Moschus

Fragments

1
τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ,
2
τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐ δ’ἔτι μοι γᾶ
3
ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ἅλς.
4
ἀλλ’ὅταν ἀχήσῃ πολιὸς βυθός, ἁ δὲ θάλασσα
5
κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ,
6
ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ’ἅλα φεύγω,
7
γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα,
8
ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος, ἁ πίτυς ᾅδει.
9
ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,
10
καὶ πόνος ἐστὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα.
11
αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,
12
καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν,
13
ἃ τέρπει ψοφέοισα τὸν ἀγρικόν, οὐχὶ ταράσσει.
1
ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’Ἀχὼ
2
σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ἐπεμήνατο Λύδᾳ.
3
ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ,
4
καὶ Λύδα Σατυρίσκον · Ἔρως δ’ἐσμύχετ’ἀμοιβᾷ.
5
ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
6
τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ἃ ποίει.
7
ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις ·
8
στέργετε τὼς φιλέοντας, ἵν’ἢν φιλέητε φιλῆσθε.
1
Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
2
ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
3
ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,
4
καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν
5
νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,
6
ἁ δ’οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.
7
κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκων
8
καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.
1
λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
2
οὖλος Ἔρως, πήρην δ’εἶχε κατωμαδίην,
3
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
4
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
5
εἶπε δ’ἄνω βλέψας αὐτῷ Διί · “πλῆσον ἀρούρας,
6
μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ἄροτρα βάλω”.