ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἂν μή 181aπῃ ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ’ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία. δοκεῖ οὖν μοι τοὺς ἑτέρους πρότερον σκεπτέον, ἐφ’οὕσπερ ὡρμήσαμεν, τοὺς ῥέοντας, καὶ ἐὰν μέν τι φαίνωνται λέγοντες, συνέλξομεν μετ’αὐτῶν ἡμᾶς αὐτούς, τοὺς ἑτέρους ἐκφυγεῖν πειρώμενοι · ἐὰν δὲ οἱ τοῦ ὅλου στασιῶται ἀληθέστερα λέγειν δοκῶσι, φευξόμεθα παρ’181bαὐτοὺς ἀπ’αὖ τῶν τὰ ἀκίνητα κινούντων. ἀμφότεροι δ’ἂν φανῶσι μηδὲν μέτριον λέγοντες, γελοῖοι ἐσόμεθα ἡγούμενοι ἡμᾶς μὲν τὶ λέγειν φαύλους ὄντας, παμπαλαίους δὲ καὶ πασσόφους ἄνδρας ἀποδεδοκιμακότες. ὅρα οὖν, Θεόδωρε, εἰ λυσιτελεῖ εἰς τοσοῦτον προϊέναι κίνδυνον.

Θεοδωρος
Θε.
Θε.

οὐδὲν μὲν οὖν ἀνεκτόν, Σώκρατες, μὴ οὐ διασκέψασθαι τί λέγουσιν ἑκάτεροι τῶν ἀνδρῶν.

Σωκρατης
Σω.
Σω.

σκεπτέον ἂν εἴη σοῦ γε οὕτω προθυμουμένου. δοκεῖ 181cοὖν μοι ἀρχὴ εἶναι τῆς σκέψεως κινήσεως πέρι, ποῖόν τί ποτε ἄρα λέγοντές φασι τὰ πάντα κινεῖσθαι. βούλομαι δὲ λέγειν τὸ τοιόνδε · πότερον ἕν τι εἶδος αὐτῆς λέγουσιν , ὥσπερ ἐμοὶ φαίνεται, δύο; μὴ μέντοι μόνον ἐμοὶ δοκείτω, ἀλλὰ συμμέτεχε καὶ σύ, ἵνα κοινῇ πάσχωμεν ἄν τι καὶ δέῃ. καί μοι λέγε · ἆρα κινεῖσθαι καλεῖς ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ καὶ ἐν τῷ αὐτῷ στρέφηται;

Θεοδωρος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος. ὅταν δὲ μὲν ἐν 181dτῷ αὐτῷ, γηράσκῃ δέ, μέλαν ἐκ λευκοῦ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος φάναι κινήσεως;

Θεοδωρος
Θε.
Θε.

ἀναγκαῖον μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

δύο δὴ λέγω τούτω εἴδει κινήσεως, ἀλλοίωσιν, τὴν δὲ φοράν.

Θεοδωρος
Θε.
Θε.

ὀρθῶς γε λέγων.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν οὕτω διελόμενοι διαλεγώμεθα ἤδη τοῖς τὰ πάντα φάσκουσιν κινεῖσθαι καὶ ἐρωτῶμεν · πότερον πᾶν 181eφατε ἀμφοτέρως κινεῖσθαι, φερόμενόντε καὶ ἀλλοιούμενον, τὸ μέν τι ἀμφοτέρως, τὸ δ’ἑτέρως;

Θεοδωρος
Θε.
Θε.

ἀλλὰ μὰ Δί’ἔγωγε οὐκ ἔχω εἰπεῖν · οἶμαι δ’ἂν φάναι ἀμφοτέρως.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε μή, ἑταῖρε, κινούμενάτε αὐτοῖς καὶ ἑστῶτα φανεῖται, καὶ οὐδὲν μᾶλλον ὀρθῶς ἕξει εἰπεῖν ὅτι κινεῖται τὰ πάντα ὅτι ἕστηκεν.

Θεοδωρος
Θε.
Θε.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπειδὴ κινεῖσθαι αὐτὰ δεῖ, τὸ δὲ μὴ κινεῖσθαι 182aμὴ ἐνεῖναι μηδενί, πάντα δὴ πᾶσαν κίνησιν ἀεὶ κινεῖται.

Θεοδωρος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

σκόπει δή μοι τόδε αὐτῶν · τῆς θερμότητος λευκότητος ὁτουοῦν γένεσιν οὐχ οὕτω πως ἐλέγομεν φάναι αὐτούς, φέρεσθαι ἕκαστον τούτων ἅμα αἰσθήσει μεταξὺ τοῦ ποιοῦντόςτε καὶ πάσχοντος, καὶ τὸ μὲν πάσχον αἰσθητικὸν ἀλλ’οὐκ αἴσθησιν γίγνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι ἀλλ’οὐ ποιότητα; ἴσως οὖν ποιότης ἅμα ἀλλόκοτόντε φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἁθρόον λεγόμενον · κατὰ 182bμέρη οὖν ἄκουε. τὸ γὰρ ποιοῦν οὔτε θερμότης οὔτε λευκότης, θερμὸν δὲ καὶ λευκὸν γίγνεται, καὶ τἆλλα οὕτω · μέμνησαι γάρ που ἐν τοῖς πρόσθεν ὅτι οὕτως ἐλέγομεν, ἓν μηδὲν αὐτὸ καθ’αὑτὸ εἶναι, μη δ’αὖ τὸ ποιοῦν πάσχον, ἀλλ’ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποι’ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα.

Θεοδωρος
Θε.
Θε.

μέμνημαι · πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

τὰ μὲν τοίνυν ἄλλα χαίρειν ἐάσωμεν, εἴτε ἄλλως εἴτε οὕτως λέγουσιν · οὗ δ’ἕνεκα λέγομεν, τοῦτο μόνον φυλάττωμεν, ἐρωτῶντες · κινεῖται καὶ ῥεῖ, ὥς φατε, τὰ πάντα; γάρ;

Θεοδωρος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀμφοτέρας ἃς διειλόμεθα κινήσεις, φερόμενάτε καὶ ἀλλοιούμενα;

Θεοδωρος
Θε.
Θε.

πῶς δ’οὔ; εἴπερ γε δὴ τελέως κινήσεται.

Σωκρατης
Σω.
Σω.

εἰ μὲν τοίνυν ἐφέρετο μόνον, ἠλλοιοῦτο δὲ μή, εἴχομεν ἄν που εἰπεῖν οἷα ἄττα ῥεῖ τὰ φερόμενα · πῶς λέγομεν;

Θεοδωρος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ δὲ οὐ δὲ τοῦτο μένει, τὸ λευκὸν ῥεῖν τὸ ῥέον, ἀλλὰ μεταβάλλει, ὥστε καὶ αὐτοῦ τούτου εἶναι ῥοήν, τῆς λευκότητος, καὶ μεταβολὴν εἰς ἄλλην χρόαν, ἵνα μὴ ἁλῷ ταύτῃ μένον, ἆρά ποτε οἷόντέ τι προσειπεῖν χρῶμα, ὥστε καὶ ὀρθῶς προσαγορεύειν;

Θεοδωρος
Θε.
Θε.

καὶ τίς μηχανή, Σώκρατες; ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον;

Σωκρατης
Σω.
Σω.

τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς 182eτοῦ ὁρᾶν ἀκούειν; μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἀκούειν;

Θεοδωρος
Θε.
Θε.

οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.

Σωκρατης
Σω.
Σω.

οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον μὴ ὁρᾶν, οὐ δέ τιν’ἄλλην αἴσθησιν μᾶλλον μή, πάντων γε πάντως κινουμένων.

Θεοδωρος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώτε καὶ Θεαίτητος.

Θεοδωρος
Θε.
Θε.

ἦν ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.

Θεοδωρος
Θε.
Θε.

ἐοίκατε.

Σωκρατης
Σω.
Σω.

καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δ’, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτωτ’ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.

Θεοδωρος
Θε.
Θε.

ὀρθῶς λέγεις.

Σωκρατης
Σω.
Σω.

πλήν γε, Θεόδωρε, ὅτι οὕτωτε εἶπον καὶ οὐχ οὕτω. δεῖ δὲ οὐ δὲ τοῦτο τὸ οὕτω λέγειν οὐ δὲ 183bγὰρ ἂν ἔτι κινοῖτο τὸ οὕτω οὐ δ’αὖ μὴ οὕτω οὐ δὲ γὰρ τοῦτο κίνησις ἀλλά τιν’ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ οὐ δ’οὕτως μάλιστα ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.

Θεοδωρος
Θε.
Θε.

οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, Θεόδωρε, τοῦτε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντ’ἄνδρα πάντων 183cχρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις · ἐπιστήμηντε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, εἰ μή πως ἄλλως Θεαίτητος ὅδε λέγει.

Θεοδωρος
Θε.
Θε.

ἄριστ’εἴρηκας, Σώκρατες · τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.

Θεαιτητος
Θε.
Θε.

μὴ πρίν γ’ἄν, Θεόδωρε, Σωκράτηςτε καὶ σὺ 183dτοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.

Θεοδωρος
Θε.
Θε.

νέος ὤν, Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.

Θεαιτητος
Θε.
Θε.

ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.

Θεοδωρος
Θε.
Θε.

ἱππέας εἰς πεδίον προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος · ἐρώτα οὖν καὶ ἀκούσῃ.

Σωκρατης
Σω.
Σω.

ἀλλά μοι δοκῶ, Θεόδωρε, περί γε ὧν κελεύει 183eΘεαίτητος οὐ πείσεσθαι αὐτῷ.

Θεοδωρος
Θε.
Θε.

τί δὴ οὖν οὐ πείσεσθαι;

Σωκρατης
Σω.
Σω.

μέλισσον μὲν καὶ τοὺς ἄλλους, οἳ ἓν ἑστὸς λέγουσι τὸ πᾶν, αἰσχυνόμενος μὴ φορτικῶς σκοπῶμεν, ἧττον αἰσχύνομαι ἕνα ὄντα Παρμενίδην. Παρμενίδης δέ μοι φαίνεται, τὸ τοῦ Ὁμήρου, αἰδοῖόςτέ μοι εἶναι ἅμα δεινόςτε. συμπροσέμειξα γὰρ δὴ τῷ ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτῃ, 184aκαί μοι ἐφάνη βάθος τι ἔχειν παντάπασι γενναῖον. φοβοῦμαι οὖν μὴ οὔτε τὰ λεγόμενα συνιῶμεν, τίτε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα, καὶ τὸ μέγιστον, οὗ ἕνεκα λόγος ὥρμηται, ἐπιστήμης πέρι τί ποτ’ἐστίν, ἄσκεπτον γένηται ὑπὸ τῶν ἐπεισκωμαζόντων λόγων, εἴ τις αὐτοῖς πείσεται · ἄλλωςτε καὶ ὃν νῦν ἐγείρομεν πλήθει ἀμήχανον, εἴτε τις ἐν παρέργῳ σκέψεται, ἀνάξι’ἂν πάθοι, εἴτε ἱκανῶς, μηκυνόμενος τὸ τῆς ἐπιστήμης ἀφανιεῖ. δεῖ δὲ οὐδέτερα, ἀλλὰ Θεαίτητον 184bὧν κυεῖ περὶ ἐπιστήμης πειρᾶσθαι ἡμᾶς τῇ μαιευτικῇ τέχνῃ ἀπολῦσαι.

Θεοδωρος
Θε.
Θε.

ἀλλὰ χρή, εἰ δοκεῖ, οὕτω ποιεῖν.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν, Θεαίτητε, τοσόνδε περὶ τῶν εἰρημένων ἐπίσκεψαι. αἴσθησιν γὰρ δὴ ἐπιστήμην ἀπεκρίνω · γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν τίς σε ὧδ’ἐρωτῴη · τῷ τὰ λευκὰ καὶ μέλανα ὁρᾷ ἄνθρωπος καὶ τῷ τὰ ὀξέα καὶ βαρέα ἀκούει; εἴποις ἂν οἶμαι ὄμμασίτε καὶ ὠσίν.

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ εὐχερὲς τῶν ὀνομάτωντε καὶ ῥημάτων καὶ μὴ δι’ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστι δὲ ὅτε ἀναγκαῖον, οἷον καὶ νῦν ἀνάγκη ἐπιλαβέσθαι τῆς ἀποκρίσεως ἣν ἀποκρίνῃ, οὐκ ὀρθή. σκόπει γάρ · ἀπόκρισις ποτέρα ὀρθοτέρα, ὁρῶμεν τοῦτο εἶναι ὀφθαλμούς, δι’οὗ ὁρῶμεν, καὶ ἀκούομεν ὦτα, δι’οὗ ἀκούομεν;

Θεαιτητος
Θε.
Θε.

δι’ὧν ἕκαστα αἰσθανόμεθα, ἔμοιγε δοκεῖ, Σώκρατες, μᾶλλον οἷς.

Σωκρατης
Σω.
Σω.

δεινὸν γάρ που, παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν εἴτε ὅτι δεῖ καλεῖν, πάντα ταῦτα συντείνει, διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα ὅσα αἰσθητά.

Θεαιτητος
Θε.
Θε.

ἀλλά μοι δοκεῖ οὕτω μᾶλλον ἐκείνως.

Σωκρατης
Σω.
Σω.

τοῦδέ τοι ἕνεκα αὐτά σοι διακριβοῦμαι, εἴ τινι ἡμῶν αὐτῶν τῷ αὐτῷ διὰ μὲν ὀφθαλμῶν ἐφικνούμεθα λευκῶντε 184eκαὶ μελάνων, διὰ δὲ τῶν ἄλλων ἑτέρων αὖ τινῶν · καὶ ἕξεις ἐρωτώμενος πάντα τὰ τοιαῦτα εἰς τὸ σῶμα ἀναφέρειν; ἴσως δὲ βέλτιον σὲ λέγειν αὐτὰ ἀποκρινόμενον μᾶλλον ἐμὲ ὑπὲρ σοῦ πολυπραγμονεῖν. καί μοι λέγε · θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ὧν αἰσθάνῃ, ἆρα οὐ τοῦ σώματος ἕκαστα τίθης; ἄλλου τινός;

Θεαιτητος
Θε.
Θε.

οὐδενὸς ἄλλου.

Σωκρατης
Σω.
Σω.

καὶ ἐθελήσεις ὁμολογεῖν δι’ἑτέρας δυνάμεως 185aαἰσθάνῃ, ἀδύνατον εἶναι δι’ἄλλης ταῦτ’αἰσθέσθαι, οἷον δι’ἀκοῆς, δι’ὄψεως, δι’ὄψεως, δι’ἀκοῆς;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὐκ ἐθελήσω;

Σωκρατης
Σω.
Σω.

εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου, οὐ δ’αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοι’ἄν.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

περὶ δὴ φωνῆς καὶ περὶ χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ὅτι ἑκάτερον ἑκατέρου μὲν ἕτερον, ἑαυτῷ δὲ ταὐτόν;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν;

Θεαιτητος
Θε.
Θε.

καὶ τοῦτο.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτοῖν διανοῇ; οὔτε γὰρ δι’ἀκοῆς οὔτε δι’ὄψεως οἷόντε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν · εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι ἆρ’ἐστὸν ἁλμυρὼ οὔ, 185cοἶσθ’ὅτι ἕξεις εἰπεῖν ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.

Θεαιτητος
Θε.
Θε.

τί δ’οὐ μέλλει, γε διὰ τῆς γλώττης δύναμις;

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις. δὲ δὴ διὰ τίνος δύναμις τότ’ἐπὶ πᾶσι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, τὸ ἔστιν ἐπονομάζεις καὶ τὸ οὐκ ἔστι καὶ νυνδὴ ἠρωτῶμεν περὶ αὐτῶν; τούτοις πᾶσι ποῖα ἀποδώσεις ὄργανα δι’ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;

Θεαιτητος
Θε.
Θε.

οὐσίαν λέγεις καὶ τὸ μὴ εἶναι, καὶ ὁμοιότητα καὶ ἀνομοιότητα, καὶ τὸ ταὐτόντε καὶ ἕτερον, ἔτι δὲ 185dἕντε καὶ τὸν ἄλλον ἀριθμὸν περὶ αὐτῶν. δῆλον δὲ ὅτι καὶ ἄρτιόντε καὶ περιττὸν ἐρωτᾷς, καὶ τἆλλα ὅσα τούτοις ἕπεται, διὰ τίνος ποτὲ τῶν τοῦ σώματος τῇ ψυχῇ αἰσθανόμεθα.

Σωκρατης
Σω.
Σω.

ὑπέρευ, Θεαίτητε, ἀκολουθεῖς, καὶ ἔστιν ἐρωτῶ αὐτὰ ταῦτα.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὰ Δία, Σώκρατες, ἔγωγε οὐκ ἂν ἔχοιμι εἰπεῖν, πλήν γ’ὅτι μοι δοκεῖ τὴν ἀρχὴν οὐ δ’εἶναι τοιοῦτον οὐδὲν τούτοις ὄργανον ἴδιον ὥσπερ ἐκείνοις, ἀλλ’185eαὐτὴ δι’αὑτῆς ψυχὴ τὰ κοινά μοι φαίνεται περὶ πάντων ἐπισκοπεῖν.

Σωκρατης
Σω.
Σω.

καλὸς γὰρ εἶ, Θεαίτητε, καὶ οὐχ, ὡς ἔλεγε Θεόδωρος, αἰσχρός · γὰρ καλῶς λέγων καλόςτε καὶ ἀγαθός. πρὸς δὲ τῷ καλῷ εὖ ἐποίησάς με μάλα συχνοῦ λόγου ἀπαλλάξας, εἰ φαίνεταί σοι τὰ μὲν αὐτὴ δι’αὑτῆς ψυχὴ ἐπισκοπεῖν, τὰ δὲ διὰ τῶν τοῦ σώματος δυνάμεων. τοῦτο γὰρ ἦν καὶ αὐτῷ μοι ἐδόκει, ἐβουλόμην δὲ καὶ σοὶ δόξαι.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὴν φαίνεταί γε.

Σωκρατης
Σω.
Σω.

ποτέρων οὖν τίθης τὴν οὐσίαν; τοῦτο γὰρ μάλιστα ἐπὶ πάντων παρέπεται.

Θεαιτητος
Θε.
Θε.

ἐγὼ μὲν ὧν αὐτὴ ψυχὴ καθ’αὑτὴν ἐπορέγεται.

Σωκρατης
Σω.
Σω.

καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὸ ταὐτὸν καὶ ἕτερον;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δέ; καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν;

Θεαιτητος
Θε.
Θε.

καὶ τούτων μοι δοκεῖ ἐν τοῖς μάλιστα πρὸς ἄλληλα σκοπεῖσθαι τὴν οὐσίαν, ἀναλογιζομένη ἐν ἑαυτῇ τὰ 186bγεγονότα καὶ τὰ παρόντα πρὸς τὰ μέλλοντα.

Σωκρατης
Σω.
Σω.

ἔχε δή · ἄλλο τι τοῦ μὲν σκληροῦ τὴν σκληρότητα διὰ τῆς ἐπαφῆς αἰσθήσεται, καὶ τοῦ μαλακοῦ τὴν μαλακότητα ὡσαύτως;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τὴν δέ γε οὐσίαν καὶ ὅτι ἐστὸν καὶ τὴν ἐναντιότητα πρὸς ἀλλήλω καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος αὐτὴ ψυχὴ ἐπανιοῦσα καὶ συμβάλλουσα πρὸς ἄλληλα κρίνειν πειρᾶται ἡμῖν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει 186cαἰσθάνεσθαι ἀνθρώποιςτε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος παθήματα ἐπὶ τὴν ψυχὴν τείνει · τὰ δὲ περὶ τούτων ἀναλογίσματα πρόςτε οὐσίαν καὶ ὠφέλειαν μόγις καὶ ἐν χρόνῳ διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγίγνεται οἷς ἂν καὶ παραγίγνηται;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οἷόντε οὖν ἀληθείας τυχεῖν, μη δὲ οὐσίας;

Θεαιτητος
Θε.
Θε.

ἀδύνατον.

Σωκρατης
Σω.
Σω.

οὗ δὲ ἀληθείας τις ἀτυχήσει, ποτὲ τούτου ἐπιστήμων ἔσται;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς ἄν, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ἐν μὲν ἄρα τοῖς παθήμασιν οὐκ ἔνι ἐπιστήμη, ἐν δὲ τῷ περὶ ἐκείνων συλλογισμῷ · οὐσίας γὰρ καὶ ἀληθείας ἐνταῦθα μέν, ὡς ἔοικε, δυνατὸν ἅψασθαι, ἐκεῖ δὲ ἀδύνατον.

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὖν ταὐτὸν ἐκεῖνότε καὶ τοῦτο καλεῖς, τοσαύτας διαφορὰς ἔχοντε;

Θεαιτητος
Θε.
Θε.

οὔκουν δὴ δίκαιόν γε.

Σωκρατης
Σω.
Σω.

τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν ἀκούειν ὀσφραίνεσθαι ψύχεσθαι θερμαίνεσθαι;

Θεαιτητος
Θε.
Θε.

αἰσθάνεσθαι ἔγωγε · τί γὰρ ἄλλο;

Σωκρατης
Σω.
Σω.

σύμπαν ἄρ’αὐτὸ καλεῖς αἴσθησιν;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι · οὐ δὲ γὰρ οὐσίας.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ἄρ’ἐπιστήμης.

Θεαιτητος
Θε.
Θε.

οὐ γάρ.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρ’ἂν εἴη ποτέ, Θεαίτητε, αἴσθησίςτε καὶ ἐπιστήμη ταὐτόν.

Θεαιτητος
Θε.
Θε.

οὐ φαίνεται, Σώκρατες. καὶ μάλιστά γε νῦν καταφανέστατον γέγονεν ἄλλο ὂν αἰσθήσεως ἐπιστήμη.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὔ τι μὲν δὴ τούτου γε ἕνεκα ἠρχόμεθα διαλεγόμενοι, ἵνα εὕρωμεν τί ποτ’οὐκ ἔστ’ἐπιστήμη, ἀλλὰ τί ἔστιν. ὅμως δὲ τοσοῦτόν γε προβεβήκαμεν, ὥστε μὴ ζητεῖν αὐτὴν ἐν αἰσθήσει τὸ παράπαν ἀλλ’ἐν ἐκείνῳ τῷ ὀνόματι, ὅτι ποτ’ἔχει ψυχή, ὅταν αὐτὴ καθ’αὑτὴν πραγματεύηται περὶ τὰ ὄντα.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὴν τοῦτό γε καλεῖται, Σώκρατες, ὡς ἐγᾦμαι, δοξάζειν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς γὰρ οἴει, φίλε. καὶ ὅρα δὴ νῦν πάλιν ἐξ 187bἀρχῆς, πάντα τὰ πρόσθεν ἐξαλείψας, εἴ τι μᾶλλον καθορᾷς, ἐπειδὴ ἐνταῦθα προελήλυθας. καὶ λέγε αὖθις τί ποτ’ἐστὶν ἐπιστήμη.

Θεαιτητος
Θε.
Θε.

δόξαν μὲν πᾶσαν εἰπεῖν, Σώκρατες, ἀδύνατον, ἐπειδὴ καὶ ψευδής ἐστι δόξα · κινδυνεύει δὲ ἀληθὴς δόξα ἐπιστήμη εἶναι, καί μοι τοῦτο ἀποκεκρίσθω. ἐὰν γὰρ μὴ φανῇ προϊοῦσιν ὥσπερ τὸ νῦν, ἄλλο τι πειρασόμεθα λέγειν.

Σωκρατης
Σω.
Σω.

οὕτω μέντοι χρή, Θεαίτητε, λέγειν προθύμως μᾶλλον, ὡς τὸ πρῶτον ὤκνεις ἀποκρίνεσθαι. ἐὰν γὰρ 187cοὕτω δρῶμεν, δυοῖν θάτερα, εὑρήσομεν ἐφ’ ἐρχόμεθα, ἧττον οἰησόμεθα εἰδέναι μηδαμῇ ἴσμεν · καίτοι οὐκ ἂν εἴη μεμπτὸς μισθὸς τοιοῦτος. καὶ δὴ καὶ νῦν τί φῄς; δυοῖν ὄντοιν ἰδέαιν δόξης, τοῦ μὲν ἀληθινοῦ, ψευδοῦς δὲ τοῦ ἑτέρου, τὴν ἀληθῆ δόξαν ἐπιστήμην ὁρίζῃ;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε · τοῦτο γὰρ αὖ νῦν μοι φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἔτ’ἄξιον περὶ δόξης ἀναλαβεῖν πάλιν τὸ ποῖον δὴ λέγεις; θράττει μέ πως νῦντε καὶ ἄλλοτε δὴ πολλάκις, ὥστ’ἐν ἀπορίᾳ πολλῇ πρὸς ἐμαυτὸν καὶ πρὸς ἄλλον γεγονέναι, οὐκ ἔχοντα εἰπεῖν τί ποτ’ἐστὶ τοῦτο τὸ πάθος παρ’ἡμῖν καὶ τίνα τρόπον ἐγγιγνόμενον.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δή;

Σωκρατης
Σω.
Σω.

τὸ δοξάζειν τινὰ ψευδῆ. σκοπῶ δὴ καὶ νῦν ἔτι διστάζων, πότερον ἐάσωμεν αὐτὸ ἐπισκεψώμεθα ἄλλον τρόπον ὀλίγον πρότερον.

Θεαιτητος
Θε.
Θε.

τί μήν, Σώκρατες, εἴπερ γε καὶ ὁπῃτιοῦν φαίνεται δεῖν; ἄρτι γὰρ οὐ κακῶς γε σὺ καὶ Θεόδωρος ἐλέγετε σχολῆς πέρι, ὡς οὐδὲν ἐν τοῖς τοιοῖσδε κατεπείγει.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς ὑπέμνησας · ἴσως γὰρ οὐκ ἀπὸ καιροῦ πάλιν ὥσπερ ἴχνος μετελθεῖν. κρεῖττον γάρ που σμικρὸν εὖ πολὺ μὴ ἱκανῶς περᾶναι.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

πῶς οὖν; τί δὴ καὶ λέγομεν; ψευδῆ φαμεν ἑκάστοτε εἶναι δόξαν, καί τινα ἡμῶν δοξάζειν ψευδῆ, τὸν δ’αὖ ἀληθῆ, ὡς φύσει οὕτως ἐχόντων;

Θεαιτητος
Θε.
Θε.

φαμὲν γὰρ δή.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τόδε γ’ἔσθ’ἡμῖν περὶ πάντα καὶ καθ’ἕκαστον, ἤτοι εἰδέναι μὴ εἰδέναι; μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω ἐν τῷ παρόντι · νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μήν, Σώκρατες, ἄλλο γ’οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι μὴ εἰδέναι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἤδη ἀνάγκη τὸν δοξάζοντα δοξάζειν ὧν τι οἶδεν μὴ οἶδεν;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ μὴ εἰδότα 188bεἰδέναι ἀδύνατον.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν τὰ ψευδῆ δοξάζων, οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὖ ἀμφότερα;

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἀδύνατον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἆρα, μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτ’ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι εἰς τὴν διάνοιαν λαβεῖν ὡς Σωκράτης Θεαίτητος Θεαίτητος Σωκράτης;

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς ἄν;

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐ μήν, γέ τις οἶδεν, οἴεταί που μὴ οἶδεν αὐτὰ εἶναι, οὐ δ’αὖ μὴ οἶδεν, οἶδεν.

Θεαιτητος
Θε.
Θε.

τέρας γὰρ ἔσται.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν; ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντ’ ἴσμεν οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ ταύτῃ σκεπτέον ζητοῦμεν, κατὰ τὸ 188dεἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ κατὰ τὸ εἶναι καὶ μή;

Θεαιτητος
Θε.
Θε.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

μὴ ἁπλοῦν ὅτι τὰ μὴ ὄντα περὶ ὁτουοῦν δοξάζων οὐκ ἔσθ’ὡς οὐ ψευδῆ δοξάσει, κἂν ὁπωσοῦν ἄλλως τὰ τῆς διανοίας ἔχῃ.

Θεαιτητος
Θε.
Θε.

εἰκός γ’αὖ, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν; τί ἐροῦμεν, Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ · δυνατὸν δὲ ὁτῳοῦν λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθ’αὑτό; καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν · ὅταν 188eγε μὴ ἀληθῆ οἴηται οἰόμενος · πῶς ἐροῦμεν;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν.

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς;

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ. σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι;

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ.

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

καὶ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;

Θεαιτητος
Θε.
Θε.

καὶ τοῦτο.

Σωκρατης
Σω.
Σω.

δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

δ’ἕν τι δοξάζων οὐκ ὄν τι;

Θεαιτητος
Θε.
Θε.

συγχωρῶ.

Σωκρατης
Σω.
Σω.

ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.

Θεαιτητος
Θε.
Θε.

