Plato

Cratylus

Ερμογενης
Ερ.
Ερ.

βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα τὸν λόγον;

Κρατυλος
Κρ.
Κρ.

εἴ σοι δοκεῖ.

Ερμογενης
Ερ.
Ερ.

Κρατύλος φησὶν ὅδε, Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ τοῦτο εἶναι ὄνομα ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν 383bὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ ὄνομα · δὲ ὁμολογεῖ. τί δὲ Σωκράτει; ἔφην. Σωκράτης, δ’ὅς. οὐκοῦν καὶ τοῖς ἄλλοις ἀνθρώποις πᾶσιν, ὅπερ καλοῦμεν ὄνομα ἕκαστον, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα; δέ, οὔκουν σοί γε, δ’ὅς, ὄνομα Ἑρμογένης, οὐ δὲ ἂν πάντες καλῶσιν ἄνθρωποι. καὶ ἐμοῦ ἐρωτῶντος καὶ προθυμουμένου εἰδέναι ὅτι ποτὲ 384aλέγει, οὔτε ἀποσαφεῖ οὐδὲν εἰρωνεύεταίτε πρός με, προσποιούμενός τι αὐτὸς ἐν ἑαυτῷ διανοεῖσθαι ὡς εἰδὼς περὶ αὐτοῦ, εἰ βούλοιτο σαφῶς εἰπεῖν, ποιήσειεν ἂν καὶ ἐμὲ ὁμολογεῖν καὶ λέγειν ἅπερ αὐτὸς λέγει. εἰ οὖν πῃ ἔχεις συμβαλεῖν τὴν Κρατύλου μαντείαν, ἡδέως ἂν ἀκούσαιμι · μᾶλλον δὲ αὐτῷ σοι ὅπῃ δοκεῖ περὶ ὀνομάτων ὀρθότητος ἔτι ἂν ἥδιον πυθοίμην, εἴ σοι βουλομένῳ.

Σωκρατης
Σω.
Σω.

παῖ Ἱππονίκου Ἑρμόγενες, παλαιὰ παροιμία ὅτι 384bχαλεπὰ τὰ καλά ἐστιν ὅπῃ ἔχει μαθεῖν · καὶ δὴ καὶ τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος · νῦν δὲ οὐκ ἀκήκοα, 384cἀλλὰ τὴν δραχμιαίαν. οὔκουν οἶδα πῇ ποτε τὸ ἀληθὲς ἔχει περὶ τῶν τοιούτων · συζητεῖν μέντοι ἕτοιμός εἰμι καὶ σοὶ καὶ Κρατύλῳ κοινῇ. ὅτι δὲ οὔ φησί σοι Ἑρμογένη ὄνομα εἶναι τῇ ἀληθείᾳ, ὥσπερ ὑποπτεύω αὐτὸν σκώπτειν · οἴεται γὰρ ἴσως σε χρημάτων ἐφιέμενον κτήσεως ἀποτυγχάνειν ἑκάστοτε. ἀλλ’, νυνδὴ ἔλεγον, εἰδέναι μὲν τὰ τοιαῦτα χαλεπόν, εἰς τὸ κοινὸν δὲ καταθέντας χρὴ σκοπεῖν εἴτε ὡς σὺ λέγεις ἔχει εἴτε ὡς Κρατύλος.

Ερμογενης
Ερ.
Ερ.

καὶ μὴν ἔγωγε, Σώκρατες, πολλάκις δὴ καὶ τούτῳ διαλεχθεὶς καὶ ἄλλοις πολλοῖς, οὐ δύναμαι πεισθῆναι 384dὡς ἄλλη τις ὀρθότης ὀνόματος συνθήκη καὶ ὁμολογία. ἐμοὶ γὰρ δοκεῖ ὅτι ἄν τίς τῳ θῆται ὄνομα, τοῦτο εἶναι τὸ ὀρθόν · καὶ ἂν αὖθίς γε ἕτερον μεταθῆται, ἐκεῖνο δὲ μηκέτι καλῇ, οὐδὲν ἧττον τὸ ὕστερον ὀρθῶς ἔχειν τοῦ προτέρου, ὥσπερ τοῖς οἰκέταις ἡμεῖς μετατιθέμεθα · οὐ γὰρ φύσει ἑκάστῳ πεφυκέναι ὄνομα οὐδὲν οὐδενί, ἀλλὰ νόμῳ καὶ ἔθει τῶν ἐθισάντωντε καὶ καλούντων. εἰ δέ πῃ ἄλλῃ 384eἔχει, ἕτοιμος ἔγωγε καὶ μανθάνειν καὶ ἀκούειν οὐ μόνον παρὰ Κρατύλου, ἀλλὰ καὶ παρ’ἄλλου ὁτουοῦν.

Σωκρατης
Σω.
Σω.

ἴσως μέντοι τὶ λέγεις, Ἑρμόγενες · σκεψώμεθα δέ. ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθ’ἑκάστῳ ὄνομα;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;

Ερμογενης
Ερ.
Ερ.

φημί.

Σωκρατης
Σω.
Σω.

τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

φέρε δή μοι τόδε εἰπέ · καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;

Ερμογενης
Ερ.
Ερ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἴη ἂν λόγος ἀληθής, δὲ ψευδής;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής · ὃς δ’ἂν ὡς οὐκ ἔστιν, ψευδής;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντατε καὶ μή;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

λόγος δ’ἐστὶν ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δ’αὐτοῦ οὐκ ἀληθῆ;

Ερμογενης
Ερ.
Ερ.

οὔκ, ἀλλὰ καὶ τὰ μόρια.

Σωκρατης
Σω.
Σω.

πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ · πάντα;

Ερμογενης
Ερ.
Ερ.

πάντα, οἶμαι ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ὄνομα;

Ερμογενης
Ερ.
Ερ.

οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.

Σωκρατης
Σω.
Σω.

καὶ τοῦτο ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἀληθές γε, ὡς φῄς.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;

Ερμογενης
Ερ.
Ερ.

φημί.

Σωκρατης
Σω.
Σω.

ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;

Ερμογενης
Ερ.
Ερ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;

Ερμογενης
Ερ.
Ερ.

οὐ γὰρ ἔχω ἔγωγε, Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, αὖ σύ. οὕτω δὲ καὶ 385eταῖς πόλεσιν ὁρῶ ἰδίᾳ ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.

Σωκρατης
Σω.
Σω.

φέρε δὴ ἴδωμεν, Ἑρμόγενες, πότερον καὶ τὰ ὄντα οὕτως ἔχειν σοι φαίνεται, ἰδίᾳ αὐτῶν οὐσία εἶναι ἑκάστῳ, ὥσπερ Πρωταγόρας ἔλεγεν λέγων πάντων χρημάτων 386aμέτρον εἶναι ἄνθρωπον ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα, τοιαῦτα μὲν ἔστιν ἐμοί · οἷα δ’ἂν σοί, τοιαῦτα δὲ σοί ἔχειν δοκεῖ σοι αὐτὰ αὑτῶν τινα βεβαιότητα τῆς οὐσίας;

Ερμογενης
Ερ.
Ερ.

ἤδη ποτὲ ἔγωγε, Σώκρατες, ἀπορῶν καὶ ἐνταῦθα ἐξηνέχθην εἰς ἅπερ Πρωταγόρας λέγει · οὐ πάνυ τι μέντοι μοι δοκεῖ οὕτως ἔχειν.

Σωκρατης
Σω.
Σω.

τί δέ; ἐς τόδε ἤδη ἐξηνέχθης, ὥστε μὴ πάνυ σοι 386bδοκεῖν εἶναί τινα ἄνθρωπον πονηρόν;

Ερμογενης
Ερ.
Ερ.

οὐ μὰ τὸν Δία, ἀλλὰ πολλάκις δὴ αὐτὸ πέπονθα, ὥστε μοι δοκεῖν πάνυ πονηροὺς εἶναί τινας ἀνθρώπους, καὶ μάλα συχνούς.

Σωκρατης
Σω.
Σω.

τί δέ; πάνυ χρηστοὶ οὔπω σοι ἔδοξαν εἶναι;

Ερμογενης
Ερ.
Ερ.

καὶ μάλα ὀλίγοι.

Σωκρατης
Σω.
Σω.

ἔδοξαν δ’οὖν;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν τοῦτο τίθεσαι; ἆρ’ὧδε · τοὺς μὲν πάνυ χρηστοὺς πάνυ φρονίμους, τοὺς δὲ πάνυ πονηροὺς πάνυ ἄφρονας;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ οὕτως.

Σωκρατης
Σω.
Σω.

οἷόντε οὖν, εἰ Πρωταγόρας ἀληθῆ ἔλεγεν καὶ ἔστιν αὕτη ἀλήθεια, τὸ οἷα ἂν δοκῇ ἑκάστῳ τοιαῦτα καὶ εἶναι, τοὺς μὲν ἡμῶν φρονίμους εἶναι, τοὺς δὲ ἄφρονας;

Ερμογενης
Ερ.
Ερ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν · οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἂν ἑκάστῳ 386dδοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν οὐ δὲ κατ’Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί · οὐ δὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετήτε καὶ κακία εἴη.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ μήτε πᾶσι πάντα ἐστὶν ὁμοίως ἅμα καὶ ἀεί, μήτε ἑκάστῳ ἰδίᾳ ἕκαστον, δῆλον δὴ 386eὅτι αὐτὰ αὑτῶν οὐσίαν ἔχοντά τινα βέβαιόν ἐστι τὰ πράγματα, οὐ πρὸς ἡμᾶς οὐ δὲ ὑφ’ἡμῶν ἑλκόμενα ἄνω καὶ κάτω τῷ ἡμετέρῳ φαντάσματι, ἀλλὰ καθ’αὑτὰ πρὸς τὴν αὑτῶν οὐσίαν ἔχοντα ᾗπερ πέφυκεν.

Ερμογενης
Ερ.
Ερ.

δοκεῖ μοι, Σώκρατες, οὕτω.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν αὐτὰ μὲν ἂν εἴη οὕτω πεφυκότα, αἱ δὲ πράξεις αὐτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον; οὐ καὶ αὗται ἕν τι εἶδος τῶν ὄντων εἰσίν, αἱ πράξεις;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε καὶ αὗται.

Σωκρατης
Σω.
Σω.

κατὰ τὴν αὑτῶν ἄρα φύσιν καὶ αἱ πράξεις πράττονται, οὐ κατὰ τὴν ἡμετέραν δόξαν. οἷον ἐάν τι ἐπιχειρήσωμεν ἡμεῖς τῶν ὄντων τέμνειν, πότερον ἡμῖν τμητέον ἕκαστον ὡς ἂν ἡμεῖς βουλώμεθα καὶ ἂν βουληθῶμεν, ἐὰν μὲν κατὰ τὴν φύσιν βουληθῶμεν ἕκαστον τέμνειν τοῦ τέμνειντε καὶ τέμνεσθαι καὶ πέφυκε, τεμοῦμέντε καὶ πλέον τι ἡμῖν ἔσται καὶ ὀρθῶς πράξομεν τοῦτο, ἐὰν δὲ παρὰ φύσιν, ἐξαμαρτησόμεθάτε καὶ οὐδὲν πράξομεν;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ οὕτω.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ἐὰν κάειν τι ἐπιχειρήσωμεν, οὐ κατὰ πᾶσαν δόξαν δεῖ κάειν, ἀλλὰ κατὰ τὴν ὀρθήν; αὕτη δ’ἐστὶν ἐπεφύκει ἕκαστον κάεσθαίτε καὶ κάειν καὶ ἐπεφύκει;

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τἆλλα οὕτω;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ καὶ τὸ λέγειν μία τις τῶν πράξεών ἐστιν;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν ἄν τῳ δοκῇ λεκτέον εἶναι, ταύτῃ 387cλέγων ὀρθῶς λέξει, ἐὰν μὲν πέφυκε τὰ πράγματα λέγειντε καὶ λέγεσθαι καὶ , ταύτῃ καὶ τούτῳ λέγῃ, πλέοντέ τι ποιήσει καὶ ἐρεῖ · ἂν δὲ μή, ἐξαμαρτήσεταίτε καὶ οὐδὲν ποιήσει;

Ερμογενης
Ερ.
Ερ.

οὕτω μοι δοκεῖ ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν; διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλ’αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ὀνομαστέον πέφυκε τὰ πράγματα ὀνομάζειντε καὶ ὀνομάζεσθαι καὶ , ἀλλ’οὐχ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;

Ερμογενης
Ερ.
Ερ.

φαίνεταί μοι.

Σωκρατης
Σω.
Σω.

φέρε δή, ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

τί δὲ ἦν ἐκεῖνο ἔδει τρυπᾶν;

Ερμογενης
Ερ.
Ερ.

τρύπανον.

Σωκρατης
Σω.
Σω.

τί δὲ κερκίζειν;

Ερμογενης
Ερ.
Ερ.

κερκίς.

Σωκρατης
Σω.
Σω.

τί δὲ ὀνομάζειν;

Ερμογενης
Ερ.
Ερ.

ὄνομα.

Σωκρατης
Σω.
Σω.

εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον κερκίς; οὐχ κερκίζομεν;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;

Ερμογενης
Ερ.
Ερ.

οὐκ ἔχω λέγειν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ἔχει;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ 388cδιακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ὑφαντικὸν δέ γε κερκίς;

Ερμογενης
Ερ.
Ερ.

πῶς δ’οὔ;

Σωκρατης
Σω.
Σω.

ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δ’ἐστὶν ὑφαντικῶς · διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δ’ἐστὶ διδασκαλικῶς.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τῷ τίνος οὖν ἔργῳ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;

Ερμογενης
Ερ.
Ερ.

τῷ τοῦ τέκτονος.

Σωκρατης
Σω.
Σω.

πᾶς δὲ τέκτων τὴν τέχνην ἔχων;

Ερμογενης
Ερ.
Ερ.

τὴν τέχνην.

Σωκρατης
Σω.
Σω.

τῷ τίνος δὲ ἔργῳ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;

Ερμογενης
Ερ.
Ερ.

τῷ τοῦ χαλκέως.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν πᾶς χαλκεὺς τὴν τέχνην ἔχων;

Ερμογενης
Ερ.
Ερ.

τὴν τέχνην.

Σωκρατης
Σω.
Σω.

εἶεν. τῷ δὲ τίνος ἔργῳ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;

Ερμογενης
Ερ.
Ερ.

οὐ δὲ τοῦτ’ἔχω.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ τοῦτό γ’ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;

Ερμογενης
Ερ.
Ερ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὐχὶ νόμος δοκεῖ σοι παραδιδοὺς αὐτά;

Ερμογενης
Ερ.
Ερ.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

νομοθέτου ἄρα ἔργῳ χρήσεται διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;

Ερμογενης
Ερ.
Ερ.

δοκεῖ μοι.

Σωκρατης
Σω.
Σω.

νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ τὴν τέχνην ἔχων;

Ερμογενης
Ερ.
Ερ.

τὴν τέχνην.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα παντὸς ἀνδρός, Ἑρμόγενες, ὄνομα θέσθαι389a ἀλλά τινος ὀνοματουργοῦ · οὗτος δ’ἐστίν, ὡς ἔοικεν, νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.

Ερμογενης
Ερ.
Ερ.

ἔοικεν.

Σωκρατης
Σω.
Σω.

ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων νομοθέτης τὰ ὀνόματα τίθεται · ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων τέκτων τὴν κερκίδα ποιεῖ; ἆρ’οὐ πρὸς τοιοῦτόν τι ἐπεφύκει κερκίζειν;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δέ; ἂν καταγῇ αὐτῷ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;

Ερμογενης
Ερ.
Ερ.

πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐκεῖνο δικαιότατ’ἂν αὐτὸ ἔστιν κερκὶς καλέσαιμεν;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ παχεῖ λινῷ ἐρεῷ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δ’ἑκάστῳ καλλίστη ἐπεφύκει, 389cταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων αὐτὸς τρόπος · τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλ’οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν, βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖντε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης; εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος νομοθέτης τίθησιν, οὐδὲν 389eδεῖ τοῦτο ἀμφιγνοεῖν · οὐ δὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον · ἀλλ’ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε 390aἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. γάρ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόντε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε τὸν ὁπουοῦν ἄλλοθι;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τίς οὖν γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ποιήσας, τέκτων, χρησόμενος ὑφάντης;

Ερμογενης
Ερ.
Ερ.

εἰκὸς μὲν μᾶλλον, Σώκρατες, τὸν χρησόμενον.

Σωκρατης
Σω.
Σω.

τίς οὖν τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρ’οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτ’εὖ εἴργασται εἴτε μή;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τίς;

Ερμογενης
Ερ.
Ερ.

κιθαριστής.

Σωκρατης
Σω.
Σω.

τίς δὲ τῷ τοῦ ναυπηγοῦ;

Ερμογενης
Ερ.
Ερ.

κυβερνήτης.

Σωκρατης
Σω.
Σω.

τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέτ’ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρ’οὐχ ὅσπερ χρήσεται;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐχ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς διαλεκτικόν;

Ερμογενης
Ερ.
Ερ.

οὔκ, ἀλλὰ τοῦτο.

Σωκρατης
Σω.
Σω.

τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

κινδυνεύει ἄρα, Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, τοῦ ὀνόματος θέσις, οὐ δὲ φαύλων ἀνδρῶν οὐ δὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει 390eτὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴςτε τὰ γράμματα καὶ τὰς συλλαβάς.

Ερμογενης
Ερ.
Ερ.

οὐκ ἔχω, Σώκρατες, ὅπως χρὴ πρὸς λέγεις 391aἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.

Σωκρατης
Σω.
Σω.

ἐγὼ μέν, μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλ’ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοίτε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσειτέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ 391bπαντὸς ἀνδρὸς ἐπίστασθαι αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι · οὔ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτ’αὖ ἐστιν αὐτοῦ ὀρθότης.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.

