Whom to Purge, with What, and When
1.1τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν · καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται · γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ’ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰς σάρκας συντήκοντος, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
1.2τοὺς δ’ὑγιαίνοντας μὲν ἔτι, νοσήσαντας δ’ἄν, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος ἦρος, ἤτοι διὰ φλεβοτομίας, εἰ πληθωρικοῖς ἁλίσκοιντο νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν.
1.3ἡμεῖς γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖς ἄρθροις εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη πολλῶν ἐκωλύσαμεν γίνεσθαι.
1.4κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν.
1.5ἐνίοις μὲν οὖν συμφέρει κενοῦσθαι τοὺς φλεγματώδεις χυμούς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικούς, ἐνίοις δ’ὀρῶδες περίττωμα κατὰ τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεσθαι παθῶν οὐσίαν.
1.6αὐτίκα μελαγχολίᾳ τις ἁλίσκεται καθ’ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦρος μόνον, ἀλλὰ καὶ φθινοπώρου.
1.7οὕτως δὲ καὶ γυναῖκά τινα καθ’ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶ, καρκινώδη διάθεσιν ἐν μαστῷ ἔχουσαν, ἣν ἰασάμην ἰσχυρῶς κενώσας διὰ φαρμάκου καθαίροντος μέλαιναν, καὶ εἰ παραλειφθείη ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται.
1.8ἐλέφαντα δ’ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διάτε φλεβοτομίας καὶ καθάρσεως ἰασάμην · ἑκάστου δ’ἔτους αὖθις ἀρκεῖ καὶ τούτω μία κάθαρσις · ἐκλειφθείσης δ’αὐτῆς, αὐτίκα τὸ πάθος ἐπισημαίνει.
1.9τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν.
1.10ἄλλος δέ τις ὥρᾳ θέρους αἰεὶ τριτοίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφ’ἡμῶν καθαίρεσθαι κατὰ τὴν τελευτὴν τοῦ ἦρος · οὕτως γὰρ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦν, ὡς τούς γε ἐπιληπτικοὺς ἀρθριτικούςτε καὶ μελαγχολικοὺς ὅσοιτε ἄλλοι διὰ παχεῖς χυμοὺς νοσοῦσιν εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι.
1.11χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, δι’ὧν οὗτοι μετα λαμβάνονταίτε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομοῦν, εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα, καὶ μάλιστα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων · ἡ γὰρ συντονία τῶν σπαραγμῶν, ἐκβάλλουσα τοὺς ἐσφηνωμένους δυσλύτως τοῖς πεπονθόσι μέρεσι χυμοὺς καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦσα, ῥᾷον ἐργάσεται τοῦτο, προλελεπτυσμένων αὐτῶν.
1.12τοῖς δ’ἀμελήσασι τούτων δυσχερεῖς ἀπαντῶσιν αἱ καθάρσεις μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄσηςτε πολλῆς καὶ κακοσφυξίας ἐκλύσεώςτε καὶ δυσκολίας.
1.13τοῦ μέλλοντος δ’ἐλλέβορον λήψεσθαι προπειρᾶσθαι χρὴ τῆς φύσεως, ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ἐμέτων.
1.14γινέσθω δ’ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια · ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαρασκευάσαι. γένοιτο δ’ἂν τὸ τοιοῦτο καὶ δι’αὐτῶν μὲν τῶν συνεχών ἐμέτων, ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον · γένοιτο δ’ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ σώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει.
1.15τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον · ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχίατε καὶ ἀγυμνασία, φυλάττει τὰς ὑγρότητας · τροφὴ δ’οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ἥτις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνὴ μήτε δριμεῖα μήτε ἁλυκὴ μήτε πικρά.
1.16δεδώκαμεν δ’ἐνίοτε ῥαφανῖδας δι’ὀξυμέλιτος, πήξαντες αὐταῖς δι’ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου κλῶνας λευκοῦ. καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη.
1.17οἱ δὲ στενὸν ἔχοντες τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα συντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουσιν εἰς τὰς ἐμετικῶν φαρμάκων καθάρσεις τάςτε ἄλλας καὶ μάλιστα τὴν δι’ἐλλεβόρου τοῦ λευκοῦ · ῥήγνυται γὰρ αὐτοῖς ἀγγεῖόν τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις.
1.18χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν · ἔσθ’ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαστέρα φλεγματικός, ἐν δὲ τοῖς ἐντέροις πικρόχολος ἀθροισθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω.
1.19γέγραπται δὲ κατὰ τοὺς Ἀφορισμοὺς Ἱπποκράτει περὶ τῶν ὡρῶν · “θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος τὰς κάτω”.