οὐ φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν γε μηδὲν δοξάζων τὸ παράπαν οὐ δὲ δοξάζει.

Θεαιτητος
Θε.
Θε.

δῆλον, ὡς ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα οἷόντε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθ’αὑτό.

Θεαιτητος
Θε.
Θε.

οὐ φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἄλλο τι ἄρ’ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.

Θεαιτητος
Θε.
Θε.

ἄλλο ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὔτ’ἄρ’οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν δή.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;

Θεαιτητος
Θε.
Θε.

πῶς;

Σωκρατης
Σω.
Σω.

ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, 189cὅταν τίς τι τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι. οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθ’ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατά μοι νῦν δοκεῖς εἰρηκέναι. ὅταν γάρ τις ἀντὶ καλοῦ αἰσχρὸν ἀντὶ αἰσχροῦ καλὸν δοξάζῃ, τότε ὡς ἀληθῶς δοξάζει ψευδῆ.

Σωκρατης
Σω.
Σω.

δῆλος εἶ, Θεαίτητε, καταφρονῶν μου καὶ οὐ δεδιώς.

Θεαιτητος
Θε.
Θε.

τί μάλιστα;

Σωκρατης
Σω.
Σω.

οὐκ ἂν οἶμαι σοὶ δοκῶ τοῦ ἀληθῶς ψευδοῦς ἀντιλαβέσθαι, 189dἐρόμενος εἰ οἷόντε ταχὺ βραδέως κοῦφον βαρέως ἄλλο τι ἐναντίον μὴ κατὰ τὴν αὑτοῦ φύσιν ἀλλὰ κατὰ τὴν τοῦ ἐναντίου γίγνεσθαι ἑαυτῷ ἐναντίως. τοῦτο μὲν οὖν, ἵνα μὴ μάτην θαρρήσῃς, ἀφίημι. ἀρέσκει δέ, ὡς φῄς, τὸ τὰ ψευδῆ δοξάζειν ἀλλοδοξεῖν εἶναι;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἔστιν ἄρα κατὰ τὴν σὴν δόξαν ἕτερόν τι ὡς ἕτερον καὶ μὴ ὡς ἐκεῖνο τῇ διανοίᾳ τίθεσθαι.

Θεαιτητος
Θε.
Θε.

ἔστι μέντοι.

Σωκρατης
Σω.
Σω.

ὅταν οὖν τοῦθ’ διάνοιά του δρᾷ, οὐ καὶ ἀνάγκη αὐτὴν ἤτοι ἀμφότερα τὸ ἕτερον διανοεῖσθαι;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη μὲν οὖν · ἤτοι ἅμα γε ἐν μέρει.

Σωκρατης
Σω.
Σω.

κάλλιστα. τὸ δὲ διανοεῖσθαι ἆρ’ὅπερ ἐγὼ καλεῖς;

Θεαιτητος
Θε.
Θε.

τί καλῶν;

Σωκρατης
Σω.
Σω.

λόγον ὃν αὐτὴ πρὸς αὑτὴν ψυχὴ διεξέρχεται περὶ ὧν ἂν σκοπῇ. ὥς γε μὴ εἰδώς σοι ἀποφαίνομαι. τοῦτο γάρ μοι ἰνδάλλεται διανοουμένη οὐκ ἄλλο τι διαλέγεσθαι, αὐτὴ 190aἑαυτὴν ἐρωτῶσα καὶ ἀποκρινομένη, καὶ φάσκουσα καὶ οὐ φάσκουσα. ὅταν δὲ ὁρίσασα, εἴτε βραδύτερον εἴτε καὶ ὀξύτερον ἐπᾴξασα, τὸ αὐτὸ ἤδη φῇ καὶ μὴ διστάζῃ, δόξαν ταύτην τίθεμεν αὐτῆς. ὥστ’ἔγωγε τὸ δοξάζειν λέγειν καλῶ καὶ τὴν δόξαν λόγον εἰρημένον, οὐ μέντοι πρὸς ἄλλον οὐ δὲ φωνῇ, ἀλλὰ σιγῇ πρὸς αὑτόν · σὺ δὲ τί;

Θεαιτητος
Θε.
Θε.

κἀγώ.

Σωκρατης
Σω.
Σω.

ὅταν ἄρα τις τὸ ἕτερον ἕτερον δοξάζῃ, καὶ φησίν, ὡς ἔοικε, τὸ ἕτερον ἕτερον εἶναι πρὸς ἑαυτόν.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἀναμιμνῄσκου δὴ εἰ πώποτ’εἶπες πρὸς σεαυτὸν ὅτι παντὸς μᾶλλον τό τοι καλὸν αἰσχρόν ἐστιν τὸ ἄδικον δίκαιον. καί, τὸ πάντων κεφάλαιον, σκόπει εἴ ποτ’ἐπεχείρησας σεαυτὸν πείθειν ὡς παντὸς μᾶλλον τὸ ἕτερον ἕτερόν ἐστιν, πᾶν τοὐναντίον οὐ δ’ἐν ὕπνῳ πώποτε ἐτόλμησας εἰπεῖν πρὸς σεαυτὸν ὡς παντάπασιν ἄρα τὰ περιττὰ ἄρτιά ἐστιν τι ἄλλο τοιοῦτον.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ἄλλον δέ τινα οἴει ὑγιαίνοντα μαινόμενον τολμῆσαι σπουδῇ πρὸς ἑαυτὸν εἰπεῖν ἀναπείθοντα αὑτὸν ὡς ἀνάγκη τὸν βοῦν ἵππον εἶναι τὰ δύο ἕν;

Θεαιτητος
Θε.
Θε.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ τὸ λέγειν πρὸς ἑαυτὸν δοξάζειν ἐστίν, οὐδεὶς ἀμφότερά γε λέγων καὶ δοξάζων ἐφαπτόμενος ἀμφοῖν τῇ ψυχῇ εἴποι ἂν καὶ δοξάσειεν ὡς τὸ ἕτερον ἕτερόν ἐστιν. ἐατέον δὲ καὶ σοὶ τὸ ῥῆμα · λέγω 190dγὰρ αὐτὸ τῇδε, μηδένα δοξάζειν ὡς τὸ αἰσχρὸν καλὸν ἄλλο τι τῶν τοιούτων.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’, Σώκρατες, ἐῶτε καί μοι δοκεῖ ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

ἄμφω μὲν ἄρα δοξάζοντα ἀδύνατον τό γε ἕτερον ἕτερον δοξάζειν.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν τὸ ἕτερόν γε μόνον δοξάζων, τὸ δὲ ἕτερον μηδαμῇ, οὐδέποτε δοξάσει τὸ ἕτερον ἕτερον εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ λέγεις · ἀναγκάζοιτο γὰρ ἂν ἐφάπτεσθαι καὶ οὗ μὴ δοξάζει.

Σωκρατης
Σω.
Σω.

οὔτ’ἄρ’ἀμφότερα οὔτε τὸ ἕτερον δοξάζοντι ἐγχωρεῖ 190eἀλλοδοξεῖν. ὥστ’εἴ τις ὁριεῖται δόξαν εἶναι ψευδῆ τὸ ἑτεροδοξεῖν, οὐδὲν ἂν λέγοι · οὔτε γὰρ ταύτῃ οὔτε κατὰ τὰ πρότερα φαίνεται ψευδὴς ἐν ἡμῖν οὖσα δόξα.

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μέντοι, Θεαίτητε, εἰ τοῦτο μὴ φανήσεται ὄν, πολλὰ ἀναγκασθησόμεθα ὁμολογεῖν καὶ ἄτοπα.

Θεαιτητος
Θε.
Θε.

τὰ ποῖα δή;

Σωκρατης
Σω.
Σω.

οὐκ ἐρῶ σοι πρὶν ἂν πανταχῇ πειραθῶ σκοπῶν. αἰσχυνοίμην γὰρ ἂν ὑπὲρ ἡμῶν, ἐν ἀποροῦμεν, ἀναγκαζομένων 191aὁμολογεῖν οἷα λέγω. ἀλλ’ἐὰν εὕρωμεν καὶ ἐλεύθεροι γενώμεθα, τότ’ἤδη περὶ τῶν ἄλλων ἐροῦμεν ὡς πασχόντων αὐτὰ ἐκτὸς τοῦ γελοίου ἑστῶτες · ἐὰν δὲ πάντῃ ἀπορήσωμεν, ταπεινωθέντες οἶμαι τῷ λόγῳ παρέξομεν ὡς ναυτιῶντες πατεῖντε καὶ χρῆσθαι ὅτι ἂν βούληται. οὖν ἔτι πόρον τινὰ εὑρίσκω τοῦ ζητήματος ἡμῖν, ἄκουε.

Θεαιτητος
Θε.
Θε.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

οὐ φήσω ἡμᾶς ὀρθῶς ὁμολογῆσαι, ἡνίκα ὡμολογήσαμεν τις οἶδεν, ἀδύνατον δοξάσαι μὴ οἶδεν εἶναι αὐτὰ 191bκαὶ ψευσθῆναι · ἀλλά πῃ δυνατόν.

Θεαιτητος
Θε.
Θε.

ἆρα λέγεις καὶ ἐγὼ τότε ὑπώπτευσα, ἡνίκ’αὐτὸ ἔφαμεν τοιοῦτον εἶναι, ὅτι ἐνίοτ’ἐγὼ γιγνώσκων Σωκράτη, πόρρωθεν δὲ ὁρῶν ἄλλον ὃν οὐ γιγνώσκω, ᾠήθην εἶναι Σωκράτη ὃν οἶδα; γίγνεται γὰρ δὴ ἐν τῷ τοιούτῳ οἷον λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἀπέστημεν αὐτοῦ, ὅτι ἴσμεν ἐποίει ἡμᾶς εἰδότας μὴ εἰδέναι;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

μὴ γὰρ οὕτω τιθῶμεν, ἀλλ’ὧδε · ἴσως πῃ ἡμῖν 191cσυγχωρήσεται, ἴσως δὲ ἀντιτενεῖ. ἀλλὰ γὰρ ἐν τοιούτῳ ἐχόμεθα, ἐν ἀνάγκη πάντα μεταστρέφοντα λόγον βασανίζειν. σκόπει οὖν εἰ τὶ λέγω. ἆρα ἔστιν μὴ εἰδότα τι πρότερον ὕστερον μαθεῖν;

Θεαιτητος
Θε.
Θε.

ἔστι μέντοι.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ αὖθις ἕτερον καὶ ἕτερον;

Θεαιτητος
Θε.
Θε.

τί δ’οὔ;

Σωκρατης
Σω.
Σω.

θὲς δή μοι λόγου ἕνεκα ἐν ταῖς ψυχαῖς ἡμῶν ἐνὸν κήρινον ἐκμαγεῖον, τῷ μὲν μεῖζον, τῷ δ’ἔλαττον, καὶ τῷ μὲν καθαρωτέρου κηροῦ, τῷ δὲ κοπρωδεστέρου, καὶ σκληροτέρου, 191dἐνίοις δὲ ὑγροτέρου, ἔστι δ’οἷς μετρίως ἔχοντος.

Θεαιτητος
Θε.
Θε.

τίθημι.

Σωκρατης
Σω.
Σω.

δῶρον τοίνυν αὐτὸ φῶμεν εἶναι τῆς τῶν Μουσῶν μητρὸς Μνημοσύνης, καὶ εἰς τοῦτο ὅτι ἂν βουληθῶμεν μνημονεῦσαι ὧν ἂν ἴδωμεν ἀκούσωμεν αὐτοὶ ἐννοήσωμεν, ὑπέχοντας αὐτὸ ταῖς αἰσθήσεσι καὶ ἐννοίαις, ἀποτυποῦσθαι, ὥσπερ δακτυλίων σημεῖα ἐνσημαινομένους · καὶ μὲν ἂν ἐκμαγῇ, μνημονεύειντε καὶ ἐπίστασθαι ἕως ἂν ἐνῇ τὸ εἴδωλον αὐτοῦ · δ’ἂν ἐξαλειφθῇ μὴ οἷόντε γένηται 191eἐκμαγῆναι, ἐπιλελῆσθαίτε καὶ μὴ ἐπίστασθαι.

Θεαιτητος
Θε.
Θε.

ἔστω οὕτως.

Σωκρατης
Σω.
Σω.

τοίνυν ἐπιστάμενος μὲν αὐτά, σκοπῶν δέ τι ὧν ὁρᾷ ἀκούει, ἄθρει εἰ ἄρα τοιῷδε τρόπῳ ψευδῆ ἂν δοξάσαι.

Θεαιτητος
Θε.
Θε.

ποίῳ δή τινι;

Σωκρατης
Σω.
Σω.

οἶδεν, οἰηθεὶς εἶναι τοτὲ μὲν οἶδε, τοτὲ δὲ μή. ταῦτα γὰρ ἐν τοῖς πρόσθεν οὐ καλῶς ὡμολογήσαμεν ὁμολογοῦντες ἀδύνατα.

Θεαιτητος
Θε.
Θε.

νῦν δὲ πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

δεῖ ὧδε λέγεσθαι περὶ αὐτῶν ἐξ ἀρχῆς διοριζομένους ὅτι μέν τις οἶδεν, σχὼν αὐτοῦ μνημεῖον ἐν τῇ ψυχῇ, αἰσθάνεται δὲ αὐτὸ μή, οἰηθῆναι ἕτερόν τι ὧν οἶδεν, ἔχοντα καὶ ἐκείνου τύπον, αἰσθανόμενον δὲ μή, ἀδύνατον. καὶ γε οἶδεν αὖ, οἰηθῆναι εἶναι μὴ οἶδε μη δ’ἔχει αὐτοῦ σφραγῖδα · καὶ μὴ οἶδεν, μὴ οἶδεν αὖ · καὶ μὴ οἶδεν, οἶδε · καὶ αἰσθάνεταί γε, ἕτερόν τι ὧν αἰσθάνεται οἰηθῆναι εἶναι · καὶ αἰσθάνεται, ὧν τι μὴ αἰσθάνεται · καὶ 192b μὴ αἰσθάνεται, ὧν μὴ αἰσθάνεται · καὶ μὴ αἰσθάνεται, ὧν αἰσθάνεται. καὶ ἔτι γε αὖ καὶ οἶδε καὶ αἰσθάνεται καὶ ἔχει τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, οἰηθῆναι αὖ ἕτερόν τι ὧν οἶδε καὶ αἰσθάνεται καὶ ἔχει αὖ καὶ ἐκείνου τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, ἀδυνατώτερον ἔτι ἐκείνων, εἰ οἷόντε. καὶ οἶδε καὶ αἰσθάνεται ἔχων τὸ μνημεῖον ὀρθῶς, οἶδεν οἰηθῆναι ἀδύνατον · καὶ οἶδε καὶ αἰσθάνεται ἔχων 192cκατὰ ταὐτά, αἰσθάνεται · καὶ αὖ μὴ οἶδε μη δὲ αἰσθάνεται, μὴ οἶδε μη δὲ αἰσθάνεται · καὶ μὴ οἶδε μη δὲ αἰσθάνεται, μὴ οἶδε · καὶ μὴ οἶδε μη δὲ αἰσθάνεται, μὴ αἰσθάνεται · πάντα ταῦτα ὑπερβάλλει ἀδυναμίᾳ τοῦ ἐν αὐτοῖς ψευδῆ τινα δοξάσαι. λείπεται δὴ ἐν τοῖς τοιοῖσδε, εἴπερ που ἄλλοθι, τὸ τοιοῦτον γενέσθαι.