Σωκρατης
Σω.
Σω.

σκόπει τοίνυν.

Ερμογενης
Ερ.
Ερ.

πῶς οὖν χρὴ σκοπεῖν;

Σωκρατης
Σω.
Σω.

ὀρθοτάτη μὲν τῆς σκέψεως, ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ἀδελφός 391cσου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.

Ερμογενης
Ερ.
Ερ.

ἄτοπος μεντἂν εἴη μου, Σώκρατες, δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.

Σωκρατης
Σω.
Σω.

ἀλλ’εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρ’Ὁμήρου χρὴ 391dμανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.

Ερμογενης
Ερ.
Ερ.

καὶ τί λέγει, Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;

Σωκρατης
Σω.
Σω.

πολλαχοῦ · μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα · σὺ οὐκ οἴει;

Ερμογενης
Ερ.
Ερ.

εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις;

Σωκρατης
Σω.
Σω.

οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, ὃν Ξάνθον, φησί, καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;

Ερμογενης
Ερ.
Ερ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν, φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; τὴν Βατίειάντε καὶ Μυρίνην, 392bκαὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν κατ’ἐμὲ καὶ σὲ ἐξευρεῖν · δὲ Σκαμάνδριόςτε καὶ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἐγὼ λέγω.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν Ἀστυάνακτα τὸν Σκαμάνδριον;

Ερμογενης
Ερ.
Ερ.

οὐκ ἔχω λέγειν.

Σωκρατης
Σω.
Σω.

ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους τοὺς ἀφρονεστέρους;

Ερμογενης
Ερ.
Ερ.

δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;

Ερμογενης
Ερ.
Ερ.

οἱ ἄνδρες.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος 392dὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;

Ερμογενης
Ερ.
Ερ.

ἔοικέ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο τὰς γυναῖκας αὐτῶν;

Ερμογενης
Ερ.
Ερ.

οἶμαι ἔγωγε.

Σωκρατης
Σω.
Σω.

τὸν Ἀστυάνακτα ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ τὸν Σκαμάνδριον;

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

σκοπῶμεν δὴ διὰ τί ποτε. αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ 392eοἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά. διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ἔσῳζεν πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.

Ερμογενης
Ερ.
Ερ.

φαίνεταί μοι.

Σωκρατης
Σω.
Σω.

τί δή ποτε; οὐ γάρ πω οὐ δ’αὐτὸς ἔγωγε μανθάνω · Ἑρμόγενες, σὺ δὲ μανθάνεις;

Ερμογενης
Ερ.
Ερ.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;

Ερμογενης
Ερ.
Ερ.

τί δή;

Σωκρατης
Σω.
Σω.

ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα. γὰρ ἄναξ καὶ Ἕκτωρ σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα · οὗ γὰρ ἄν τις ἄναξ , καὶ Ἕκτωρ δήπου ἐστὶν τούτου · δῆλον γὰρ ὅτι κρατεῖ393bτε αὐτοῦ καὶ κέκτηται καὶ ἔχει αὐτό. οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;

Ερμογενης
Ερ.
Ερ.

μὰ Δί’οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.

Σωκρατης
Σω.
Σω.

δίκαιόν γέ τοί ἐστιν, ὡς ἐμοὶ φαίνεται, τὸν λέοντος ἔκγονον λέοντα καλεῖν καὶ τὸν ἵππου ἔκγονον ἵππον. οὔ τι λέγω ἐὰν ὥσπερ τέρας γένηται ἐξ ἵππου ἄλλο τι ἵππος, 393cἀλλ’οὗ ἂν τοῦ γένους ἔκγονον τὴν φύσιν, τοῦτο λέγω · ἐὰν βοὸς ἔκγονον φύσει ἵππος παρὰ φύσιν τέκῃ μόσχον, οὐ πῶλον κλητέον ἀλλὰ μόσχον · οὐ δ’ἂν ἐξ ἀνθρώπου οἶμαι μὴ τὸ ἀνθρώπου ἔκγονον γένηται, τὸ ἔκγονον ἄνθρωπος κλητέος · καὶ τὰ δένδρα ὡσαύτως καὶ τἆλλα ἅπαντα · οὐ συνδοκεῖ;

Ερμογενης
Ερ.
Ερ.

συνδοκεῖ.

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις · φύλαττε γάρ με μή πῃ παρακρούσωμαί σε. κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι 393dἔκγονον, βασιλεὺς κλητέος · εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα · οὐ δ’εἰ πρόσκειταί τι γράμμα ἀφῄρηται, οὐδὲν οὐ δὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.

Ερμογενης
Ερ.
Ερ.

πῶς τοῦτο λέγεις;

Σωκρατης
Σω.
Σω.

οὐδὲν ποικίλον, ἀλλ’ὥσπερ τῶν στοιχείων οἶσθα ὅτι ὀνόματα λέγομεν ἀλλ’οὐκ αὐτὰ τὰ στοιχεῖα, πλὴν τεττάρων, τοῦ Ε καὶ τοῦ Υ καὶ τοῦ Ο καὶ τοῦ Ω · τοῖς δ’393eἄλλοις φωνήεσίτε καὶ ἀφώνοις οἶσθα ὅτι περιτιθέντες ἄλλα γράμματα λέγομεν, ὀνόματα ποιοῦντες · ἀλλ’ἕως ἂν αὐτοῦ δηλουμένην τὴν δύναμιν ἐντιθῶμεν, ὀρθῶς ἔχει ἐκεῖνο τὸ ὄνομα καλεῖν αὐτὸ ἡμῖν δηλώσει. οἷον τὸ βῆτα · ὁρᾷς ὅτι τοῦ ἦτα καὶ τοῦ ταῦ καὶ τοῦ ἄλφα προστεθέντων οὐδὲν ἐλύπησεν, ὥστε μὴ οὐχὶ τὴν ἐκείνου τοῦ στοιχείου φύσιν δηλῶσαι ὅλῳ τῷ ὀνόματι οὗ ἐβούλετο νομοθέτης · οὕτως ἠπιστήθη καλῶς θέσθαι τοῖς γράμμασι τὰ ὀνόματα.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ μοι δοκεῖς λέγειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ περὶ βασιλέως αὐτὸς λόγος; ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται · κλητέον δὴ ταὐτὰ ὀνόματα. ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα · ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε 394bἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων. οὕτω δὲ ἴσως καὶ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα μετάκειται ἀφῄρηται, καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν τοῦ ὀνόματος δύναμις. ὥσπερ νυνδὴ ἐλέγομεν, Ἀστυάναξτε καὶ Ἕκτωρ οὐδὲν τῶν αὐτῶν 394cγραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλ’ὅμως ταὐτὸν σημαίνει. καὶ Ἀρχέπολίς γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ; δηλοῖ δὲ ὅμως τὸ αὐτό · καὶ ἄλλα πολλά ἐστιν οὐδὲν ἀλλ’ βασιλέα σημαίνει · καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον Ἆγις καὶ Πολέμαρχος καὶ Εὐπόλεμος. καὶ ἰατρικά γε ἕτερα, Ἰατροκλῆς καὶ Ἀκεσίμβροτος · καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα. φαίνεται οὕτως οὔ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρ’οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐ Θεόφιλον, ὡς ἔοικεν, οὐ δὲ Μνησίθεον οὐ δὲ τῶν τοιούτων οὐδέν · ἀλλ’ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.

Ερμογενης
Ερ.
Ερ.

παντός γε μᾶλλον, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ὥσπερ γε καὶ Ὀρέστης, Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται οὕτως, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι Ἀγαμέμνων, οἷος δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι δι’ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἐν Τροίᾳ μονὴ τοῦ πάθουςτε καὶ καρτερίας. ὅτι οὖν ἀγαστὸς κατὰ 395bτὴν ἐπιμονὴν οὗτος ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα Ἀγαμέμνων. ἴσως δὲ καὶ Ἀτρεὺς ὀρθῶς ἔχει. τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν. οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός · τοῖς δ’ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ βούλεται Ἀτρεύς. καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ 395cκατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι · σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

οἷόν που καὶ κατ’ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵουτε γενέσθαι προνοηθῆναι οὐ δὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ 395dδυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα τοῦτο δ’ἐστὶ πέλας ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.

Ερμογενης
Ερ.
Ερ.

τὰ ποῖα ταῦτα;

Σωκρατης
Σω.
Σω.

τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου 395eταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι · καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντ’ἐκείνου Τάνταλον, τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι τύχη τῆς φήμης. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ 396aπαγκάλως τὸ ὄνομα κεῖσθαι · ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα οἱ μὲν γὰρ Ζῆνα, οἱ δὲ Δία καλοῦσιν συντιθέμενα δ’εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳτε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἄρχωντε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς 396bὀνομάζεσθαι οὗτος θεὸς εἶναι, δι’ὃν ζῆν ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει · διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ Διὶ καὶ τῷ Ζηνί. τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία · κόρον γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ καθαρὸν αὐτοῦ καὶ ἀκήρατον τοῦ νοῦ. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος · δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι, 396cοὐρανία, ὁρῶσα τὰ ἄνω, ὅθεν δὴ καί φασιν, Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι · εἰ δ’ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ οὔ, ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ 396dπροσπέπτωκεν ἄρτι οὐκ οἶδ’ὁπόθεν.

Ερμογενης
Ερ.
Ερ.

καὶ μὲν δή, Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.

Σωκρατης
Σω.
Σω.

καὶ αἰτιῶμαί γε, Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι · ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι 396eχρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι · τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθάτε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς 397aκαθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.

Ερμογενης
Ερ.
Ερ.

ἀλλ’ἐγὼ μὲν συγχωρῶ · πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλ’ἔχειν 397bτινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν · πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατ’ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον Εὐτυχίδην καὶ Σωσίαν καὶ Θεόφιλον καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν · εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα 397cμάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων · ἴσως δ’ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως τῆς τῶν ἀνθρώπων ἐτέθη.

Ερμογενης
Ερ.
Ερ.

δοκεῖς μοι καλῶς λέγειν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν;

Ερμογενης
Ερ.
Ερ.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω · φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους397d ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν · ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ δαήμονες θεοὺς αὐτοὺς ἐπονομάσαι · ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι λέγω τῷ ἀληθεῖ οὐδέν;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν ἔοικεν.

Σωκρατης
Σω.
Σω.

τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;

Ερμογενης
Ερ.
Ερ.

δῆλον δὴ ὅτι δαίμονας.

Σωκρατης
Σω.
Σω.

καὶ ὡς ἀληθῶς, Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ δαίμονες; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.

Ερμογενης
Ερ.
Ερ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;

Ερμογενης
Ερ.
Ερ.

οὐκ ἐννοῶ.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;

Ερμογενης
Ερ.
Ερ.

οἶδα τοῦτό γε.

Σωκρατης
Σω.
Σω.

λέγει τοίνυν περὶ αὐτοῦ αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ’ἐκάλυψεν, 398aοἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.

Ερμογενης
Ερ.
Ερ.

τί οὖν δή;

Σωκρατης
Σω.
Σω.

ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλ’ἀγαθόντε καὶ καλόν. τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις 398bἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι;

Ερμογενης
Ερ.
Ερ.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

οἱ δ’ἀγαθοὶ ἄλλο τι φρόνιμοι;

Ερμογενης
Ερ.
Ερ.

φρόνιμοι.

Σωκρατης
Σω.
Σω.

τοῦτο τοίνυν παντὸς μᾶλλον λέγει, ὡς ἐμοὶ δοκεῖ, τοὺς δαίμονας · ὅτι φρόνιμοι καὶ δαήμονες ἦσαν, δαίμονας αὐτοὺς ὠνόμασεν · καὶ ἔν γε τῇ ἀρχαίᾳ τῇ ἡμετέρᾳ φωνῇ αὐτὸ συμβαίνει τὸ ὄνομα. λέγει οὖν καλῶς καὶ οὗτος καὶ ἄλλοι ποιηταὶ πολλοὶ ὅσοι λέγουσιν ὡς, ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἔχει καὶ γίγνεται 398cδαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν. ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ πάντ’ἄνδρα ὃς ἂν ἀγαθὸς , δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς δαίμονα καλεῖσθαι.

Ερμογενης
Ερ.
Ερ.

καὶ ἐγώ μοι δοκῶ, Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. δὲ δὴ ἥρως τί ἂν εἴη;

Σωκρατης
Σω.
Σω.

τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.

Ερμογενης
Ερ.
Ερ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;

Ερμογενης
Ερ.
Ερ.

τί οὖν;

Σωκρατης
Σω.
Σω.

πάντες δήπου γεγόνασιν ἐρασθέντος θεοῦ θνητῆς θνητοῦ θεᾶς. ἐὰν οὖν σκοπῇς καὶ τοῦτο κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ · δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν ὀνόματος χάριν. καὶ ἤτοι τοῦτο λέγει τοὺς ἥρωας, ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ ὄντες · τὸ γὰρ εἴρειν λέγειν ἐστίν. ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι 398eοἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον. ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε ἄνθρωποι καλοῦνται · σὺ ἔχεις εἰπεῖν;

Ερμογενης
Ερ.
Ερ.

πόθεν, ὠγαθέ, ἔχω; οὐ δ’εἴ τι οἷόςτ’ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἐμαυτόν.

Σωκρατης
Σω.
Σω.

τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.

Ερμογενης
Ερ.
Ερ.

δῆλα δή.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς γε σὺ πιστεύων · ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δ’ἐξαιροῦμεν, παρ’ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον Διὶ φίλος τοῦτο ἵνα 399bἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τότε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.

Ερμογενης
Ερ.
Ερ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ἄνθρωπος ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐ δὲ ἀναλογίζεται οὐ δὲ ἀναθρεῖ, δὲ ἄνθρωπος ἅμα ἑώρακεν τοῦτο δ’ἐστὶ ὄπωπε καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ἄνθρωπος ἄνθρωπος ὠνομάσθη, ἀναθρῶν ὄπωπε.

Ερμογενης
Ερ.
Ερ.

τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ἡδέως ἂν πυθοίμην;

Σωκρατης
Σω.
Σω.

πάνυ γε.

Ερμογενης
Ερ.
Ερ.

ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. ψυχὴν γάρ που καὶ σῶμα καλοῦμεν τοῦ ἀνθρώπου.

Σωκρατης
Σω.
Σω.

πῶς γὰρ οὔ;

Ερμογενης
Ερ.
Ερ.

πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.

Σωκρατης
Σω.
Σω.

ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτ’αὖ τὸ σῶμα;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ 399eἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταίτε καὶ τελευτᾷ · ὅθεν δή μοι δοκοῦσιν αὐτὸ ψυχὴν καλέσαι. εἰ δὲ βούλει ἔχε ἠρέμα · δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου 400aτοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι · τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.

Ερμογενης
Ερ.
Ερ.

λέγε μόνον.

Σωκρατης
Σω.
Σω.

τὴν φύσιν παντὸς τοῦ σώματος, ὥστε καὶ ζῆν καὶ περιιέναι, τί σοι δοκεῖ ἔχειντε καὶ ὀχεῖν ἄλλο ψυχή;

Ερμογενης
Ερ.
Ερ.

οὐδὲν ἄλλο.

Σωκρατης
Σω.
Σω.

τί δέ; καὶ τὴν τῶν ἄλλων ἁπάντων φύσιν οὐ πιστεύεις Ἀναξαγόρᾳ νοῦν καὶ ψυχὴν εἶναι τὴν διακοσμοῦσαν καὶ ἔχουσαν;

Ερμογενης
Ερ.
Ερ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ φύσιν ὀχεῖ καὶ ἔχει φυσέχην ἐπονομάζειν. ἔξεστι δὲ καὶ ψυχὴν κομψευόμενον λέγειν.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.

Σωκρατης
Σω.
Σω.

καὶ γὰρ ἔστιν · γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;

Σωκρατης
Σω.
Σω.

τὸ σῶμα λέγεις;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

πολλαχῇ μοι δοκεῖ τοῦτό γε · ἂν μὲν καὶ σμικρόν 400cτις παρακλίνῃ, καὶ πάνυ. καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι · καὶ διότι αὖ τούτῳ σημαίνει ἂν σημαίνῃ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα · εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, σῶμα, καὶ οὐδὲν δεῖν παράγειν οὐ δ’ἓν γράμμα.

Ερμογενης
Ερ.
Ερ.

ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, Σώκρατες, εἰρῆσθαι · περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων, οἷον καὶ περὶ τοῦ Διὸς νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;

Σωκρατης
Σω.
Σω.

ναὶ μὰ Δία ἡμεῖς γε, Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον, ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς καλοῦσιν · δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι. δεύτερος δ’αὖ τρόπος ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινέςτε καὶ ὁπόθεν χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν 401aεἰδότας · καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι. εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα οὐ γὰρ ἀξιοῦμεν οἷοίτ’ἂν εἶναι σκοπεῖν ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα · τοῦτο γὰρ ἀνεμέσητον.

Ερμογενης
Ερ.
Ερ.

ἀλλά μοι δοκεῖς, Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.

Σωκρατης
Σω.
Σω.

ἄλλο τι οὖν ἀφ’Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;

Ερμογενης
Ερ.
Ερ.

δίκαιον γοῦν.

Σωκρατης
Σω.
Σω.

τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;

Ερμογενης
Ερ.
Ερ.

οὐ μὰ τὸν Δία οὐ δὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.

Σωκρατης
Σω.
Σω.

κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.

Ερμογενης
Ερ.
Ερ.

τί δή;

Σωκρατης
Σω.
Σω.