1.20τὸ δ’ἀνάλογον ταῖς ὥραις ἐπὶ τῶν χωρῶν σκοπεῖσθαι χρὴ θερμότητίτε καὶ ψυχρότητι διαιρουμένους · οὕτως δὲ κα- κἀπὶ τῶν ἡλικιῶν.
1.21καὶ μὴν καὶ τὸ ἔθος οὐ σμικρὰ μοῖρα πρὸς ἔνδειξιν κενώσεως · οἱ μὲν γὰρ ἐμεῖν εἰθισμένοι φέρουσιν ἀλυπότερον τὰς διὰ τῆς ἄνω κοιλίας καθάρσεις · οἱ δ’ἀήθεις οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ’ἐλλεβόρου.
1.22καὶ τὸ τοῦ νοσήματος δ’εἶδος σκοπεῖσθαι προσῆκεν · ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματος ἀγωγῷ χρησόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆς κάτω γαστρός, εἶτα δι’ἐμέτων, εἶτα δι’ἀποφλεγματισμῶν · δι’ὅλου γὰρ τοῦ σώματος ἐκτεταμένου τοῦ πλεονάζοντος, ἁπάσας κενώσεις παραληψόμεθα.
1.23ἀσκίτου δ’ὄντος τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώσομεν φαρμάκων, ὥσπερ γε κα- κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν · ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶς τὴν χολὴν ἄνωτε καὶ κάτω καὶ δι’οὔρων καὶ δι’ὑπερῴας καὶ διὰ ῥινῶν.
1.24οὕτως δὲ κα- κἂν ὁ μελαγχολικὸς πλεονάσῃ χυμός, ὡς ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆς μελαίνης χολῆς κενωτικὸν φάρμακον δίδομεν · ἐπιληψίαν δὲ φλεγμαγωγοῖς καθαίρομεν, ἐξ ὧν δῆλον ὡς ἡ κατάστασις τῆς νόσου καὶ τὸν κενωθησόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, δι’οὗ χρὴ κενοῦν αὐτόν.
1.25ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶσι, τὴν ἀποκάθαρσιν ποιούμεθα διὰ μὲν τῆς κάτω γαστρός, ὅταν ἐν τοῖς σιμοῖς αὐτοῦ γένηται τὸ πάθημα, δι’οὔρων δέ, ὅταν ἐν τοῖς κυριτοῖς.
1.26οὕτως δὲ κα- κἀπὶ τῶν ἄλλων ἐπισκέψῃ τόντε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑστίας τινὸς ὁρμᾶται τὸ νόσημα · ταῦτα γάρ σοι καὶ τὸν κενωθησόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον τῆς κενώσεως καὶ τὸν τόπον δι’οὗ χρὴ κενῶσαι, καὶ πρὸς τούτοις ἅπασι τὸν καιρόν · ἐν ἀρχῇ μὲν γὰρ τοὺς ὀρώδειςτε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν εἰσὶν ὅτε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς.
1.27καὶ ἀπὸ τῶν παροξυσμῶν δὲ σκοπὸν εἰς ἔνδειξιν τρόπου κενώσεως ἕξεις, ἐκ μὲν τῶν ἄνω ποιούμενος τὰς κενώσεις ἐν τοῖς παροξυσμοῖς, ἐκ δὲ τῶν κάτω κατὰ τὰς καλουμένας ἀνέσεις · καὶ γὰρ καὶ αὐτόματα οὕτως ὠφελεῖ, ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντωντε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρωντε καὶ διαχωρημάτων ἀποκρινομένων.
1.28φυλάττεσθαι δὲ χρὴ μάλιστα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇς κάτω καθαίρειν πολλά · τῆς γὰρ ῥοπῆς τῶν χυμῶν ἄνω γινομένης, ἡ τοῦ κάτω καθαίροντος φαρ μάκου δύναμις ἐμποδισθήσεται.
1.29ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις αἰεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν · ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργά, κατ’ἀρχὰς οἷόντε φαρμακεῦσαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως · κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖς δυνάμεσιν εἶναι θερμά, δεῖσθαι δὲ τὸν πυρετόν, εἰ πυρετός ἐστι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖς τῶν ὑγραινόντωντε καὶ ψυχόντων.
1.30οὔκουν οὐ δ’αὐτῆς ἕνεκα τῆς πυρώδους θερμότητος ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται (ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν · χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεται τὸ σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων · ἔστι δ’ἡ ὠφέλεια † ἐνάλυπόςτε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός · ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περισκέψασθαι, εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν · οἵτε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων ὄντες, ὡσαύτως δ’οἷς ὑποχόνδρια τέταται καὶ ἐμπεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυρώδη, ἢ καί τις αὐτόθι τῶν σπλάγχνων φλεγμονή, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι.