Θεαιτητος
Θε.
Θε.

ἐν τίσι δή; ἐὰν ἄρα ἐξ αὐτῶν τι μᾶλλον μάθω · νῦν μὲν γὰρ οὐχ ἕπομαι.

Σωκρατης
Σω.
Σω.

ἐν οἷς οἶδεν, οἰηθῆναι αὐτὰ ἕτερ’ἄττα εἶναι ὧν οἶδε καὶ αἰσθάνεται · ὧν μὴ οἶδεν, αἰσθάνεται δέ · ὧν 192dοἶδε καὶ αἰσθάνεται, ὧν οἶδεν αὖ καὶ αἰσθάνεται.

Θεαιτητος
Θε.
Θε.

νῦν πολὺ πλέον ἀπελείφθην τότε.

Σωκρατης
Σω.
Σω.

ὧδε δὴ ἀνάπαλιν ἄκουε. ἐγὼ εἰδὼς Θεόδωρον καὶ ἐν ἐμαυτῷ μεμνημένος οἷός ἐστι, καὶ Θεαίτητον κατὰ ταὐτά, ἄλλο τι ἐνίοτε μὲν ὁρῶ αὐτούς, ἐνίοτε δὲ οὔ, καὶ ἅπτομαί ποτ’αὐτῶν, τοτὲ δ’οὔ, καὶ ἀκούω τινα ἄλλην αἴσθησιν αἰσθάνομαι, τοτὲ δ’αἴσθησιν μὲν οὐδεμίαν ἔχω περὶ ὑμῶν, μέμνημαι δὲ ὑμᾶς οὐδὲν ἧττον καὶ ἐπίσταμαι αὐτὸς ἐν ἐμαυτῷ;

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν πρῶτον μάθε ὧν βούλομαι δηλῶσαι, ὅτι ἔστι μὲν οἶδε μὴ αἰσθάνεσθαι, ἔστιν δὲ αἰσθάνεσθαι.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ μὴ οἶδε, πολλάκις μὲν ἔστι μη δὲ αἰσθάνεσθαι, πολλάκις δὲ αἰσθάνεσθαι μόνον;

Θεαιτητος
Θε.
Θε.

ἔστι καὶ τοῦτο.

Σωκρατης
Σω.
Σω.

ἰδὲ δὴ ἐάν τι μᾶλλον νῦν ἐπίσπῃ. Σωκράτης 193aεἰ γιγνώσκει Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μη δὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν, οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς Θεαίτητός ἐστι Θεόδωρος. λέγω τὶ οὐδέν;

Θεαιτητος
Θε.
Θε.

ναί, ἀληθῆ γε.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν τοίνυν ἐκείνων πρῶτον ἦν ὧν ἔλεγον.

Θεαιτητος
Θε.
Θε.

ἦν γάρ.

Σωκρατης
Σω.
Σω.

δεύτερον τοίνυν, ὅτι τὸν μὲν γιγνώσκων ὑμῶν, τὸν δὲ μὴ γιγνώσκων, αἰσθανόμενος δὲ μηδέτερον, οὐκ ἄν ποτε αὖ οἰηθείην ὃν οἶδα εἶναι ὃν μὴ οἶδα.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

τρίτον δέ, μηδέτερον γιγνώσκων μη δὲ αἰσθανόμενος οὐκ ἂν οἰηθείην ὃν μὴ οἶδα ἕτερόν τιν’εἶναι ὧν μὴ οἶδα. καὶ τἆλλα τὰ πρότερα πάνθ’ἑξῆς νόμιζε πάλιν ἀκηκοέναι, ἐν οἷς οὐδέποτ’ἐγὼ περὶ σοῦ καὶ Θεοδώρου τὰ ψευδῆ δοξάσω, οὔτε γιγνώσκων οὔτε ἀγνοῶν ἄμφω, οὔτε τὸν μέν, τὸν δ’οὐ γιγνώσκων · καὶ περὶ αἰσθήσεων κατὰ ταὐτά, εἰ ἄρα ἕπῃ.

Θεαιτητος
Θε.
Θε.

ἕπομαι.

Σωκρατης
Σω.
Σω.

λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ 193cὥσπερ δακτυλίων σφῷν ἀμφοῖν τὰ σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος, ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς 193dἀριστερὰ μεταρρεούσης, ταὐτὸν παθὼν διαμάρτω · τότε δὴ συμβαίνει ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν.

Θεαιτητος
Θε.
Θε.

ἔοικε γάρ, Σώκρατες. θαυμασίως ὡς λέγεις τὸ τῆς δόξης πάθος.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν καὶ ὅταν ἀμφοτέρους γιγνώσκων τὸν μὲν πρὸς τῷ γιγνώσκειν αἰσθάνωμαι, τὸν δὲ μή, τὴν δὲ γνῶσιν τοῦ ἑτέρου μὴ κατὰ τὴν αἴσθησιν ἔχω, ἐν τοῖς πρόσθεν οὕτως ἔλεγον καί μου τότε οὐκ ἐμάνθανες.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὴν ἔλεγον, ὅτι γιγνώσκων τὸν ἕτερον καὶ 193eαἰσθανόμενος, καὶ τὴν γνῶσιν κατὰ τὴν αἴσθησιν αὐτοῦ ἔχων, οὐδέποτε οἰήσεται εἶναι αὐτὸν ἕτερόν τινα ὃν γιγνώσκειτε καὶ αἰσθάνεται καὶ τὴν γνῶσιν αὖ καὶ ἐκείνου ἔχει κατὰ τὴν αἴσθησιν. ἦν γὰρ τοῦτο;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

παρελείπετο δέ γέ που τὸ νῦν λεγόμενον, ἐν δή φαμεν τὴν ψευδῆ δόξαν γίγνεσθαι τὸ ἄμφω γιγνώσκοντα 194aκαὶ ἄμφω ὁρῶντα τινα ἄλλην αἴσθησιν ἔχοντα ἀμφοῖν τὼ σημείω μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν, ἀλλ’οἷον τοξότην φαῦλον ἱέντα παραλλάξαι τοῦ σκοποῦ καὶ ἁμαρτεῖν, δὴ καὶ ψεῦδος ἄρα ὠνόμασται.

Θεαιτητος
Θε.
Θε.

εἰκότως γε.

Σωκρατης
Σω.
Σω.

καὶ ὅταν τοίνυν τῷ μὲν παρῇ αἴσθησις τῶν σημείων, τῷ δὲ μή, τὸ δὲ τῆς ἀπούσης αἰσθήσεως τῇ παρούσῃ προσαρμόσῃ, πάντῃ ταύτῃ ψεύδεται διάνοια. καὶ ἑνὶ λόγῳ, περὶ ὧν μὲν μὴ οἶδέ τις μη δ’ἐπῄσθετο πώποτε, οὐκ ἔστιν, 194bὡς ἔοικεν, οὔτε ψεύδεσθαι οὔτε ψευδὴς δόξα, εἴ τι νῦν ἡμεῖς ὑγιὲς λέγομεν · περὶ δὲ ὧν ἴσμεντε καὶ αἰσθανόμεθα, ἐν αὐτοῖς τούτοις στρέφεται καὶ ἑλίττεται δόξα ψευδὴς καὶ ἀληθὴς γιγνομένη, καταντικρὺ μὲν καὶ κατὰ τὸ εὐθὺ τὰ οἰκεῖα συνάγουσα ἀποτυπώματα καὶ τύπους ἀληθής, εἰς πλάγια δὲ καὶ σκολιὰ ψευδής.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν καλῶς, Σώκρατες, λέγεται;

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν καὶ τάδε ἀκούσας μᾶλλον αὐτὸ ἐρεῖς. τὸ μὲν γὰρ τἀληθὲς δοξάζειν καλόν, τὸ δὲ ψεύδεσθαι αἰσχρόν.

Θεαιτητος
Θε.
Θε.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

ταῦτα τοίνυν φασὶν ἐνθένδε γίγνεσθαι. ὅταν μὲν κηρός του ἐν τῇ ψυχῇ βαθύςτε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος , τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς κέαρ, ἔφη Ὅμηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις 194dκαθαρὰ τὰ σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς τοῦ βάθους ἔχοντα πολυχρόνιάτε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα ἀλλὰ δοξάζουσιν ἀληθῆ. σαφῆ γὰρ καὶ ἐν εὐρυχωρίᾳ ὄντα ταχὺ διανέμουσιν ἐπὶ τὰ αὑτῶν ἕκαστα ἐκμαγεῖα, δὴ ὄντα καλεῖται, καὶ σοφοὶ δὴ οὗτοι καλοῦνται. οὐ δοκεῖ σοι;

Θεαιτητος
Θε.
Θε.

ὑπερφυῶς μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ὅταν τοίνυν λάσιόν του τὸ κέαρ , δὴ ἐπῄνεσεν πάσσοφος ποιητής, ὅταν κοπρῶδες καὶ μὴ καθαροῦ τοῦ κηροῦ, ὑγρὸν σφόδρα σκληρόν, ὧν μὲν ὑγρὸν εὐμαθεῖς μέν, ἐπιλήσμονες δὲ γίγνονται, ὧν δὲ σκληρόν, τἀναντία. οἱ δὲ δὴ λάσιον καὶ τραχὺ λιθῶδές τι γῆς κόπρου συμμιγείσης ἔμπλεων ἔχοντες ἀσαφῆ τὰ ἐκμαγεῖα ἴσχουσιν. ἀσαφῆ δὲ καὶ οἱ τὰ σκληρά · βάθος γὰρ οὐκ ἔνι. ἀσαφῆ 195aδὲ καὶ οἱ τὰ ὑγρά · ὑπὸ γὰρ τοῦ συγχεῖσθαι ταχὺ γίγνεται ἀμυδρά. ἐὰν δὲ πρὸς πᾶσι τούτοις ἐπ’ἀλλήλων συμπεπτωκότα ὑπὸ στενοχωρίας, ἐάν του σμικρὸν τὸ ψυχάριον, ἔτι ἀσαφέστερα ἐκείνων. πάντες οὖν οὗτοι γίγνονται οἷοι δοξάζειν ψευδῆ. ὅταν γάρ τι ὁρῶσιν ἀκούωσιν ἐπινοῶσιν, ἕκαστα ἀπονέμειν ταχὺ ἑκάστοις οὐ δυνάμενοι βραδεῖςτέ εἰσι καὶ ἀλλοτριονομοῦντες παρορῶσίτε καὶ παρακούουσι καὶ παρανοοῦσι πλεῖστα, καὶ καλοῦνται αὖ οὗτοι ἐψευσμένοιτε δὴ τῶν ὄντων καὶ ἀμαθεῖς.

Θεαιτητος
Θε.
Θε.

ὀρθότατα ἀνθρώπων λέγεις, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

φῶμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι;

Θεαιτητος
Θε.
Θε.

σφόδρα γε.

Σωκρατης
Σω.
Σω.

καὶ ἀληθεῖς δή;

Θεαιτητος
Θε.
Θε.

καὶ ἀληθεῖς.

Σωκρατης
Σω.
Σω.

ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τὼ δόξα;

Θεαιτητος
Θε.
Θε.

ὑπερφυῶς μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

δεινόντε, Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης.

Θεαιτητος
Θε.
Θε.

τί δέ; πρὸς τί τοῦτ’εἶπες;

Σωκρατης
Σω.
Σω.

τὴν ἐμαυτοῦ δυσμαθίαν δυσχεράνας καὶ ὡς ἀληθῶς ἀδολεσχίαν. τί γὰρ ἄν τις ἄλλο θεῖτο ὄνομα, ὅταν ἄνω κάτω τοὺς λόγους ἕλκῃ τις ὑπὸ νωθείας οὐ δυνάμενος πεισθῆναι, καὶ δυσαπάλλακτος ἀφ’ἑκάστου λόγου;

Θεαιτητος
Θε.
Θε.

σὺ δὲ δὴ τί δυσχεραίνεις;

Σωκρατης
Σω.
Σω.

οὐ δυσχεραίνω μόνον ἀλλὰ καὶ δέδοικα ὅτι ἀποκρινοῦμαι ἄν τις ἔρηταί με · Σώκρατες, ηὕρηκας δὴ ψευδῆ δόξαν, ὅτι οὔτε ἐν ταῖς αἰσθήσεσίν ἐστι πρὸς ἀλλήλας οὔτ’195dἐν ταῖς διανοίαις ἀλλ’ἐν τῇ συνάψει αἰσθήσεως πρὸς διάνοιαν; φήσω δὲ ἐγὼ οἶμαι καλλωπιζόμενος ὥς τι ηὑρηκότων ἡμῶν καλόν.

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε δοκεῖ, Σώκρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, φησί, λέγεις ὅτι αὖ τὸν ἄνθρωπον ὃν διανοούμεθα μόνον, ὁρῶμεν δ’οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλ’οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ; ταῦτα οἶμαι φήσω λέγειν.

Θεαιτητος
Θε.
Θε.

καὶ ὀρθῶς γε.

Σωκρατης
Σω.
Σω.

τί οὖν, φησί, τὰ ἕνδεκα μηδὲν ἄλλο διανοεῖταί τις, ἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἄν ποτε οἰηθείη δώδεκα εἶναι μόνον αὖ διανοεῖται; ἴθι οὖν δή, σὺ ἀποκρίνου.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἀποκρινοῦμαι ὅτι ὁρῶν μὲν ἄν τις ἐφαπτόμενος οἰηθείη τὰ ἕνδεκα δώδεκα εἶναι, μέντοι ἐν τῇ διανοίᾳ ἔχει, οὐκ ἄν ποτε περὶ αὐτῶν ταῦτα δοξάσειεν οὕτως.