καταφαίνεταί μοι θέσις τῶν ὀνομάτων τοιούτων 401cτινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ἡμεῖς οὐσίαν καλοῦμεν, εἰσὶν οἳ ἐσσίαν καλοῦσιν, οἳ δ’αὖ ὠσίαν. πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων τῶν πραγμάτων οὐσία Ἑστία καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον ἔστιν φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο Ἑστία · ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν ἐσσίαν καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις 401dἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους · τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν ἐσσίαν ἐπωνόμασαν. ὅσοι δ’αὖ ὠσίαν, σχεδόν τι αὖ οὗτοι καθ’Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναιτε πάντα καὶ μένειν οὐδέν · τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ ὠσίαν ὠνομάσθαι. καὶ ταῦτα 401eμὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω · μετὰ δ’Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως μέντοι οὐδὲν λέγω.

Ερμογενης
Ερ.
Ερ.

τί δή, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.

Ερμογενης
Ερ.
Ερ.

ποῖον δὴ τοῦτο;

Σωκρατης
Σω.
Σω.

γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.

Ερμογενης
Ερ.
Ερ.

τίνα ταύτην;

Σωκρατης
Σω.
Σω.

τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαί’ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, καὶ Ὅμηρος ἔλεγεν.

Ερμογενης
Ερ.
Ερ.

πῶς τοῦτο λέγεις;

Σωκρατης
Σω.
Σω.

λέγει που Ἡράκλειτος ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει, καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις Ῥέαντε καὶ Κρόνον; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι; ὥσπερ αὖ Ὅμηρος Ὠκεανόντε θεῶν γένεσίν φησιν καὶ μητέρα Τηθύν · οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, 402cὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν. ταῦτ’οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.

Ερμογενης
Ερ.
Ερ.

φαίνῃ τί μοι λέγειν, Σώκρατες · τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ διαττώμενον καὶ 402dτὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν · ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων Τηθὺς τὸ ὄνομα σύγκειται.

Ερμογενης
Ερ.
Ερ.

τοῦτο μέν, Σώκρατες, κομψόν.

Σωκρατης
Σω.
Σω.

τί δ’οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόντε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὀνομάζουσιν αὐτόν.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι402e, ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλ’ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν Ποσειδῶνα, ὡς ποσίδεσμον ὄντα · τὸ δὲ ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα. τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλ’ἀντὶ τοῦ σῖγμα 403aδύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς πολλὰ εἰδότος τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν σείων ὠνόμασται · πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται πλοῦτος, ἐπωνομάσθη · δὲ Ἅιδης, οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομα Πλούτωνα καλοῦσιν αὐτόν.

Ερμογενης
Ερ.
Ερ.

σοὶ δὲ πῶς φαίνεται, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον ὄν. ὅτιτε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ψυχὴ γυμνὴ τοῦ σώματος παρ’ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται · τὰ δ’ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

ἐγώ σοι ἐρῶ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἐπιθυμία;

Ερμογενης
Ερ.
Ερ.

πολὺ διαφέρει, Σώκρατες, ἐπιθυμία.

Σωκρατης
Σω.
Σω.

οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;

Ερμογενης
Ερ.
Ερ.

δῆλα δή.

Σωκρατης
Σω.
Σω.

ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἔστιν οὖν τις μείζων ἐπιθυμία ὅταν τίς τῳ συνὼν οἴηται δι’ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;

Ερμογενης
Ερ.
Ερ.

μὰ Δί’οὐ δ’ὁπωστιοῦν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

διὰ ταῦτα ἄρα φῶμεν, Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐ δὲ αὐτὰς τὰς Σειρῆνας, 403eἀλλὰ κατακεκηλῆσθαι ἐκείναςτε καὶ τοὺς ἄλλους πάντας · οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν Ἅιδης, καὶ ἔστιν, ὥς γ’ἐκ τοῦ λόγου τούτου, θεὸς τέλεος σοφιστήςτε καὶ μέγας εὐεργέτης τῶν παρ’αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν · οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸν Πλούτωνα ἀπὸ τούτου ἔσχε τὸ ὄνομα. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι, 404aἐπειδὰν ψυχὴ καθαρὰ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐ δ’ἂν Κρόνος δύναιτο πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;

Ερμογενης
Ερ.
Ερ.

κινδυνεύεις τὶ λέγειν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

καὶ τό γε ὄνομα Ἅιδης, Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου Ἅιδης ἐκλήθη.

Ερμογενης
Ερ.
Ερ.

εἶεν · τί δὲ Δήμητράτε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;

Σωκρατης
Σω.
Σω.

Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρ Δημήτηρ κεκλῆσθαι, Ἥρα δὲ ἐρατή 404cτις, ὥσπερ οὖν καὶ λέγεται Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν νομοθέτης τὸν ἀέρα Ἥραν ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν · γνοίης δ’ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. Φερρέφαττα δέ · πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν Ἀπόλλω, ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν Φερσεφόνην, καὶ δεινὸν αὐτοῖς φαίνεται · τὸ δὲ μηνύει 404dσοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. Φερέπαφα οὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου θεὸς ἂν ὀρθῶς καλοῖτο, τοιοῦτόν τι δι’ὅπερ καὶ σύνεστιν αὐτῇ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν νῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε Φερρέφατταν αὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν 404eἈπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος · οὐκ ᾔσθησαι;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

τὸ δέ γ’ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

ἐγὼ πειράσομαι φράσαι γέ μοι φαίνεται · οὐ γὰρ 405aἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήντε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.

Ερμογενης
Ερ.
Ερ.

λέγε δή · ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.

Σωκρατης
Σω.
Σω.

εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς 405bφαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσειςτε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτ’ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν · οὔ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καθαίρων θεὸς καὶ ἀπολούωντε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

κατὰ μὲν τοίνυν τὰς ἀπολύσειςτε καὶ ἀπολούσεις, 405cὡς ἰατρὸς ὢν τῶν τοιούτων, Ἀπολούων ἂν ὀρθῶς καλοῖτο · κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθέςτε καὶ τὸ ἁπλοῦν ταὐτὸν γάρ ἐστιν ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατ’ἂν καλοῖτο · ἄπλουν γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ Ἀειβάλλων ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ πόλους καλοῦσιν, καὶ περὶ 405dτὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα · ἐπιστατεῖ δὲ οὗτος θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατ’ἀνθρώπους · ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν ἀκόλουθον καὶ ἄκοιτιν ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ ὁμο , οὕτω καὶ Ἀπόλλωνα ἐκαλέσαμεν 405eὃς ἦν ὁμοπολῶν, ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα · τὸ 406aδὲ, ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος. τὰς δὲ Μούσαςτε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώςτε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν πολλοὶ γὰρ Ληθὼ καλοῦσιν ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλ’ἥμερόντε καὶ λεῖον Ληθὼ 406bκεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων. Ἄρτεμις δὲ διὰ τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν · ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν καλέσας, τάχα δ’ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί · διὰ τούτων τι διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο τιθέμενος ἔθετο τῇ θεῷ.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ Διόνυσόςτε καὶ ἀφροδίτη;

Σωκρατης
Σω.
Σω.

μεγάλα, παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος τρόπος τῶν ὀνομάτων τούτοις 406cτοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν · φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. τε γὰρ Διόνυσος εἴη ἂν διδοὺς τὸν οἶνον Διδοίνυσος ἐν παιδιᾷ καλούμενος, οἶνος δ’, ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, οἰόνους δικαιότατ’ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ 406dσυγχωρεῖν ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν ἀφροδίτη ἐκλήθη.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ μὴν οὐ δ’Ἀθηνᾶς Ἀθηναῖός γ’ὤν, Σώκρατες, ἐπιλήσῃ, οὐ δ’Ἡφαίστουτε καὶ Ἄρεως.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ εἰκός γε.

Ερμογενης
Ερ.
Ερ.

οὐ γάρ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν δι’ κεῖται.

Ερμογενης
Ερ.
Ερ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

Παλλάδα που αὐτὴν καλοῦμεν.

Ερμογενης
Ερ.
Ερ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως 406eἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα · τὸ γάρ που αὑτὸν τι ἄλλο μετεωρίζειν ἀπὸ τῆς γῆς ἐν ταῖς 407aχερσὶν πάλλειντε καὶ πάλλεσθαι καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

Παλλάδα μὲν τοίνυν ταύτῃ.

Ερμογενης
Ερ.
Ερ.

καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

τὸ τῆς Ἀθηνᾶς;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τοῦτο ἐμβριθέστερον, φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον 407bδεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦντε καὶ διάνοιαν πεποιηκέναι, καὶ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι θεονόα ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐ δὲ ταύτῃ, ἀλλ’ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων Θεονόην ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην Ἠθονόην μὲν 407cβούλεσθαι προσειπεῖν · παραγαγὼν δὲ αὐτὸς τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, Ἀθηνάαν ἐκάλεσαν.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;

Σωκρατης
Σω.
Σω.

τὸν γενναῖον τὸν φάεος ἵστορα ἐρωτᾷς;

Ερμογενης
Ερ.
Ερ.

ἔοικα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οὗτος μὲν παντὶ δῆλος Φαῖστος ὤν, τὸ ἦτα προσελκυσάμενος;

Ερμογενης
Ερ.
Ερ.

κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.

Ερμογενης
Ερ.
Ερ.

ἐρωτῶ.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ ἄρρεντε καὶ κατὰ τὸ ἀνδρεῖον Ἄρης ἂν εἴη · εἰ δ’αὖ κατὰ τὸ σκληρόντε καὶ ἀμετάστροφον, δὴ ἄρρατον καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ πολεμικῷ θεῷ πρέποι Ἄρη καλεῖσθαι.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι · περὶ δὲ ἄλλων ὧν τινων βούλει προβαλλέ μοι, ὄφρα ἴδηαι οἷοι Εὐθύφρονος ἵπποι.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος Ἑρμογένη εἶναι. πειρώμεθα οὖν τὸν Ἑρμῆν σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ εἰδῶμεν εἰ τὶ ὅδε λέγει.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι Ἑρμῆς, καὶ τὸ ἑρμηνέα εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ 408aκλοπικόντε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη πραγματεία · ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ εἴρειν λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, ἐμήσατό φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειντε καὶ τὸν λόγον μησάμενον τὸ δὲ λέγειν δή ἐστιν εἴρειν τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει 408bἡμῖν νομοθέτης · ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν εἰρέμης · νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα Ἑρμῆν καλοῦμεν.

Ερμογενης
Ερ.
Ερ.

νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη · οὔκουν εὐμήχανός γέ εἰμι λόγου.

Σωκρατης
Σω.
Σω.

καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ἑταῖρε.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

οἶσθα ὅτι λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθήςτε καὶ ψευδής.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν · ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοίτε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς ἄρ’ἂν πᾶν μηνύων καὶ ἀεὶ πολῶν 408dΠὰν αἰπόλος εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος λόγου ἀδελφὸς Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν · ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλ’ὅπερ ἐγὼ ἔλεγον, μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.

Ερμογενης
Ερ.
Ερ.

τῶν γε τοιούτων, Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίουτε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς 408eκαὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;

Σωκρατης
Σω.
Σω.

συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.

Ερμογενης
Ερ.
Ερ.

καὶ μὴν χαριῇ.

Σωκρατης
Σω.
Σω.

τί δὴ οὖν πρῶτον βούλει; ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ 409aτῷ Δωρικῷ τις ὀνόματι χρῷτο ἅλιον γὰρ καλοῦσιν οἱ Δωριῆς ἅλιος οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δ’ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δ’ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς · τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ σελήνη;

Σωκρατης
Σω.
Σω.

τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.

Ερμογενης
Ερ.
Ερ.

τί δή;

Σωκρατης
Σω.
Σω.

ἔοικε δηλοῦντι παλαιότερον ἐκεῖνος νεωστὶ ἔλεγεν, 409bὅτι σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

τὸ μέν που σέλας καὶ τὸ φῶς ταὐτόν.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν · κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

σελαναίαν δέ γε καλοῦσιν αὐτὴν πολλοί.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, Σελαενονεοάεια 409cμὲν δικαιότατ’ἂν ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ Σελαναία κέκληται.

Ερμογενης
Ερ.
Ερ.

διθυραμβῶδές γε τοῦτο τοὔνομα, Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

μὲν μεὶς ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν μείης ὀρθῶς κεκλημένος, τὰ δ’ἄστρα ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. δὲ ἀστραπή, ὅτι τὰ ὦπα ἀναστρέφει, ἀναστρωπὴ ἂν εἴη, νῦν δὲ ἀστραπὴ καλλωπισθεῖσα κέκληται.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;

Σωκρατης
Σω.
Σω.

τὸ πῦρ ἀπορῶ · καὶ κινδυνεύει ἤτοι τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἂν ἀπορῶ.

Ερμογενης
Ερ.
Ερ.

τίνα δή;

Σωκρατης
Σω.
Σω.

ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι · ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;

Ερμογενης
Ερ.
Ερ.

μὰ Δί’οὐκ ἔγωγε.

Σωκρατης
Σω.
Σω.

σκέψαι δὴ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ 409eὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλωςτε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.

Ερμογενης
Ερ.
Ερ.

τί οὖν δή;

Σωκρατης
Σω.
Σω.

εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατ’ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.

Ερμογενης
Ερ.
Ερ.

εἰκότως γε.

Σωκρατης
Σω.
Σω.

ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ πῦρ μή τι βαρβαρικὸν . τοῦτο γὰρ οὔτε ῥᾴδιον προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροίτ’εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν τι παρακλίνοντες · καὶ τό γε ὕδωρ καὶ τὰς κύνας καὶ ἄλλα πολλά.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γ’ἄν τις εἰπεῖν περὶ αὐτῶν. τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ 410bἀπωθοῦμαι · δὲ δὴ ἀὴρ ἆρά γε, Ἑρμόγενες, ὅτι αἴρει τὰ ἀπὸ τῆς γῆς, ἀὴρ κέκληται; ὅτι ἀεὶ ῥεῖ; ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται ῥέοντος; οἱ γὰρ ποιηταί που τὰ πνεύματα ἀήτας καλοῦσιν · ἴσως οὖν λέγει, ὥσπερ ἂν εἰ εἴποι πνευματόρρουν, ἀητόρρουν. τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέων ἀειθεὴρ δικαίως ἂν καλοῖτο. γῆ δὲ μᾶλλον σημαίνει βούλεται ἐάν τις 410cγαῖαν ὀνομάσῃ · γαῖα γὰρ γεννήτειρα ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος · τὸ γὰρ γεγάασιν γεγεννῆσθαι λέγει. εἶεν · τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;

Ερμογενης
Ερ.
Ερ.

ὧραι, Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.

Σωκρατης
Σω.
Σω.

αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι · ὅραι γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάςτε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς ἐκ τῆς γῆς · ὁρίζουσαι δὲ δικαίως ἂν ὅραι καλοῖντο. ἐνιαυτὸς δὲ καὶ ἔτος κινδυνεύει ἕν τι εἶναι. τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν ἐνιαυτόν, ὅτι ἐν ἑαυτῷ, οἱ δὲ ἔτος, ὅτι ἐτάζει · δὲ ὅλος λόγος ἐστὶν τὸ ἐν ἑαυτῷ ἐτάζον τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, ἐνιαυτόντε καὶ 410eἔτος, ἐξ ἑνὸς λόγου.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ δῆτα, Σώκρατες, πολὺ ἐπιδίδως.

Σωκρατης
Σω.
Σω.

πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

τάχα μᾶλλον φήσεις.

Ερμογενης
Ερ.
Ερ.

ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον φρόνησίςτε καὶ σύνεσις καὶ δικαιοσύνη καὶ τἆλλα τὰ τοιαῦτα πάντα.

Σωκρατης
Σω.
Σω.

ἐγείρεις μέν, ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων · ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλ’ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ φῂς πάντα ταῦτα τὰ 411bκαλὰ ὀνόματα.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.

Σωκρατης
Σω.
Σω.

καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως 411cφέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐ δὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.

Ερμογενης
Ερ.
Ερ.

πῶς δὴ τοῦτο, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοιςτε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.

Ερμογενης
Ερ.
Ερ.

οὐ πάνυ ἐνεθυμήθην.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν πρῶτον μὲν τοῦτο πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.

Ερμογενης
Ερ.
Ερ.

τὸ ποῖον;

Σωκρατης
Σω.
Σω.

φρόνησις · φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δ’ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς · ἀλλ’οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, γνώμη παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν · τὸ γὰρ νωμᾶν καὶ τὸ σκοπεῖν ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ νόησις τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει 411eγιγνόμενα ἀεὶ εἶναι · τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα θέμενος τὴν νεόεσιν. οὐ γὰρ νόησις τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλ’ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, νοέεσιν. σωφροσύνη δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα, 412aφρονήσεως. καὶ μὴν γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης · διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ ἑπεϊστήμην αὐτὴν ὀνομάζειν. σύνεσις δ’αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον · συμπορεύεσθαι γὰρ λέγει 412bτὴν ψυχὴν τοῖς πράγμασι τὸ συνιέναι. ἀλλὰ μὴν γε σοφία φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον · ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι ἐσύθη φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν Σοῦς · τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει σοφία, ὡς φερομένων τῶν ὄντων. καὶ μὴν τό γε ἀγαθόν, τοῦτο τῆς φύσεως πάσης τῷ ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρ’αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἐπωνυμία ἐστίν, τἀγαθόν. δικαιοσύνη δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν · αὐτὸ δὲ τὸ δίκαιον χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι 412dπαρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, δι’οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι · εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόντε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δ’οὖν ἐπιτροπεύει τὰ 412eἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς δίκαιον, εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν. μέχρι μὲν οὖν ἐνταῦθα, νυνδὴ ἐλέγομεν, παρὰ πολλῶν ὁμολογεῖται 413aτοῦτο εἶναι τὸ δίκαιον · ἐγὼ δέ, Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιον δι’ γὰρ γίγνεται, τοῦτ’ἔστι τὸ αἴτιον καὶ Δία καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δ’ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον · τί οὖν ποτ’ἔστιν, ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει; δοκῶτε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα 413bἅλλεσθαι. ἱκανῶς γάρ μέ φασι πεπύσθαι καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν. μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον · τοῦτον γὰρ μόνον διαϊόντα καὶ κάοντα ἐπιτροπεύειν τὰ ὄντα. ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν 413c ἥλιος δύῃ. λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν · τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι. δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλ’αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν. δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο · αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ἐνταῦθα δὴ ἐγώ, φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ πρὶν ἐπιχειρῆσαι μανθάνειν 413dπερὶ τοῦ δικαίου ὅτι ποτ’ἔστιν. ἀλλ’οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.

