Galen

On Matters Relating to Sex

1

πνεύματος τονωτικὸν τοῦτο τὸ γυμνάσιον καὶ εὐκαμπείας τῆς περὶ τὸ σῶμα, μάλιστα δὲ τῆς περὶ σκέλη ποιητικὸν μετὰ τοῦ καὶ ἰσχὺν περιποιεῖν τοῖς κινουμένοις μέρεσιν · ἔστι δὲ καὶ μακροτονίας παρασκευαστικὸν καὶ νεύρων καταλλάξεως ἐπιτρεπτικόν · μεταβιβάζει καὶ ὕλην καὶ περιττώματα μετέωρα πρὸς τὰς ἐξόδους ἀπωθεῖ. εἰ δὲ καὶ μετὰ κρατήσεως ἁλτηρίων παραλαμβάνοιτο, τῶν στιβαρωτάτων γυμνασίων ἕν τι γίνεται, διαπονοῦν ὁμοίως καὶ τὰ ἄνω καὶ τὰ κάτω τοῦ σώματος.

2

οὐ τῶν παλαιῶν γυμνασίων τοῦτο, λέγω δὲ τῶν τοῖς κάμνουσιν ὠφελίμων, ἐπεὶ ἄλλως ἡ ἐν ὅπλοις ἄσκησις παλαιά. Ῥωμαῖοι δ’ἐξεῦρον τὴν ὁπλομαχίαν τήνδε, πρῶτον δ’ὑπὲρ τῆς εἰς πόλεμον παρασκευῆς · τὸ δὲ νῦν ὑπὲρ τοῦ διαπονεῖν τὰ σώματα οἵ γε οὖν στρατιῶται · μονομάχων γὰρ ὅπλα ἐνδυόμενοι ἢ πρὸς ἀντιπάλους ἢ πρὸς κίονα ὡς πρὸς ἀντίπαλον διαμάχονται. δύναται δὲ τοῦτο τὸ γυμνάσιον εὐκίνητόντε ποιῆσαι τὸ σῶμα καὶ εὔσαρκον · πλαδαρὰν μέντοι σάρκα περιποιεῖ · κεφαλῇ δ’ἀλυσιτελὲς διάτε τὸ σκέπεσθαι λίαν αὐτὴν ὑπὸ τῶν πίλων καὶ τῆς περικεφαλαίας διάτε τὸ μοχθεῖν ὑπὸ τοῦ βάρους. μέγιστον δ’ἐπάγγελμα τοῦδε τοῦ γυμνασίου μακρόπνοια καὶ συντονία τοῦ σώματος, ἔνθεν οἱ προεθίσαντες αὐτῷ πᾶσαν ἄλλην ἀποδίωξιν πνεύματος ὑποφέρειν εἰσὶν ἱκανοί.

3

ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή · κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲς μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμασμένον ἢ ἐξηραμ μένον ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον · ἄμεινον δὲ τὸ τεθερμασμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ μᾶλλον ἢ ἐξηραμμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. οἱ μὲν οὖν ἀσθενῆ τὴν δύναμιν ἔχοντες ὑπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀρρωστίαν ἀφικνοῦνται · οἱ δ’ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος οὔτε καταλυθήσονται καὶ ξηραίνουσι τὴν τοῦ φλεγματος περιουσίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς · ἀβλαβῆ γὰρ ἀφροδίσια τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία · τοῖς δ’ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει. ψύχει δὲ μετὰ ταῦτω γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται · τινὲς δέ, εἰ μὴ συνεχῶς χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀσώδειςτε καὶ πυρετώδεις γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουσιν · τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτα ἐγκρατεῖς ἀφροδισίων χρήσεως γενομένους ναρκώδειςτε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας, ἐνίους δὲ καὶ σκυθρωπούς ἀλόγως καὶ δυσέλπιδας ὁμοίως τοῖς μελαγχολικοῖς, ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς τῶν ἀφροδισίων χρήσεσιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ’ὧν αὐτότε φύσει κακοχυμότερον καὶ πλεῖον, ἀργότερόςτε ὁ βίος, καὶ τῶν ἀφροδισίων ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ […] ἰσχυροίτε καὶ νέοι · τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι τὸ παρασκευαστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψῦξίς τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον · ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δ’ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐ δὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ’ὑγρότερα δοτέον, ἵνα καὶ πέψη καλῶς αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ’οὐ δὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας τῶν θερμαινόντων ὑπάρχειν αὐτὰ · διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπ’αὐτοῖς.