Σωκρατης
Σω.
Σω.

τί οὖν; οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ 196aἑπτά, λέγω δὲ μὴ ἀνθρώπους ἑπτὰ καὶ πέντε προθέμενον σκοπεῖν μη δ’ἄλλο τοιοῦτον, ἀλλ’αὐτὰ πέντε καὶ ἑπτά, φαμεν ἐκεῖ μνημεῖα ἐν τῷ ἐκμαγείῳ εἶναι καὶ ψευδῆ ἐν αὐτοῖς οὐκ εἶναι δοξάσαι, ταῦτα αὐτὰ εἴ τις ἀνθρώπων ἤδη πώποτε ἐσκέψατο λέγων πρὸς αὑτὸν καὶ ἐρωτῶν πόσα ποτ’ἐστίν, καὶ μέν τις εἶπεν οἰηθεὶς ἕνδεκα αὐτὰ εἶναι, δὲ δώδεκα, πάντες λέγουσίτε καὶ οἴονται δώδεκα αὐτὰ εἶναι;

Θεαιτητος
Θε.
Θε.

οὐ μὰ τὸν Δία, ἀλλὰ πολλοὶ δὴ καὶ ἕνδεκα · ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ τις σκοπῆται, μᾶλλον σφάλλεται. οἶμαι γάρ σε περὶ παντὸς ἀριθμοῦ λέγειν.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς γὰρ οἴει · καὶ ἐνθυμοῦ μή τι τότε γίγνεται ἄλλο αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι.

Θεαιτητος
Θε.
Θε.

ἔοικέ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους; γὰρ τοῦτο παθών, οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι 196cψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἄλλ’ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν διανοίας πρὸς αἴσθησιν παραλλαγήν. εἰ γὰρ τοῦτ’ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα. νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, τις οἶδεν, οἷόντε μὴ εἰδέναι. καὶ τούτων πότερα αἱρῇ;

Θεαιτητος
Θε.
Θε.

ἄπορον αἵρεσιν προτίθης, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει λόγος οὐκ ἐάσειν. ὅμως δέ πάντα γὰρ τολμητέον τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;

Θεαιτητος
Θε.
Θε.

πῶς;

Σωκρατης
Σω.
Σω.

ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτ’ἐστὶ τὸ ἐπίστασθαι.

Θεαιτητος
Θε.
Θε.

καὶ τί τοῦτο ἀναίσχυντον;

Σωκρατης
Σω.
Σω.

ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτ’ἐστίν.

Θεαιτητος
Θε.
Θε.

ἐννοῶ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἔπειτ’οὐκ ἀναιδὲς δοκεῖ μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν; ἀλλὰ γάρ, 196eΘεαίτητε, πάλαι ἐσμὲν ἀνάπλεῳ τοῦ μὴ καθαρῶς διαλέγεσθαι. μυριάκις γὰρ εἰρήκαμεν τὸ γιγνώσκομεν καὶ οὐ γιγνώσκομεν, καὶ ἐπιστάμεθα καὶ οὐκ ἐπιστάμεθα, ὥς τι συνιέντες ἀλλήλων ἐν ἔτι ἐπιστήμην ἀγνοοῦμεν · εἰ δὲ βούλει, καὶ νῦν ἐν τῷ παρόντι κεχρήμεθ’αὖ τῷ ἀγνοεῖντε καὶ συνιέναι, ὡς προσῆκον αὐτοῖς χρῆσθαι εἴπερ στερόμεθα ἐπιστήμης.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ τίνα τρόπον διαλέξῃ, Σώκρατες, τούτων ἀπεχόμενος;

Σωκρατης
Σω.
Σω.

οὐδένα ὤν γε ὃς εἰμί, εἰ μέντοι ἀντιλογικός · οἷος ἀνὴρ εἰ καὶ νῦν παρῆν, τούτωντ’ἂν ἔφη ἀπέχεσθαι καὶ ἡμῖν σφόδρ’ἂν ἐγὼ λέγω ἐπέπληττεν. ἐπειδὴ οὖν ἐσμεν φαῦλοι, βούλει τολμήσω εἰπεῖν οἷόν ἐστι τὸ ἐπίστασθαι; φαίνεται γάρ μοι προὔργου τι ἂν γενέσθαι.

Θεαιτητος
Θε.
Θε.

τόλμα τοίνυν νὴ Δία. τούτων δὲ μὴ ἀπεχομένῳ σοι ἔσται πολλὴ συγγνώμη.

Σωκρατης
Σω.
Σω.

ἀκήκοας οὖν νῦν λέγουσιν τὸ ἐπίστασθαι;

Θεαιτητος
Θε.
Θε.

ἴσως · οὐ μέντοι ἔν γε τῷ παρόντι μνημονεύω.

Σωκρατης
Σω.
Σω.

ἐπιστήμης που ἕξιν φασὶν αὐτὸ εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

ἡμεῖς τοίνυν σμικρὸν μεταθώμεθα καὶ εἴπωμεν ἐπιστήμης κτῆσιν.

Θεαιτητος
Θε.
Θε.

τί οὖν δὴ φήσεις τοῦτο ἐκείνου διαφέρειν;

Σωκρατης
Σω.
Σω.

ἴσως μὲν οὐδέν · δ’οὖν δοκεῖ ἀκούσας συνδοκίμαζε.

Θεαιτητος
Θε.
Θε.

ἐάνπερ γε οἷόςτ’.

Σωκρατης
Σω.
Σω.

οὐ τοίνυν μοι ταὐτὸν φαίνεται τῷ κεκτῆσθαι τὸ ἔχειν. οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φορῶν, ἔχειν μὲν οὐκ ἂν αὐτὸν αὐτό, κεκτῆσθαί γε μὴν φαῖμεν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς γε.

Σωκρατης
Σω.
Σω.

ὅρα δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτω κεκτημένον μὴ ἔχειν, ἀλλ’ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς τι ἄλλο, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερεῶνα τρέφοι, τρόπον μὲν ἄν πού τινα φαῖμεν αὐτὸν αὐτὰς ἀεὶ ἔχειν, ὅτι δὴ κέκτηται. γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τρόπον δέ γ’ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν οἰκείῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο, λαβεῖν καὶ σχεῖν ἐπειδὰν 197dβούληται, θηρευσαμένῳ ἣν ἂν ἀεὶ ἐθέλῃ, καὶ πάλιν ἀφιέναι, καὶ τοῦτο ἐξεῖναι ποιεῖν ὁποσάκις ἂν δοκῇ αὐτῷ.

Θεαιτητος
Θε.
Θε.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

πάλιν δή, ὥσπερ ἐν τοῖς πρόσθεν κήρινόν τι ἐν ταῖς ψυχαῖς κατεσκευάζομεν οὐκ οἶδ’ὅτι πλάσμα, νῦν αὖ ἐν ἑκάστῃ ψυχῇ ποιήσωμεν περιστερεῶνά τινα παντοδαπῶν ὀρνίθων, τὰς μὲν κατ’ἀγέλας οὔσας χωρὶς τῶν ἄλλων, τὰς δὲ κατ’ὀλίγας, ἐνίας δὲ μόνας διὰ πασῶν ὅπῃ ἂν τύχωσι πετομένας.

Θεαιτητος
Θε.
Θε.

πεποιήσθω δή. ἀλλὰ τί τοὐντεῦθεν;

Σωκρατης
Σω.
Σω.

παιδίων μὲν ὄντων φάναι χρὴ εἶναι τοῦτο τὸ ἀγγεῖον κενόν, ἀντὶ δὲ τῶν ὀρνίθων ἐπιστήμας νοῆσαι · ἣν δ’ἂν ἐπιστήμην κτησάμενος καθείρξῃ εἰς τὸν περίβολον, φάναι αὐτὸν μεμαθηκέναι ηὑρηκέναι τὸ πρᾶγμα οὗ ἦν αὕτη ἐπιστήμη, καὶ τὸ ἐπίστασθαι τοῦτ’εἶναι.

Θεαιτητος
Θε.
Θε.

ἔστω.

Σωκρατης
Σω.
Σω.

τὸ τοίνυν πάλιν ἣν ἂν βούληται τῶν ἐπιστημῶν θηρεύειν καὶ λαβόντα ἴσχειν καὶ αὖθις ἀφιέναι σκόπει τίνων δεῖται ὀνομάτων, εἴτε τῶν αὐτῶν ὧν τὸ πρῶτον ὅτε ἐκτᾶτο εἴτε ἑτέρων. μαθήσῃ δ’ἐνθένδε σαφέστερον τί λέγω. ἀριθμητικὴν μὲν γὰρ λέγεις τέχνην;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

ταύτην δὴ ὑπόλαβε θήραν ἐπιστημῶν ἀρτίουτε καὶ περιττοῦ παντός.

Θεαιτητος
Θε.
Θε.

ὑπολαμβάνω.

Σωκρατης
Σω.
Σω.

ταύτῃ δὴ οἶμαι τῇ τέχνῃ αὐτόςτε ὑποχειρίους τὰς 198bἐπιστήμας τῶν ἀριθμῶν ἔχει καὶ ἄλλῳ παραδίδωσιν παραδιδούς.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ καλοῦμέν γε παραδιδόντα μὲν διδάσκειν, παραλαμβάνοντα δὲ μανθάνειν, ἔχοντα δὲ δὴ τῷ κεκτῆσθαι ἐν τῷ περιστερεῶνι ἐκείνῳ ἐπίστασθαι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τῷ δὲ δὴ ἐντεῦθεν ἤδη πρόσσχες τὸν νοῦν. ἀριθμητικὸς γὰρ ὢν τελέως ἄλλο τι πάντας ἀριθμοὺς ἐπίσταται; πάντων γὰρ ἀριθμῶν εἰσιν αὐτῷ ἐν τῇ ψυχῇ ἐπιστῆμαι.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὖν τοιοῦτος ἀριθμοῖ ἄν ποτέ τι αὐτὸς πρὸς αὑτὸν αὐτὰ ἄλλο τι τῶν ἔξω ὅσα ἔχει ἀριθμόν;

Θεαιτητος
Θε.
Θε.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τὸ δὲ ἀριθμεῖν γε οὐκ ἄλλο τι θήσομεν τοῦ σκοπεῖσθαι πόσος τις ἀριθμὸς τυγχάνει ὤν.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἄρα ἐπίσταται, σκοπούμενος φαίνεται ὡς οὐκ εἰδώς, ὃν ὡμολογήκαμεν ἅπαντα ἀριθμὸν εἰδέναι. ἀκούεις γάρ που τὰς τοιαύτας ἀμφισβητήσεις.

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἡμεῖς ἀπεικάζοντες τῇ τῶν περιστερῶν κτήσειτε καὶ θήρᾳ ἐροῦμεν ὅτι διττὴ ἦν θήρα, μὲν πρὶν ἐκτῆσθαι τοῦ κεκτῆσθαι ἕνεκα, δὲ κεκτημένῳ τοῦ λαβεῖν καὶ ἔχειν ἐν ταῖς χερσὶν πάλαι ἐκέκτητο. οὕτως δὲ καὶ ὧν πάλαι ἐπιστῆμαι ἦσαν αὐτῷ μαθόντι καὶ ἠπίστατο αὐτά, πάλιν ἔστι καταμανθάνειν ταὐτὰ ταῦτα ἀναλαμβάνοντα τὴν ἐπιστήμην ἑκάστου καὶ ἴσχοντα, ἣν ἐκέκτητο μὲν πάλαι, πρόχειρον δ’οὐκ εἶχε τῇ διανοίᾳ;

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

τοῦτο δὴ ἄρτι ἠρώτων, ὅπως χρὴ τοῖς ὀνόμασι χρώμενον λέγειν περὶ αὐτῶν, ὅταν ἀριθμήσων ἴῃ ἀριθμητικὸς τι ἀναγνωσόμενος γραμματικός, ὡς ἐπιστάμενος ἄρα ἐν τῷ τοιούτῳ πάλιν ἔρχεται μαθησόμενος παρ’ἑαυτοῦ ἐπίσταται;

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἄτοπον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ οὐκ ἐπίσταται φῶμεν αὐτὸν ἀναγνώσεσθαι 199aκαὶ ἀριθμήσειν, δεδωκότες αὐτῷ πάντα μὲν γράμματα πάντα δὲ ἀριθμὸν ἐπίστασθαι;

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ καὶ τοῦτ’ἄλογον.

Σωκρατης
Σω.
Σω.

βούλει οὖν λέγωμεν ὅτι τῶν μὲν ὀνομάτων οὐδὲν ἡμῖν μέλει, ὅπῃ τις χαίρει ἕλκων τὸ ἐπίστασθαι καὶ μανθάνειν, ἐπειδὴ δὲ ὡρισάμεθα ἕτερον μέν τι τὸ κεκτῆσθαι τὴν ἐπιστήμην, ἕτερον δὲ τὸ ἔχειν, μέν τις ἔκτηται μὴ κεκτῆσθαι ἀδύνατόν φαμεν εἶναι, ὥστε οὐδέποτε συμβαίνει τις οἶδεν μὴ εἰδέναι, ψευδῆ μέντοι δόξαν οἷόντ’εἶναι περὶ αὐτοῦ λαβεῖν; μὴ γὰρ ἔχειν τὴν ἐπιστήμην τούτου οἷόντε, ἀλλ’ἑτέραν ἀντ’ἐκείνης, ὅταν θηρεύων τινά πού ποτ’ἐπιστήμην διαπετομένων ἀνθ’ἑτέρας ἑτέραν ἁμαρτὼν λάβῃ, τότε ἄρα τὰ ἕνδεκα δώδεκα ᾠήθη εἶναι, τὴν τῶν ἕνδεκα ἐπιστήμην ἀντὶ τῆς τῶν δώδεκα λαβὼν τὴν ἐν ἑαυτῷ οἷον φάτταν ἀντὶ περιστερᾶς.

Θεαιτητος
Θε.
Θε.

ἔχει γὰρ οὖν λόγον.

Σωκρατης
Σω.
Σω.

ὅταν δέ γε ἣν ἐπιχειρεῖ λαβεῖν λάβῃ, ἀψευδεῖντε καὶ τὰ ὄντα δοξάζειν τότε, καὶ οὕτω δὴ εἶναι ἀληθῆτε καὶ 199cψευδῆ δόξαν, καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδυσχεραίνομεν οὐδὲν ἐμποδὼν γίγνεσθαι; ἴσως οὖν μοι συμφήσεις · πῶς ποιήσεις;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ τοῦ μὲν ἐπίστανται μὴ ἐπίστασθαι ἀπηλλάγμεθα · γὰρ κεκτήμεθα μὴ κεκτῆσθαι οὐδαμοῦ ἔτι συμβαίνει, οὔτε ψευσθεῖσί τινος οὔτε μή. δεινότερον μέντοι πάθος ἄλλο παραφαίνεσθαί μοι δοκεῖ.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

εἰ τῶν ἐπιστημῶν μεταλλαγὴ ψευδὴς γενήσεταί ποτε δόξα.

Θεαιτητος
Θε.
Θε.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν τό τινος ἔχοντα ἐπιστήμην τοῦτο αὐτὸ ἀγνοεῖν, μὴ ἀγνωμοσύνῃ ἀλλὰ τῇ ἑαυτοῦ ἐπιστήμῃ · ἔπειτα ἕτερον αὖ τοῦτο δοξάζειν, τὸ δ’ἕτερον τοῦτο, πῶς οὐ πολλὴ ἀλογία, ἐπιστήμης παραγενομένης γνῶναι μὲν τὴν ψυχὴν μηδέν, ἀγνοῆσαι δὲ πάντα; ἐκ γὰρ τούτου τοῦ λόγου κωλύει οὐδὲν καὶ ἄγνοιαν παραγενομένην γνῶναί τι ποιῆσαι καὶ τυφλότητα ἰδεῖν, εἴπερ καὶ ἐπιστήμη ἀγνοῆσαί ποτέ τινα ποιήσει.

Θεαιτητος
Θε.
Θε.

ἴσως γάρ, Σώκρατες, οὐ καλῶς τὰς ὄρνιθας ἐτίθεμεν ἐπιστήμας μόνον τιθέντες, ἔδει δὲ καὶ ἀνεπιστημοσύνας τιθέναι ὁμοῦ συνδιαπετομένας ἐν τῇ ψυχῇ, καὶ τὸν θηρεύοντα τοτὲ μὲν ἐπιστήμην λαμβάνοντα, τοτὲ δ’ἀνεπιστημοσύνην τοῦ αὐτοῦ πέρι ψευδῆ μὲν δοξάζειν τῇ ἀνεπιστημοσύνῃ, ἀληθῆ δὲ τῇ ἐπιστήμῃ.

Σωκρατης
Σω.
Σω.

οὐ ῥᾴδιόν γε, Θεαίτητε, μὴ ἐπαινεῖν σε · μέντοι εἶπες πάλιν ἐπίσκεψαι. ἔστω μὲν γὰρ ὡς λέγεις · δὲ δὴ τὴν 200aἀνεπιστημοσύνην λαβὼν ψευδῆ μέν, φῄς, δοξάσει. γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐ δήπου καὶ ἡγήσεταί γε ψευδῆ δοξάζειν.

Θεαιτητος
Θε.
Θε.

πῶς γάρ;

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἀληθῆ γε, καὶ ὡς εἰδὼς διακείσεται περὶ ὧν ἔψευσται.

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

ἐπιστήμην ἄρα οἰήσεται τεθηρευκὼς ἔχειν ἀλλ’οὐκ ἀνεπιστημοσύνην.

Θεαιτητος
Θε.
Θε.

δῆλον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν. γὰρ ἐλεγκτικὸς ἐκεῖνος γελάσας φήσει · πότερον, βέλτιστοι, ἀμφοτέρας τις εἰδώς, ἐπιστήμηντε καὶ ἀνεπιστημοσύνην, ἣν οἶδεν, ἑτέραν αὐτὴν οἴεταί τινα εἶναι ὧν οἶδεν; οὐδετέραν εἰδώς, ἣν μὴ οἶδε, δοξάζει ἑτέραν ὧν οὐκ οἶδεν; τὴν μὲν εἰδώς, τὴν δ’οὔ, ἣν οἶδεν, ἣν μὴ οἶδεν; ἣν μὴ οἶδεν, ἣν οἶδεν ἡγεῖται; πάλιν αὖ μοι ἐρεῖτε ὅτι τῶν ἐπιστημῶν καὶ ἀνεπιστημοσυνῶν εἰσὶν αὖ ἐπιστῆμαι, ἃς κεκτημένος ἐν ἑτέροις τισὶ γελοίοις 200cπεριστερεῶσιν κηρίνοις πλάσμασι καθείρξας, ἕωσπερ ἂν κεκτῆται ἐπίσταται, καὶ ἐὰν μὴ προχείρους ἔχῃ ἐν τῇ ψυχῇ; καὶ οὕτω δὴ ἀναγκασθήσεσθε εἰς ταὐτὸν περιτρέχειν μυριάκις οὐδὲν πλέον ποιοῦντες; τί πρὸς ταῦτα, Θεαίτητε, ἀποκρινούμεθα;

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ μὰ Δί’, Σώκρατες, ἔγωγε οὐκ ἔχω τί χρὴ λέγειν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν ἡμῖν, παῖ, καλῶς λόγος ἐπιπλήττει καὶ ἐνδείκνυται ὅτι οὐκ ὀρθῶς ψευδῆ δόξαν προτέραν ζητοῦμεν 200dἐπιστήμης, ἐκείνην ἀφέντες; τὸ δ’ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτ’ἐστίν.

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη, Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι.

Σωκρατης
Σω.
Σω.

τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην; οὐ γάρ που ἀπεροῦμέν γέ πω;

Θεαιτητος
Θε.
Θε.

ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς.

Σωκρατης
Σω.
Σω.

λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστ’ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν;

Θεαιτητος
Θε.
Θε.

ὅπερ ἐπεχειροῦμεν, Σώκρατες, ἐν τῷ πρόσθεν · οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν.

Σωκρατης
Σω.
Σω.

τὸ ποῖον;

Θεαιτητος
Θε.
Θε.

τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι. ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπ’αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.

Σωκρατης
Σω.
Σω.

τὸν ποταμὸν καθηγούμενος, Θεαίτητε, ἔφη ἄρα δείξειν αὐτό · καὶ τοῦτο ἐὰν ἰόντες ἐρευνῶμεν, τάχ’ἂν 201aἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον, μένουσι δὲ δῆλον οὐδέν.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς λέγεις · ἀλλ’ἴωμέν γε καὶ σκοπῶμεν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦτό γε βραχείας σκέψεως · τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό.

Θεαιτητος
Θε.
Θε.

πῶς δή; καὶ τίς αὕτη;

Σωκρατης
Σω.
Σω.

τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράςτε καὶ δικανικούς. οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἂν βούλωνται. σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι, 201bὥστε οἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις χρήματα τι ἄλλο βιαζομένοις, τούτοις δύνασθαι πρὸς ὕδωρ σμικρὸν διδάξαι ἱκανῶς τῶν γενομένων τὴν ἀλήθειαν;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς ἔγωγε οἶμαι, ἀλλὰ πεῖσαι μέν.

Σωκρατης
Σω.
Σω.

τὸ πεῖσαι δ’οὐχὶ δοξάσαι λέγεις ποιῆσαι;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὅταν δικαίως πεισθῶσιν δικασταὶ περὶ ὧν ἰδόντι μόνον ἔστιν εἰδέναι, ἄλλως δὲ μή, ταῦτα τότε ἐξ 201cἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄν, φίλε, εἴ γε ταὐτὸν ἦν δόξατε ἀληθὴς καὶ δικαστήρια καὶ ἐπιστήμη, ὀρθά ποτ’ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης · νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι.

Θεαιτητος
Θε.
Θε.

γε ἐγώ, Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δ’ἐννοῶ · ἔφη δὲ τὴν μὲν μετὰ λόγου 201dἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης · καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, δ’ἔχει, ἐπιστητά.

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις. τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύτε κἀγὼ ἀκηκόαμεν.

Θεαιτητος
Θε.
Θε.

ἀλλ’οὐκ οἶδα εἰ ἐξευρήσω · λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμ’ἄν.

Σωκρατης
Σω.
Σω.

ἄκουε δὴ ὄναρ ἀντὶ ὀνείρατος. ἐγὼ γὰρ αὖ ἐδόκουν 201eἀκούειν τινῶν ὅτι τὰ μὲν πρῶτα οἱονπερεὶ στοιχεῖα, ἐξ ὧν ἡμεῖςτε συγκείμεθα καὶ τἆλλα, λόγον οὐκ ἔχοι. αὐτὸ γὰρ καθ’αὑτὸ ἕκαστον ὀνομάσαι μόνον εἴη, προσειπεῖν δὲ οὐδὲν ἄλλο δυνατόν, οὔθ’ὡς ἔστιν, οὔθ’ὡς οὐκ ἔστιν · ἤδη γὰρ 202aἂν οὐσίαν μὴ οὐσίαν αὐτῷ προστίθεσθαι, δεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ. ἐπεὶ οὐ δὲ τὸ αὐτὸ οὐ δὲ τὸ ἐκεῖνο οὐ δὲ τὸ ἕκαστον οὐ δὲ τὸ μόνον οὐ δὲ τοῦτο προσοιστέον οὐ δ’ἄλλα πολλὰ τοιαῦτα · ταῦτα μὲν γὰρ περιτρέχοντα πᾶσι προσφέρεσθαι, ἕτερα ὄντα ἐκείνων οἷς προστίθεται, δεῖν δέ, εἴπερ ἦν δυνατὸν αὐτὸ λέγεσθαι καὶ εἶχεν οἰκεῖον αὑτοῦ λόγον, ἄνευ τῶν ἄλλων ἁπάντων λέγεσθαι. νῦν δὲ ἀδύνατον εἶναι 202bὁτιοῦν τῶν πρώτων ῥηθῆναι λόγῳ · οὐ γὰρ εἶναι αὐτῷ ἀλλ’ ὀνομάζεσθαι μόνον ὄνομα γὰρ μόνον ἔχειν τὰ δὲ ἐκ τούτων ἤδη συγκείμενα, ὥσπερ αὐτὰ πέπλεκται, οὕτω καὶ τὰ ὀνόματα αὐτῶν συμπλακέντα λόγον γεγονέναι · ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ · τὰς δὲ συλλαβὰς γνωστάςτε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ, 202cἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δ’οὔ · τὸν γὰρ μὴ δυνάμενον δοῦναίτε καὶ δέξασθαι λόγον ἀνεπιστήμονα εἶναι περὶ τούτου · προσλαβόντα δὲ λόγον δυνατόντε ταῦτα πάντα γεγονέναι καὶ τελείως πρὸς ἐπιστήμην ἔχειν. οὕτως σὺ τὸ ἐνύπνιον ἄλλως ἀκήκοας;

Θεαιτητος
Θε.
Θε.

οὕτω μὲν οὖν παντάπασιν.

Σωκρατης
Σω.
Σω.

ἀρέσκει οὖν σε καὶ τίθεσαι ταύτῃ, δόξαν ἀληθῆ μετὰ λόγου ἐπιστήμην εἶναι;

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἆρ’, Θεαίτητε, νῦν οὕτω τῇδε τῇ ἡμέρᾳ εἰλήφαμεν πάλαι καὶ πολλοὶ τῶν σοφῶν ζητοῦντες πρὶν εὑρεῖν κατεγήρασαν;

Θεαιτητος
Θε.
Θε.

ἐμοὶ γοῦν δοκεῖ, Σώκρατες, καλῶς λέγεσθαι τὸ νῦν ῥηθέν.

Σωκρατης
Σω.
Σω.

καὶ εἰκός γε αὐτὸ τοῦτο οὕτως ἔχειν · τίς γὰρ ἂν καὶ ἔτι ἐπιστήμη εἴη χωρὶς τοῦ λόγουτε καὶ ὀρθῆς δόξης; ἓν μέντοι τί με τῶν ῥηθέντων ἀπαρέσκει.

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον δή;

Σωκρατης
Σω.
Σω.

καὶ δοκεῖ λέγεσθαι κομψότατα, ὡς τὰ μὲν 202eστοιχεῖα ἄγνωστα, τὸ δὲ τῶν συλλαβῶν γένος γνωστόν.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν ὀρθῶς;

Σωκρατης
Σω.
Σω.

ἰστέον δή · ὥσπερ γὰρ ὁμήρους ἔχομεν τοῦ λόγου τὰ παραδείγματα οἷς χρώμενος εἶπε πάντα ταῦτα.

Θεαιτητος
Θε.
Θε.

ποῖα δή;

Σωκρατης
Σω.
Σω.

τὰ τῶν γραμμάτων στοιχεῖάτε καὶ συλλαβάς. οἴει ἄλλοσέ ποι βλέποντα ταῦτα εἰπεῖν τὸν εἰπόντα λέγομεν;

Θεαιτητος
Θε.
Θε.

οὔκ, ἀλλ’εἰς ταῦτα.

Σωκρατης
Σω.
Σω.

βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον · ἆρ’αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;

Θεαιτητος
Θε.
Θε.

ἴσως.

Σωκρατης
Σω.
Σω.

πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί · Θεαίτητε, λέγε τί ἐστι ΣΩ; τί ἀποκρινῇ;

Θεαιτητος
Θε.
Θε.

ὅτι σῖγμα καὶ .

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.

Θεαιτητος
Θε.
Θε.

καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, Σώκρατες, τότε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης · τοῦ δ’αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐ δὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐ δ’ὁντινοῦν.

Σωκρατης
Σω.
Σω.

τουτὶ μὲν ἄρα, ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.

Θεαιτητος
Θε.
Θε.

φαινόμεθα.

Σωκρατης
Σω.
Σω.

τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρ’ὀρθῶς ἀποδεδείγμεθα;

Θεαιτητος
Θε.
Θε.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω δύο, τὰ πάντα, μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;

Θεαιτητος
Θε.
Θε.

τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.

Σωκρατης
Σω.
Σω.

ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ . ἀμφότερά ἐστιν πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει;

Θεαιτητος
Θε.
Θε.

τί μήν;

Σωκρατης
Σω.
Σω.

τὸ σῖγμα καὶ τὸ ἄρα γιγνώσκει.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δ’; ἑκάτερον ἄρ’ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ δεινὸν καὶ ἄλογον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα γε ἐξαίφνης.

Σωκρατης
Σω.
Σω.

οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλ’ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν · καὶ τάχα γ’ἂν μᾶλλον οὕτως ’κείνως ἔχοι.

Σωκρατης
Σω.
Σω.

σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαντε καὶ σεμνὸν λόγον.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν.

Σωκρατης
Σω.
Σω.

ἐχέτω δὴ ὡς νῦν φαμεν, μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη συλλαβή, ὁμοίως ἔντε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μέρη αὐτῆς οὐ δεῖ εἶναι.

Θεαιτητος
Θε.
Θε.

τί δή;

Σωκρατης
Σω.
Σω.