Ερμογενης
Ερ.
Ερ.

φαίνῃ μοι, Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.

Σωκρατης
Σω.
Σω.

τί δὲ τἆλλα;

Ερμογενης
Ερ.
Ερ.

οὐ πάνυ.

Σωκρατης
Σω.
Σω.

ἄκουε δή · ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ 413eδῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας μάχην δ’εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι τὴν ἐναντίαν ῥοήν ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἀνρεία. δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ 414aτὸ δίκαιον ῥεούσῃ · οὐ γὰρ ἂν ἐπῃνεῖτο ἀνδρεία. καὶ τὸ ἄρρεν καὶ ἀνὴρ ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ. γυνὴ δὲ γονή μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ θῆλυ ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι · δὲ θηλὴ ἆρά γε, Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;

Ερμογενης
Ερ.
Ερ.

ἔοικέν γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

καὶ μὴν αὐτό γε τὸ θάλλειν τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται. οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ τοῦ θεῖν καὶ ἅλλεσθαι τὸ ὄνομα. ἀλλ’οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον ἐπειδὰν λείου ἐπιλάβωμαι · ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ὧν γ’ἔστιν ἓν καὶ τέχνην ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι.

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τοῦτό γε ἕξιν νοῦ σημαίνει, τὸ μὲν ταῦ 414cἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ τοῦ χεῖ καὶ τοῦ νῦ καὶ τοῦ νῦ καὶ τοῦ ἦτα;

Ερμογενης
Ερ.
Ερ.

καὶ μάλα γε γλίσχρως, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

μακάριε, οὐκ οἶσθ’ὅτι τὰ πρῶτα ὀνόματα τεθέντα κατακέχωσται ἤδη ὑπὸ τῶν βουλομένων τραγῳδεῖν αὐτά, περιτιθέντων γράμματα καὶ ἐξαιρούντων εὐστομίας ἕνεκα καὶ πανταχῇ στρεφόντων, καὶ ὑπὸ καλλωπισμοῦ καὶ ὑπὸ χρόνου. ἐπεὶ ἐν τῷ κατόπτρῳ οὐ δοκεῖ ἄτοπον εἶναι τὸ ἐμβεβλῆσθαι τὸ ῥῶ; ἀλλὰ τοιαῦτα οἶμαι ποιοῦσιν οἱ τῆς μὲν 414dἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστ’ἐπεμβάλλοντες πολλὰ ἐπὶ τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μη δ’ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται τὸ ὄνομα · ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ φικὸς σφίγγα καλοῦσιν, καὶ ἄλλα πολλά.

Ερμογενης
Ερ.
Ερ.

ταῦτα μὲν ἔστιν οὕτως, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

εἰ δ’αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττ’ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀληθῆ μέντοι. ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.

Ερμογενης
Ερ.
Ερ.

βουλοίμην ἄν.

Σωκρατης
Σω.
Σω.

καὶ ἐγώ σοι συμβούλομαι, Ἑρμόγενες. ἀλλὰ μὴ 415aλίαν, δαιμόνιε, ἀκριβολογοῦ, μή μ’ἀπογυιώσῃς μένεος . ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. μηχανὴ γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι · τὸ γὰρ μῆκός πως τὸ πολὺ σημαίνει · ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, μήκουςτε καὶ τοῦ ἄνειν, τὸ ὄνομα μηχανή. ἀλλ’, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν · ἀρετὴ γὰρ καὶ κακία ὅτι βούλεται τὰ ὀνόματα 415bζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δ’ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν κακία ἂν εἴη · τοῦτο δὲ ὅταν ἐν ψυχῇ , τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτ’ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ δειλίᾳ, οὔπω διήλθομεν ἀλλ’415cὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι · δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. δ’οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν · τὸ γὰρ λίαν ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν λίαν καὶ μέγιστος τῆς ψυχῆς δειλία ἂν εἴη · ὥσπερ γε καὶ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτ’οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένωςτε καὶ ἐμποδιζομένως πορεύεσθαι, δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δ’ἐπὶ τοιούτοις κακία ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἀρετὴ ἂν εἴη, σημαῖνον πρῶτον 415dμὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, ὀρθῶς μὲν ἔχει ἀειρείτην καλεῖν, συγκεκρότηται δὲ καὶ καλεῖται ἀρετή. καὶ ἴσως με αὖ φήσεις πλάττειν · ἐγὼ δέ φημι, εἴπερ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, κακία, 415eκαὶ τοῦτο τὸ ὄνομα τὴν ἀρετὴν ὀρθῶς ἔχειν.

Ερμογενης
Ερ.
Ερ.

τὸ δὲ δὴ κακόν, δι’οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;

Σωκρατης
Σω.
Σω.

ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.

Ερμογενης
Ερ.
Ερ.

ποίαν ταύτην;

Σωκρατης
Σω.
Σω.

τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.

Ερμογενης
Ερ.
Ερ.

καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλ’εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ καλὸν καὶ αἰσχρὸν πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.

Σωκρατης
Σω.
Σω.

τὸ μὲν τοίνυν αἰσχρὸν καὶ δὴ κατάδηλόν μοι 416bφαίνεται νοεῖ · καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο τὸ ἀεισχοροῦν · νῦν δὲ συγκροτήσαντες αἰσχρὸν καλοῦσιν.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ τὸ καλόν;

Σωκρατης
Σω.
Σω.

τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό · ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.

Ερμογενης
Ερ.
Ερ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρ’οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;

Ερμογενης
Ερ.
Ερ.

πάντως που.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἀνθρώπων ἀμφότερα;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦςτε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, δὲ μή, ψεκτά;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; πῶς λέγεις;

Ερμογενης
Ερ.
Ερ.

οὕτως ἔγωγε.

Σωκρατης
Σω.
Σω.

καὶ τὸ καλοῦν ἄρα καλά;

Ερμογενης
Ερ.
Ερ.

δεῖ γέ τοι.

Σωκρατης
Σω.
Σω.

ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ὀρθῶς ἄρα φρονήσεως αὕτη ἐπωνυμία ἐστὶν τὸ καλὸν τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;

Ερμογενης
Ερ.
Ερ.

ταῦτα τὰ περὶ τὸ ἀγαθόντε καὶ καλόν, συμφέροντά417aτε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τὸ μὲν συμφέρον ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν · τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα συμφέροντάτε καὶ σύμφορα κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε κερδαλέον ἀπὸ τοῦ 417bκέρδους. κέρδος δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ βούλεται · τὸ γὰρ ἀγαθὸν κατ’ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα · δέλτα δ’ἐνθεὶς ἀντὶ τοῦ νῦ κέρδος ἐφθέγξατο.

Ερμογενης
Ερ.
Ερ.

λυσιτελοῦν δὲ τί δή;

Σωκρατης
Σω.
Σω.

ἔοικεν, Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν 417cμοι δοκεῖ τὸ λυσιτελοῦν, ἀλλ’ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐ δὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναίτε καὶ παύσασθαι, ἀλλ’ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν · τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλος λυσιτελοῦν καλέσαι. ὠφέλιμον δὲ ξενικὸν τοὔνομα, καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ ὀφέλλειν · ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ ποιεῖν ἐπωνυμία.

Ερμογενης
Ερ.
Ερ.

τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;

Σωκρατης
Σω.
Σω.

ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.

Ερμογενης
Ερ.
Ερ.

ποῖα ταῦτα;

Σωκρατης
Σω.
Σω.

ἀσύμφορον καὶ ἀνωφελὲς καὶ ἀλυσιτελὲς καὶ ἀκερδές.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ βλαβερόν γε καὶ ζημιῶδες.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

καὶ τὸ μέν γε βλαβερὸν τὸ 417eβλάπτον τὸν ῥοῦν εἶναι λέγει · τὸ δὲ βλάπτον αὖ σημαίνει βουλόμενον ἅπτειν · τὸ δὲ ἅπτειν καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη βουλαπτεροῦν, καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται βλαβερόν.

Ερμογενης
Ερ.
Ερ.

ποικίλα γέ σοι, Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ 418aβουλαπτεροῦν.

Σωκρατης
Σω.
Σω.

οὐκ ἐγώ, Ἑρμόγενες, αἴτιος, ἀλλ’οἱ θέμενοι τὸ ὄνομα.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις · ἀλλὰ δὴ τὸ ζημιῶδες τί ἂν εἴη;

Σωκρατης
Σω.
Σω.

τί δ’ἂν εἴη ποτὲ ζημιῶδες; θέασαι, Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία 418bποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ δέοντι · ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ἔμελλόν σοι ἐρεῖν ὅτι μὲν νέα φωνὴ ἡμῖν καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ δέον καὶ τὸ ζημιῶδες, ἀφανίζουσα ὅτι νοεῖ, δὲ παλαιὰ ἀμφότερον δηλοῖ βούλεται τοὔνομα.

Ερμογενης
Ερ.
Ερ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα 418cαἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα εἶ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.

Ερμογενης
Ερ.
Ερ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

οἷον οἱ μὲν ἀρχαιότατοι ἱμέραν τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ ἑμέραν, οἱ δὲ νῦν ἡμέραν.

Ερμογενης
Ερ.
Ερ.

ἔστι ταῦτα.

Σωκρατης
Σω.
Σω.

οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς 418dἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν ἱμέραν.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

νῦν δέ γε τετραγῳδημένον οὐ δ’ἂν κατανοήσαις ὅτι βούλεται ἡμέρα. καίτοι τινὲς οἴονται, ὡς δὴ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.

Ερμογενης
Ερ.
Ερ.

δοκεῖ μοι.

Σωκρατης
Σω.
Σω.

καὶ τό γε ζυγὸν οἶσθα ὅτι δυογὸν οἱ παλαιοὶ ἐκάλουν.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

καὶ τὸ μέν γε ζυγὸν οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν 418eδυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν ἀγωγὴν ἐπωνόμασται δυογὸν δικαίως · νῦν δὲ ζυγόν. καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ δέον οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν · ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.

Ερμογενης
Ερ.
Ερ.

καὶ μάλα, Σώκρατες, οὕτω φαίνεται.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, πολὺ 419aμᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι τὸ νῦν, ἀλλ’ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν · διϊὸν γὰρ αὖ σημαίνει, ἀλλ’οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ δέον καὶ ὠφέλιμον καὶ λυσιτελοῦν καὶ κερδαλέον καὶ ἀγαθὸν καὶ συμφέρον καὶ εὔπορον τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, 419bτὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ ζημιῶδες, ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν δημιῶδες.

Ερμογενης
Ερ.
Ερ.

τί δὲ δὴ ἡδονὴ καὶ λύπη καὶ ἐπιθυμία καὶ τὰ τοιαῦτα, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

οὐ πάνυ χαλεπά μοι φαίνεται, Ἑρμόγενες. τε γὰρ ἡδονή, πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα τὸ δέλτα δὲ ἔγκειται, ὥστε ἡδονὴ 419cἀντὶ ἡονῆς καλεῖται τε λύπη ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ γε ἀνία τὸ ἐμποδίζον τοῦ ἰέναι. δὲ ἀλγηδὼν ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. ὀδύνη δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. ἀχθηδὼν δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. χαρὰ δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ. τέρψις δὲ ἀπὸ τοῦ τερπνοῦ · τὸ δὲ τερπνὸν ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν ἕρπνουν καλούμενον, ὑπὸ χρόνου δὲ τερπνὸν παρηγμένον. εὐφροσύνη δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι · παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, εὐφεροσύνην τό γε δίκαιον · ὅμως δὲ αὐτὸ καλοῦμεν εὐφροσύνην. οὐ δ’ἐπιθυμία χαλεπόν · τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ 419eδυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. θυμὸς δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα. ἀλλὰ μὴν ἵμερός γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ 420aἐπωνομάσθη · ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως ἵμερος ἐκλήθη. καὶ μὴν πόθος αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθεν πόθος ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, ἵμερος ἐκαλεῖτο · ἀπογενομένου δὲ αὐτὸς οὗτος πόθος ἐκλήθη. ἔρως δέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ῥοὴ 420bαὕτη τῷ ἔχοντι ἀλλ’ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν ἔσρος τό γε παλαιὸν ἐκαλεῖτο τῷ γὰρ οὖ ἀντὶ τοῦ ἐχρώμεθα νῦν δ’ἔρως κέκληται διὰ τὴν τοῦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;

Ερμογενης
Ερ.
Ερ.

δόξα καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;

Σωκρατης
Σω.
Σω.

δόξα δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, τῇ ἀπὸ τοῦ τόξου βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. 420cγοῦν οἴησις τούτῳ συμφωνεῖ. οἶσιν γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ βουλή πως τὴν βολήν, καὶ τὸ βούλεσθαι τὸ ἐφίεσθαι σημαίνει καὶ τὸ βουλεύεσθαι · πάντα ταῦτα δόξῃ ἑπόμεν’ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἀβουλία ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐ δὲ τυχόντος οὗτ’ἔβαλλε καὶ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.

Ερμογενης
Ερ.
Ερ.

ταῦτα ἤδη μοι δοκεῖς, Σώκρατες, πυκνότερα ἐπάγειν.

Σωκρατης
Σω.
Σω.

τέλος γὰρ ἤδη θέω. ἀνάγκην δ’οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ ἑκούσιον. τὸ μὲν οὖν ἑκούσιον, τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλ’, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ · τὸ δὲ ἀναγκαῖον καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ 420eἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη ἀναγκαῖον, τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ῥώμη, μὴ ἀνιῶμεν αὐτήν · ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.

Ερμογενης
Ερ.
Ερ.

ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήντε ἀλήθειαν καὶ τὸ ψεῦδος καὶ τὸ ὂν καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν λόγος ἡμῖν ἐστιν, ὄνομα, δι’ὅτι τὸ ὄνομα ἔχει.

Σωκρατης
Σω.
Σω.

μαίεσθαι οὖν καλεῖς τι;

Ερμογενης
Ερ.
Ερ.

ἔγωγε, τό γε ζητεῖν.

Σωκρατης
Σω.
Σω.

ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτ’ἔστιν ὄν, οὗ τυγχάνει ζήτημα ὄν, ὄνομα. μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν λέγομεν τὸ ὀνομαστόν · ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν. δ’ἀλήθεια, καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε · γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ ἀληθείᾳ, ὡς θεία οὖσα ἄλη. τὸ δὲ ψεῦδος τοὐναντίον τῇ φορᾷ · πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι · τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ ὂν καὶ οὐσία ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν · ἰὸν γὰρ 421cσημαίνει, καὶ τὸ οὐκ ὂν αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, οὐκ ἰόν.

Ερμογενης
Ερ.
Ερ.

ταῦτα μέν μοι δοκεῖς, Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι · εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ ἰὸν καὶ τὸ ῥέον καὶ τὸ δοῦν, τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα τί ἂν αὐτῷ ἀποκριναίμεθα;

Σωκρατης
Σω.
Σω.

λέγεις; γάρ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.

Ερμογενης
Ερ.
Ερ.

τὸ ποῖον τοῦτο;

Σωκρατης
Σω.
Σω.

φάναι, ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτ’421dεἶναι. εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι · διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν εἰ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.

Ερμογενης
Ερ.
Ερ.

καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.

Σωκρατης
Σω.
Σω.

λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, δι’ὧν ἂν λέγηται τὸ 421eὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ δι’ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρ’οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

πότε οὖν ἀπειπὼν ἀπαγορεύων δικαίως παύοιτο ἄν; ἆρ’οὐκ ἐπειδὰν ἐπ’ἐκείνοις γένηται τοῖς ὀνόμασιν, ὡσπερεὶ στοιχεῖα τῶν ἄλλων ἐστὶ καὶ λόγων καὶ ὀνομάτων; ταῦτα γάρ που οὐκέτι δίκαιον φανῆναι ἐξ ἄλλων ὀνομάτων συγκείμενα, ἃν οὕτως ἔχῃ. οἷον νυνδὴ τὸ ἀγαθὸν ἔφαμεν ἐκ τοῦ ἀγαστοῦ καὶ ἐκ τοῦ θοοῦ συγκεῖσθαι, τὸ δὲ θοὸν ἴσως φαῖμεν ἂν ἐξ ἑτέρων, ἐκεῖνα δὲ ἐξ ἄλλων · ἀλλ’ἐάν ποτέ γε λάβωμεν οὐκέτι ἔκ τινων ἑτέρων σύγκειται ὀνομάτων, δικαίως ἂν φαῖμεν ἐπὶ στοιχείῳτε ἤδη εἶναι καὶ οὐκέτι τοῦτο ἡμᾶς δεῖν εἰς ἄλλα ὀνόματα ἀναφέρειν.

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν καὶ νῦν γ’ἐρωτᾷς τὰ ὀνόματα στοιχεῖα ὄντα τυγχάνει, καὶ δεῖ αὐτῶν ἄλλῳ τινὶ τρόπῳ ἤδη τὴν ὀρθότητα ἐπισκέψασθαι ἥτις ἐστίν;

Ερμογενης
Ερ.
Ερ.