1.31χρὴ τοίνυν ἀπεῖναίτε ταῦτα, καὶ τοὺς χυμούς, ὡς ἔνι μάλιστα, τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτούςτε καὶ ἥκισηα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένουςτε τοὺς πόρους, δι’ὧν ἡ καθάρσις μέλλει γενήσεσθαι · ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.
1.32ἀλλ’ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ἀρχὰς εὐθὺς ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργῇ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ ἄρα σχοίη τις καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχους ἤ τινος τῶν οὕτω λεπτυνόντων, ὥστε εὐλόγως ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ἀρχὰς γενήσεται ἡμῖν χρεία φαρμακείας τῷ μήτε πολλάκις ὀργᾶν ἐν ἀρχῇ τοὺς λυποῦντας χυμούς, μήτε, εἰ καὶ τούτοις ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ὄντος, ἀλλὰ μη δὲ καιρὸν ἡμῖν παρέχοντος ἐπιτήδειον αὐτὸν παρασκευάσαι.
1.33ὀργᾶν δ’οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήσει σφοδροτέρᾳ γενόμενοι καὶ μετταρρύσει μορίων εἰς μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ὀχλῶσι τὸν ἄνθρωπον, ἀνιῶντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες.
1.34τοὺς μὲν οὖν τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει · τοὺς δὲ καθ’ἕν τι μόριον ἐστηριγμένους οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι · τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἕξομεν βοηθοῦσαν τῇ κενώσει · φαίνεται γὰρ αὕτη μετὰ τὰς πέψεις διακινοῦσάτε τοὺς χυμοὺς ἀπωθουμένητε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις γίνονται, ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης, τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας.
1.35χρὴ δ’εἰδέναι ὡς αἱ μεταρρυήσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται, τὰ πλείω δ’ἡσυχάζει καθ’ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, παρ’ὅλον τοῦ νοσήματος τὸν χρόνον ἄχρι λύσεως.
1.36ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου, καὶ μάλιστα ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως · ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ’ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται δαψιλῶς.
1.37ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρός, ἔμπειρόςτε ᾖς τῆς φύσεως τοῦ κάμνοντος, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ, χρώμενος ἐλλεβόρῳ. μέλανι ἤ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ τὸ διὰ τῆς κολοκυνθίδος ·
1.38ἱερὰν δ’αὐτὴν συνήθως ὀνομάζουσιν. ποικίλως δ’αὐτῆς σκευαζομένης, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν σκαμμωνίαν δ’οὐκ ἔχουσα, κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.
1.39μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον συμφέρει τῆς πτισάνης ἐπιρροφεῖν, ὥς φησιν Ἱππο κράτης · αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡς ἂν ὀλίγον ὄν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται · κατὰ δὲ τὴν δίοδον ὅτε στόμαχος ὅσοντε τῆς γαστρὸς ὑψηλὸν οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλως βλάπτονται.
1.40χρήσιμος οὖν χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος, ὡς ἀπορρύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου.
1.41διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόσει κελεύει τῆς πτισάνης ἐπιρροφεῖν · ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως. οὐκέτι βούλεται δίδοσθαι πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτος φαρμάκου.
2.1οὐκ ἐκκρίνει δ’ἡ γαστὴρ ἐνίοτε καθαρτηρίου δοθέντος, ἤτοι διὰ τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως ἢ διὰ βραχύτητα τοῦ δοθέντος φαρμάκου · πολλάκις δὲ καὶ κόπρος ἐσφηνωμένη σκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυστῆρος πρὶν δίδοσθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωσιν.
2.2δύναται δὲ καὶ τῆς φύσεως. ἐπ’οὖρα τὴν ὁρμὴν πεποιημένης, τὸ καθαρτικὸν μηδὲν ἀνύειν.
2.3ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ βλάπτειν μηδὲν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ’εἰς τὸ φάρμακόντε καὶ δηλητήριον ἐκτρέπεται.
3.1πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, διότι νευρωδέστατόν ἐστι καὶ αἰσθητικώτατον, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μη δ’ἀκραιφνὴς. ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός χρὴ δ’εἶναι τὰ μιγνύμενα σπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆςτε καὶ τμητικῆς ὄντα δυνάμεως, καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν, δι’ὧν ἐκκενοῦνται, διοίγειντε καὶ ἀναστομοῦν.
3.3δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοις τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν στασιάζειν, ἡ δὲ στάσις αὐτῶν γινέσθω, οὐχ ὅταν τὸ μὲν χολῆς, εἰ τύχοι. τὸ δὲ φλέγματος ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ’ὅταν τὸ μὲν εὐθέως. τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν · ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίνεται, προσενεχθέντων ἅμα · λέγω δ’ἀνώμαλον, ὅταν ἤδη παύεσθαι δοκούσης αὐτῆς ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται.