Pindar

Isthmian Odes

1
μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
2
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
3
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
4
Δᾶλος, ἐν κέχυμαι.
5
τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
6
εἶξον, Ὠπολλωνιάς · ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
7
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
8
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
9
ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
10
δειράδ’· ἐπεὶ στεφάνους
11
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
12
καλλίνικον πατρίδι κῦδος. ἐν καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
13
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
14
ἀλλ’ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
15
ἁνίατ’ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ἐθέλω
16
Καστορείῳ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
17
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι ·
18
ἔντ’ἀέθλοισι θίγον πλείστων ἀγώνων,
19
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
20
καὶ λεβήτεσσιν φιάλαισίτε χρυσοῦ,
21
γευόμενοι στεφάνων
22
νικαφόρων · λάμπει δὲ σαφὴς ἀρετὰ
23
ἔντε γυμνοῖσι σταδίοις σφίσιν ἔντ’ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
24
οἷάτε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
25
καὶ λιθίνοις ὁπότ’ἐν δίσκοις ἵεν.
26
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ’ἐφ’ἑκάστῳ
27
ἔργματι κεῖτο τέλος.
28
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
29
ἔρνεσιν χαίτας ῥεέθροισίτε Δίρκας ἔφανεν καὶ παρ’Εὐρώτᾳ πέλας,
30
Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
31
Τυνδαρίδας δ’ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.
32
χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷτε ζαθέᾳ
33
Ὀγχηστίαισίντ’ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
34
γαρύσομαι τοῦδ’ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
35
Ὀρχομενοῖότε πατρῴαν ἄρουραν,
36
νιν ἐρειδόμενον ναυαγίαις
37
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
38
δέξατο συντυχίᾳ ·
39
νῦν δ’αὖτις ἀρχαίας ἐπέβασε πότμος
40
συγγενὴς εὐαμερίας. πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει ·
41
εἰ δ’ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
42
ἀμφότερον δαπάναιςτε καὶ πόνοις,
43
χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
44
μὴ φθονεραῖσι φέρειν
45
γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
46
ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ’ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
47
μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ’ἔργμασιν ἀνθρώποις γλυκύς,
48
μηλοβότᾳτ’ἀρότᾳτ’ὀρνιχολόχῳτε καὶ ὃν πόντος τρέφει ·
49
γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται ·
50
ὃς δ’ἀμφ’ἀέθλοις πολεμίζων ἄρηται κῦδος ἁβρόν,
51
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
52
ἄμμι δ’ἔοικε Κρόνου σεισίχθον’υἱὸν
53
γείτον’ἀμειβομένοις εὐεργέταν
54
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
55
καὶ σέθεν, Ἀμφιτρύων,
56
παῖδας προσειπεῖν, τὸν Μινύατε μυχὸν
57
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις ·
58
Πρωτεσίλα, τὸ τεὸν δ’ἀνδρῶν Ἀχαιῶν
59
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
60
πάντα δ’ἐξειπεῖν, ὅσ’ἀγώνιος Ἑρμᾶς
61
Ἡροδότῳ ἔπορεν
62
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
63
ὕμνος. μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
64
εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ’ἀγλααῖς
65
Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδωντ’ἐξαιρέτοις
66
Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
67
Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
68
ἄλλοισι δ’ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.
1
οἱ μὲν πάλαι, Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
2
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
3
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
4
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
5
εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
6
Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ’ἦν οὐ δ’ἐργάτις ·
7
οὐ δ’ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
8
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
9
νῦν δ’ἐφίητι τὸ τὠργείου φυλάξαι
10
ῥῆμ’ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
11
χρήματα, χρήματ’ἀνήρ, ὃς φᾶ κτεάνωνθ’ἅμα λειφθεὶς καὶ φίλων.
12
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ’ἀείδω
13
Ἰσθμίαν ἵπποισι νίκαν,
14
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
15
Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
16
πέμπεν ἀναδεῖσθαι σελίνων,
17
εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
18
ἐν Κρίσᾳ δ’εὐρυσθενὴς εἶδ’Ἀπόλλων νιν πόρετ’ἀγλαΐαν
19
καὶ τόθι · κλειναῖς δ’Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
20
ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
21
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
22
τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ’ἁπάσαις ἁνίαις ·
23
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
24
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον ·
25
ἁδυπνόῳτέ νιν ἀσπάζοντο φωνᾷ
26
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
27
γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
28
ἄλσος · ἵν’ἀθανάτοις Αἰνησιδάμου
29
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
30
καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
31
οὔτε κώμων, Θρασύβουλ’, ἐρατῶν,
32
οὔτε μελικόμπων ἀοιδᾶν.
33
οὐ γὰρ πάγος, οὐ δὲ προσάντης κέλευθος γίνεται,
34
εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
35
μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργὰν
36
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
37
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
38
ἱπποτροφίαςτε νομίζων ἐν Πανελλάνων νόμῳ ·
39
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας · οὐ δέ ποτε ξενίαν
40
οὖρος ἐμπνεύσαις ὑπέστειλ’ἱστίον ἀμφὶ τράπεζαν ·
41
ἀλλ’ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
42
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
43
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
44
μήτ’ἀρετάν ποτε σιγάτω πατρῴαν,
45
μη δὲ τούσδ’ὕμνους · ἐπεί τοι
46
οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
47
ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν
48
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.
1
εἴ τις ἀνδρῶν εὐτυχήσαις σὺν εὐδόξοις ἀέθλοις
2
σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
3
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
4
Ζεῦ, μεγάλαι δ’ἀρεταὶ θνατοῖς ἕπονται
5
ἐκ σέθεν · ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
6
οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
7
εὐκλέων δ’ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
8
χρὴ δὲ κωμάζοντ’ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
9
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ
10
μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
11
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
12
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
13
ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ’ἀρετὰν
14
σύμφυτον οὐ κατελέγχει.
15
ἴστε μὰν Κλεωνύμου
16
δόξαν παλαιὰν ἅρμασιν ·
17
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
18
αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ἄλλοτ’ἐξάλλαξεν · ἄτρωτοί γε μὰν παῖδες θεῶν.
1
ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος ·
2
Μέλισσ’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
3
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν ·
4
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
5
σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ’ἀλλοῖος οὖρος
6
πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
7
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
8
πρόξενοίτ’ἀμφικτιόνων κελαδεννᾶςτ’ὀρφανοὶ
9
ὕβριος · ὅσσα δ’ἐπ’ἀνθρώπους ἄηται
10
μαρτύρια φθιμένων ζωῶντε φωτῶν
11
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος · ἀνορέαις δ’ἐσχάταισιν
12
οἴκοθεν στάλαισιν ἅπτονθ’Ἡρακλείαις ·
13
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
14
ἱπποτρόφοιτ’ἐγένοντο,
15
χαλκέῳτ’Ἄρει ἅδον.
16
ἀλλ’ἁμέρᾳ γὰρ ἐν μιᾷ
17
τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
4.17b
ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν ·
18
νῦν δ’αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
4.18b
χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
19
δαιμόνων βουλαῖς. κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
20
καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
21
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
22
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
23
εὐκλέων ἔργων · ἐν ὕπνῳ γὰρ πέσεν · ἀλλ’ἀνεγειρομένα χρῶτα λάμπει,
24
Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις ·
25
τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
26
ἔντ’Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
27
τοιάδε τῶν τότ’ἐόντων φύλλ’ἀοιδᾶν.
28
οὐ δὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
29
καμπύλον δίφρον, Πανελλάνεσσι δ’ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
30
τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
31
ἔστιν δ’ἀφάνεια τύχας καὶ μαρναμένων,
32
πρὶν τέλος ἄκρον ἱκέσθαι ·
33
τῶντε γὰρ καὶ τῶν διδοῖ ·
34
καὶ κρέσσον’ἀνδρῶν χειρόνων
35
ἔσφαλε τέχνα καταμάρψαισ’. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
36
ἐν νυκτὶ ταμὼν περὶ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ’ἔβαν.
37
ἀλλ’Ὅμηρός τοι τετίμακεν δι’ἀνθρώπων, ὃς αὐτοῦ
38
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
39
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
40
τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
41
εἴ τις εὖ εἴπῃ τι · καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
42
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
43
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
44
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ἐπάξιον,
45
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
46
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
47
ἐν πόνῳ, μῆτιν δ’ἀλώπηξ, αἰετοῦ τ’ἀναπιτναμένα ῥόμβον ἴσχει.
48
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
49
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν ·
50
ἀλλ’ὀνοτὸς μὲν ἰδέσθαι,
51
συμπεσεῖν δ’ἀκμᾷ βαρύς.
52
καίτοι πότ’Ἀνταίου δόμους
53
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ’ἄκαμπτος, προσπαλαίσων ἦλθ’ἀνὴρ
54
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
55
υἱὸς Ἀλκμήνας · ὃς Οὐλυμπόνδ’ἔβα, γαίαςτε πάσας
56
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
57
ναυτιλίαισίτε πορθμὸν ἁμερώσαις.
58
νῦν δὲ παρ’Αἰγιόχῳ κάλλιστον ὄλβον
59
ἀμφέπων ναίει, τετίματαίτε πρὸς ἀθανάτων φίλος, Ἥβαντ’ὀπυίει,
60
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
61
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
62
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
63
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
64
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς ·
65
τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
66
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,
67
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ἀέθλων
68
γίνεται, ἰσχύος ἔργον.
69
ἔνθα λευκωθεὶς κάρα
70
μύρτοις ὅδ’ἀνὴρ διπλόαν
71
νίκαν ἀνεφάνατο παίδωντε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
72
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
1
μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
2
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
3
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων ·
4
καὶ γὰρ ἐριζόμεναι
5
νᾶες ἐν πόντῳ καὶ ὑφ’ἅρμασιν ἵπποι
6
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται ·
7
ἔντ’ἀγωνίοις ἀέθλοισι ποθεινὸν
8
κλέος ἔπραξεν, ὅντιν’ἀθρόοι στέφανοι
9
χερσὶ νικάσαντ’ἀνέδησαν ἔθειραν
10
ταχυτᾶτι ποδῶν.
11
κρίνεται δ’ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
12
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
13
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
14
μὴ μάτευε Ζεὺς γενέσθαι · πάντ’ἔχεις,
15
εἴ σε τούτων μοῖρ’ἐφίκοιτο καλῶν.
16
θνατὰ θνατοῖσι πρέπει.
17
τὶν δ’ἐν Ἰσθμῷ διπλόα θάλλοισ’ἀρετά,
18
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
19
Πυθέᾳτε παγκρατίου. τὸ δ’ἐμὸν
20
οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται ·
21
σὺν Χάρισιν δ’ἔμολον Λάμπωνος υἱοῖς
22
τάνδ’ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
23
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
24
μὴ φθόνει κόμπον τὸν ἐοικότ’ἀοιδᾷ
25
κιρνάμεν ἀντὶ πόνων.
26
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
27
λόγον ἐκέρδαναν, κλέονται δ’ἔντε φορμίγγεσσιν ἐν αὐλῶντε παμφώνοις ὁμοκλαῖς
28
μυρίον χρόνον · μελέταν δὲ σοφισταῖς
29
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι ·
30
ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
31
Οἰνεΐδαι κρατεροί,
32
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
33
γέρας ἔχει, Περσεὺς δ’ἐν Ἄργει, Κάστορος δ’αἰχμὰ Πολυδεύκεοςτ’ἐπ’Εὐρώτα ῥεέθροις.
34
ἀλλ’ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
35
Αἰακοῦ παίδωντε · τοὶ καὶ σὺν μάχαις
36
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
37
Ἡρακλῆϊ πρότερον,
38
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν ·
39
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
40
καὶ στράταρχον Αἰθιόπων ἄφοβον
41
Μέμνονα χαλκοάραν · τίς ἄρ’ἐσλὸν Τήλεφον
42
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ’ὄχθαις;
43
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
44
διαπρεπέα νᾶσον · τετείχισται δὲ πάλαι
45
πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
46
πολλὰ μὲν ἀρτιεπὴς
47
γλῶσσά μοι τοξεύματ’ἔχει περὶ κείνων
48
κελαδέσαι · καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
49
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
50
ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
51
ἀλλ’ὅμως καύχημα κατάβρεχε σιγᾷ ·
52
Ζεὺς τάτε καὶ τὰ νέμει,
53
Ζεὺς πάντων κύριος. ἐν δ’ἐρατεινῷ
54
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ’ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
55
ἀμφ’ἀέθλοισιν γενεὰν Κλεονίκου
56
ἐκμαθών · οὔτοι τετύφλωται μακρὸς
57
μόχθος ἀνδρῶν · οὐ δ’ὁπόσαι δαπάναι
58
ἐλπίδων ἔκνισ’ὄπιν.
59
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60
Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
61
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
62
λάμβανέ οἱ στέφανον, φέρε δ’εὔμαλλον μίτραν,
63
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
1
θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
2
δεύτερον κρητῆρα Μοισαίων μελέων
3
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, Ζεῦ,
4
τίν γ’ἄωτον δεξάμενοι στεφάνων,
5
νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
6
Νηρεΐδεσσίτε πεντήκοντα, παίδων ὁπλοτάτου
7
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
8
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
9
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳτε χαρεὶς
11
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
12
σύντέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
13
βάλλετ’ἄγκυραν θεότιμος ἐών.
14
τοίαισιν ὀργαῖς εὔχεται
15
ἀντιάσαις Ἀΐδαν γῆράςτε δέξασθαι πολιὸν
16
Κλεονίκου παῖς · ἐγὼ δ’ὑψίθρονον
17
Κλωθὼ κασιγνήταςτε προσεννέπω ἑσπέσθαι κλυταῖς
18
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
19
ὔμμετ’, χρυσάρματοι Αἰακίδαι,
20
τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
21
τάνδ’ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
22
μυρίαι δ’ἔργων καλῶν τέτμηνθ’ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
23
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’Ὑπερβορέους ·
24
οὐ δ’ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
25
ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
26
οὐ δ’ἅτις Αἴαντος Τελαμωνιάδα
27
καὶ πατρός · τὸν χαλκοχάρμαν ἐς πόλεμον
28
ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
29
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
30
ἐν ναυσὶν Ἀλκμήνας τέκος.
31
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
32
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
33
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ’οὐ φείσατο
34
χερσὶν βαρυφθόγγοιο νευρᾶς
35
Ἡρακλέης. ἀλλ’Αἰακίδαν καλέων
36
ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
37
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
38
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
39
ἄνδωκε δ’αὐτῷ φέρτατος
40
οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
41
δ’ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
42
αὔδασε τοιοῦτον ἔπος · εἴ ποτ’ἐμάν, Ζεῦ πάτερ,
43
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
44
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45
λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
46
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
47
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
48
θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ’ἐν Νεμέᾳ ·
49
θυμὸς δ’ἑπέσθω. ταῦτ’ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
50
ἀρχὸν οἰωνῶν μέγαν αἰετόν · ἁδεῖα δ’ἔνδον νιν ἔκνιξεν χάρις,
51
εἶπέντε φωνήσαις ἅτε μάντις ἀνήρ ·
52
ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, Τελαμών ·
53
καί νιν ὄρνιχος φανέντος κέκλε’ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
54
ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
55
ὣς ἆρα εἰπὼν αὐτίκα
56
ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ’ἀρετάς ·
57
Φυλακίδᾳ γὰρ ἦλθον, Μοῖσα, ταμίας
58
Πυθέᾳτε κώμων Εὐθυμένειτε. τὸν Ἀργείων τρόπον
59
εἰρήσεταί που κἀν βραχίστοις.
60
ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
61
τρεῖς ἀπ’Ἰσθμοῦ, τὰς δ’ἀπ’εὐφύλλου Νεμέας,
62
ἀγλαοὶ παῖδέςτε καὶ μάτρως · ἀνὰ δ’ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων ·
63
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
64
ἄρδοντι καλλίστᾳ δρόσῳ,
65
τόντε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
66
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
67
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ’ἔπος,
68
υἱοῖσίτε φράζων παραινεῖ,
69
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
70
καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
71
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων ·
72
γλῶσσα δ’οὐκ ἔξω φρενῶν · φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
73
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ’ἀκόναν.
74
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
75
χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ’εὐτειχέσιν Κάδμου πύλαις.
1
τίνι τῶν πάρος, μάκαιρα Θήβα,
2
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
3
εὔφρανας; ῥα χαλκοκρότου πάρεδρον
4
Δαμάτερος ἁνίκ’εὐρυχαίταν
5
ἄντειλας Διόνυσον; χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
6
ὁπότ’Ἀμφιτρύωνος ἐν θυρέτροις
7
σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
8
ὅτ’ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
9
ὅτ’ἀμφ’Ἰόλαον ἱππόμητιν;
10
Σπαρτῶν ἀκαμαντολογχᾶν; ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
11
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
12
Δωρίδ’ἀποικίαν οὕνεκεν ὀρθῷ
13
ἔστασας ἐπὶ σφυρῷ
14
Λακεδαιμονίων, ἕλον δ’Ἀμύκλας
15
Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
16
ἀλλὰ παλαιὰ γὰρ
17
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
18
τι μὴ σοφίας ἄωτον ἄκρον
19
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
20
κώμαζ’ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
21
καὶ Στρεψιάδᾳ · φέρει γὰρ Ἰσθμοῖ
22
νίκαν παγκρατίου · σθένειτ’ἔκπαγλος ἰδεῖντε μορφάεις · ἄγειτ’ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
23
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
24
μάτρωΐθ’ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25
χάλκασπις πότμον μὲν Ἄρης ἔμιξεν,
26
τιμὰ δ’ἀγαθοῖσιν ἀντίκειται.
27
ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
28
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
29
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30
ζώωντ’ἀπὸ καὶ θανών.
31
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
32
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
33
Ἀμφιάρηόντε,
34
εὐανθέ’ἀπέπνευσας ἁλικίαν
35
προμάχων ἀν’ὅμιλον, ἔνθ’ἄριστοι
36
ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
37
ἔτλαν δὲ πένθος οὐ φατόν · ἀλλὰ νῦν μοι
38
Γαιάοχος εὐδίαν ὄπασσεν
39
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. δ’ἀθανάτων μὴ θρασσέτω φθόνος,
40
τι τερπνὸν ἐφάμερον διώκων
41
ἕκαλος ἔπειμι γῆρας ἔςτε τὸν μόρσιμον
42
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες ·
43
δαίμων δ’ἄϊσος · τὰ μακρὰ δ’εἴ τις
44
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν · ὅτι πτερόεις ἔρριψε Πάγασος
45
δεσπόταν ἐθέλοντ’ἐς οὐρανοῦ σταθμοὺς
46
ἐλθεῖν μεθ’ὁμάγυριν Βελλεροφόνταν
47
Ζηνός · τὸ δὲ πὰρ δίκαν
48
γλυκὺ πικροτάτα μένει τελευτά.
49
ἄμμι δ’, χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
50
τεαῖσιν ἁμίλλαισιν
51
εὐανθέα καὶ Πυθόϊ στέφανον.
1
Κλεάνδρῳ τις ἁλικίᾳτε λύτρον
2
εὔδοξον, νέοι, καμάτων
3
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
4
κῶμον, Ἰσθμιάδοςτε νίκας ἄποινα, καὶ Νεμέᾳ
5
ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
6
μήτ’ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
7
μήτε κάδεα θεράπευε · παυσάμενοι δ’ἀπρήκτων κακῶν
8
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον ·
9
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10
τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
11
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
12
μοι δεῖμα μὲν παροιχόμενον
13
καρτερὰν ἔπαυσε μέριμναν · τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
14
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ’ἀνδράσι κρέμαται,
15
ἑλίσσων βίου πόρον · ἰατὰ δ’ἔστι βροτοῖς σύν γ’ἐλευθερίᾳ καὶ τά. χρὴ δ’ἀγαθὰν ἐλπίδ’ἀνδρὶ μέλειν · χρὴ δ’ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
16
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
17
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
18
ὁπλόταται, Ζηνίτε ἅδον βασιλέϊ.
19
τὰν μὲν παρὰ καλλιρόῳ
20
Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα ·
21
σὲ δ’ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
22
κοιμᾶτο, δῖον ἔνθα τέκες
23
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων · καὶ
24
δαιμόνεσσι δίκας ἐπείραινε · τοῦ μὲν ἀντίθεοι
25
ἀρίστευον υἱέες υἱέωντ’ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ’ἀμφέπειν ὅμαδον · σώφρονέςτ’ἐγένοντο πινυτοίτε θυμόν.
26
ταῦτα καὶ μακάρων ἐμέμναντ’ἀγοραί,
27
Ζεὺς ὅτ’ἀμφὶ Θέτιος ἀγλαόςτ’ἔρισαν Ποσειδᾶν γάμῳ,
28
ἄλοχον εὐειδέ’ἐθέλων ἑκάτερος
29
ἑὰν ἔμμεν · ἔρως γὰρ ἔχεν.
30
ἀλλ’οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
31
ἐπεὶ θεσφάτων ἐπάκουσαν · εἶπε δ’
32
εὔβουλος ἐν μέσοισι Θέμις,
33
οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
34
ποντίαν θεόν, ὃς κεραυνοῦτε κρέσσον ἄλλο βέλος
35
διώξει χερὶ τριόδοντόςτ’ἀμαιμακέτου, Δίτε μισγομέναν Διὸς παρ’ἀδελφεοῖσιν. ἀλλὰ τὰ μὲν παύσατε · βροτέων δὲ λεχέων τυχοῖσα
36
υἱὸν εἰσιδέτω θανόντ’ἐν πολέμῳ,
37
χεῖρας Ἄρεΐτ’ἐναλίγκιον στεροπαῖσίτ’ἀκμὰν ποδῶν.
38
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
39
ὀπάσσαι γέρας Αἰακίδᾳ,
40
ὅντ’εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον ·
41
ἰόντων δ’ἐς ἄφθιτον ἄντρον εὐθὺς
42
Χείρωνος αὐτίκ’ἀγγελίαι ·
43
μη δὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
44
ἄμμιν · ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
45
λύοι κεν χαλινὸν ὑφ’ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά · τοὶ δ’ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν · ἐπέων δὲ καρπὸς
46
οὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ἀλέγειν
47
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
48
στόματ’ἀπείροισιν ἀρετὰν Ἀχιλέος ·
49
καὶ Μύσιον ἀμπελόεν
50
αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
51
γεφύρωσέτ’Ἀτρεΐδαισι νόστον,
52
Ἑλέναντ’ἐλύσατο, Τρωΐας
53
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
54
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονόςτε βίαν
55
ὑπέρθυμον Ἕκτοράτ’ἄλλουςτ’ἀριστέας · οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραντε ῥίζαν πρόφαινεν.
56
τὸν μὲν οὐ δὲ θανόντ’ἀοιδαὶ ἔλιπον,
57
ἀλλά οἱ παράτε πυρὰν τάφονθ’Ἑλικώνιαι παρθένοι
58
στάν, ἐπὶ θρῆνόντε πολύφαμον ἔχεαν.
59
ἔδοξ’ἆρα τόδ’ἀθανάτοις,
60
ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
61
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταίτε
62
Μοισαῖον ἅρμα Νικοκλέος
63
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
64
Δωρίων ἔλαχεν σελίνων · ἐπεὶ περικτίονας
65
ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ · ἁλίκων τῷ τις ἁβρὸν
66
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
67
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόουτ’ἀγὼν σὺν τύχᾳ
68
ἐν Ἐπιδαύρῳτε νεότας δέκετο πρίν ·
69
τὸν αἰνεῖν ἀγαθῷ παρέχει ·
70
ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.