εἰκός γε.

Σωκρατης
Σω.
Σω.

εἰκὸς δῆτα, Ἑρμόγενες · πάντα γοῦν φαίνεται τὰ 422cἔμπροσθεν εἰς ταῦτα ἀνεληλυθέναι. εἰ δὲ τοῦτο οὕτως ἔχει, ὥς μοι δοκεῖ ἔχειν, δεῦρο αὖ συνεπίσκεψαι μετ’ἐμοῦ μή τι παραληρήσω λέγων οἵαν δεῖ τὴν τῶν πρώτων ὀνομάτων ὀρθότητα εἶναι.

Ερμογενης
Ερ.
Ερ.

λέγε μόνον, ὡς ὅσον γε δυνάμεως παρ’ἐμοί ἐστιν συνεπισκέψομαι.

Σωκρατης
Σω.
Σω.

ὅτι μὲν τοίνυν μία γέ τις ὀρθότης παντὸς ὀνόματος καὶ πρώτου καὶ ὑστάτου, καὶ οὐδὲν διαφέρει τῷ ὄνομα εἶναι οὐδὲν αὐτῶν, οἶμαι καὶ σοὶ συνδοκεῖ.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν ὧν γε νυνδὴ διεληλύθαμεν τῶν ὀνομάτων ὀρθότης τοιαύτη τις ἐβούλετο εἶναι, οἵα δηλοῦν οἷον ἕκαστόν ἐστι τῶν ὄντων.

Ερμογενης
Ερ.
Ερ.

πῶς γὰρ οὔ;

Σωκρατης
Σω.
Σω.

τοῦτο μὲν ἄρα οὐδὲν ἧττον καὶ τὰ πρῶτα δεῖ ἔχειν καὶ τὰ ὕστερα, εἴπερ ὀνόματα ἔσται.

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τὰ μὲν ὕστερα, ὡς ἔοικε, διὰ τῶν προτέρων οἷάτε ἦν τοῦτο ἀπεργάζεσθαι.

Ερμογενης
Ερ.
Ερ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

εἶεν · τὰ δὲ δὴ πρῶτα, οἷς οὔπω ἕτερα ὑπόκειται, τίνι τρόπῳ κατὰ τὸ δυνατὸν ὅτι μάλιστα φανερὰ ἡμῖν 422eποιήσει τὰ ὄντα, εἴπερ μέλλει ὀνόματα εἶναι; ἀπόκριναι δέ μοι τόδε · εἰ φωνὴν μὴ εἴχομεν μη δὲ γλῶτταν, ἐβουλόμεθα δὲ δηλοῦν ἀλλήλοις τὰ πράγματα, ἆρ’οὐκ ἄν, ὥσπερ νῦν οἱ ἐνεοί, ἐπεχειροῦμεν ἂν σημαίνειν ταῖς χερσὶ καὶ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι;

Ερμογενης
Ερ.
Ερ.

πῶς γὰρ ἂν ἄλλως, Σώκρατες;

Σωκρατης
Σω.
Σω.

εἰ μέν γ’οἶμαι τὸ ἄνω καὶ τὸ κοῦφον ἐβουλόμεθα δηλοῦν, ᾔρομεν ἂν πρὸς τὸν οὐρανὸν τὴν χεῖρα, μιμούμενοι αὐτὴν τὴν φύσιν τοῦ πράγματος · εἰ δὲ τὰ κάτω καὶ τὰ βαρέα, πρὸς τὴν γῆν. καὶ εἰ ἵππον θέοντα τι ἄλλο τῶν ζῴων ἐβουλόμεθα δηλοῦν, οἶσθα ὅτι ὡς ὁμοιότατ’ἂν τὰ ἡμέτερα αὐτῶν σώματα καὶ σχήματα ἐποιοῦμεν ἐκείνοις.

Ερμογενης
Ερ.
Ερ.

ἀνάγκη μοι δοκεῖ ὡς λέγεις ἔχειν.

Σωκρατης
Σω.
Σω.

οὕτω γὰρ ἂν οἶμαι δήλωμά του ἐγίγνετο, 423bμιμησαμένου, ὡς ἔοικε, τοῦ σώματος ἐκεῖνο ἐβούλετο δηλῶσαι.

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ δὲ φωνῇτε καὶ γλώττῃ καὶ στόματι βουλόμεθα δηλοῦν, ἆρ’οὐ τότε ἑκάστου δήλωμα ἡμῖν ἔσται τὸ ἀπὸ τούτων γιγνόμενον, ὅταν μίμημα γένηται διὰ τούτων περὶ ὁτιοῦν;

Ερμογενης
Ερ.
Ερ.

ἀνάγκη μοι δοκεῖ.

Σωκρατης
Σω.
Σω.

ὄνομ’ἄρ’ἐστίν, ὡς ἔοικε, μίμημα φωνῇ ἐκείνου μιμεῖται, καὶ ὀνομάζει μιμούμενος τῇ φωνῇ ἂν μιμῆται δοκεῖ μοι. μὰ Δί’ἀλλ’οὐκ ἐμοί πω δοκεῖ καλῶς λέγεσθαι, ἑταῖρε.

Ερμογενης
Ερ.
Ερ.

τί δή;

Σωκρατης
Σω.
Σω.

τοὺς τὰ πρόβατα μιμουμένους τούτους καὶ τοὺς ἀλεκτρυόνας καὶ τὰ ἄλλα ζῷα ἀναγκαζοίμεθ’ἂν ὁμολογεῖν ὀνομάζειν ταῦτα ἅπερ μιμοῦνται.

Ερμογενης
Ερ.
Ερ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

καλῶς οὖν ἔχειν δοκεῖ σοι;

Ερμογενης
Ερ.
Ερ.

οὐκ ἔμοιγε. ἀλλὰ τίς ἄν, Σώκρατες, μίμησις εἴη τὸ ὄνομα;

Σωκρατης
Σω.
Σω.

πρῶτον μέν, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἐὰν καθάπερ τῇ 423dμουσικῇ μιμούμεθα τὰ πράγματα οὕτω μιμώμεθα, καίτοι φωνῇ γε καὶ τότε μιμούμεθα · ἔπειτα οὐκ ἐὰν ἅπερ μουσικὴ μιμεῖται καὶ ἡμεῖς μιμώμεθα, οὔ μοι δοκοῦμεν ὀνομάσειν. λέγω δέ τοι τοῦτο · ἔστι τοῖς πράγμασι φωνὴ καὶ σχῆμα ἑκάστῳ, καὶ χρῶμά γε πολλοῖς;

Ερμογενης
Ερ.
Ερ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

ἔοικε τοίνυν οὐκ ἐάν τις ταῦτα μιμῆται, οὐ δὲ περὶ ταύτας τὰς μιμήσεις τέχνη ὀνομαστικὴ εἶναι. αὗται μὲν γάρ εἰσιν μὲν μουσική, δὲ γραφική · γάρ;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δὲ δὴ τόδε; οὐ καὶ οὐσία δοκεῖ σοι εἶναι ἑκάστῳ, ὥσπερ καὶ χρῶμα καὶ νυνδὴ ἐλέγομεν; πρῶτον αὐτῷ τῷ χρώματι καὶ τῇ φωνῇ οὐκ ἔστιν οὐσία τις ἑκατέρῳ αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσιν ὅσα ἠξίωται ταύτης τῆς προσρήσεως, τοῦ εἶναι;

Ερμογενης
Ερ.
Ερ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

τί οὖν; εἴ τις αὐτὸ τοῦτο μιμεῖσθαι δύναιτο ἑκάστου, τὴν οὐσίαν, γράμμασίτε καὶ συλλαβαῖς, ἆρ’οὐκ ἂν δηλοῖ ἕκαστον ἔστιν; οὔ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

καὶ τί ἂν φαίης τὸν τοῦτο δυνάμενον, ὥσπερ τοὺς προτέρους τὸν μὲν μουσικὸν ἔφησθα, τὸν δέ γραφικόν. τοῦτον δὲ τίνα;

Ερμογενης
Ερ.
Ερ.

τοῦτο ἔμοιγε δοκεῖ, Σώκρατες, ὅπερ πάλαι ζητοῦμεν, οὗτος ἂν εἶναι ὀνομαστικός.

Σωκρατης
Σω.
Σω.

εἰ ἄρα τοῦτο ἀληθές, ἤδη ἔοικεν ἐπισκεπτέον περὶ ἐκείνων τῶν ὀνομάτων ὧν σὺ ἤρου, περὶ ῥοῆςτε καὶ τοῦ ἰέναι καὶ σχέσεως, εἰ τοῖς γράμμασι καὶ ταῖς συλλαβαῖς 424bτοῦ ὄντος ἐπιλαμβάνεται αὐτῶν ὥστε ἀπομιμεῖσθαι τὴν οὐσίαν, εἴτε καὶ οὔ;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

φέρε δὴ ἴδωμεν πότερον ἄρα ταῦτα μόνα ἐστὶ τῶν πρώτων ὀνομάτων καὶ ἄλλα πολλά.

Ερμογενης
Ερ.
Ερ.

οἶμαι ἔγωγε καὶ ἄλλα.

Σωκρατης
Σω.
Σω.

εἰκὸς γάρ. ἀλλὰ τίς ἂν εἴη τρόπος τῆς διαιρέσεως ὅθεν ἄρχεται μιμεῖσθαι μιμούμενος; ἆρα οὐκ ἐπείπερ συλλαβαῖςτε καὶ γράμμασιν μίμησις τυγχάνει οὖσα τῆς οὐσίας, ὀρθότατόν ἐστι διελέσθαι τὰ στοιχεῖα πρῶτον, ὥσπερ 424cοἱ ἐπιχειροῦντες τοῖς ῥυθμοῖς τῶν στοιχείων πρῶτον τὰς δυνάμεις διείλοντο, ἔπειτα τῶν συλλαβῶν, καὶ οὕτως ἤδη ἔρχονται ἐπὶ τοὺς ῥυθμοὺς σκεψόμενοι, πρότερον δ’οὔ;

Ερμογενης
Ερ.
Ερ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν καὶ ἡμᾶς οὕτω δεῖ πρῶτον μὲν τὰ φωνήεντα διελέσθαι, ἔπειτα τῶν ἑτέρων κατὰ εἴδη τάτε ἄφωνα καὶ ἄφθογγα οὑτωσὶ γάρ που λέγουσιν οἱ δεινοὶ περὶ τούτων καὶ τὰ αὖ φωνήεντα μὲν οὔ, οὐ μέντοι γε ἄφθογγα; καὶ αὐτῶν τῶν φωνηέντων ὅσα διάφορα εἴδη ἔχει ἀλλήλων; καὶ 424dἐπειδὰν ταῦτα διελώμεθα εὖ πάντα αὖ οἷς δεῖ ὀνόματα ἐπιθεῖναι, εἰ ἔστιν εἰς ἀναφέρεται πάντα ὥσπερ τὰ στοιχεῖα, ἐξ ὧν ἔστιν ἰδεῖν αὐτάτε καὶ εἰ ἐν αὐτοῖς ἔνεστιν εἴδη κατὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς στοιχείοις · ταῦτα πάντα καλῶς διαθεασαμένους ἐπίστασθαι ἐπιφέρειν ἕκαστον κατὰ τὴν ὁμοιότητα, ἐάντε ἓν ἑνὶ δέῃ ἐπιφέρειν, ἐάντε συγκεραννύντα πολλὰ, ὥσπερ οἱ ζωγράφοι βουλόμενοι ἀφομοιοῦν ἐνίοτε μὲν ὄστρεον μόνον ἐπήνεγκαν, ἐνίοτε δὲ 424eὁτιοῦν ἄλλο τῶν φαρμάκων, ἔστι δὲ ὅτε πολλὰ συγκεράσαντες, οἷον ὅταν ἀνδρείκελον σκευάζωσιν ἄλλο τι τῶν τοιούτων ὡς ἂν οἶμαι δοκῇ ἑκάστη εἰκὼν δεῖσθαι ἑκάστου φαρμάκου οὕτω δὴ καὶ ἡμεῖς τὰ στοιχεῖα ἐπὶ τὰ πράγματα ἐποίσομεν, καὶ ἓν ἐπὶ ἕν, οὗ ἂν δοκῇ δεῖν, καὶ σύμπολλα, ποιοῦντες δὴ συλλαβὰς καλοῦσιν, καὶ συλλαβὰς αὖ συντιθέντες, 425aἐξ ὧν τάτε ὀνόματα καὶ τὰ ῥήματα συντίθενται · καὶ πάλιν ἐκ τῶν ὀνομάτων καὶ ῥημάτων μέγα ἤδη τι καὶ καλὸν καὶ ὅλον συστήσομεν, ὥσπερ ἐκεῖ τὸ ζῷον τῇ γραφικῇ, ἐνταῦθα τὸν λόγον τῇ ὀνομαστικῇ ῥητορικῇ ἥτις ἐστὶν τέχνη. μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ λέγων ἐξηνέχθην. συνέθεσαν μὲν γὰρ οὕτως ᾗπερ σύγκειται οἱ παλαιοί · ἡμᾶς δὲ δεῖ, εἴπερ τεχνικῶς ἐπιστησόμεθα σκοπεῖσθαι αὐτὰ πάντα, 425bοὕτω διελομένους, εἴτε κατὰ τρόπον τάτε πρῶτα ὀνόματα κεῖται καὶ τὰ ὕστερα εἴτε μή, οὕτω θεᾶσθαι · ἄλλως δὲ συνείρειν μὴ φαῦλον καὶ οὐ καθ’ὁδόν, φίλε Ἑρμόγενες.

Ερμογενης
Ερ.
Ερ.

ἴσως νὴ Δί’, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τί οὖν; σὺ πιστεύεις σαυτῷ οἷόςτ’ἂν εἶναι ταῦτα οὕτω διελέσθαι; ἐγὼ μὲν γὰρ οὔ.

Ερμογενης
Ερ.
Ερ.

πολλοῦ ἄρα δέω ἔγωγε.

Σωκρατης
Σω.
Σω.

ἐάσομεν οὖν, βούλει οὕτως ὅπως ἂν δυνώμεθα, καὶ ἂν σμικρόν τι αὐτῶν οἷοίτ’ὦμεν κατιδεῖν, ἐπιχειρῶμεν, 425cπροειπόντες, ὥσπερ ὀλίγον πρότερον τοῖς θεοῖς, ὅτι οὐδὲν εἰδότες τῆς ἀληθείας τὰ τῶν ἀνθρώπων δόγματα περὶ αὐτῶν εἰκάζομεν, οὕτω δὲ καὶ νῦν αὖ εἰπόντες αὐτοῖς ἴωμεν, ὅτι εἰ μέν τι χρῆν αὐτὰ διελέσθαι εἴτε ἄλλον ὁντινοῦν εἴτε ἡμᾶς, οὕτως ἔδει αὐτὰ διαιρεῖσθαι, νῦν δὲ τὸ λεγόμενον κατὰ δύναμιν δεήσει ἡμᾶς περὶ αὐτῶν πραγματεύεσθαι; δοκεῖ ταῦτα, πῶς λέγεις;

Ερμογενης
Ερ.
Ερ.

πάνυ μὲν οὖν σφόδρα ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

γελοῖα μὲν οἶμαι φανεῖσθαι, Ἑρμόγενες, γράμμασι καὶ συλλαβαῖς τὰ πράγματα μεμιμημένα κατάδηλα γιγνόμενα · ὅμως δὲ ἀνάγκη. οὐ γὰρ ἔχομεν τούτου βέλτιον εἰς ὅτι ἐπανενέγκωμεν περὶ ἀληθείας τῶν πρώτων ὀνομάτων, εἰ μὴ ἄρα βούλει, ὥσπερ οἱ τραγῳδοποιοὶ ἐπειδάν τι ἀπορῶσιν ἐπὶ τὰς μηχανὰς καταφεύγουσι θεοὺς αἴροντες, καὶ ἡμεῖς οὕτως εἰπόντες ἀπαλλαγῶμεν, ὅτι τὰ πρῶτα ὀνόματα οἱ θεοὶ ἔθεσαν καὶ διὰ ταῦτα ὀρθῶς ἔχει. ἆρα 425eκαὶ ἡμῖν κράτιστος οὗτος τῶν λόγων; ἐκεῖνος, ὅτι παρὰ βαρβάρων τινῶν αὐτὰ παρειλήφαμεν, εἰσὶ δὲ ἡμῶν ἀρχαιότεροι βάρβαροι; ὅτι ὑπὸ παλαιότητος ἀδύνατον αὐτὰ 426aἐπισκέψασθαι, ὥσπερ καὶ τὰ βαρβαρικά; αὗται γὰρ ἂν πᾶσαι ἐκδύσεις εἶεν καὶ μάλα κομψαὶ τῷ μὴ ἐθέλοντι λόγον διδόναι περὶ τῶν πρώτων ὀνομάτων ὡς ὀρθῶς κεῖται. καίτοι ὅτῳ τις τρόπῳ τῶν πρώτων ὀνομάτων τὴν ὀρθότητα μὴ οἶδεν, ἀδύνατόν που τῶν γε ὑστέρων εἰδέναι, ἐξ ἐκείνων ἀνάγκη δηλοῦσθαι ὧν τις πέρι μηδὲν οἶδεν · ἀλλὰ δῆλον ὅτι τὸν φάσκοντα περὶ αὐτῶν τεχνικὸν εἶναι περὶ τῶν πρώτων 426bὀνομάτων μάλιστάτε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει. σοὶ ἄλλως δοκεῖ;

Ερμογενης
Ερ.
Ερ.

οὐ δ’ὁπωστιοῦν, Σώκρατες, ἄλλως.

Σωκρατης
Σω.
Σω.

μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα. τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ · σὺ δ’ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.

Ερμογενης
Ερ.
Ερ.