ὅτι οὗ ἂν μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι. καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν;

Θεαιτητος
Θε.
Θε.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς 204bἕτερον ἑκάτερον;

Θεαιτητος
Θε.
Θε.

ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.

Σωκρατης
Σω.
Σω.

μὲν προθυμία, Θεαίτητε, ὀρθή · εἰ δὲ καὶ ἀπόκρισις, σκεπτέον.

Θεαιτητος
Θε.
Θε.

δεῖ γε δή.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς νῦν λόγος;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθ’ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ 204cἐὰν δὶς τρία τρὶς δύο τέτταράτε καὶ δύο τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἕτερον λέγομεν;

Θεαιτητος
Θε.
Θε.

τὸ αὐτό.

Σωκρατης
Σω.
Σω.

ἆρ’ἄλλο τι ἕξ;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐφ’ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

πᾶν δ’οὐδὲν λέγομεν τὰ πάντα λέγοντες;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ἄλλο τι τὰ ἕξ;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Σωκρατης
Σω.
Σω.

ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τότε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν · γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ τοῦ σταδίου δὴ ὡσαύτως.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν καὶ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι μέρη ἐστίν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Σωκρατης
Σω.
Σω.

ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;

Θεαιτητος
Θε.
Θε.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

τὸ ὅλον ἄρ’οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔοικεν.

Σωκρατης
Σω.
Σω.

μέρος δ’ἔσθ’ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν τοῦ ὅλου;

Θεαιτητος
Θε.
Θε.

τοῦ παντός γε.

Σωκρατης
Σω.
Σω.

ἀνδρικῶς γε, Θεαίτητε, μάχῃ. τὸ πᾶν δὲ οὐχ ὅταν μηδὲν ἀπῇ, αὐτὸ τοῦτο πᾶν ἐστιν;

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ὅλον δὲ οὐ ταὐτὸν τοῦτο ἔσται, οὗ ἂν μηδαμῇ μηδὲν ἀποστατῇ; οὗ δ’ἂν ἀποστατῇ, οὔτε ὅλον οὔτε πᾶν, ἅμα γενόμενον ἐκ τοῦ αὐτοῦ τὸ αὐτό;

Θεαιτητος
Θε.
Θε.

δοκεῖ μοι νῦν οὐδὲν διαφέρειν πᾶντε καὶ ὅλον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐλέγομεν ὅτι οὗ ἂν μέρη , τὸ ὅλοντε καὶ πᾶν τὰ πάντα μέρη ἔσται;

Θεαιτητος
Θε.
Θε.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

πάλιν δή, ὅπερ ἄρτι ἐπεχείρουν, οὐκ, εἴπερ 205bσυλλαβὴ μὴ τὰ στοιχεῖά ἐστιν, ἀνάγκη αὐτὴν μὴ ὡς μέρη ἔχειν ἑαυτῆς τὰ στοιχεῖα, ταὐτὸν οὖσαν αὐτοῖς ὁμοίως ἐκείνοις γνωστὴν εἶναι;

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦτο ἵνα μὴ γένηται, ἕτερον αὐτῶν αὐτὴν ἐθέμεθα;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δ’; εἰ μὴ τὰ στοιχεῖα συλλαβῆς μέρη ἐστίν, ἔχεις ἄλλ’ἄττα εἰπεῖν μέρη μέν ἐστι συλλαβῆς, οὐ μέντοι στοιχεῖά γ’ἐκείνης;

Θεαιτητος
Θε.
Θε.

οὐδαμῶς. εἰ γάρ, Σώκρατες, μόρι’ἄττ’αὐτῆς συγχωροίην, γελοῖόν που τὰ στοιχεῖα ἀφέντα ἐπ’ἄλλα ἰέναι.

Σωκρατης
Σω.
Σω.

παντάπασι δή, Θεαίτητε, κατὰ τὸν νῦν λόγον μία τις ἰδέα ἀμέριστος συλλαβὴ ἂν εἴη.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

μέμνησαι οὖν, φίλε, ὅτι ὀλίγον ἐν τῷ πρόσθεν ἀπεδεχόμεθα ἡγούμενοι εὖ λέγεσθαι ὅτι τῶν πρώτων οὐκ εἴη λόγος ἐξ ὧν τἆλλα σύγκειται, διότι αὐτὸ καθ’αὑτὸ ἕκαστον εἴη ἀσύνθετον, καὶ οὐ δὲ τὸ εἶναι περὶ αὐτοῦ ὀρθῶς ἔχοι προσφέροντα εἰπεῖν, οὐ δὲ τοῦτο, ὡς ἕτερα καὶ ἀλλότρια λεγόμενα, καὶ αὕτη δὴ αἰτία ἄλογόντε καὶ ἄγνωστον αὐτὸ ποιοῖ;

Θεαιτητος
Θε.
Θε.

μέμνημαι.

Σωκρατης
Σω.
Σω.

οὖν ἄλλη τις αὕτη αἰτία τοῦ μονοειδέςτε καὶ ἀμέριστον αὐτὸ εἶναι; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ ἄλλην.

Θεαιτητος
Θε.
Θε.

οὐ γὰρ οὖν δὴ φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰς ταὐτὸν ἐμπέπτωκεν συλλαβὴ εἶδος ἐκείνῳ, εἴπερ μέρητε μὴ ἔχει καὶ μία ἐστὶν ἰδέα;

Θεαιτητος
Θε.
Θε.

παντάπασι μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

εἰ μὲν ἄρα πολλὰ στοιχεῖα συλλαβή ἐστιν καὶ ὅλον τι, μέρη δ’αὐτῆς ταῦτα, ὁμοίως αἵτε συλλαβαὶ γνωσταὶ καὶ ῥηταὶ καὶ τὰ στοιχεῖα, ἐπείπερ τὰ πάντα μέρη τῷ ὅλῳ ταὐτὸν ἐφάνη.

Θεαιτητος
Θε.
Θε.

καὶ μάλα.

Σωκρατης
Σω.
Σω.

εἰ δέ γε ἕντε καὶ ἀμερές, ὁμοίως μὲν συλλαβή, ὡσαύτως δὲ στοιχεῖον ἄλογόντε καὶ ἄγνωστον · γὰρ αὐτὴ αἰτία ποιήσει αὐτὰ τοιαῦτα.

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔχω ἄλλως εἰπεῖν.

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν ἄρα μὴ ἀποδεχώμεθα, ὃς ἂν λέγῃ συλλαβὴν μὲν γνωστὸν καὶ ῥητόν, στοιχεῖον δὲ τοὐναντίον.

Θεαιτητος
Θε.
Θε.

μὴ γάρ, εἴπερ τῷ λόγῳ πειθόμεθα.

Σωκρατης
Σω.
Σω.

τί δ’αὖ; τοὐναντίον λέγοντος ἆρ’οὐ μᾶλλον ἂν ἀποδέξαιο ἐξ ὧν αὐτὸς σύνοισθα σαυτῷ ἐν τῇ τῶν γραμμάτων μαθήσει;

Θεαιτητος
Θε.
Θε.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

ὡς οὐδὲν ἄλλο μανθάνων διετέλεσας τὰ στοιχεῖα ἔντε τῇ ὄψει διαγιγνώσκειν πειρώμενος καὶ ἐν τῇ ἀκοῇ αὐτὸ καθ’αὑτὸ ἕκαστον, ἵνα μὴ θέσις σε ταράττοι λεγομένωντε καὶ γραφομένων.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ἐν δὲ κιθαριστοῦ τελέως μεμαθηκέναι μῶν ἄλλο τι 206bἦν τὸ τῷ φθόγγῳ ἑκάστῳ δύνασθαι ἐπακολουθεῖν, ποίας χορδῆς εἴη · δὴ στοιχεῖα πᾶς ἂν ὁμολογήσειε μουσικῆς λέγεσθαι;

Θεαιτητος
Θε.
Θε.

οὐδὲν ἄλλο.

Σωκρατης
Σω.
Σω.

ὧν μὲν ἄρ’αὐτοὶ ἔμπειροί ἐσμεν στοιχείων καὶ συλλαβῶν, εἰ δεῖ ἀπὸ τούτων τεκμαίρεσθαι καὶ εἰς τὰ ἄλλα, πολὺ τὸ τῶν στοιχείων γένος ἐναργεστέραντε τὴν γνῶσιν ἔχειν φήσομεν καὶ κυριωτέραν τῆς συλλαβῆς πρὸς τὸ λαβεῖν τελέως ἕκαστον μάθημα, καὶ ἐάν τις φῇ συλλαβὴν μὲν γνωστόν, ἄγνωστον δὲ πεφυκέναι στοιχεῖον, ἑκόντα ἄκοντα παίζειν ἡγησόμεθ’αὐτόν.

Θεαιτητος
Θε.
Θε.

κομιδῇ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ δὴ τούτου μὲν ἔτι κἂν ἄλλαι φανεῖεν ἀποδείξεις, ὡς ἐμοὶ δοκεῖ · τὸ δὲ προκείμενον μὴ ἐπιλαθώμεθα δι’αὐτὰ ἰδεῖν, ὅτι δή ποτε καὶ λέγεται τὸ μετὰ δόξης ἀληθοῦς λόγον προσγενόμενον τὴν τελεωτάτην ἐπιστήμην γεγονέναι.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν χρὴ ὁρᾶν.

Σωκρατης
Σω.
Σω.

φέρε δή, τί ποτε βούλεται τὸν λόγον ἡμῖν σημαίνειν; τριῶν γὰρ ἕν τί μοι δοκεῖ λέγειν.

Θεαιτητος
Θε.
Θε.

τίνων δή;

Σωκρατης
Σω.
Σω.

τὸ μὲν πρῶτον εἴη ἂν τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανῆ ποιεῖν διὰ φωνῆς μετὰ ῥημάτωντε καὶ ὀνομάτων, ὥσπερ εἰς κάτοπτρον ὕδωρ τὴν δόξαν ἐκτυπούμενον εἰς τὴν διὰ τοῦ στόματος ῥοήν. οὐ δοκεῖ σοι τὸ τοιοῦτον λόγος εἶναι;

Θεαιτητος
Θε.
Θε.

ἔμοιγε. τὸν γοῦν αὐτὸ δρῶντα λέγειν φαμέν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν αὖ τοῦτό γε πᾶς ποιεῖν δυνατὸς θᾶττον σχολαίτερον, τὸ ἐνδείξασθαι τί δοκεῖ περὶ ἑκάστου αὐτῷ, μὴ ἐνεὸς κωφὸς ἀπ’ἀρχῆς · καὶ οὕτως ὅσοι τι ὀρθὸν 206eδοξάζουσι, πάντες αὐτὸ μετὰ λόγου φανοῦνται ἔχοντες, καὶ οὐδαμοῦ ἔτι ὀρθὴ δόξα χωρὶς ἐπιστήμης γενήσεται.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

μὴ τοίνυν ῥᾳδίως καταγιγνώσκωμεν τὸ μηδὲν εἰρηκέναι τὸν ἀποφηνάμενον ἐπιστήμην νῦν σκοποῦμεν. ἴσως γὰρ λέγων οὐ τοῦτο ἔλεγεν, ἀλλὰ τὸ ἐρωτηθέντα τί ἕκαστον δυνατὸν εἶναι τὴν ἀπόκρισιν διὰ τῶν στοιχείων 207aἀποδοῦναι τῷ ἐρομένῳ.

Θεαιτητος
Θε.
Θε.

οἷον τί λέγεις, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οἷον καὶ Ἡσίοδος περὶ ἁμάξης λέγει τὸ ἑκατὸν δέτε δούραθ’ἁμάξης. ἐγὼ μὲν οὐκ ἂν δυναίμην εἰπεῖν, οἶμαι δὲ οὐ δὲ σύ · ἀλλ’ἀγαπῷμεν ἂν ἐρωτηθέντες ὅτι ἐστὶν ἅμαξα, εἰ ἔχοιμεν εἰπεῖν τροχοί, ἄξων, ὑπερτερία, ἄντυγες, ζυγόν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

δέ γε ἴσως οἴοιτ’ἂν ἡμᾶς, ὥσπερ ἂν τὸ σὸν ὄνομα ἐρωτηθέντας καὶ ἀποκρινομένους κατὰ συλλαβήν, 207bγελοίους εἶναι, ὀρθῶς μὲν δοξάζοντας καὶ λέγοντας λέγομεν, οἰομένους δὲ γραμματικοὺς εἶναι καὶ ἔχειντε καὶ λέγειν γραμματικῶς τὸν τοῦ Θεαιτήτου ὀνόματος λόγον · τὸ δ’οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν, πρὶν ἂν διὰ τῶν στοιχείων μετὰ τῆς ἀληθοῦς δόξης ἕκαστον περαίνῃ τις, ὅπερ καὶ ἐν τοῖς πρόσθε που ἐρρήθη.

Θεαιτητος
Θε.
Θε.

ἐρρήθη γάρ.

Σωκρατης
Σω.
Σω.

οὕτω τοίνυν καὶ περὶ ἁμάξης ἡμᾶς μὲν ὀρθὴν ἔχειν δόξαν, τὸν δὲ διὰ τῶν ἑκατὸν ἐκείνων δυνάμενον διελθεῖν 207cαὐτῆς τὴν οὐσίαν, προσλαβόντα τοῦτο, λόγοντε προσειληφέναι τῇ ἀληθεῖ δόξῃ καὶ ἀντὶ δοξαστικοῦ τεχνικόντε καὶ ἐπιστήμονα περὶ ἁμάξης οὐσίας γεγονέναι, διὰ στοιχείων τὸ ὅλον περάναντα.

Θεαιτητος
Θε.
Θε.

οὐκοῦν εὖ δοκεῖ σοι, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

εἰ σοί, ἑταῖρε, δοκεῖ, καὶ ἀποδέχῃ τὴν διὰ στοιχείου διέξοδον περὶ ἑκάστου λόγον εἶναι, τὴν δὲ κατὰ συλλαβὰς καὶ κατὰ μεῖζον ἔτι ἀλογίαν, τοῦτό μοι λέγε, 207dἵν’αὐτὸ ἐπισκοπῶμεν.

Θεαιτητος
Θε.
Θε.

ἀλλὰ πάνυ ἀποδέχομαι.

Σωκρατης
Σω.
Σω.

