Moschus

Megara

1
“μῆτερ ἐμή, τίφθ’ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
2
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ἔρευθος
3
σῴζετ’ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
4
ἦρ’ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
5
ἀνδρὸς ὕπ’οὐτιδανοῖο, λέων ὡσείθ’ὑπὸ νεβροῦ;
6
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
7
ἀθάνατοι; τί νύ μ’ὧδε κακῇ γονέες τέκον αἴσῃ;
8
δύσμορος, ἥτ’ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
9
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
10
ἠδ’ἔτι νῦν σέβομαίτε καὶ αἰδέομαι κατὰ θυμόν ·
11
τοῦ δ’οὔτις γένετ’ἄλλος ἀποτμότερος ζωόντων,
12
οὐ δὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
13
σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
14
ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,
15
παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
16
μαινόμενος κατὰ οἶκον, ὃ δ’ἔμπλεος ἔσκε φόνοιο.
17
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
18
βαλλομένους ὑπὸ πατρί, τὸ δ’οὐ δ’ὄναρ ἤλυθεν ἄλλῳ.
19
οὐ δέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
20
μητέρ’ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
21
ὡς δ’ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
22
ὀλλυμένοις, οὕστ’αἰνὸς ὄφις ἔτι νηπιάχοντας
23
θάμνοις ἐν πυκινοῖσι κατεσθίει · ἣ δὲ κατ’αὐτοὺς
24
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
25
οὐ δ’ἄρ’ἔχει τέκνοισιν ἐπαρκέσαι · ἦ γάρ οἱ αὐτῇ
26
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου ·
27
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
28
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
29
ὥς γ’ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
30
κεῖσθαι φαρμακόεντα δι’ἥπατος ἰὸν ἔχουσα,
31
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
32
τῷ χ’ἡμέας κλαύσαντε φίλῃσ’ἐνὶ χερσὶ τοκῆες
33
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
34
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
35
λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
36
νῦν δ’οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
37
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες ·
38
αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
39
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
40
αἰὲν ὁμῶς · δακρύων δὲ παρεστί μοι οὐ δ’ἴ ἐρωή.
41
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
42
οἴκῳ ἐν ἡμετέρῳ · πολέων γάρ οἱ ἔργον ἑτοῖμον
43
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
44
μοχθίζει πέτρης ὅγ’ἔχων νόον ἠὲ σιδήρου
45
καρτερὸν ἐν στήθεσσι · σὺ δ’ἠύτε λείβεαι ὕδωρ,
46
νύκταςτε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ὁπόσσα.
47
ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς
48
κηδεμόνων · οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει ·
49
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
50
ναίουσ’, οὐ δέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
51
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
52
νόσφι γε δὴ Πύρρης συνομαίμονος · ἣ δὲ καὶ αὐτὴ
53
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
54
σῷ υἱεῖ · πάντων γὰρ ὀϊζυρώτατα τέκνα
55
γείνασθαί σε θεῷτε καὶ ἀνέρι θνητῷ ἔολπα”.
56
ὣς ἄρ’ἔφη · τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
57
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
58
μνησαμένῃ τέκνωντε καὶ ὧν μετέπειτα τοκήων.
59
ὣς δ’αὔτως δακρύοισι παρήϊα λεύκ’ἐδίαινεν
60
Ἀλκμήνη · βαρὺ δ’ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
61
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα ·
62
“δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
63
πευκαλίμαις; πῶς ἄμμ’ἐθέλεις ὀροθυνέμεν ἄμφω
64
κήδε’ἄλαστα λέγουσα; τὰ δ’οὐ νῦν πρῶτα κέκλαυται.
65
ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ἦμαρ
66
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
67
ὅστις ἀριθμήσειεν ἐφ’ἡμετέροις ἀχέεσσι.
68
θάρσει · οὐ τοιῆσδ’ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
69
καὶ δ’αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
70
ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
71
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί ·
72
καί σε μάλ’ἐκπάγλως ὀλοφύρομαι ἠδ’ἐλεαίρω,
73
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
74
ὅσθ’ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
75
ἴστω γὰρ Κούρητε καὶ εὐέανος Δημήτηρ,
76
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
77
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
78
στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
79
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
80
οὐ δ’αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
81
τῷ μή μ’ἐξείπῃς ποτ’, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
82
μη δ’εἴ κ’ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
83
οὐ δ’ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
84
μητέρι δυσπαθέοντος · ἐπεὶ δέκα μῆνας ἔκαμνον
85
πρὶν καί πέρτ’ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ἔχουσα,
86
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος ·
87
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
88
νῦν δέ μοι οἴχεται οἶος ἐπ’ἀλλοτρίης νέον ἆθλον
89
ἐκτελέων · οὐ δ’οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
90
ἐνθάδε νοστήσανθ’ὑποδέξομαι, εἴτε καὶ οὐκί.
91
πρὸς δ’ἔτι μ’ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
92
ὕπνον · δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
93
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
94
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
95
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη ·
96
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
97
τάφρον τηλεθάοντος ἐπ’ἐσχατιῇ τινος ἀγροῦ,
98
γυμνὸς ἄτερ χλαίνηςτε καὶ εὐμίτροιο χιτῶνος.
99
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
100
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
101
ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
102
ἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο ·
103
ἐξαπίνης δ’ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης
104
πῦρ ἄμοτον, περὶ δ’αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
105
αὐτὰρ ὅγ’αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
106
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο ·
107
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
108
νώμασκεν μακέλην · περὶ δ’ὄμμασιν ἔνθα καὶ ἔνθα
109
πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
110
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
111
Ἰφικλέης μεγάθυμος ἐπ’οὔδεϊ κάππεσ’ὀλισθὼν
112
πρὶν ἐλθεῖν, οὐ δ’ὀρθὸς ἀναστῆναι δύνατ’αὖτις,
113
ἀλλ’ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ἀμενηνός,
114
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
115
καππεσέειν · κεῖται δ’ὅγ’ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
116
εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
117
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
118
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης ·
119
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
120
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
121
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
122
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
123
παννυχίῃ · τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
124
οἴκου ἄφ’ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
125
θυμὸς ἐμός, μη δ’ἄλλο παρὲκ τελέσειέ τι δαίμων”.