ποιήσω ταῦτα. ἀλλὰ θαρρῶν λέγε.

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν τοίνυν τὸ ῥῶ ἔμοιγε φαίνεται ὥσπερ ὄργανον εἶναι πάσης τῆς κινήσεως, ἣν οὐ δ’εἴπομεν δι’ὅτι ἔχει τοῦτο τοὔνομα · ἀλλὰ γὰρ δῆλον ὅτι ἕσις βούλεται εἶναι · οὐ γὰρ ἦτα ἐχρώμεθα ἀλλὰ εἶ τὸ παλαιόν. δὲ ἀρχὴ ἀπὸ τοῦ κίειν ξενικὸν δὲ τοὔνομα τοῦτο δ’ἐστὶν ἰέναι. εἰ οὖν τις τὸ παλαιὸν αὐτῆς εὕροι ὄνομα εἰς τὴν ἡμετέραν φωνὴν συμβαῖνον, ἕσις ἂν ὀρθῶς καλοῖτο · νῦν δὲ ἀπότε τοῦ ξενικοῦ τοῦ κίειν καὶ ἀπὸ τῆς τοῦ ἦτα μεταβολῆς καὶ τῆς τοῦ νῦ ἐνθέσεως κίνησις κέκληται, ἔδει 426dδὲ κιείνησιν καλεῖσθαι. δὲ στάσις ἀπόφασις τοῦ ἰέναι βούλεται εἶναι, διὰ δὲ τὸν καλλωπισμὸν στάσις ὠνόμασται. τὸ δὲ οὖν ῥῶ τὸ στοιχεῖον, ὥσπερ λέγω, καλὸν ἔδοξεν ὄργανον εἶναι τῆς κινήσεως τῷ τὰ ὀνόματα τιθεμένῳ πρὸς τὸ ἀφομοιοῦν τῇ φορᾷ, πολλαχοῦ γοῦν χρῆται αὐτῷ εἰς αὐτήν · πρῶτον μὲν ἐν αὐτῷ τῷ ῥεῖν καὶ ῥοῇ διὰ τούτου τοῦ γράμματος τὴν φορὰν μιμεῖται, εἶτα ἐν τῷ 426eτρόμῳ, εἶτα ἐν τῷ τρέχειν, ἔτι δὲ ἐν τοῖς τοιοῖσδε ῥήμασιν οἷον κρούειν, θραύειν, ἐρείκειν, θρύπτειν, κερματίζειν, ῥυμβεῖν, πάντα ταῦτα τὸ πολὺ ἀπεικάζει διὰ τοῦ ῥῶ. ἑώρα γὰρ οἶμαι τὴν γλῶτταν ἐν τούτῳ ἥκιστα μένουσαν, μάλιστα δὲ σειομένην · διὸ φαίνεταί μοι τούτῳ πρὸς ταῦτα κατακεχρῆσθαι. τῷ δὲ αὖ ἰῶτα πρὸς τὰ λεπτὰ πάντα, δὴ μάλιστα διὰ πάντων ἴοι ἄν. διὰ ταῦτα τὸ 427aἰέναι καὶ τὸ ἵεσθαι διὰ τοῦ ἰῶτα ἀπομιμεῖται, ὥσπερ γε διὰ τοῦ φεῖ καὶ τοῦ ψεῖ καὶ τοῦ σῖγμα καὶ τοῦ ζῆτα, ὅτι πνευματώδη τὰ γράμματα, πάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων, οἷον τὸ ψυχρὸν καὶ τὸ ζέον καὶ τὸ σείεσθαι καὶ ὅλως σεισμόν. καὶ ὅταν που τὸ φυσῶδες μιμῆται, πανταχοῦ ἐνταῦθα ὡς τὸ πολὺ τὰ τοιαῦτα γράμματα ἐπιφέρειν φαίνεται τὰ ὀνόματα τιθέμενος. τῆς δ’αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης 427bτὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι πρὸς τὴν μίμησιν τοῦ δεσμοῦ καὶ τῆς στάσεως. ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τάτε λεῖα καὶ αὐτὸ τὸ ὀλισθάνειν καὶ τὸ λιπαρὸν καὶ τὸ κολλῶδες καὶ τἆλλα πάντα τὰ τοιαῦτα. δὲ ὀλισθανούσης τῆς γλώττης ἀντιλαμβάνεται τοῦ γάμμα δύναμις, τὸ γλίσχρον ἀπεμιμήσατο καὶ γλυκὺ καὶ γλοιῶδες. τοῦ δ’αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ ἔνδον καὶ τὰ ἐντὸς ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα. τὸ δ’αὖ ἄλφα τῷ μεγάλῳ ἀπέδωκε, καὶ τῷ μήκει τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα. εἰς δὲ τὸ γογγύλον τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν. καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόντε καὶ ὄνομα ποιῶν νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος. αὕτη 427dμοι φαίνεται, Ἑρμόγενες, βούλεσθαι εἶναι τῶν ὀνομάτων ὀρθότης, εἰ μή τι ἄλλο Κρατύλος ὅδε λέγει.

Ερμογενης
Ερ.
Ερ.

καὶ μήν, Σώκρατες, πολλά γέ μοι πολλάκις πράγματα παρέχει Κρατύλος, ὥσπερ κατ’ἀρχὰς ἔλεγον, φάσκων μὲν εἶναι ὀρθότητα ὀνομάτων, ἥτις δ’ἐστὶν οὐδὲν σαφὲς λέγων, ὥστε με μὴ δύνασθαι εἰδέναι πότερον ἑκὼν ἄκων οὕτως ἀσαφῶς ἑκάστοτε περὶ αὐτῶν λέγει. νῦν οὖν 427eμοι, Κρατύλε, ἐναντίον Σωκράτους εἰπὲ πότερον ἀρέσκει σοι λέγει Σωκράτης περὶ ὀνομάτων, ἔχεις πῃ ἄλλῃ κάλλιον λέγειν; καὶ εἰ ἔχεις, λέγε, ἵνα ἤτοι μάθῃς παρὰ Σωκράτους διδάξῃς ἡμᾶς ἀμφοτέρους.

Κρατυλος
Κρ.
Κρ.

τί δέ, Ἑρμόγενες; δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖντε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, δὴ δοκεῖ ἐν τοῖς μέγιστον εἶναι;

Ερμογενης
Ερ.
Ερ.

μὰ Δί’, οὐκ ἔμοιγε. ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι. εἰ οὖν καὶ σμικρόν τι οἷόςτ’εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλ’εὐεργέτει καὶ Σωκράτη τόνδε δίκαιος δ’εἶ καὶ ἐμέ.

Σωκρατης
Σω.
Σω.

καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, δέ μοι ἐφαίνετο μεθ’Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι 428bἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου. εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι · δοκεῖς γάρ μοι αὐτόςτε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρ’ἄλλων μεμαθηκέναι. ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.

Κρατυλος
Κρ.
Κρ.

ἀλλὰ μὲν δή, Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέντέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην 428cμαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον , ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲ Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι. καὶ ἐμοὶ σύ, Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρ’Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.

Σωκρατης
Σω.
Σω.

ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφ’αὑτοῦ πάντων χαλεπώτατον · ὅταν γὰρ μη δὲ σμικρὸν ἀποστατῇ ἀλλ’ἀεὶ παρῇ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν ἅμα πρόσσω καὶ ὀπίσσω. καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται. ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα · τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;

Κρατυλος
Κρ.
Κρ.

ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τίνας;

Κρατυλος
Κρ.
Κρ.

οὕσπερ σὺ κατ’ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας μή; βούλομαι δὲ λέγειν τὸ τοιόνδε. ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν οἱ μὲν ἀμείνους τὰ αὑτῶν ἔργα καλλίω παρέχονται, τὰ ζῷα, οἱ δὲ φαυλότερα; καὶ οἰκοδόμοι ὡσαύτως οἱ μὲν καλλίους τὰς οἰκίας ἐργάζονται, οἱ δὲ αἰσχίους;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν καὶ νομοθέται οἱ μὲν καλλίω τὰ αὑτῶν παρέχονται, οἱ δὲ αἰσχίω;

Κρατυλος
Κρ.
Κρ.

οὔ μοι δοκεῖ τοῦτο ἔτι.

Σωκρατης
Σω.
Σω.

οὐκ ἄρα δοκοῦσί σοι νόμοι οἱ μὲν βελτίους, οἱ δὲ φαυλότεροι εἶναι;

Κρατυλος
Κρ.
Κρ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ δὴ ὄνομα, ὡς ἔοικε, δοκεῖ σοι κεῖσθαι τὸ μὲν χεῖρον, τὸ δὲ ἄμεινον;

Κρατυλος
Κρ.
Κρ.

οὐ δῆτα.

Σωκρατης
Σω.
Σω.

πάντα ἄρα τὰ ὀνόματα ὀρθῶς κεῖται;

Κρατυλος
Κρ.
Κρ.

ὅσα γε ὀνόματά ἐστιν.

Σωκρατης
Σω.
Σω.

τί οὖν; καὶ ἄρτι ἐλέγετο, Ἑρμογένει τῷδε πότερον 429cμη δὲ ὄνομα τοῦτο κεῖσθαι φῶμεν, εἰ μή τι αὐτῷ Ἑρμοῦ γενέσεως προσήκει, κεῖσθαι μέν, οὐ μέντοι ὀρθῶς γε;

Κρατυλος
Κρ.
Κρ.

οὐ δὲ κεῖσθαι ἔμοιγε δοκεῖ, Σώκρατες, ἀλλὰ δοκεῖν κεῖσθαι, εἶναι δὲ ἑτέρου τοῦτο τοὔνομα, οὗπερ καὶ φύσις.

Σωκρατης
Σω.
Σω.

πότερον οὐ δὲ ψεύδεται ὅταν τις φῇ Ἑρμογένη αὐτὸν εἶναι; μὴ γὰρ οὐ δὲ τοῦτο αὖ , τὸ τοῦτον φάναι Ἑρμογένη εἶναι, εἰ μὴ ἔστιν;

Κρατυλος
Κρ.
Κρ.

πῶς λέγεις;

Σωκρατης
Σω.
Σω.

ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται λόγος; συχνοὶ γάρ τινες οἱ λέγοντες, φίλε Κρατύλε, καὶ νῦν καὶ πάλαι.

Κρατυλος
Κρ.
Κρ.

πῶς γὰρ ἄν, Σώκρατες, λέγων γέ τις τοῦτο λέγει, μὴ τὸ ὂν λέγοι; οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν, τὸ μὴ τὰ ὄντα λέγειν;

Σωκρατης
Σω.
Σω.

κομψότερος μὲν λόγος κατ’ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε · πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;

Κρατυλος
Κρ.
Κρ.

οὔ μοι δοκεῖ οὐ δὲ φάναι.

Σωκρατης
Σω.
Σω.

οὐ δὲ εἰπεῖν οὐ δὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι · χαῖρε, ξένε Ἀθηναῖε, ὑὲ Σμικρίωνος Ἑρμόγενες, οὗτος λέξειεν ἂν ταῦτα φαίη ἂν ταῦτα εἴποι ἂν ταῦτα προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; οὐδένα;

Κρατυλος
Κρ.
Κρ.

ἐμοὶ μὲν δοκεῖ, Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.

Σωκρατης
Σω.
Σω.

ἀλλ’ἀγαπητὸν καὶ τοῦτο. πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα φθεγξάμενος ψευδῆ; τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος; καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.

Κρατυλος
Κρ.
Κρ.

ψοφεῖν ἔγωγ’ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.

Σωκρατης
Σω.
Σω.

φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, Κρατύλε · ἆρ’οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;

Κρατυλος
Κρ.
Κρ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ 430bπράγματος;

Κρατυλος
Κρ.
Κρ.

πάντων μάλιστα.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

φέρε δή ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτ’ἔστιν λέγεις, σὺ δὲ τάχ’ἂν ὀρθῶς λέγοις ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τάτε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, οὔ;

Κρατυλος
Κρ.
Κρ.

ἔστιν.

Σωκρατης
Σω.
Σω.

πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρ’ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;

Κρατυλος
Κρ.
Κρ.

πάνυ μὲν οὖν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;

Κρατυλος
Κρ.
Κρ.

ἔστι καὶ ταῦτα.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἑτέρα;

Κρατυλος
Κρ.
Κρ.

ἑτέρα.

Σωκρατης
Σω.
Σω.

ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόντε καὶ τὸ ὅμοιον ἀποδιδῷ.

Κρατυλος
Κρ.
Κρ.

ἔμοιγε δοκεῖ.

Σωκρατης
Σω.
Σω.

ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώτε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου λέγω. τὴν τοιαύτην γάρ, ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπ’ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖςτε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ · τὴν δ’ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιντε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπ’ὀνόμασιν .

Κρατυλος
Κρ.
Κρ.

ἀλλ’ὅπως μή, Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν 430e τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλ’ἀναγκαῖον ἀεὶ ὀρθῶς.

Σωκρατης
Σω.
Σω.

πῶς λέγεις; τί τοῦτο ἐκείνου διαφέρει; ἆρ’οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι τουτί ἐστι σὸν γράμμα, καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός; τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τί δέ; πάλιν αὐτῷ τούτῳ προσελθόντα εἰπεῖν ὅτι τουτί ἐστιν σὸν ὄνομα; ἔστι δέ που καὶ τὸ ὄνομα μίμημα ὥσπερ τὸ ζωγράφημα. τοῦτο δὴ λέγω · ἆρ’οὐκ ἂν εἴη αὐτῷ 431aεἰπεῖν ὅτι τουτί ἐστι σὸν ὄνομα, καὶ μετὰ τοῦτο εἰς τὴν τῆς ἀκοῆς αὖ αἴσθησιν καταστῆσαι, ἂν μὲν τύχῃ, τὸ ἐκείνου μίμημα, εἰπόντα ὅτι ἀνήρ, ἂν δὲ τύχῃ, τὸ τοῦ θήλεος τοῦ ἀνθρωπίνου γένους, εἰπόντα ὅτι γυνή; οὐ δοκεῖ σοι τοῦτο οἷόντ’εἶναι καὶ γίγνεσθαι ἐνίοτε;

Κρατυλος
Κρ.
Κρ.

ἐθέλω σοι, Σώκρατες, συγχωρῆσαι καὶ ἔστω οὕτως.

Σωκρατης
Σω.
Σω.

καλῶς γε σὺ ποιῶν, φίλε, εἰ ἔστι τοῦτο οὕτως · οὐδὲν γὰρ δεῖ νῦν πάνυ διαμάχεσθαι περὶ αὐτοῦ. εἰ δ’οὖν 431bἔστι τοιαύτη τις διανομὴ καὶ ἐνταῦθα, τὸ μὲν ἕτερον τούτων ἀληθεύειν βουλόμεθα καλεῖν, τὸ δ’ἕτερον ψεύδεσθαι. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἔστι μὴ ὀρθῶς διανέμειν τὰ ὀνόματα μη δὲ ἀποδιδόναι τὰ προσήκοντα ἑκάστῳ, ἀλλ’ἐνίοτε τὰ μὴ προσήκοντα, εἴη ἂν καὶ ῥήματα ταὐτὸν τοῦτο ποιεῖν. εἰ δὲ ῥήματα καὶ ὀνόματα ἔστιν οὕτω τιθέναι, ἀνάγκη καὶ λόγους · λόγοι γάρ που, ὡς ἐγᾦμαι, τούτων σύνθεσίς ἐστιν · πῶς λέγεις, Κρατύλε;

Κρατυλος
Κρ.
Κρ.

οὕτω · καλῶς γάρ μοι δοκεῖς λέγειν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ γράμμασιν αὖ τὰ πρῶτα ὀνόματα ἀπεικάζομεν, ἔστιν ὥσπερ ἐν τοῖς ζωγραφήμασιν καὶ πάντα τὰ προσήκοντα χρώματάτε καὶ σχήματα ἀποδοῦναι, καὶ μὴ πάντα αὖ, ἀλλ’ἔνια ἐλλείπειν, ἔνια δὲ καὶ προστιθέναι, καὶ πλείω καὶ μείζω · οὐκ ἔστιν;

Κρατυλος
Κρ.
Κρ.

ἔστιν.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν μὲν ἀποδιδοὺς πάντα καλὰ τὰ γράμματάτε καὶ τὰς εἰκόνας ἀποδίδωσιν, δὲ προστιθεὶς ἀφαιρῶν γράμματα μὲν καὶ εἰκόνας ἐργάζεται καὶ οὗτος, ἀλλὰ πονηράς;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

τί δὲ διὰ τῶν συλλαβῶντε καὶ γραμμάτων τὴν οὐσίαν τῶν πραγμάτων ἀπομιμούμενος; ἆρα οὐ κατὰ τὸν αὐτὸν λόγον, ἂν μὲν πάντα ἀποδῷ τὰ προσήκοντα, καλὴ εἰκὼν ἔσται τοῦτο δ’ἐστὶν ὄνομα ἐὰν δὲ σμικρὰ ἐλλείπῃ προστιθῇ ἐνίοτε, εἰκὼν μὲν γενήσεται, καλὴ δὲ οὔ; ὥστε τὰ μὲν καλῶς εἰργασμένα ἔσται τῶν ὀνομάτων, τὰ δὲ κακῶς;

Κρατυλος
Κρ.
Κρ.

ἴσως.

Σωκρατης
Σω.
Σω.

ἴσως ἄρα ἔσται μὲν ἀγαθὸς δημιουργὸς ὀνομάτων, δὲ κακός;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν τούτῳ νομοθέτης ἦν ὄνομα.

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἴσως ἄρα νὴ Δί’ἔσται, ὥσπερ ἐν ταῖς ἄλλαις τέχναις, καὶ νομοθέτης μὲν ἀγαθός, δὲ κακός, ἐάνπερ τὰ ἔμπροσθεν ἐκεῖνα ὁμολογηθῇ ἡμῖν.