πότερον ἡγούμενος ἐπιστήμονα εἶναι ὁντινοῦν ὁτουοῦν, ὅταν τὸ αὐτὸ τοτὲ μὲν τοῦ αὐτοῦ δοκῇ αὐτῷ εἶναι, τοτὲ δὲ ἑτέρου, καὶ ὅταν τοῦ αὐτοῦ τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον δοξάζῃ;

Θεαιτητος
Θε.
Θε.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

εἶτα ἀμνημονεῖς ἐν τῇ τῶν γραμμάτων μαθήσει κατ’ἀρχὰς σαυτόντε καὶ τοὺς ἄλλους δρῶντας αὐτά;

Θεαιτητος
Θε.
Θε.

ἆρα λέγεις τῆς αὐτῆς συλλαβῆς τοτὲ μὲν ἕτερον, 207eτοτὲ δὲ ἕτερον ἡγουμένους γράμμα, καὶ τὸ αὐτὸ τοτὲ μὲν εἰς τὴν προσήκουσαν, τοτὲ δὲ εἰς ἄλλην τιθέντας συλλαβήν;

Σωκρατης
Σω.
Σω.

ταῦτα λέγω.

Θεαιτητος
Θε.
Θε.

μὰ Δί’οὐ τοίνυν ἀμνημονῶ, οὐ δέ γέ πω ἡγοῦμαι ἐπίστασθαι τοὺς οὕτως ἔχοντας.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ὅταν ἐν τῷ τοιούτῳ καιρῷ Θεαίτητον γράφων τις θῆτα καὶ εἶ οἴηταίτε δεῖν γράφειν καὶ γράψῃ, 208aκαὶ αὖ Θεόδωρον ἐπιχειρῶν γράφειν ταῦ καὶ εἶ οἴηταίτε δεῖν γράφειν καὶ γράψῃ, ἆρ’ἐπίστασθαι φήσομεν αὐτὸν τὴν πρώτην τῶν ὑμετέρων ὀνομάτων συλλαβήν;

Θεαιτητος
Θε.
Θε.

ἀλλ’ἄρτι ὡμολογήσαμεν τὸν οὕτως ἔχοντα μήπω εἰδέναι.

Σωκρατης
Σω.
Σω.

κωλύει οὖν τι καὶ περὶ τὴν δευτέραν συλλαβὴν καὶ τρίτην καὶ τετάρτην οὕτως ἔχειν τὸν αὐτόν;

Θεαιτητος
Θε.
Θε.

οὐδέν γε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν τότε τὴν διὰ στοιχείου διέξοδον ἔχων γράψει Θεαίτητον μετὰ ὀρθῆς δόξης, ὅταν ἑξῆς γράφῃ;

Θεαιτητος
Θε.
Θε.

δῆλον δή.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἔτι ἀνεπιστήμων ὤν, ὀρθὰ δὲ δοξάζων, ὥς φαμεν;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

λόγον γε ἔχων μετὰ ὀρθῆς δόξης. τὴν γὰρ διὰ τοῦ στοιχείου ὁδὸν ἔχων ἔγραφεν, ἣν δὴ λόγον ὡμολογήσαμεν.

Θεαιτητος
Θε.
Θε.

ἀληθῆ.

Σωκρατης
Σω.
Σω.

ἔστιν ἄρα, ἑταῖρε, μετὰ λόγου ὀρθὴ δόξα, ἣν οὔπω δεῖ ἐπιστήμην καλεῖν.

Θεαιτητος
Θε.
Θε.

κινδυνεύει.

Σωκρατης
Σω.
Σω.

ὄναρ δή, ὡς ἔοικεν, ἐπλουτήσαμεν οἰηθέντες ἔχειν τὸν ἀληθέστατον ἐπιστήμης λόγον. μήπω κατηγορῶμεν; ἴσως γὰρ οὐ τοῦτό τις αὐτὸν ὁριεῖται, ἀλλὰ τὸ λοιπὸν εἶδος τῶν τριῶν, ὧν ἕν γέ τι ἔφαμεν λόγον θήσεσθαι τὸν ἐπιστήμην ὁριζόμενον δόξαν εἶναι ὀρθὴν μετὰ λόγου.

Θεαιτητος
Θε.
Θε.

ὀρθῶς ὑπέμνησας · ἔτι γὰρ ἓν λοιπόν. τὸ μὲν γὰρ ἦν διανοίας ἐν φωνῇ ὥσπερ εἴδωλον, τὸ δ’ἄρτι λεχθὲν διὰ στοιχείου ὁδὸς ἐπὶ τὸ ὅλον · τὸ δὲ δὴ τρίτον τί λέγεις;

Σωκρατης
Σω.
Σω.

ὅπερ ἂν οἱ πολλοὶ εἴποιεν, τὸ ἔχειν τι σημεῖον εἰπεῖν τῶν ἁπάντων διαφέρει τὸ ἐρωτηθέν.

Θεαιτητος
Θε.
Θε.

οἷον τίνα τίνος ἔχεις μοι λόγον εἰπεῖν;

Σωκρατης
Σω.
Σω.

οἷον, εἰ βούλει, ἡλίου πέρι ἱκανὸν οἶμαί σοι εἶναι ἀποδέξασθαι, ὅτι τὸ λαμπρότατόν ἐστι τῶν κατὰ τὸν οὐρανὸν ἰόντων περὶ γῆν.

Θεαιτητος
Θε.
Θε.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

λαβὲ δὴ οὗ χάριν εἴρηται. ἔστι δὲ ὅπερ ἄρτι ἐλέγομεν, ὡς ἄρα τὴν διαφορὰν ἑκάστου ἂν λαμβάνῃς τῶν ἄλλων διαφέρει, λόγον, ὥς φασί τινες, λήψῃ · ἕως δ’ἂν κοινοῦ τινος ἐφάπτῃ, ἐκείνων πέρι σοι ἔσται λόγος ὧν ἂν κοινότης .

Θεαιτητος
Θε.
Θε.

μανθάνω · καί μοι δοκεῖ καλῶς ἔχειν λόγον τὸ τοιοῦτον καλεῖν.

Σωκρατης
Σω.
Σω.

ὃς δ’ἂν μετ’ὀρθῆς δόξης περὶ ὁτουοῦν τῶν ὄντων τὴν διαφορὰν τῶν ἄλλων προσλάβῃ, αὐτοῦ ἐπιστήμων γεγονὼς ἔσται οὗ πρότερον ἦν δοξαστής.

Θεαιτητος
Θε.
Θε.

φαμέν γε μὴν οὕτω.

Σωκρατης
Σω.
Σω.

νῦν δῆτα, Θεαίτητε, παντάπασιν ἔγωγε, ἐπειδὴ ἐγγὺς ὥσπερ σκιαγραφήματος γέγονα τοῦ λεγομένου, συνίημι οὐ δὲ σμικρόν · ἕως δὲ ἀφειστήκη πόρρωθεν, ἐφαίνετό τί μοι λέγεσθαι.

Θεαιτητος
Θε.
Θε.

πῶς τί τοῦτο;

Σωκρατης
Σω.
Σω.

φράσω, ἐὰν οἷόςτε γένωμαι. ὀρθὴν ἔγωγε ἔχων δόξαν περὶ σοῦ, ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε, εἰ δὲ μή, δοξάζω μόνον.

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

λόγος δέ γε ἦν τῆς σῆς διαφορότητος ἑρμηνεία.

Θεαιτητος
Θε.
Θε.

οὕτως.

Σωκρατης
Σω.
Σω.

ἡνίκ’οὖν ἐδόξαζον μόνον, ἄλλο τι τῶν ἄλλων διαφέρεις, τούτων οὐδενὸς ἡπτόμην τῇ διανοίᾳ;

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔοικε.

Σωκρατης
Σω.
Σω.

τῶν κοινῶν τι ἄρα διενοούμην, ὧν οὐδὲν σὺ μᾶλλον τις ἄλλος ἔχει.

Θεαιτητος
Θε.
Θε.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

φέρε δὴ πρὸς Διός · πῶς ποτε ἐν τῷ τοιούτῳ σὲ μᾶλλον ἐδόξαζον ἄλλον ὁντινοῦν; θὲς γάρ με διανοούμενον ὡς ἔστιν οὗτος Θεαίτητος, ὃς ἂν τε ἄνθρωπος καὶ ἔχῃ ῥῖνα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ οὕτω δὴ ἓν ἕκαστον τῶν μελῶν. αὕτη οὖν διάνοια ἔσθ’ὅτι μᾶλλον ποιήσει με Θεαίτητον Θεόδωρον διανοεῖσθαι, τῶν λεγομένων Μυσῶν τὸν ἔσχατον;

Θεαιτητος
Θε.
Θε.

τί γάρ;

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἐὰν δὴ μὴ μόνον τὸν ἔχοντα ῥῖνα καὶ ὀφθαλμοὺς 209cδιανοηθῶ, ἀλλὰ καὶ τὸν σιμόντε καὶ ἐξόφθαλμον, μή τι σὲ αὖ μᾶλλον δοξάσω ἐμαυτὸν ὅσοι τοιοῦτοι;

Θεαιτητος
Θε.
Θε.

οὐδέν.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐ πρότερόν γε, οἶμαι, Θεαίτητος ἐν ἐμοὶ δοξασθήσεται, πρὶν ἂν σιμότης αὕτη τῶν ἄλλων σιμοτήτων ὧν ἐγὼ ἑώρακα διάφορόν τι μνημεῖον παρ’ἐμοὶ ἐνσημηναμένη κατάθηται καὶ τἆλλα οὕτω ἐξ ὧν εἶ σύ με, καὶ ἐὰν αὔριον ἀπαντήσω, ἀναμνήσει καὶ ποιήσει ὀρθὰ δοξάζειν περὶ σοῦ.

Θεαιτητος
Θε.
Θε.

ἀληθέστατα.

Σωκρατης
Σω.
Σω.

περὶ τὴν διαφορότητα ἄρα καὶ ὀρθὴ δόξα ἂν εἴη ἑκάστου πέρι.

Θεαιτητος
Θε.
Θε.

φαίνεταί γε.

Σωκρατης
Σω.
Σω.

τὸ οὖν προσλαβεῖν λόγον τῇ ὀρθῇ δόξῃ τί ἂν ἔτι εἴη; εἰ μὲν γὰρ προσδοξάσαι λέγει διαφέρει τι τῶν ἄλλων, πάνυ γελοία γίγνεται ἐπίταξις.

Θεαιτητος
Θε.
Θε.

πῶς;

Σωκρατης
Σω.
Σω.

ὧν ὀρθὴν δόξαν ἔχομεν τῶν ἄλλων διαφέρει, τούτων προσλαβεῖν κελεύει ἡμᾶς ὀρθὴν δόξαν τῶν ἄλλων διαφέρει. καὶ οὕτως μὲν σκυτάλης ὑπέρου ὅτου δὴ 209eλέγεται περιτροπὴ πρὸς ταύτην τὴν ἐπίταξιν οὐδὲν ἂν λέγοι, τυφλοῦ δὲ παρακέλευσις ἂν καλοῖτο δικαιότερον · τὸ γάρ, ἔχομεν, ταῦτα προσλαβεῖν κελεύειν, ἵνα μάθωμεν δοξάζομεν, πάνυ γενναίως ἔοικεν ἐσκοτωμένῳ.

Θεαιτητος
Θε.
Θε.

εἰπὲ δὴ τί νυνδὴ ὡς ἐρῶν ἐπύθου;

Σωκρατης
Σω.
Σω.

εἰ τὸ λόγον, παῖ, προσλαβεῖν γνῶναι κελεύει, ἀλλὰ μὴ δοξάσαι τὴν διαφορότητα, ἡδὺ χρῆμ’ἂν εἴη τοῦ καλλίστου τῶν περὶ ἐπιστήμης λόγου. τὸ γὰρ γνῶναι 210aἐπιστήμην που λαβεῖν ἐστιν · γάρ;

Θεαιτητος
Θε.
Θε.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐρωτηθείς, ὡς ἔοικε, τί ἐστιν ἐπιστήμη, ἀποκρινεῖται ὅτι δόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος. λόγου γὰρ πρόσληψις τοῦτ’ἂν εἴη κατ’ἐκεῖνον.

Θεαιτητος
Θε.
Θε.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

καὶ παντάπασί γε εὔηθες, ζητούντων ἡμῶν ἐπιστήμην, δόξαν φάναι ὀρθὴν εἶναι μετ’ἐπιστήμης εἴτε διαφορότητος εἴτε ὁτουοῦν. οὔτε ἄρα αἴσθησις, Θεαίτητε, οὔτε 210bδόξα ἀληθὴς οὔτε μετ’ἀληθοῦς δόξης λόγος προσγιγνόμενος ἐπιστήμη ἂν εἴη.

Θεαιτητος
Θε.
Θε.

οὐκ ἔοικεν.

Σωκρατης
Σω.
Σω.

οὖν ἔτι κυοῦμέν τι καὶ ὠδίνομεν, φίλε, περὶ ἐπιστήμης, πάντα ἐκτετόκαμεν;

Θεαιτητος
Θε.
Θε.

καὶ ναὶ μὰ Δί’ἔγωγε πλείω ὅσα εἶχον ἐν ἐμαυτῷ διὰ σὲ εἴρηκα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ταῦτα μὲν πάντα μαιευτικὴ ἡμῖν τέχνη ἀνεμιαῖά φησι γεγενῆσθαι καὶ οὐκ ἄξια τροφῆς ;παντάπασι μὲν οὖν. ἐὰν τοίνυν ἄλλων μετὰ ταῦτα ἐγκύμων ἐπιχειρῇς 210cγίγνεσθαι, Θεαίτητε, ἐάντε γίγνῃ, βελτιόνων ἔσῃ πλήρης διὰ τὴν νῦν ἐξέτασιν, ἐάντε κενὸς ᾖς, ἧττον ἔσῃ βαρὺς τοῖς συνοῦσι καὶ ἡμερώτερος σωφρόνως οὐκ οἰόμενος εἰδέναι μὴ οἶσθα. τοσοῦτον γὰρ μόνον ἐμὴ τέχνη δύναται, πλέον δὲ οὐδέν, οὐ δέ τι οἶδα ὧν οἱ ἄλλοι, ὅσοι μεγάλοι καὶ θαυμάσιοι ἄνδρες εἰσίτε καὶ γεγόνασιν · τὴν δὲ μαιείαν ταύτην ἐγώτε καὶ μήτηρ ἐκ θεοῦ ἐλάχομεν, μὲν τῶν γυναικῶν, 210dἐγὼ δὲ τῶν νέωντε καὶ γενναίων καὶ ὅσοι καλοί. νῦν μὲν οὖν ἀπαντητέον μοι εἰς τὴν τοῦ βασιλέως στοὰν ἐπὶ τὴν Μελήτου γραφὴν ἥν με γέγραπται · ἕωθεν δέ, Θεόδωρε, δεῦρο πάλιν ἀπαντῶμεν.