Epigrams
ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει ·
9.2“εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
9.3δραπετίδας ἐμός ἐστιν · ὁ μανυτὰς γέρας ἑξεῖ.
9.4μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος · ἢν δ’ἀγάγῃς νιν,
9.5οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ’, ὦ ξένε, καὶ πλέον ἑξεῖς.
9.6ἔστι δ’ὁ παῖς περίσαμος · ἐν εἴκοσι πᾶσι μάθοις νιν.
9.7χρῶτα μὲν οὐ λευκός, πυρὶ δ’εἴκελος · ὄμματα δ’αὐτοῦ
9.8δριμύλα καὶ φλογόεντα · κακαὶ φρένες, ἁδὺ λάλημα ·
9.9οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται · ὡς μέλι φωνά
9.10ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος · ἠπεροπευτάς,
9.11οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.
9.12εὐπλόκαμον τὸ κάρανον ἔχει δ’ἰταμὸν τὸ πρόσωπον.
9.13μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει ·
9.14βάλλει δ’εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.
9.15γυμνὸς μὲν τό γε σῶμα, νόος δ’οἱ ἐμπεπύκασται ·
9.16καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτ’ἐπ’ἄλλως
9.17ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται
9.18τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον
9.19τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ’ἄχρι φορεῖται ·
9.20καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δ’ἐντὶ
9.21τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κα- κἀμὲ τιτρώσκει.
9.22πάντα μὲν ἄγρια, πάντα · πολὺ πλέον ἁ δαῒς αὐτῷ
9.23βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.
9.24ἢν τὺ γ’ἕλῃς τῆνον, δήσας ἄγε, μη δ’ἐλεήσῃς ·
9.25κα- κἢν ποτ’ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ ·
9.26κα- κἢν γελάῃ, τύ νιν ἕλκε · καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,
9.27φεῦγε · κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.
9.28ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
9.29μὴ τὺ θίγῃς πλάνα δῶρα · τὰ γάρ πυρὶ πάντα βέβαπται”.
16.1λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον
16.2οὖλος Ἔρως, πήρην δ’εἶχε κατωμαδίην
16.3καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
16.4ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
16.5εἶπε δ’ἄνω βλέψας αὐτῷ Διί · “πλῆσον ἀρούρας,
16.6μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ἄροτρα βάλω”.