Κρατυλος
Κρ.
Κρ.

ἔστι ταῦτα. ἀλλ’ὁρᾷς, Σώκρατες, ὅταν ταῦτα τὰ γράμματα, τότε ἄλφα καὶ τὸ βῆτα καὶ ἕκαστον τῶν στοιχείων, τοῖς ὀνόμασιν ἀποδιδῶμεν τῇ γραμματικῇ τέχνῃ, 432aἐάν τι ἀφέλωμεν προσθῶμεν μεταθῶμέν τι, οὐ γέγραπται μὲν ἡμῖν τὸ ὄνομα, οὐ μέντοι ὀρθῶς, ἀλλὰ τὸ παράπαν οὐ δὲ γέγραπται, ἀλλ’εὐθὺς ἕτερόν ἐστιν ἐάν τι τούτων πάθῃ.

Σωκρατης
Σω.
Σω.

μὴ γὰρ οὐ καλῶς σκοπῶμεν οὕτω σκοποῦντες, Κρατύλε.

Κρατυλος
Κρ.
Κρ.

πῶς δή;

Σωκρατης
Σω.
Σω.

ἴσως ὅσα ἔκ τινος ἀριθμοῦ ἀναγκαῖον εἶναι μὴ εἶναι πάσχοι ἂν τοῦτο σὺ λέγεις, ὥσπερ καὶ αὐτὰ τὰ δέκα ὅστις βούλει ἄλλος ἀριθμός, ἐὰν ἀφέλῃς τι 432bπροσθῇς, ἕτερος εὐθὺς γέγονε · τοῦ δὲ ποιοῦ τινος καὶ συμπάσης εἰκόνος μὴ οὐχ αὕτη ὀρθότης, ἀλλὰ τὸ ἐναντίον οὐ δὲ τὸ παράπαν δέῃ πάντα ἀποδοῦναι οἷόν ἐστιν εἰκάζει, εἰ μέλλει εἰκὼν εἶναι. σκόπει δὲ εἰ τὶ λέγω. ἆρ’ἂν δύο πράγματα εἴη τοιάδε, οἷον Κρατύλος καὶ Κρατύλου εἰκών, εἴ τις θεῶν μὴ μόνον τὸ σὸν χρῶμα καὶ σχῆμα ἀπεικάσειεν ὥσπερ οἱ ζωγράφοι, ἀλλὰ καὶ τὰ ἐντὸς πάντα τοιαῦτα ποιήσειεν οἷάπερ τὰ σά, καὶ μαλακότητας 432cκαὶ θερμότητας τὰς αὐτὰς ἀποδοίη, καὶ κίνησιν καὶ ψυχὴν καὶ φρόνησιν οἵαπερ παρὰ σοὶ ἐνθείη αὐτοῖς, καὶ ἑνὶ λόγῳ πάντα ἅπερ σὺ ἔχεις, τοιαῦτα ἕτερα καταστήσειεν πλησίον σου; πότερον Κρατύλος ἂν καὶ εἰκὼν Κρατύλου τότ’εἴη τὸ τοιοῦτον, δύο Κρατύλοι;

Κρατυλος
Κρ.
Κρ.

δύο ἔμοιγε δοκοῦσιν, Σώκρατες, Κρατύλοι.

Σωκρατης
Σω.
Σω.

ὁρᾷς οὖν, φίλε, ὅτι ἄλλην χρὴ εἰκόνος ὀρθότητα ζητεῖν καὶ ὧν νυνδὴ ἐλέγομεν, καὶ οὐκ ἀναγκάζειν, ἐάν τι 432dἀπῇ προσῇ, μηκέτι αὐτὴν εἰκόνα εἶναι; οὐκ αἰσθάνῃ ὅσου ἐνδέουσιν αἱ εἰκόνες τὰ αὐτὰ ἔχειν ἐκείνοις ὧν εἰκόνες εἰσίν;

Κρατυλος
Κρ.
Κρ.

ἔγωγε.

Σωκρατης
Σω.
Σω.

γελοῖα γοῦν, Κρατύλε, ὑπὸ τῶν ὀνομάτων πάθοι ἂν ἐκεῖνα ὧν ὀνόματά ἐστιν τὰ ὀνόματα, εἰ πάντα πανταχῇ αὐτοῖς ὁμοιωθείη. διττὰ γὰρ ἄν που πάντα γένοιτο, καὶ οὐκ ἂν ἔχοι αὐτῶν εἰπεῖν οὐδεὶς οὐδέτερον ὁπότερόν ἐστι τὸ μὲν αὐτό, τὸ δὲ ὄνομα.

Κρατυλος
Κρ.
Κρ.

ἀληθῆ λέγεις.

Σωκρατης
Σω.
Σω.

θαρρῶν τοίνυν, γενναῖε, ἔα καὶ ὄνομα τὸ μὲν εὖ 432eκεῖσθαι, τὸ δὲ μή, καὶ μὴ ἀνάγκαζε πάντ’ἔχειν τὰ γράμματα, ἵνα κομιδῇ τοιοῦτον οἷόνπερ οὗ ὄνομά ἐστιν, ἀλλ’ἔα καὶ τὸ μὴ προσῆκον γράμμα ἐπιφέρειν. εἰ δὲ γράμμα, καὶ ὄνομα ἐν λόγῳ · εἰ δὲ ὄνομα, καὶ λόγον ἐν λόγῳ μὴ προσήκοντα τοῖς πράγμασιν ἐπιφέρεσθαι, καὶ μηδὲν ἧττον ὀνομάζεσθαι τὸ πρᾶγμα καὶ λέγεσθαι, ἕως ἂν τύπος ἐνῇ τοῦ πράγματος περὶ οὗ ἂν λόγος , ὥσπερ ἐν τοῖς 433aτῶν στοιχείων ὀνόμασιν, εἰ μέμνησαι νυνδὴ ἐγὼ καὶ Ἑρμογένης ἐλέγομεν.

Κρατυλος
Κρ.
Κρ.

ἀλλὰ μέμνημαι.

Σωκρατης
Σω.
Σω.

καλῶς τοίνυν. ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα · λέγεσθαι δ’οὖν, μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ 433bτῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι. εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷόςτ’ἔσῃ συμφωνεῖν σαυτῷ.

Κρατυλος
Κρ.
Κρ.

ἀλλά μοι δοκεῖς γε, Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω τίθεμαι.

Σωκρατης
Σω.
Σω.

ἐπειδὴ τοίνυν ταῦτα ἡμῖν συνδοκεῖ, μετὰ ταῦτα τάδε σκοπῶμεν · εἰ μέλλει φαμὲν καλῶς κεῖσθαι τὸ ὄνομα, τὰ προσήκοντα δεῖ αὐτὸ γράμματα ἔχειν;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται · εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δ’ἄν τι καὶ οὐ προσῆκον, δι’ οὐκ ἂν καλὸν εἴη οὐ δὲ καλῶς εἰργασμένον τὸ ὄνομα. οὕτω φαμὲν ἄλλως;

Κρατυλος
Κρ.
Κρ.

οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, Σώκρατες · ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.

Σωκρατης
Σω.
Σω.

πότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος;

Κρατυλος
Κρ.
Κρ.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τὸ εἶναι τῶν ὀνομάτων τὰ μὲν ἐκ προτέρων συγκείμενα, τὰ δὲ πρῶτα, οὐ καλῶς σοι δοκεῖ λέγεσθαι;

Κρατυλος
Κρ.
Κρ.

ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τὰ πρῶτα εἰ μέλλει δηλώματά τινων γίγνεσθαι, ἔχεις τινὰ καλλίω τρόπον τοῦ δηλώματα αὐτὰ γενέσθαι 433eἄλλον αὐτὰ ποιῆσαι ὅτι μάλιστα τοιαῦτα οἷα ἐκεῖνα δεῖ δηλοῦν αὐτά; ὅδε μᾶλλόν σε ἀρέσκει τρόπος ὃν Ἑρμογένης λέγει καὶ ἄλλοι πολλοί, τὸ συνθήματα εἶναι τὰ ὀνόματα καὶ δηλοῦν τοῖς συνθεμένοις προειδόσι δὲ τὰ πράγματα, καὶ εἶναι ταύτην ὀρθότητα ὀνόματος, συνθήκην, διαφέρειν δὲ οὐδὲν ἐάντε τις συνθῆται ὥσπερ νῦν σύγκειται, ἐάντε καὶ τοὐναντίον ἐπὶ μὲν νῦν σμικρόν, μέγα καλεῖν, ἐπὶ δὲ μέγα, σμικρόν; πότερός σε τρόπος ἀρέσκει;

Κρατυλος
Κρ.
Κρ.

ὅλῳ καὶ παντὶ διαφέρει, Σώκρατες, τὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι.

Σωκρατης
Σω.
Σω.

καλῶς λέγεις. οὐκοῦν εἴπερ ἔσται τὸ ὄνομα ὅμοιον τῷ πράγματι, ἀναγκαῖον πεφυκέναι τὰ στοιχεῖα ὅμοια τοῖς πράγμασιν, ἐξ ὧν τὰ πρῶτα ὀνόματά τις συνθήσει; ὧδε δὲ λέγω · ἆρά ποτ’ἄν τις συνέθηκεν νυνδὴ ἐλέγομεν ζωγράφημα ὅμοιόν τῳ τῶν ὄντων, εἰ μὴ φύσει ὑπῆρχε 434bφαρμακεῖα ὅμοια ὄντα, ἐξ ὧν συντίθεται τὰ ζωγραφούμενα, ἐκείνοις μιμεῖται γραφική · ἀδύνατον;

Κρατυλος
Κρ.
Κρ.

ἀδύνατον.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν ὡσαύτως καὶ ὀνόματα οὐκ ἄν ποτε ὅμοια γένοιτο οὐδενί, εἰ μὴ ὑπάρξει ἐκεῖνα πρῶτον ὁμοιότητά τινα ἔχοντα, ἐξ ὧν συντίθεται τὰ ὀνόματα, ἐκείνοις ὧν ἐστι τὰ ὀνόματα μιμήματα; ἔστι δέ, ἐξ ὧν συνθετέον, στοιχεῖα;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἤδη τοίνυν καὶ σὺ κοινώνῃ τοῦ λόγου οὗπερ ἄρτι 434cἙρμογένης. φέρε, καλῶς σοι δοκοῦμεν λέγειν ὅτι τὸ ῥῶ τῇ φορᾷ καὶ κινήσει καὶ σκληρότητι προσέοικεν, οὐ καλῶς;

Κρατυλος
Κρ.
Κρ.

καλῶς ἔμοιγε.

Σωκρατης
Σω.
Σω.

τὸ δὲ λάβδα τῷ λείῳ καὶ μαλακῷ καὶ οἷς νυνδὴ ἐλέγομεν;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν σκληρότης, Ἐρετριῆς δὲ σκληροτήρ;

Κρατυλος
Κρ.
Κρ.

πάνυ γε.

Σωκρατης
Σω.
Σω.

πότερον οὖν τότε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοιςτε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;

Κρατυλος
Κρ.
Κρ.

δηλοῖ μὲν οὖν ἀμφοτέροις.

Σωκρατης
Σω.
Σω.

πότερον ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, μή;

Κρατυλος
Κρ.
Κρ.

ἧι ὅμοια.

Σωκρατης
Σω.
Σω.

οὖν ὅμοιά ἐστι πανταχῇ;

Κρατυλος
Κρ.
Κρ.

πρός γε τὸ ἴσως φορὰν δηλοῦν.

Σωκρατης
Σω.
Σω.

καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;

Κρατυλος
Κρ.
Κρ.

ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, Σώκρατες · ὥσπερ καὶ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶντε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.

Σωκρατης
Σω.
Σω.

εὖ λέγεις. τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ σκληρόν, οὐ δὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω;

Κρατυλος
Κρ.
Κρ.

ἔγωγε, διά γε τὸ ἔθος, φίλτατε.

Σωκρατης
Σω.
Σω.

ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης; ἄλλο τι λέγεις τὸ ἔθος ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι; οὐ τοῦτο λέγεις;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρ’ἐμοῦ;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

ἀπὸ τοῦ ἀνομοίου γε διανοούμενος φθέγγομαι, εἴπερ τὸ λάβδα ἀνόμοιόν ἐστι τῇ φῂς σὺ σκληρότητι · εἰ δὲ τοῦτο οὕτως ἔχει, τί ἄλλο αὐτὸς σαυτῷ συνέθου καί σοι γίγνεται ὀρθότης τοῦ ὀνόματος συνθήκη, ἐπειδή γε δηλοῖ καὶ τὰ ὅμοια καὶ τὰ ἀνόμοια γράμματα, ἔθουςτε καὶ συνθήκης τυχόντα; εἰ δ’ὅτι μάλιστα μή ἐστι τὸ ἔθος 435bσυνθήκη, οὐκ ἂν καλῶς ἔτι ἔχοι λέγειν τὴν ὁμοιότητα δήλωμα εἶναι, ἀλλὰ τὸ ἔθος · ἐκεῖνο γάρ, ὡς ἔοικε, καὶ ὁμοίῳ καὶ ἀνομοίῳ δηλοῖ. ἐπειδὴ δὲ ταῦτα συγχωροῦμεν, Κρατύλε τὴν γὰρ σιγήν σου συγχώρησιν θήσω ἀναγκαῖόν που καὶ συνθήκην τι καὶ ἔθος συμβάλλεσθαι πρὸς δήλωσιν ὧν διανοούμενοι λέγομεν · ἐπεί, βέλτιστε, εἰ ’θέλεις ἐπὶ τὸν ἀριθμὸν ἐλθεῖν, πόθεν οἴει ἕξειν ὀνόματα ὅμοια ἑνὶ ἑκάστῳ τῶν ἀριθμῶν ἐπενεγκεῖν, ἐὰν μὴ ἐᾷς τι 435cτὴν σὴν ὁμολογίαν καὶ συνθήκην κῦρος ἔχειν τῶν ὀνομάτων ὀρθότητος πέρι; ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν · ἀλλὰ μὴ ὡς ἀληθῶς, τὸ τοῦ Ἑρμογένους, γλίσχρα ὁλκὴ αὕτη τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ συνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα. ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστ’ἂν λέγοιτο ὅταν πᾶσιν ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δ’ἐστὶ προσήκουσιν, 435dαἴσχιστα δὲ τοὐναντίον. τόδε δέ μοι ἔτι εἰπὲ μετὰ ταῦτα, τίνα ἡμῖν δύναμιν ἔχει τὰ ὀνόματα καὶ τί φῶμεν αὐτὰ καλὸν ἀπεργάζεσθαι;

Κρατυλος
Κρ.
Κρ.

διδάσκειν ἔμοιγε δοκεῖ, Σώκρατες, καὶ τοῦτο πάνυ ἁπλοῦν εἶναι, ὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα.

Σωκρατης
Σω.
Σω.

ἴσως γάρ, Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστιν ἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα 435eεἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρ’ἐστὶν αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων. κατὰ τοῦτο δή μοι δοκεῖς λέγειν ὡς ὃς ἂν τὰ ὀνόματα εἰδῇ εἴσεται καὶ τὰ πράγματα.

Κρατυλος
Κρ.
Κρ.

ἀληθέστατα λέγεις.

Σωκρατης
Σω.
Σω.

ἔχε δή, ἴδωμεν τίς ποτ’ἂν εἴη τρόπος οὗτος τῆς διδασκαλίας τῶν ὄντων ὃν σὺ λέγεις νῦν, καὶ πότερον ἔστι μὲν καὶ ἄλλος, οὗτος μέντοι βελτίων, οὐ δ’ἔστιν ἄλλος οὗτος. ποτέρως οἴει;

Κρατυλος
Κρ.
Κρ.

οὕτως ἔγωγε, οὐ πάνυ τι εἶναι ἄλλον, τοῦτον δὲ καὶ μόνον καὶ βέλτιστον.

Σωκρατης
Σω.
Σω.

πότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι, τὸν τὰ ὀνόματα εὑρόντα καὶ ἐκεῖνα ηὑρηκέναι ὧν ἐστι τὰ ὀνόματα · ζητεῖν μὲν καὶ εὑρίσκειν ἕτερον δεῖν τρόπον, μανθάνειν δὲ τοῦτον;

Κρατυλος
Κρ.
Κρ.

πάντων μάλιστα καὶ ζητεῖν καὶ εὑρίσκειν τὸν αὐτὸν τρόπον τοῦτον κατὰ ταὐτά.

Σωκρατης
Σω.
Σω.

φέρε δὴ ἐννοήσωμεν, Κρατύλε, εἴ τις ζητῶν τὰ 436bπράγματα ἀκολουθοῖ τοῖς ὀνόμασι, σκοπῶν οἷον ἕκαστον βούλεται εἶναι, ἆρ’ἐννοεῖς ὅτι οὐ σμικρὸς κίνδυνός ἐστιν ἐξαπατηθῆναι;

Κρατυλος
Κρ.
Κρ.

πῶς;

Σωκρατης
Σω.
Σω.

δῆλον ὅτι θέμενος πρῶτος τὰ ὀνόματα, οἷα ἡγεῖτο εἶναι τὰ πράγματα, τοιαῦτα ἐτίθετο καὶ τὰ ὀνόματα, ὥς φαμεν. γάρ;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν ἐκεῖνος μὴ ὀρθῶς ἡγεῖτο, ἔθετο δὲ οἷα ἡγεῖτο, τί οἴει ἡμᾶς τοὺς ἀκολουθοῦντας αὐτῷ πείσεσθαι; ἄλλο τι ἐξαπατηθήσεσθαι;

Κρατυλος
Κρ.
Κρ.

ἀλλὰ μὴ οὐχ οὕτως ἔχει, Σώκρατες, ἀλλ’ἀναγκαῖον 436c εἰδότα τίθεσθαι τὸν τιθέμενον τὰ ὀνόματα · εἰ δὲ μή, ὅπερ πάλαι ἐγὼ ἔλεγον, οὐ δ’ἂν ὀνόματα εἴη. μέγιστον δέ σοι ἔστω τεκμήριον ὅτι οὐκ ἔσφαλται τῆς ἀληθείας τιθέμενος · οὐ γὰρ ἄν ποτε οὕτω σύμφωνα ἦν αὐτῷ ἅπαντα. οὐκ ἐνενόεις αὐτὸς λέγων ὡς πάντα κατὰ ταὐτὸν καὶ ἐπὶ ταὐτὸν ἐγίγνετο τὰ ὀνόματα;

Σωκρατης
Σω.
Σω.

ἀλλὰ τοῦτο μέν, ὠγαθὲ Κρατύλε, οὐδέν ἐστιν ἀπολόγημα. εἰ γὰρ τὸ πρῶτον σφαλεὶς τιθέμενος τἆλλα ἤδη 436dπρὸς τοῦτ’ἐβιάζετο καὶ αὑτῷ συμφωνεῖν ἠνάγκαζεν, οὐδὲν ἄτοπον, ὥσπερ τῶν διαγραμμάτων ἐνίοτε τοῦ πρώτου σμικροῦ καὶ ἀδήλου ψεύδους γενομένου, τὰ λοιπὰ πάμπολλα ἤδη ὄντα ἑπόμενα ὁμολογεῖν ἀλλήλοις. δεῖ δὴ περὶ τῆς ἀρχῆς παντὸς πράγματος παντὶ ἀνδρὶ τὸν πολὺν λόγον εἶναι καὶ τὴν πολλὴν σκέψιν εἴτε ὀρθῶς εἴτε μὴ ὑπόκειται · ἐκείνης δὲ ἐξετασθείσης ἱκανῶς, τὰ λοιπὰ φαίνεσθαι ἐκείνῃ ἑπόμενα. οὐ μέντοι ἀλλὰ 436eθαυμάζοιμ’ἂν εἰ καὶ τὰ ὀνόματα συμφωνεῖ αὐτὰ αὑτοῖς. πάλιν γὰρ ἐπισκεψώμεθα τὸ πρότερον διήλθομεν. ὡς τοῦ παντὸς ἰόντοςτε καὶ φερομένου καὶ ῥέοντός φαμεν σημαίνειν ἡμῖν τὴν οὐσίαν τὰ ὀνόματα. ἄλλο τι οὕτω σοι δοκεῖ δηλοῦν;

Κρατυλος
Κρ.
Κρ.

πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.

Σωκρατης
Σω.
Σω.

σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν ἐπιστήμην, ὡς ἀμφίβολόν, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἐμβάλλοντας τὸ εἶ ἑπεϊστήμην, ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ βέβαιον, ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλ’οὐ φορᾶς. ἔπειτα ἱστορία αὐτό που σημαίνει ὅτι ἵστησι τὸν ῥοῦν. καὶ τὸ πιστὸν ἱστὰν παντάπασι σημαίνει. ἔπειτα δὲ μνήμη παντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλ’οὐ φορά. εἰ δὲ βούλει, ἁμαρτία καὶ συμφορά, εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ συνέσει ταύτῃ καὶ ἐπιστήμῃ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἀμαθία καὶ ἀκολασία παραπλησία τούτοις φαίνεται · μὲν 437cγὰρ τοῦ ἅμα θεῷ ἰόντος πορεία φαίνεται, ἀμαθία, δ’ἀκολασία παντάπασιν ἀκολουθία τοῖς πράγμασι φαίνεται. καὶ οὕτως, νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατ’ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλ’ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐ δὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν.

Κρατυλος
Κρ.
Κρ.

ἀλλ’, Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.

Σωκρατης
Σω.
Σω.

τί οὖν τοῦτο, Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;

Κρατυλος
Κρ.
Κρ.

οὔκουν εἰκός γε.

Σωκρατης
Σω.
Σω.

οὐ δ’ὁπωστιοῦν, φίλε. καὶ ταῦτα μέν γε αὐτοῦ 438aἐάσωμεν, ἐπανέλθωμεν δὲ πάλιν ὅθεν δεῦρο μετέβημεν. ἄρτι γὰρ ἐν τοῖς πρόσθεν, εἰ μέμνησαι, τὸν τιθέμενον τὰ ὀνόματα ἀναγκαῖον ἔφησθα εἶναι εἰδότα τίθεσθαι οἷς ἐτίθετο. πότερον οὖν ἔτι σοι δοκεῖ οὕτως οὔ;

Κρατυλος
Κρ.
Κρ.

ἔτι.

Σωκρατης
Σω.
Σω.

καὶ τὸν τὰ πρῶτα τιθέμενον εἰδότα φῂς τίθεσθαι;

Κρατυλος
Κρ.
Κρ.

εἰδότα.

Σωκρατης
Σω.
Σω.

ἐκ ποίων οὖν ὀνομάτων μεμαθηκὼς ηὑρηκὼς ἦν 438bτὰ πράγματα, εἴπερ τά γε πρῶτα μήπω ἔκειτο, μαθεῖν δ’αὖ φαμεν τὰ πράγματα καὶ εὑρεῖν ἀδύνατον εἶναι ἄλλως τὰ ὀνόματα μαθόντας αὐτοὺς ἐξευρόντας οἷά ἐστι;

Κρατυλος
Κρ.
Κρ.

δοκεῖς τί μοι λέγειν, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τίνα οὖν τρόπον φῶμεν αὐτοὺς εἰδότας θέσθαι νομοθέτας εἶναι, πρὶν καὶ ὁτιοῦν ὄνομα κεῖσθαίτε καὶ ἐκείνους εἰδέναι, εἴπερ μὴ ἔστι τὰ πράγματα μαθεῖν ἀλλ’ ἐκ τῶν ὀνομάτων;

Κρατυλος
Κρ.
Κρ.

οἶμαι μὲν ἐγὼ τὸν ἀληθέστατον λόγον περὶ τούτων εἶναι, Σώκρατες, μείζω τινὰ δύναμιν εἶναι ἀνθρωπείαν τὴν θεμένην τὰ πρῶτα ὀνόματα τοῖς πράγμασιν, ὥστε ἀναγκαῖον εἶναι αὐτὰ ὀρθῶς ἔχειν.

Σωκρατης
Σω.
Σω.

εἶτα οἴει ἐναντία ἂν ἐτίθετο αὐτὸς αὑτῷ θείς, ὢν δαίμων τις θεός; οὐδέν σοι ἐδοκοῦμεν ἄρτι λέγειν;

Κρατυλος
Κρ.
Κρ.

ἀλλὰ μὴ οὐκ ἦν τούτων τὰ ἕτερα ὀνόματα.

Σωκρατης
Σω.
Σω.

πότερα, ἄριστε, τὰ ἐπὶ τὴν στάσιν ἄγοντα τὰ ἐπὶ τὴν φοράν; οὐ γάρ που κατὰ τὸ ἄρτι λεχθὲν πλήθει κριθήσεται.

Κρατυλος
Κρ.
Κρ.

οὔτοι δὴ δίκαιόν γε, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ὀνομάτων οὖν στασιασάντων, καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ, τῶν δ’ἑαυτά, τίνι ἔτι διακρινοῦμεν, ἐπὶ τί ἐλθόντες; οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων · οὐ γὰρ ἔστιν, ἀλλὰ δῆλον ὅτι ἄλλ’ἄττα ζητητέα πλὴν ὀνομάτων, ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ, δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων.

Κρατυλος
Κρ.
Κρ.

δοκεῖ μοι οὕτω.

Σωκρατης
Σω.
Σω.

ἔστιν ἄρα, ὡς ἔοικεν, Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.

Κρατυλος
Κρ.
Κρ.

φαίνεται.

Σωκρατης
Σω.
Σω.

διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα δι’ἄλλου του οὗπερ εἰκόςτε καὶ δικαιότατον, δι’ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ δι’αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλ’οὐκ ἐκεῖνα.

Κρατυλος
Κρ.
Κρ.

ἀληθῆ μοι φαίνῃ λέγειν.

Σωκρατης
Σω.
Σω.

ἔχε δὴ πρὸς Διός · τὰ δὲ ὀνόματα οὐ πολλάκις μέντοι ὡμολογήσαμεν τὰ καλῶς κείμενα ἐοικότα εἶναι ἐκείνοις ὧν ὀνόματα κεῖται, καὶ εἶναι εἰκόνας τῶν πραγμάτων;

Κρατυλος
Κρ.
Κρ.

ναί.

Σωκρατης
Σω.
Σω.

εἰ οὖν ἔστι μὲν ὅτι μάλιστα δι’ὀνομάτων τὰ πράγματα μανθάνειν, ἔστι δὲ καὶ δι’αὐτῶν, ποτέρα ἂν εἴη καλλίων καὶ σαφεστέρα μάθησις; ἐκ τῆς εἰκόνος μανθάνειν αὐτήντε αὐτὴν εἰ καλῶς εἴκασται, καὶ τὴν ἀλήθειαν ἧς ἦν εἰκών, 439b ἐκ τῆς ἀληθείας αὐτήντε αὐτὴν καὶ τὴν εἰκόνα αὐτῆς εἰ πρεπόντως εἴργασται;

Κρατυλος
Κρ.
Κρ.

ἐκ τῆς ἀληθείας μοι δοκεῖ ἀνάγκη εἶναι.

Σωκρατης
Σω.
Σω.

ὅντινα μὲν τοίνυν τρόπον δεῖ μανθάνειν εὑρίσκειν τὰ ὄντα, μεῖζον ἴσως ἐστὶν ἐγνωκέναι κατ’ἐμὲ καὶ σέ · ἀγαπητὸν δὲ καὶ τοῦτο ὁμολογήσασθαι, ὅτι οὐκ ἐξ ὀνομάτων ἀλλὰ πολὺ μᾶλλον αὐτὰ ἐξ αὑτῶν καὶ μαθητέον καὶ ζητητέον ἐκ τῶν ὀνομάτων.

Κρατυλος
Κρ.
Κρ.

φαίνεται, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

ἔτι τοίνυν τόδε σκεψώμεθα, ὅπως μὴ ἡμᾶς τὰ 439cπολλὰ ταῦτα ὀνόματα ἐς ταὐτὸν τείνοντα ἐξαπατᾷ, εἰ τῷ ὄντι μὲν οἱ θέμενοι αὐτὰ διανοηθέντες γε ἔθεντο ὡς ἰόντων ἁπάντων ἀεὶ καὶ ῥεόντων φαίνονται γὰρ ἔμοιγε καὶ αὐτῷ οὕτω διανοηθῆναι τὸ δ’, εἰ ἔτυχεν, οὐχ οὕτως ἔχει, ἀλλ’οὗτοι αὐτοίτε ὥσπερ εἴς τινα δίνην ἐμπεσόντες κυκῶνται καὶ ἡμᾶς ἐφελκόμενοι προσεμβάλλουσιν. σκέψαι γάρ, θαυμάσιε Κρατύλε, ἔγωγε πολλάκις ὀνειρώττω. πότερον φῶμέν τι εἶναι αὐτὸ καλὸν καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν 439dὄντων οὕτω, μή;

Κρατυλος
Κρ.
Κρ.

ἔμοιγε δοκεῖ, Σώκρατες,.

Σωκρατης
Σω.
Σω.

αὐτὸ τοίνυν ἐκεῖνο σκεψώμεθα, μὴ εἰ πρόσωπόν τί ἐστιν καλὸν τι τῶν τοιούτων, καὶ δοκεῖ ταῦτα πάντα ῥεῖν · ἀλλ’αὐτό, φῶμεν, τὸ καλὸν οὐ τοιοῦτον ἀεί ἐστιν οἷόν ἐστιν;

Κρατυλος
Κρ.
Κρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

ἆρ’οὖν οἷόντε προσειπεῖν αὐτὸ ὀρθῶς, εἰ ἀεὶ ὑπεξέρχεται, πρῶτον μὲν ὅτι ἐκεῖνό ἐστιν, ἔπειτα ὅτι τοιοῦτον, ἀνάγκη ἅμα ἡμῶν λεγόντων ἄλλο αὐτὸ εὐθὺς γίγνεσθαι καὶ ὑπεξιέναι καὶ μηκέτι οὕτως ἔχειν;

Κρατυλος
Κρ.
Κρ.

ἀνάγκη.

Σωκρατης
Σω.
Σω.

πῶς οὖν ἂν εἴη τὶ ἐκεῖνο μηδέποτε ὡσαύτως ἔχει; εἰ γάρ ποτε ὡσαύτως ἴσχει, ἔν γ’ἐκείνῳ τῷ χρόνῳ δῆλον ὅτι οὐδὲν μεταβαίνει · εἰ δὲ ἀεὶ ὡσαύτως ἔχει καὶ τὸ αὐτό ἐστι, πῶς ἂν τοῦτό γε μεταβάλλοι κινοῖτο, μηδὲν ἐξιστάμενον τῆς αὑτοῦ ἰδέας;

Κρατυλος
Κρ.
Κρ.

οὐδαμῶς.

Σωκρατης
Σω.
Σω.

ἀλλὰ μὴν οὐ δ’ἂν γνωσθείη γε ὑπ’οὐδενός. ἅμα 440aγὰρ ἂν ἐπιόντος τοῦ γνωσομένου ἄλλο καὶ ἀλλοῖον γίγνοιτο, ὥστε οὐκ ἂν γνωσθείη ἔτι ὁποῖόν γέ τί ἐστιν πῶς ἔχον · γνῶσις δὲ δήπου οὐδεμία γιγνώσκει γιγνώσκει μηδαμῶς ἔχον.

Κρατυλος
Κρ.
Κρ.

ἔστιν ὡς λέγεις.

Σωκρατης
Σω.
Σω.

ἀλλ’οὐ δὲ γνῶσιν εἶναι φάναι εἰκός, Κρατύλε, εἰ μεταπίπτει πάντα χρήματα καὶ μηδὲν μένει. εἰ μὲν γὰρ αὐτὸ τοῦτο, γνῶσις, τοῦ γνῶσις εἶναι μὴ μεταπίπτει, μένοιτε ἂν ἀεὶ γνῶσις καὶ εἴη γνῶσις. εἰ δὲ καὶ αὐτὸ τὸ εἶδος 440bμεταπίπτει τῆς γνώσεως, ἅματ’ἂν μεταπίπτοι εἰς ἄλλο εἶδος γνώσεως καὶ οὐκ ἂν εἴη γνῶσις · εἰ δὲ ἀεὶ μεταπίπτει, ἀεὶ οὐκ ἂν εἴη γνῶσις, καὶ ἐκ τούτου τοῦ λόγου οὔτε τὸ γνωσόμενον οὔτε τὸ γνωσθησόμενον ἂν εἴη. εἰ δὲ ἔστι μὲν ἀεὶ τὸ γιγνῶσκον, ἔστι δὲ τὸ γιγνωσκόμενον, ἔστι δὲ τὸ καλόν, ἔστι δὲ τὸ ἀγαθόν, ἔστι δὲ ἓν ἕκαστον τῶν ὄντων, οὔ μοι φαίνεται ταῦτα ὅμοια ὄντα, νῦν ἡμεῖς λέγομεν, ῥοῇ 440cοὐδὲν οὐ δὲ φορᾷ. ταῦτ’οὖν πότερόν ποτε οὕτως ἔχει ἐκείνως ὡς οἱ περὶ Ἡράκλειτόντε λέγουσιν καὶ ἄλλοι πολλοί, μὴ οὐ ῥᾴδιον ἐπισκέψασθαι, οὐ δὲ πάνυ νοῦν ἔχοντος ἀνθρώπου ἐπιτρέψαντα ὀνόμασιν αὑτὸν καὶ τὴν αὑτοῦ ψυχὴν θεραπεύειν, πεπιστευκότα ἐκείνοις καὶ τοῖς θεμένοις αὐτά, διισχυρίζεσθαι ὥς τι εἰδότα, καὶ αὑτοῦτε καὶ τῶν ὄντων καταγιγνώσκειν ὡς οὐδὲν ὑγιὲς οὐδενός, ἀλλὰ πάντα ὥσπερ κεράμια ῥεῖ, καὶ ἀτεχνῶς ὥσπερ οἱ κατάρρῳ νοσοῦντες 440dἄνθρωποι οὕτως οἴεσθαι καὶ τὰ πράγματα διακεῖσθαι, ὑπὸ ῥεύματόςτε καὶ κατάρρου πάντα χρήματα ἔχεσθαι. ἴσως μὲν οὖν δή, Κρατύλε, οὕτως ἔχει, ἴσως δὲ καὶ οὔ. σκοπεῖσθαι οὖν χρὴ ἀνδρείωςτε καὶ εὖ, καὶ μὴ ῥᾳδίως ἀποδέχεσθαι ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις σκεψάμενον δέ, ἐὰν εὕρῃς, μεταδιδόναι καὶ ἐμοί.

Κρατυλος
Κρ.
Κρ.

ἀλλὰ ποιήσω ταῦτα. εὖ μέντοι ἴσθι, Σώκρατες, ὅτι οὐ δὲ νυνὶ ἀσκέπτως ἔχω, ἀλλά μοι σκοπουμένῳ καὶ 440eπράγματα ἔχοντι πολὺ μᾶλλον ἐκείνως φαίνεται ἔχειν ὡς Ἡράκλειτος λέγει.

Σωκρατης
Σω.
Σω.

εἰς αὖθις τοίνυν με, ἑταῖρε, διδάξεις, ἐπειδὰν ἥκῃς · νῦν δέ, ὥσπερ παρεσκεύασαι, πορεύου εἰς ἀγρόν · προπέμψει δέ σε καὶ Ἑρμογένης ὅδε.

Κρατυλος
Κρ.
Κρ.

ταῦτ’ἔσται, Σώκρατες, ἀλλὰ καὶ σὺ πειρῶ ἔτι ἐννοεῖν ταῦτα ἤδη.